Transcript εδώ

23 ΟΚΤΩΒΡΙΟΥ 2016 † ΚΥΡΙΑΚΗ ΙΗ´ (Ϛ´ ΛΟΥΚΑ) † Ἰακώβου ἀποστόλου τοῦ ἀδελφοθέου (†63). Ἦχος α´. Ἑωθινὸν ζ´. * * * * * ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Εὐλογήσαντος τοῦ ἱερέως, ὁ προεστὼς ἢ ὁ ἀ‐
ναγνώστης τὸ Δεῦτε προσκυνήσωμεν (γ´), καὶ τὸν προοιμιακὸν ψαλμόν. Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα… Εἶτα, τὸ πρῶτον Κάθισμα τοῦ Ψαλτηρίου. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... Εἰς τό, Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους ι´, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα στ´, καὶ τοῦ Ἀποστόλου γ´ εἰς δ´. Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος α´. Στίχ. α´. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν ἀνάστα‐
σιν. Στίχ. β´. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀν‐
ταποδῷς μοι. Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νε‐
κρῶν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρω‐
σάμενος ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν. Στίχ. γ´. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύ‐
ριε, εἰσάκουσον τῆς φωνῆς μου. Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν ἀ‐
νάστασιν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρω‐
σάμενος. Ἕτερα Στιχηρὰ Ἀνατολικά. Στίχ. δ´. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Εὐφράνθητε οὐρανοί, σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην· ἰδοὺ γὰρ ὁ Ἐμμανουὴλ τὰς ἁμαρτίας ἡμῶν, τῷ Σταυρῷ προσήλωσε, καὶ ζωὴν ὁ διδούς, θάνα‐
τον ἐνέκρωσε, τὸν Ἀδὰμ ἀναστήσας, ὡς φι‐
λάνθρωπος. Στίχ. ε´. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλα‐
σμός ἐστιν. Τὸν σαρκὶ ἑκουσίως, σταυρωθέντα δι᾿ ἡμᾶς, παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νε‐
κρῶν, ὑμνήσωμεν λέγοντες· Στήριξον ὀρθο‐
δοξίᾳ τὴν Ἐκκλησίαν σου Χριστέ, καὶ εἰρή‐
νευσον τὴν ζωὴν ἡμῶν, ὡς ἀγαθὸς καὶ φι‐
λάνθρωπος. Στίχ. Ϛ´. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λό‐
γον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Τῷ ζωοδόχῳ σου τάφῳ, παρεστῶτες οἱ ἀνάξι‐
οι, δοξολογίαν προσφέρομεν τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὅτι Σταυ‐
ρὸν κατεδέξω, καὶ θάνατον Ἀναμάρτητε, ἵνα τῷ κόσμῳ δωρήσῃ τὴν ἀνάστασιν, ὡς φιλάν‐
θρωπος. Στιχηρὰ προσόμοια τοῦ Ἀποστόλου γ´ εἰς δ´. Ἦχος δ´. Ἔδωκας σημείωσιν. Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Δεῦτε τὸ μνημόσυνον, τοῦ θεαδέλφου τιμή‐
σωμεν, ἱερῶς οἱ θεόφρονες· ζυγὸν γὰρ δεξά‐
μενος, τοῦ Χριστοῦ προθύμως, τοῦ Εὐαγγελί‐
ου, τῆς ἀγαθότητος αὐτοῦ, καὶ βασιλείας κῆ‐
ρυξ γεγένηται, καὶ τούτου τὴν ἀνέκφραστον, οἰκονομίαν πιστεύεται. Δι᾿ αὐτοῦ Παντοδύ‐
ναμε, ἱλασμὸν ἡμῖν δώρησαι. Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώ‐
1
σεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐ‐
τοῦ. Δεῦτε τὸ μνημόσυνον, ... Θεