1 τῃ β´ του μηνος φεβρουαριου η υπαπαντη του κυριου, και θεου

Download Report

Transcript 1 τῃ β´ του μηνος φεβρουαριου η υπαπαντη του κυριου, και θεου

Τῌ Β´ ΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Η ΥΠΑΠΑΝΤΗ ΤΟΥ ΚΥΡΙΟΥ, ΚΑΙ ΘΕΟΥ, ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Γαβριὴλ τοῦ Λαοσυνάκτου, Ὁσιομάρτυρος, τοῦ ἐξ Ἁλώνης Προικοννήσου (†1676). * * * * * Σήμερον ἡ ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλο‐
τέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζου‐
σα τῷ κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ τοῦ νόμου πάροχον· ὃν καὶ ἐν ἀγκάλαις ὑπο‐
δεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων ἐ‐
κραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου· ὅτι εἶδόν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν. ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ´, καὶ ψάλλομεν τὰ τρία προσόμοια Στιχηρά, δευτεροῦντες τὸ πρῶτον. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων. Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Τὸν ἀπερίγραπτον Λόγον, καὶ ὑπερούσιον, τὸν οὐρανίοις θρόνοις, ἐποχούμενον δόξῃ, εἰσδέχεται ἀγκάλαις ὁ Συμεών, ἐκβοῶν· Νῦν ἀπόλυσον, κατὰ τὸ ῥῆμά σου Σῶτερ ἡ τῶν πι‐
στῶν, σωτηρία καὶ ἀπόλαυσις. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Τὸν ἀπερίγραπτον Λόγον, καὶ ὑπερούσιον, ... Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ‐
παινέσατε αὐτόν, πάντες οἱ λαοί. Βρέφος ὁρῶν σε ἐβόα, ὁ θαυμαστὸς Συμεών, τὸν πρὸ αἰώνων Λόγον, ἐκ Πατρὸς γεννηθέν‐
τα· Φρίττω καὶ πτοοῦμαι χερσὶν ἐμαῖς, ἀγκα‐
λίσασθαι Δέσποτα· ἀλλ᾿ἐν εἰρήνῃ τὸν δοῦλόν σου ἐκζητῶ, νῦν ἀπόλυσον ὡς εὔσπλαγχνος. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡ‐
μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Νῦν ἀνοιγέσθω ἡ πύλη, ἡ ἐπουράνιος· ὁ ἐκ Πατρὸς ἀῤῥεύστως, γεννηθεὶς Θεὸς Λόγος, ἐ‐
τέχθη ἐκ Παρθένου σάρκα λαβών, τὴν βρο‐
τείαν βουλόμενος, ἀνακαλέσασθαι φύσιν ὡς ἀγαθός, καὶ βαλεῖν ἐν δεξιᾷ τοῦ Πατρός. Δόξα. Καὶ νῦν. Ἦχος δ´. Ἀνδρέου Κρήτης. Σήμερον ὁ Σωτήρ, ὡς βρέφος προσηνέχθη, ἐν τῷ ναῷ Κυρίου, καὶ χερσὶ γηραλέαις, ὁ Πρέ‐
σβυς τοῦτον δέχεται. Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσπο‐
τα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀ‐
φθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Ἄνθραξ ὁ προοφθείς, τῷ θείῳ Ἡσαΐα, Χρι‐
στὸς ὡς ἐν λαβίδι, χερσὶ τῆς Θεοτόκου, νῦν τῷ Πρεσβύτῃ δίδοται. Στίχ. Φῶς, εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Φόβῳ τε καὶ χαρᾷ, ἀγκάλαις τὸν Δεσπότην, ὁ Συμεὼν κατέχων, ζωῆς ᾐτεῖτο λύσιν, ὑμνῶν τὴν Θεομήτορα. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Δέχου ὦ Συμεών, ἡ Πάναγνος ἐβόα, ἐν ἀγκά‐
λαις ὡς βρέφος, τὸν Κύριον τῆς δόξης, καὶ κό‐
σμου τὸ σωτήριον. Ἀπολυτίκιον. Ἦχος α´. Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκό‐
τει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξά‐
μενος ἐν ἀγκάλαις, τὸν ἐλευθερωτὴν τῶν ψυ‐
χῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνά‐
στασιν. Καὶ Ἀπόλυσις. * * * * * 1
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν ψαλμόν, Συναπτὴ με‐
γάλη ὑπὸ τοῦ Διακόνου, καὶ ὁ ἱερεὺς τὴν ἐκ‐
φώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς´, καὶ ψάλλομεν τὰ Ἰδιόμελα ταῦτα Στιχηρά, δευτεροῦντες αὐτά. Ἦχος α´. Γερμανοῦ Πατριάρχου. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύρι‐
ε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐ‐
στιν. Λέγε Συμεών, τίνα φέρων ἐν ἀγκάλαις, ἐν τῷ ναῷ ἀγάλλῃ; τίνι κράζεις καὶ βοᾷς, Νῦν ᾐ‐
λευθέρωμαι, εἶδον γὰρ τὸν Σωτῆρά μου; Οὗ‐
τός ἐστιν, ὁ ἐκ Παρθένου τεχθείς· οὗτός ἐ‐
στιν, ὁ ἐκ Θεοῦ Θεὸς Λόγος, ὁ σαρκωθεὶς δι᾿ ἡμᾶς, καὶ σώσας τὸν ἄνθρωπον. Αὐτὸν προ‐
σκυνήσωμεν. Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Λέγε Συμεών, τίνα φέρων ἐν ἀγκάλαις, ... Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Δέχου Συμεών, ὃν ὑπὸ τὸν γνόφον, Μωσῆς νομοθετοῦντα, προεώρα ἐν Σινᾷ, βρέφος γε‐
νόμενον, νόμῳ ὑποταττόμενον. Οὗτός ἐστιν, ὁ διὰ νόμου λαλήσας· οὗτός ἐστιν, ὁ ἐν Προ‐
φήταις ῥηθείς· ὁ σαρκωθεὶς δι᾿ ἡμᾶς, καὶ σώ‐
σας τὸν ἄνθρωπον. Αὐτὸν προσκυνήσωμεν. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Δέχου Συμεών, ὃν ὑπὸ τὸν γνόφον, ... Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ‐
παινέσατε αὐτόν, πάντες οἱ λαοί. Δεῦτε καὶ ἡμεῖς, ᾄσμασιν ἐνθέοις, Χριστῷ συ‐
ναντηθῶμεν, καὶ δεξώμεθα αὐτόν, οὗ τὸ σω‐
τήριον, ὁ Συμεὼν ἑώρακεν. Οὗτός ἐστιν, ὃν ὁ Δαυῒδ καταγγέλλει· οὗτός ἐστιν, ὁ ἐν Προφή‐
ταις λαλήσας· ὁ σαρκωθεὶς δι᾿ ἡμᾶς, καὶ νό‐
μῳ φθεγγόμενος. Αὐτὸν προσκυνήσωμεν. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡ‐
μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Δεῦτε καὶ ἡμεῖς, ᾄσμασιν ἐνθέοις, ... Δόξα. Καὶ νῦν. Ἦχος πλ. β´. Ἰωάννου Μοναχοῦ. Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λα‐
βὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότη‐
τος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακον‐
θήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ· καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς, Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δε‐
σπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήρι‐
όν σου. Ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι. Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡ‐
μέρας καὶ τὰ Ἀναγνώσματα. Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα (ιβ´ 51, ιγ´ 2, ἐκλογή). Ἐλάλησε Κύριος πρὸς Μωσῆν τῇ ἡμέρᾳ ἐκεί‐
νῃ, ᾗ ἐξήγαγε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύ‐
πτου, λέγων· Ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενές, διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ἰσραήλ. Εἶπε δὲ Μωΰσῆς πρὸς τὸν λαόν· Μνημονεύετε τὴν ἡμέραν ταύτην, ἐν ᾗ ἐξήλ‐
θετε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν ὑμᾶς Κύριος ἐν‐
τεῦθεν. Καὶ φυλάξεσθε τὸν νόμον αὐτοῦ. Καὶ ἔσται, ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεὸς εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ ἀφοριεῖς πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικὰ τῷ Κυρίῳ. Ἐὰν δὲ ἐρωτή‐
σῃ σε μετὰ ταῦτα ὁ υἱός σου λέγων· Τί τοῦτο; καὶ ἐρεῖς αὐτῷ· Ὅτι ἐν χειρὶ κραταιᾷ ἐξήγα‐
γεν ἡμᾶς Κύριος ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. Ἡνίκα δὲ ἐσκλήρυνε Φαραὼ τοῦ ἐ‐
ξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε Κύριος πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἀπὸ πρωτοτό‐
κων ἀνθρώπων, ἕως πρωτοτόκων κτηνῶν· δι‐
ὰ τοῦτο ἐγὼ θύω τῷ Κυρίῳ πᾶν διανοῖγον μή‐
2
τραν τὰ ἀρσενικά, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι. Καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἀσάλευτον πρὸ τῶν ὀ‐
φθαλμῶν σου· ὅτι οὕτως ἔφη Κύριος ὁ παντο‐
κράτωρ· Ὅτι τὰ πρωτότοκα τῶν υἱῶν σου δώ‐
σεις ἐμοί. Καὶ ἔσται πᾶς ὃς ἂν τέξῃ παιδίον ἄρσεν, τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρ‐
κα τῆς ἀκροβυστίας αὐτοῦ. Καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας οὐκ εἰσελεύσεται εἰς τὸ Ἁγια‐
στήριον τοῦ Θεοῦ πρὸς τὸν Ἱερέα, ἕως πλη‐
ρωθῶσιν αἱ ἡμέραι τῆς καθάρσεως. Καὶ μετὰ ταῦτα προσοίσει τῷ Κυρίῳ ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα, καὶ νεοσσὸν περι‐
στερᾶς, ἢ τρυγόνος, ἐπὶ τὴν θύραν τῆς σκη‐
νῆς τοῦ Μαρτυρίου πρὸς τὸν Ἱερέα· ἤ, ἀντὶ τούτων, προσοίσει ἔναντι Κυρίου δύο νεοσ‐
σοὺς περιστερῶν, ἢ δύο τρυγόνας. Καὶ ἐξιλά‐
σεται περὶ αὐτοῦ ὁ Ἱερεύς· ὅτι ἀπόδομα ἀπο‐
δεδομένοι οὗτοί μοί εἰσιν ἐκ πάντων τῶν υἱῶν Ἰσραήλ· καὶ εἴληφα αὐτούς, καὶ ἡγίασα αὐ‐
τοὺς ἐμοί, ἀντὶ τῶν πρωτοτόκων τῶν Αἰγυ‐
πτίων, ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἀπὸ ἀνθρώπους ἕως κτήνους· εἶπεν ὁ Θεὸς ὁ ὕψιστος, ὁ ἅγιος Ἰσραήλ. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Ϛ´ 1‐12). Ἐγένετο τοῦ ἔτους, οὗ ἀπέθανεν Ὀζίας ὁ Βα‐
σιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρό‐
νου ὑψηλοῦ καὶ ἐπῃρμένου· καὶ πλήρης ὁ οἶ‐
κος τῆς δόξης αὐτοῦ. Καὶ Σεραφὶμ εἱστήκει‐
σαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ κατεκάλυ‐
πτον τὰ πρόσωπα αὑτῶν, ταῖς δὲ δυσὶ κατε‐
κάλυπτον τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταν‐
το. Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον· Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβα‐
ώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Καὶ ἐπῄρθη τὸ ὑπέρυθρον ἀπὸ τῆς φωνῆς, ἧς ἐκέ‐
κραγον, καὶ ὁ οἶκος ἐνεπλήσθη καπνοῦ. Καὶ εἶπον· Ὢ τάλας ἐγώ! ὅτι κατανένυγμαι· ὅτι ἄνθρωπος ὤν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰ‐
κῶ, καὶ τὸν Βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφίμ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ Θυσι‐
αστηρίου. Καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν· Ἰδού, ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτί‐
ας σου περικαθαριεῖ. Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου, λέγοντος· Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπον· Ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με. Καὶ εἶπε· Πο‐
ρεύθητι, καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκού‐
σετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψε‐
τε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκου‐
σαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέ‐
ψωσι, καὶ ἰάσομαι αὐτούς. Καὶ εἶπα· Ἕως πό‐
τε Κύριε; καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πό‐
λεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθή‐
σεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θε‐
ὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ ἐγκαταλειφθέντες ἐπὶ τῆς γῆς. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (ιθ´ 1). Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειρο‐
ποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Καὶ τα‐
ραχθήσεται τὸ πνεῦμα αὐτῶν ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ παραδώ‐
σω τὴν Αἴγυπτον εἰς χεῖρας κυρίων σκληρῶν, τάδε λέγει Κύριος Σαβαώθ. Καὶ πίονται οἱ Αἰ‐
γύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ὁ δὲ ποτα‐
μὸς ἐκλείψει καὶ ξηρανθήσεται. Τάδε λέγει Κύριος· Ποῦ εἰσι νῦν οἱ σοφοί σου; καὶ ἀναγ‐
γειλάτωσάν σοι, καὶ εἰπάτωσαν· Τί βεβούλευ‐
ται Κύριος Σαβαὼθ ἐπ᾿ Αἴγυπτον; Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι, ὡς γυναῖκες, ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου Σαβαώθ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς. Καὶ ἔσται Θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. Καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου· ὅτι κεκράξονται πρὸς Κύριον, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρω‐
πον, ὃς σώσει αὐτούς. Καὶ γνωστὸς ἔσται Κύ‐
ριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύ‐
3
πτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποι‐
ήσουσι θυσίαν καὶ δῶρον, καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ καὶ ἀποδώσουσι. τοῖς πᾶσι φοβερός, ὁ ἔχων τὸ μέγα καὶ πλού‐
σιον ἔλεος. Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα. Τὸν Ἱερὸν ἡ ἱερὰ Παρθένος προσεκόμισεν, ἐν Ἱερῷ τῷ Ἱερεῖ· ἁπλώσας δὲ ἀγκάλας ὁ Συμε‐
ών, ἐδέξατο τοῦτον ἀγαλλόμενος, καὶ ἐβόη‐
σε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε. Ἦχος α´. Ἀνατολίου. Ὁ παλαιὸς ἡμερῶν, ὁ καὶ τὸν νόμον πάλαι ἐν Σινᾷ δοὺς τῷ Μωσεῖ, σήμερον βρέφος ὁρᾶται· καὶ κατὰ νόμον, ὡς νόμου Ποιητής, τὸν νό‐
μον ἐκπληρῶν, ναῷ προσάγεται, καὶ τῷ Πρε‐
σβύτῃ ἐπιδίδοται. Δεξάμενος δὲ τοῦτον Συμε‐
ὼν ὁ δίκαιος, καὶ τῶν θεσμῶν τὴν ἔκβασιν ἰ‐
δὼν τελεσθεῖσαν, γηθοσύνως ἐβόα· Εἶδον οἱ ὀφθαλμοί μου, τὸ ἀπ᾿ αἰῶνος Μυστήριον ἀ‐
ποκεκρυμμένον, ἐπ᾿ ἐσχάτων τούτων ἡμερῶν φανερωθέν· φῶς διασκεδάζον, τῶν ἀπίστων ἐθνῶν τὴν σκοτόμαιναν, καὶ δόξαν τοῦ νεο‐
λέκτου Ἰσραήλ· διὸ ἀπόλυσον τὸν δοῦλόν σου, ἐκ τῶν δεσμῶν τοῦδε τοῦ σαρκίου πρὸς τὴν ἀγήρω καὶ θαυμασίαν ἄληκτον ζωήν, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Ὁ αὐτός. Ἰωάννου Μοναχοῦ. Σήμερον ὁ πάλαι τῷ Μωσεῖ, ἐν Σινᾷ νόμον ἐ‐
πιδούς, τοῖς νομικοῖς ὑποκύπτει θεσμοῖς, δι᾿ ἡμᾶς ὡς εὔσπλαγχνος καθ᾿ ἡμᾶς γεγονώς· Νῦν ὁ καθαρὸς Θεός, ὡς παιδίον ἅγιον, μή‐
τραν διανοῖξαν ἁγνήν, ἑαυτῷ ὡς Θεὸς συγκο‐
μίζεται, τῆς τοῦ νόμου κατάρας ἐλευθερῶν, καὶ φωτίζων τὰς ψυχὰς ἡμῶν. Ἦχος β´. Ἀνδρέου Πυροῦ. Ὅνπερ οἱ ἄνω Λειτουργοί, τρόμῳ λιτανεύου‐
σι, κάτω νῦν ὁ Συμεών, ὑλικαῖς ἀγκάλαις δε‐
χόμενος, τὸ Θεῖον τοῖς ἀνθρώποις ἑνοῦσθαι ἐκήρυττε· καὶ βροτὸν τὸν οὐράνιον Θεὸν ὀ‐
πτανόμενος, ἀναχωρῶν τῶν ἐπὶ γῆς, χαρμο‐
νικῶς ἀνέκραζεν· Ὁ τοῖς ἐν σκότει τὸ ἀνέσπε‐
ρον φῶς ἀποκαλύπτων, Κύριε, δόξα σοι. Ὁ αὐτός. Γερμανοῦ. Σήμερον Συμεὼν ἐν ταῖς ἀγκάλαις, τὸν Κύρι‐
ον τῆς δόξης ὑποδέχεται, ὃν ὑπὸ τὸν γνόφον πρώην ὁ Μωϋσῆς ἐθεάσατο, ἐν τῷ ὄρει τῷ Σι‐
νᾷ, πλάκας δόντα αὐτῷ. Οὗτός ἐστιν, ὁ ἐν τοῖς Προφήταις λαλῶν, καὶ τοῦ νόμου Ποιη‐
τής· οὗτός ἐστιν, ὃν ὁ Δαυῒδ καταγγέλλει, ὁ Ὁ αὐτός. Γερμανοῦ. Οἱ δέ, Ἰωάννου Μοναχοῦ. Ὁ αὐτός. Τοῦ αὐτοῦ. Ὁ κτίστης οὐρανοῦ καὶ γῆς, ἐν ἀγκάλαις ἐβα‐
στάζετο, ὑπὸ ἁγίου Συμεὼν τοῦ πρεσβύτου σήμερον· αὐτὸς γὰρ ἐν Πνεύματι Ἁγίῳ ἔλεγε· Νῦν ἠλευθέρωμαι· εἶδον γὰρ τὸν Σωτῆρά μου. Ὁ αὐτός. Ἀνατολίου. Οἱ δέ, Ἀνδρέου Ἱεροσολυμίτου. Σήμερον Συμεὼν ὁ πρεσβύτης, ἐν τῷ ναῷ εἰ‐
σέρχεται, χαίρων τῷ πνεύματι, τὸν Νομοδό‐
την Μωσέως, καὶ πληρωτὴν τοῦ νόμου, ἀγκά‐
λαις εἰσδέξασθαι· ἐκεῖνος μέν, διὰ γνόφου καὶ φωνῆς ἀμυδρᾶς, θεόπτης ἠξίωτο, καὶ κε‐
καλυμμένῳ προσώπῳ, τῶν Ἑβραίων τὰς ἀπί‐
στους καρδίας διήλεγξεν· οὗτος δέ, τὸν προ‐
αιώνιον Λόγον τοῦ Πατρός, σωματωθέντα ἐ‐
βάστασε, καὶ τῶν Ἐθνῶν ἀπεκάλυψε τὸ φῶς, τὸν Σταυρὸν καὶ τὴν Ἀνάστασιν. Καὶ Ἄννα, προφῆτις ἀναδείκνυται, τὸν Σωτῆρα λυτρω‐
τὴν τοῦ Ἰσραὴλ κηρύττουσα. Αὐτῷ βοήσω‐
μεν· Χριστὲ ὁ Θεὸς ἡμῶν, διὰ τῆς Θεοτόκου ἐ‐
λέησον ἡμᾶς. Ἦχος δ´. Ἀνδρέου Κρήτης. Σήμερον ἡ ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλο‐
τέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζου‐
σα τῷ κόσμῳ τὸν τοῦ κόσμου Ποιητήν, καὶ τοῦ νόμου πάροχον· ὃν καὶ ἐν ἀγκάλαις ὑπο‐
δεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων ἐ‐
κραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου· ὅτι εἶδόν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν. Δόξα. Ἦχος πλ. α´. Τοῦ αὐτοῦ. Ἐρευνᾶτε τὰς Γραφάς, καθὼς εἶπεν ἐν Εὐαγ‐
γελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν αὐτόν, τικτόμενον καὶ σπαργα‐
4
νούμενον, τιθηνούμενον καὶ γαλακτοτρο‐
φούμενον, περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συ‐
μεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντα‐
σίᾳ, ἀλλ᾿ ἀληθείᾳ τῷ κόσμῳ φανέντα· πρὸς ὃν βοήσωμεν· Ὁ πρὸ αἰώνων Θεὸς δόξα σοι. Καὶ νῦν. Ὁ αὐτός. Γερμανοῦ· οἱ δέ, Ἀνατολίου. Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μη‐
τρὸς Παρθένου τῷ ἱερῷ προσάγεται, τοῦ οἰ‐
κείου νόμου πληρῶν τὸ ἐπάγγελμα· ὃν Συμε‐
ὼν δεξάμενος ἔλεγε· Νῦν ἀπολύεις ἐν εἰρήνῃ, κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου Κύριε. Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα. Ἦχος βαρύς. Κοσμᾶ Μοναχοῦ. Κατακόσμησον τὸν νυμφῶνά σου Σιών, καὶ ὑπόδεξαι τὸν Βασιλέα Χριστόν· ἄσπασαι τὴν Μαριάμ, τὴν ἐπουράνιον πύλην· αὕτη γὰρ θρόνος Χερουβικὸς ἀνεδείχθη· αὕτη βαστάζει τὸν Βασιλέα τῆς δόξης· νεφέλη φωτὸς ὑπάρ‐
χει ἡ Παρθένος, φέρουσα ἐν σαρκὶ Υἱὸν πρὸ Ἑωσφόρου· ὃν λαβὼν Συμεὼν ἐν ἀγκάλαις αὑτοῦ, ἐκήρυξε λαοῖς, Δεσπότην αὐτὸν εἶναι, ζωῆς καὶ τοῦ θανάτου, καὶ Σωτῆρα τοῦ κό‐
σμου. Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσπο‐
τα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀ‐
φθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Τὸν ἐκλάμψαντα πρὸ αἰώνων ἐκ Πατρός, ἐπ᾿ἐσχάτων δὲ ἐκ μήτρας Παρθενικῆς, φέ‐
ρουσα ἐν τῷ ναῷ, ἡ ἀπειρόγαμος Μήτηρ, τὸν ἐν Σιναίῳ νομοθετήσαντα ὄρει, τῇ διατάξει τῇ νομικῇ πειθαρχοῦντα, προσῆγεν Ἱερεῖ πρεσβύτῃ καὶ δικαίῳ, Χριστὸν τὸν Κύριον ἰ‐
δεῖν χρηματισθέντι· ὃν δεξάμενος Συμεὼν ἐν ταῖς ἀγκάλαις αὑτοῦ, ἠγαλλιάσατο βοῶν· Θε‐
ὸς ὑπάρχει οὗτος, Πατρὶ συναΐδιος, καὶ Λυ‐
τρωτὴς τῶν ψυχῶν ἡμῶν. Στίχ. Φῶς, εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Τὸν ὀχούμενον ἐν ἅρμασι Χερουβίμ, καὶ ὑ‐
μνούμενον ἐν ᾄσμασι Σεραφίμ, φέρουσα ἐν ἀγκάλαις, ἡ Θεοτόκος Μαρία, ἀπειρογάμως ἐξ αὐτῆς σαρκωθέντα, τὸν Νομοδότην νόμου πληροῦντα νόμου τάξιν, ἐδίδου χερσὶ πρε‐
σβύτου Ἱερέως· ζωὴν δὲ φέρων ζωῆς ᾐτεῖτο λύσιν, λέγων· Δέσποτα νῦν ἀπόλυσόν με, μη‐
νύσαι τῷ Ἀδάμ· ὡς εἶδον ἄτρεπτον βρέφος, Θεὸν προαιώνιον, καὶ Σωτῆρα τοῦ κόσμου. Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´. Ἀνδρέου Κρήτης. Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμε‐
νος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ ἱερῷ, κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις· καὶ ὑπὸ Ἰωσὴφ εἰσδέ‐
χεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν Ἐθνῶν τὸν νεόλεκτον λαόν· περιστερῶν δὲ δύο νεοσ‐
σούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δε‐
ξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα, τοῦ ἐξ αὐ‐
τῆς προηγόρευσε· καὶ παρ᾿ αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσπο‐
τα, καθὼς προεπηγγείλω μοι· ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χρι‐
στωνύμου λαοῦ. Ἀπολυτίκιον. Ἦχος α´. Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκό‐
τει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξά‐
μενος ἐν ἀγκάλαις, τὸν ἐλευθερωτὴν τῶν ψυ‐
χῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνά‐
στασιν. (ἐκ γ´). Καὶ Ἀπόλυσις. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος α´. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 5
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. ΑΠΟΛΥΤΙΚΙΑ Νηπιάζει δι᾿ ἐμὲ ὁ Παλαιὸς τῶν ἡμερῶν· κα‐
θαρσίων κοινωνεῖ ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου τὴν ἐκ Παρθένου. Καὶ ταῦτα Συμεών, μυσταγωγούμενος, ἐπέ‐
γνω τὸν αὐτόν, Θεὸν φανέντα σαρκί· καὶ ὡς ζωὴν ἠσπάζετο καὶ χαίρων, πρεσβυτικῶς ἀ‐
νεκραύγαζεν· Ἀπόλυσόν με· σὲ γὰρ κατεῖδον, τὴν ζωὴν τῶν ἁπάντων. Τῆς ἑορτῆς. Ἦχος α´. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκό‐
τει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξά‐
μενος ἐν ἀγκάλαις, τὸν ἐλευθερωτὴν τῶν ψυ‐
χῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνά‐
στασιν. (ἐκ γ´). * * * Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... * * * ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Αὐτόμελον. Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦμα· βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβα‐
σιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνά‐
μεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες, τὸν μόνον φιλάνθρωπον. Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου. Ἀντίφωνον Α´. Ἐκ νεότητός μου * πολλὰ πολεμεῖ με πάθη· * ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, * καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, * αἰσχύνθητε ἀπὸ τοῦ Κυ‐
ρίου· * ὡς χόρτος γάρ, πυρὶ * ἔσεσθε ἀπεξηρα‐
μένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι * πᾶσα ψυχὴ ζωοῦται, * καὶ καθάρσει ὑψοῦται, * λαμπρύνεται, * τῇ τρια‐
δικῇ μονάδι * ἱεροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, * ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, * ἀρδεύοντα, * ἅπασαν τὴν κτίσιν * πρὸς ζωογονίαν. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Προκείμενον τῆς ἑορτῆς. Ψαλμὸς μδ´ (44). Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γε‐
νεᾷ καὶ γενεᾷ. (δίς) Ἦχος α´. Τὸν τάφον σου Σωτήρ. Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος· ὃν δεξά‐
μενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦ‐
λόν σου. ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγα‐
θόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ, ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγρά‐
φου. Μνησθήσομαι τοῦ ὀνόματός σου … * * * 6
ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ‐
μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. σωπον πάντων τῶν λαῶν. Φῶς εἰς ἀποκάλυ‐
ψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν ν´ ψαλμόν, χύμα. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Κύριε, ἐλέησον. (γ´) Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁ‐
γίου Εὐαγγελίου. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγε‐
λίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος· Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ ἀναγινώσκει ὁ ἱερεὺς τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου τῆς ἑορτῆς ἀπὸ τῆς Ὡραίας Πύλης. Ἐκ τοῦ κατὰ Λουκᾶν (β´ 25‐32). Τῷ καιρῷ ἐκείνῳ, ἦν ἄνθρωπος ἐν Ἱεροσολύ‐
μοις ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παρά‐
κλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν ἅγιον ἐπ᾿ αὐτόν· καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκά‐
λας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρό‐
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. 7
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐
δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. Δόξα. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ‐
ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Τὸ αὐτό, ἢ τὸ ἑξῆς, ὡς ἐν Ἁγίῳ Ὄρει. Ταῖς τῆς Παναχράντου * πρεσβείαις, ἐλεῆ‐
μον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλη‐
μάτων. Εἶτα τὸ Ἰδιόμελον. Ἦχος πλ. β´. Ἰωάννου Μοναχοῦ. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λα‐
βὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὑτοῦ Θεότη‐
τος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακον‐
θήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ· καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς, Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δε‐
σπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήρι‐
όν σου. Ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέη‐
σον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. * * * ΟΙ ΚΑΝΟΝΕΣ Μετὰ τοῦτο ψάλλεται ὁ Κανών, οὗ ἡ ἀκροστι‐
χίς· Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται. Ποίημα Κοσμᾶ Μοναχοῦ. ᾨδὴ α´. Ἦχος γ´. Ὁ εἱρμός. Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευ‐
σε ποτέ· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέ‐
στως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. (δίς) Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ῥανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος, ἐν νεφέλῃ γὰρ κούφῃ, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδό‐
ξως γὰρ δεδόξασται. (δίς) Δόξα. Ἰσχύσατε χεῖρες Συμεὼν τῷ γήρᾳ, ἀνειμέναι καὶ κνῆμαι, παρειμέναι δὲ Πρεσβύτου, εὐθυ‐
βόλως κινεῖσθε, Χριστοῦ πρὸς ὑπαντήν. Χο‐
ρείαν, σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Καὶ νῦν. Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀ‐
γάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρ‐
θένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται. ᾨδὴ γ´. Ὁ εἱρμός. Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέ‐
ωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω τῷ τι‐
μίῳ σου αἵματι. (δίς) Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὁ πρωτότοκος, ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, Πρωτότοκος νήπιος Κόρης ἀφθόρου, τῷ Ἀ‐
δὰμ χεῖρα προτείνων ἐπέφανε. (δίς) Δόξα. Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, Πρωτό‐
8
πλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λό‐
γος, νηπιάσας ἐπέφανε. Καὶ νῦν. Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θε‐
ότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀ‐
τρέπτως νηπιάσας ἀνέδειξε. Θεώμενος Συμεών, Λόγον τὸν ἄναρχον, μετὰ σαρκὸς ὡς ἐν θρόνῳ Χερουβικῷ Παρθένῳ, ἐ‐
ποχούμενον, τὸν αἴτιον τοῦ εἶναι, τὰ πάντα ὡς βρέφος ἐκπλαγεὶς ἐβόα, αὐτῷ· Ἐπλήσθη τὰ πάντα, τῆς σῆς αἰνέσεως. ᾨδὴ ε´. Ὁ εἱρμός. ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Ὡς εἶδεν Ἡσαΐας, συμβολικῶς ἐν θρόνῳ ἐ‐
πηρμένῳ Θεόν, ὑπ᾿ Ἀγγέλων δόξης δορυφο‐
ρούμενον, ὢ τάλας! ἐβόα ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα. (δίς) Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. Τροπάρια. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... * * * Ἐν τῷ ὄρει τῷ Σινᾷ πάλαι κατεῖδε Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ καὶ ἀμυδρῶς θείας φωνῆς, κατηξιώθη ἐν γνόφῳ τε καὶ θυέλλῃ· νῦν δὲ Συμεών, τὸν σαρκωθέντα Θεόν, ἀτρέπτως δι᾿ ἡμᾶς, ἐνηγκαλίσατο· καὶ γεγηθὼς ἠπείγετο τῶν τῇδε, πρὸς τὴν ζωὴν τὴν αἰώνιον· διὸ ἐβό‐
α· Νῦν ἀπολύεις, τὸν δοῦλόν σου Δέσποτα. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. ᾨδὴ δ´. Ὁ εἱρμός. Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος ἀγκαλοφορούμενος· καὶ ἐπληρώθη τὰ πάντα, τῆς σῆς αἰνέσεως. (δίς) Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Γηθόμενος Συμεών, τῶν ἀποῤῥήτων μύστα, ἡ Θεοτόκος ἐβόα ὃν ὑφ᾿ Ἁγίου πάλαι, κεχρημά‐
τισαι, Πνεύματος νηπιάσαντα, Λόγον Χρι‐
στὸν ἐναγκαλίζου κράζων, αὐτῷ· Ἐπλήσθη τὰ πάντα, τῆς σῆς αἰνέσεως. (δίς) Δόξα. Ἣν ἤλπισας Συμεών, ἡλικιώτην βρεφῶν, χαί‐
ρων ὑπόδεξαι Χριστὸν τοῦ Ἰσραὴλ τοῦ θείου, τὴν παράκλησιν, τὸν νόμου Ποιητήν, καὶ Δε‐
σπότην πληροῦντα νόμου τάξιν, κράζων, αὐ‐
τῷ· Ἐπλήσθη τὰ πάντα, τῆς σῆς αἰνέσεως. Καὶ νῦν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέ‐
πων Μητρὸς κρατούμενον, ὦ χαίροις ἐβόα Σεμνή· ὡς γὰρ θρόνος περιέχεις τὸν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα. (δίς) Δόξα. Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέ‐
ως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομή‐
τορος, πῦρ ἔφη βαστάζεις Ἁγνή, βρέφος φρίτ‐
τω ἀγκαλίσασθαι Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα. Καὶ νῦν. Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ ὥσπερ λαβίδι χερσί, λαμπρύνεις με ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δε‐
σπόζοντα. ᾨδὴ Ϛ´. Ὁ εἱρμός. Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου. (δίς) Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀῤῥα‐
γὴς πιστῶν σωτηρία. (δίς) Δόξα. 9
Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώ‐
νων σε φύσαντος, τὴν βροτῶν δι᾿ οἶκτον, νῦν ἀσθένειαν περιέθου. Καὶ νῦν. Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυ‐
σον ἐν εἰρήνῃ. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... * * * ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τῆς ἑορτῆς. Κοντάκιον. Ἦχος α´. Ῥωμανοῦ τοῦ Μελῳδοῦ. Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ᾿ εἰρήνευσον ἐν πολέμοις τὸ πολί‐
τευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπη‐
σας, ὁ μόνος φιλάνθρωπος. Ὁ Οἶκος. Τὸ φοβερόν σου κριτήριον. Τῇ Θεοτόκῳ προσδράμωμεν οἱ βουλόμενοι κατιδεῖν τὸν Υἱὸν αὐτῆς, πρὸς Συμεὼν ἀπα‐
γόμενον· ὅν περ οὐρανόθεν οἱ Ἀσώματοι βλέ‐
ποντες, ἐξεπλήττοντο λέγοντες· Θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ παράδοξα, ἀκατάληπτα, ἄφραστα· ὁ τὸν Ἀδὰμ δημιουργήσας, βαστά‐
ζεται ὡς βρέφος· ὁ ἀχώρητος χωρεῖται ἐν ἀγ‐
κάλαις τοῦ Πρεσβύτου· ὁ ἐπὶ τῶν κόλπων ἀ‐
περιγράπτως ὑπάρχων τοῦ Πατρὸς αὑτοῦ, ἑ‐
κὼν περιγράφεται σαρκί, οὐ Θεότητι, ὁ μόνος φιλάνθρωπος. Συναξάριον. Τῇ Β´ τοῦ αὐτοῦ μηνός, ἡ Ὑπαπαντὴ τοῦ Κυ‐
ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζεται, ἐν ᾗ ἐ‐
δέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὑτοῦ ὁ δίκαι‐
ος Συμεών. Στίχ. Κόλπους Πατρὸς τυποῦσι τοῦ σοῦ Χριστέ μου, Τοῦ Συμεὼν αἱ χεῖρες, αἱ φέρουσί σε. Δέξατο δευτερίῃ Χριστὸν Συμεὼν παρὰ νηῷ. Τεσσαράκοντα ἡμερῶν διελθουσῶν, μετὰ τὴν σωτήρι‐
ον τοῦ Κυρίου ἐνανθρώπησιν, καὶ ἐκ τῆς ἁγίας Ἀει‐
παρθένου ἄνευ ἀνδρὸς γέννησιν, κατ᾿ αὐτὴν τὴν σε‐
βασμιωτάτην ἡμέραν, προσήχθη τῷ Ἱερῷ ὁ Κύριος ἡ‐
μῶν Ἰησοῦς Χριστός, παρά τε τῆς πανάγνου αὑτοῦ Μητρός, καὶ Ἰωσὴφ τοῦ δικαίου, κατὰ τὴν συνήθειαν τοῦ σκιώδους καὶ νομικοῦ γράμματος· ὅτε καὶ ὁ γηραι‐
ὸς Συμεὼν καὶ πρεσβύτης, ὃς ἦν ὑπὸ τοῦ Ἁγίου Πνεύ‐
ματος κεχρηματισμένος, μὴ ἰδεῖν θάνατον, πρὶν ἰδεῖν τὸν Χριστὸν Κυρίου, δεξάμενος αὐτὸν εἰς τὰς ἀγκάλας αὑτοῦ, καὶ τῷ Θεῷ εὐχαριστήσας, καὶ ἀνθομολογημέ‐
νος, Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐξεβόησε· καὶ μετὰ περιχαρείας τοῦ τῇ δε βί‐
ου μετέστη, τῶν ἐπιγείων ἀνταλλαξάμενος τὰ οὐράνι‐
α καὶ ἀτελεύτητα. Ἡ τοιαύτη δὲ σύναξις τελεῖται ἐν τῷ σεβασμίῳ οἴκῳ τῆς ἀχράντου Δεσποίνης ἡμῶν Θεοτό‐
κου, καὶ ἀειπαρθένου Μαρίας, τῷ ὄντι ἐν Βλαχέρναις. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθοδώρου. Στίχ. Ἀγαθοδώρῳ δῶρον ἐξ ἐμῶν λόγων Δωρῶ, δοθέντι τῷ Θεῷ δι᾿ αἱμάτων. Οὗτος, νέος ὤν, προσήχθη τῷ Ἄρχοντι Τυανέων· καὶ διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν ξέεται· καὶ ἐπὶ ἐσχάρας πεπυρακτωμένης τίθεται· καὶ μαχαίρᾳ τὴν γλῶτταν τέμνεται· καὶ πυράγρᾳ τοὺς ὀδόντας ἐκτίλλεται· τὴν δορὰν τοῦ προσώπου ξυρῷ ἀφαιρεῖται· τὰς κνήμας καὶ τὰ σκέλη συντρίβεται· κοντῷ τὰς πλευρὰς περιπείρε‐
ται· ὀβελίσκους πεπυρακτωμένους διὰ τῶν μηνίγκων δέχεται· καὶ οὕτω τὸ πνεῦμα τῷ Θεῷ παρατίθησιν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Νε‐
ομάρτυρος Ἰορδάνου, ἐκ Τραπεζοῦντος μὲν καταγομένου ἐν Κωνσταντινουπόλει δὲ καὶ ἐν τῇ τοποθεσία Μπέγιογλου ξίφει τελειω‐
θέντος, ἐν ἔτει ͵αχν´ (1650). Στίχ. Ἰορδάνην δὲ μὴ ποταμὸν ἐννόει, Χριστοῦ δ᾿ ἀθλητὴν ἐσχάτοις ἐν τοῖς χρόνοις. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Ὁ‐
σιομάρτυρος Γαβριήλ, τοῦ Λαοσυνάκτου, ἐκ νήσου Ἀλώνης ἐπαρχίας Προικοννήσου ὁρ‐
μωμένου, ἐν δὲ Κωνσταντινουπόλει καὶ ἐν τῇ τοποθεσίᾳ Μπαχτσὲ Καπισί, πλησίον τοῦ Κουμερκίου ξίφει τελειωθέντος, ἐν ἔτει ͵αχοϚ´ (1676). Στίχ. Τμηθείς, Γαβριήλ, δι᾿ ἀγάπην Κυρίου, Σὺν τῷ Γαβριὴλ χορεύεις ἐν τῷ πόλῳ. Διὰ ξίφους ὁ ἐξ Ἁλώνης Γαβριὴλ κῆρυξ ἐχρίσθη τῆς ἄνω βασιλείας. Ξίφει ἀγγελώνυμος Λαοσυνάκτης ἀπὸ γῆς πρὸς ζωὴν ἄληκτον ἀπαίρει. Δευτέρᾳ Φεβρουαρίοιο Γαβριὴλ φάσγανον ἔτλη. Αὐτῷ τῷ Θεῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. 10
ᾨδὴ ζ´. Ὁ εἱρμός. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογή‐
σαντας, καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦν‐
τες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. (δίς) Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἀδὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβον‐
τι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμε‐
ὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογη‐
τὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. (δίς) Δόξα. Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει· αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Καὶ νῦν. Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διε‐
λεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευ‐
σεν, ἐν Σταυρῷ καθορώσης, σὸν Υἱὸν ᾧ βοῶ‐
μεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. ᾨδὴ η´. Ὁ εἱρμός. Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προ‐
εστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔρ‐
γα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. (δίς) Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. γα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Καὶ νῦν. Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς ἐν πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. * * * ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Ὑπαπαντῆς. (Ψάλλονται ἀπὸ τῆς 15ης Ἰανουαρίου μέχρι τῆς ἀποδόσεως τῆς Ὑπαπαντῆς). ᾨδὴ α´. Ἦχος γ´. Χέρσον ἀβυσσοτόκον πέδον * ἥλιος ἐπεπό‐
λευσέ ποτε· * ὡσεὶ τεῖχος γὰρ ἐπάγη * ἑκατέ‐
ρωθεν ὕδωρ * λαῷ πεζοποντοποροῦντι * καὶ θεαρέστως μέλποντι· * ᾌσωμεν τῷ Κυρίῳ, * ἐνδόξως γὰρ δεδόξασται. ᾨδὴ γ´. Τὸ στερέωμα * τῶν ἐπὶ σοὶ πεποιθότων, * στε‐
ρέωσον, Κύριε, * τὴν Ἐκκλησίαν, * ἣν ἐκτήσω τῷ τιμίῳ σου αἵματι. ᾨδὴ δ´. Ἐκάλυψεν οὐρανοὺς * ἡ ἀρετή σου, Χριστέ· * τῆς κιβωτοῦ γὰρ προελθὼν * τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, * ἐν τῷ ναῷ τῆς δόξης σου * ὤφθης ὡς βρέφος, ἀγκαλοφορού‐
μενος· * καὶ ἐπληρώθη τὰ πάντα * τῆς σῆς αἰ‐
νέσεως. ᾨδὴ ε´. Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας, κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. (δίς) Ὡς εἶδεν Ἡσαΐας * συμβολικῶς, ἐν θρόνῳ ἐ‐
πηρμένῳ Θεὸν * ὑπ᾿ ἀγγέλων δόξης * δορυ‐
φορούμενον, * Ὢ τάλας, ἐβόα, ἐγώ! * πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, * φωτὸς ἀνεσπέ‐
ρου * καὶ εἰρήνης δεσπόζοντα. Εὐλογοῦμεν Πατέρα Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. ᾨδὴ Ϛ´. Ἰδοὺ Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον ση‐
μεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον· τού‐
τῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔρ‐
Ἐβόησέ σοι, * ἰδὼν ὁ πρέσβυς * τοῖς ὀφθαλ‐
μοῖς τὸ σωτήριον, * ὃ λαοῖς ἐπέστη· * Ἐκ Θεοῦ, Χριστέ, σὺ Θεός μου. 11
ᾨδὴ ζ´. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα * παῖδας θεολογή‐
σαντας * καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα * Θεὸν Λόγον ὑμνοῦμεν, * εὐσεβῶς μελῳ‐
δοῦντες· * Εὐλογητὸς ὁ Θεὸς * ὁ τῶν πατέρων ἡμῶν. ᾨδὴ η´. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Ἀστέκτῳ πυρὶ ἑνωθέντες * οἱ θεοσεβείας προ‐
εστῶτες νεανίαι, * τῇ φλογὶ δὲ μὴ λωβηθέν‐
τες, * θεῖον ὕμνον ἔμελπον· * Εὐλογεῖτε, * πάντα τὰ ἔργα τὸν Κύριον, * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. * * * Ὁ διάκονος· Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύ‐
νομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ᾨδὴ θ´. Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται. Μεγαλυνάρια, ψαλλόμενα ἐν τῇ ᾠδῇ ταύτῃ. Ἦχος γ´. Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή. Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός. Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀ‐
δάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς. Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ. Δεῦτε ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παν‐
τός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ. Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσί; Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν· Νῦν ἀπόλυσιν ζητῶ. Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ. Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος. Κατελθόντ᾿ ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς. Ἀπὸ δὲ τοῦ ἑπομένου, συμψάλλονται καὶ τὰ τροπάρια τῆς θ΄ ᾠδῆς (ὁ εἱρμὸς καὶ τὸ α΄ τροπάριον δίς). Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν. Ἐν νόμου σκιᾷ καὶ γράμματι, τύπον κατίδω‐
μεν οἱ πιστοί· πᾶν ἄρσεν τὸ τὴν μήτραν δια‐
νοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνωμεν. Μητροπάρθενε ἁγνή, τί προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών; Ἐν νόμου σκιᾷ καὶ γράμματι, ... Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδόν σε Χριστέ, τὸ σωτήριόν μου φῶς. Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν· ἀνθ᾿ ὧν ὁ θεῖος Πρέσβυς καὶ σώ‐
φρων, Ἄννα Προφῆτις, τῷ ἐκ Παρθένου τε‐
χθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προ‐
σιόντι, λειτουργοῦντες ἐμεγάλυνον. Ὃν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί. Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, ... Δόξα. Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου, τοὺς πιστεύοντας εἰς σέ. 12
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστέ, ἀγαλλίασιν· ἀπόλαβέ σου, τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χά‐
ριτος, Ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγα‐
λύνοντα. Καὶ νῦν. Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ. Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφη‐
τεύουσα, ἡ σώφρων καὶ ὁσία καὶ πρεσβυρά, τῷ Δεσπότη, ἐν τῷ ναῷ διαῤῥήδην· τὴν Θεο‐
τόκον δέ, ἀνακηρύττουσα πᾶσι, τοῖς παροῦ‐
σιν ἐμεγάλυνεν. Καταβασία. ᾨδὴ θ´. Θεοτόκε, ἡ ἐλπὶς * πάντων τῶν Χριστιανῶν, * σκέπε, φρούρει, φύλαττε * τοὺς ἐλπίζοντας εἰς σέ. Ἐν νόμου σκιᾷ καὶ γράμματι * τύπον κατίδω‐
μεν οἱ πιστοί· * πᾶν ἄρσεν τὸ τὴν μήτραν δια‐
νοῖγον * ἅγιον Θεῷ· * διὸ πρωτότοκον Λόγον, * Πατρὸς ἀνάρχου Υἱόν, * πρωτοτοκούμενον Μητρὶ * ἀπειράνδρῳ, μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... * * * ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Τῆς ἑορτῆς. Ἦχος γ´. Αὐτόμελον. Ἐν πνεύματι τῷ ἱερῷ, παραστὰς ὁ Πρεσβύ‐
της, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ νόμου Δε‐
σπότην, κραυγάζων· Νῦν τοῦ δεσμοῦ με, τῆς σαρκὸς ἀπόλυσον, ὡς εἴρηκας ἐν εἰρήνῃ· εἶ‐
δον γὰρ τοῖς ὀφθαλμοῖς, ἀποκάλυψιν ἐθνῶν, καὶ Ἰσραὴλ σωτηρίαν. * * * ΑΙΝΟΙ Ἦχος δ´. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐
νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Ἱστῶμεν Στίχους δ´, καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον. Ἦχος δ´. Ἔδωκας σημείωσιν. Στίχ. α´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. Νόμον τὸν ἐν γράμματι, ἀποπληρῶν ὁ φι‐
λάνθρωπος, τῷ ναῷ νῦν προσάγεται· καὶ τοῦ‐
τον εἰσδέχεται, γηραιαῖς ἀγκάλαις, Συμεὼν ὁ πρέσβυς, Νῦν ἀπολύεις με βοῶν, πρὸς τὴν ἐ‐
κεῖθεν μακαριότητα· κατεῖδον γὰρ σε σήμε‐
ρον, σάρκα θνητὴν περικείμενον, τὸν ζωῆς κυριεύοντα, καὶ θανάτου δεσπόζοντα. Στίχ. β´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐
νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Νόμον τὸν ἐν γράμματι, ... Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Φῶς εἰς ἀποκάλυψιν, ἐθνῶν ἐπέφανας Κύριε, ἐπὶ κούφης καθήμενος, νεφέλης ὁ Ἥλιος, τῆς δικαιοσύνης, νόμου τὸ σκιῶδες, ἀποπληρῶν καὶ τὴν ἀρχήν, καθυποφαίνων τῆς νέας χάρι‐
τος· διό σε θεασάμενος, ὁ Συμεὼν ἀνεκραύ‐
γαζεν· Ἐκ φθορᾶς με ἀπόλυσον, ὅτι εἶδόν σε σήμερον. Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. Κόλπων τοῦ Γεννήτορος, μὴ χωρισθεὶς τῇ Θε‐
ότητι, σαρκωθεὶς ὡς εὐδόκησας, ἀγκάλαις κρατούμενος, τῆς Ἀειπαρθένου, χερσὶν ἐπε‐
δόθης, τοῦ Θεοδόχου Συμεών, ὁ τῇ χειρί σου κρατῶν τὰ σύμπαντα· διὸ Νῦν ἀπολύεις με, περιχαρῶς ἀνεκραύγαζεν, ἐν εἰρήνῃ τὸν δοῦ‐
λόν σου, ὅτι εἶδόν σε Δέσποτα. Δόξα. Καὶ νῦν. Ἦχος πλ. β´. Γερμανοῦ. Ὁ ἐν χερσὶ πρεσβυτικαῖς, τὴν σήμερον ἡμέ‐
13
ραν, ὡς ἐφ᾿ ἅρματος Χερουβίμ, ἀνακλιθῆναι εὐδοκήσας Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τοὺς ὑ‐
μνοῦντάς σε, τῆς τῶν παθῶν τυραννίδος, ἀ‐
νακαλούμενος ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. * * * Καὶ εὐθὺς ψάλλεται εἰς τὸν αὐτὸν ἦχον Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐
στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐
ποις εὐδοκία. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´) Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ· Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. Καὶ τὸ Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α´. Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκό‐
τει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξά‐
μενος ἐν ἀγκάλαις, τὸν ἐλευθερωτὴν τῶν ψυ‐
χῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνά‐
στασιν. Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ Ἀπόλυσις. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐
ματά σου. (ἐκ γ´) * * * * * Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… Τὰ Τυπικά, καὶ ἐκ τοῦ Κανόνος ἡ γ´ καὶ ς´ ᾠ‐
δή. Εἰ δὲ βούλει, εἰπὲ τὰ παρόντα Ἀντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν ὡς ἐν τῷ Μηναίῳ. Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς μδ´ (44). Στίχ. α´. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγα‐
θόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. (μδ´2) 14
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐
σον ἡμᾶς. Στίχ. β´. Ἡ γλῶσσά μου κάλαμος γραμματέ‐
ως ὀξυγράφου. (μδ´ 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ´. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου. (μδ´ 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ´. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. (μδ´ 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς μδ´ (44). Στίχ. α´. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. (μδ´ 4) Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, * ὁ ἐν ἀγκάλαις τοῦ δι‐
καίου Συμεὼν βασταχθείς, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β´. Καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βα‐
σίλευε, ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης. (μδ´ 5) Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ... Στίχ. γ´. Τὰ βέλη σου ἠκονημένα δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐ‐
χθρῶν τοῦ βασιλέως. (μδ´ 6) Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ... Στίχ. δ´. Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. (μδ´ 7) Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐
νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐
μᾶς. Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ´. Ἦχος α´. Ψαλμὸς μδ´ (44). Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου. (μδ´ 11) Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ... Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. (μδ´ 13) Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ... Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πά‐
σῃ γενεᾷ καὶ γενεᾷ. (μδ´ 18) Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ... * * * ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντί‐
ον πάντων τῶν ἐθνῶν. * (Ϟζ´ 2). Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. * * * Τὸ ἀπολυτίκιον τῆς ἑορτῆς. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Κοντάκιον τῆς ἑορτῆς τῆς Ὑπαπαντῆς. (Ψάλλεται ἀπὸ ιε´ Ἰανουαρίου ἕως τῆς ἀποδόσεως τῆς ἑορτῆς πλὴν τῆς α´ Φεβρουαρίου). (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Ἦχος α´. Αὐτόμελον. Ὁ μήτραν παρθενικὴν * ἁγιάσας τῷ τόκῳ σου * καὶ χεῖρας τοῦ Συμεὼν * εὐλογήσας, ὡς ἔ‐
πρεπε, * προφθάσας καὶ νῦν * ἔσωσας ἡμᾶς, Χριστὲ ὁ Θεός. * Ἀλλ᾿ εἰρήνευσον * ἐν πολέ‐
15
μοις τὸ πολίτευμα * καὶ κραταίωσον * βασι‐
λεῖς, οὓς ἠγάπησας, * ὁ μόνος φιλάνθρωπος. Ἀλληλούϊα (γ´). Ἦχος δ´. ᾨδὴ τοῦ Συμεὼν (Λουκ. β´). * * * Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀ‐
φθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ * * * ΑΠΟΣΤΟΛΟΣ Προκείμενον καὶ Ἀλληλούϊα τῆς ἑορτῆς. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Προκείμενον. Ἦχος γ´. ᾨδὴ τῆς Θεοτόκου (Λουκ. α´). ΕΥΑΓΓΕΛΙΟΝ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλ‐
λίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαρι‐
οῦσί με πᾶσαι αἱ γενεαί. Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνά‐
γνωσμα. (Ἑβρ. ζ´ 7‐17) Ἀδελφοί, χωρὶς πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβά‐
νουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ. Καὶ ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται· ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ ὁ Μελχι‐
σεδέκ. Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν· ὁ λαὸς γὰρ ἐπ᾿ αὐτῇ νενομοθέ‐
τητο· τίς ἔτι χρεία «κατὰ τὴν τάξιν Μελχισε‐
δὲκ» ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου με‐
τάθεσις γίνεται. Ἐφ᾿ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ᾿ ἧς οὐδεὶς προ‐
σέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλη‐
σε. Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱ‐
ερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρ‐
κικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκα‐
ταλύτου· μαρτυρεῖ γὰρ «Ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». Τῆς ἑορτῆς. Ἐκ τοῦ κατὰ Λουκᾶν (β´ 22‐40). Τῷ καιρῷ ἐκείνῳ, ἀνήγαγον oἱ γονεῖς τὸ παι‐
δίον Ἰησοῦν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται, καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ Κυρίου, ζεῦγος τρυγό‐
νων ἢ δύο νεοσσοὺς περιστερῶν. Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν Ἱεροσολύμοις ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν ἅγιον ἐπ᾿ αὐτόν· καὶ ἦν αὐτῷ κε‐
χρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγί‐
ου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱε‐
ρόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παι‐
δίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθι‐
σμένον τοῦ νόμου περὶ αὐτοῦ καὶ αὐτὸς ἐδέ‐
ξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλό‐
γησε τὸν Θεὸν καὶ εἶπε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰ‐
ρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δό‐
ξαν λαοῦ σου Ἰσραήλ. Καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμέ‐
νοις περὶ αὐτοῦ. Καὶ εὐλόγησεν αὐτοὺς Συμε‐
ὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλε‐
γόμενον. Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύ‐
σεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· 16
αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσα‐
σα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νη‐
στείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡ‐
μέραν· καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθω‐
μολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερου‐
σαλήμ. Καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν Ναζαρέτ. Τὸ δὲ παιδίον ηὔ‐
ξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτό. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. * * * * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… Ἦχος β´. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐
σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐
καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐
ληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) Ἀπόλυσις· Ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμε‐
ὼν βασταχθῆναι καταδεξάμενος διὰ τὴν ἡ‐
μῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς... Δι᾿ εὐχῶν... Ἀμήν. Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας… * * * * * Ὁ εἱρμὸς τῆς θ´ ᾠδῆς τοῦ κανόνος τῆς ἑορτῆς. Εἰδήσεις. 1. Μέχρι τῆς ἀποδόσεως τῆς Ὑπαπαντῆς εἰς τοὺς κανόνας τῶν Μηναίων προτάσσεται καθ᾿ ἑκά‐
στην ὁ τῆς ἑορτῆς. Θεοτόκε, ἡ ἐλπὶς * πάντων τῶν Χριστιανῶν, * σκέπε, φρούρει, φύλαττε * τοὺς ἐλπίζοντας εἰς σέ. Ἐν νόμου σκιᾷ καὶ γράμματι * τύπον κατίδω‐
μεν οἱ πιστοί· * πᾶν ἄρσεν τὸ τὴν μήτραν δια‐
νοῖγον * ἅγιον Θεῷ· * διὸ πρωτότοκον Λόγον, * Πατρὸς ἀνάρχου Υἱόν, * πρωτοτοκούμενον Μητρὶ * ἀπειράνδρῳ, μεγαλύνομεν. * * * Κοινωνικόν. Ἦχος δ´. (Ψαλμὸς ριε´ 4). Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα. ἢ/καὶ τὸ ἑξῆς. Ἦχος α´. (Ψαλμὸς Ϟζ´ 2). Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ ἐναντί‐
ον πάντων τῶν ἐθνῶν· ἀλληλούια. Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, 2. Διὰ τὰς ἀκολουθίας τῶν μεθεόρτων καθημερινῶν βλέπε ἔμπροσθεν εἰς τὰς «γενικὰς τυπικὰς διατάξεις» §§52‐63. (Δίπτυχα τῆς Ἐκκλησίας τῆς Ἑλλάδος). 3. Εἰς τὴν καθ᾿ ἡμέραν λειτουργίαν ἕως τῆς ἀποδόσε‐
ως τῆς Ὑπαπαντῆς στιχολογοῦνται συνήθως τὰ τῆς ἑ‐
ορτῆς ἀντίφωνα, ἀλλ᾿ εἰσοδικὸν «Δεῦτε προσκυνήσω‐
μεν... Σῶσον ἡμᾶς... ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς». * * * * * ΠΑΡΑΡΤΗΜΑ Ἀπολυτίκιον Ἁγίου Ὁσιομάρτυρος Γαβριήλ. Ποίημα Ἰσιδώρας Καθηγουμένης Ἁγιεροθεϊ‐
τίσσης. Ἦχος α´. Τῆς ἐρήμου πολίτης. Ἡ φωνή σου ὡς κώδων, Γαβριὴλ εὐηχέστα‐
τος, ἐν ταῖς Ἐκκλησίαις ἐκάλει, ποίμνιον τὸ ὑ‐
πόδουλον· Χριστὸν ὁμολογήσας δὲ τρανῶς, τῷ ξίφει ἀπετμήθης κεφαλήν, καὶ τὸ σῶμά σου ἐῤῥίφθη ἐν τῷ βυθῷ, τῇ δόξῃ καλλυνόμε‐
νον. Χαίροις τῶν Προικοννήσων ὁ βλαστός, χαίροις Ἁλώνης καύχημα· χαίροις ὧ Νεομάρ‐
τυς μου λαμπρέ, βοᾷ Κωνσταντινούπολις. 17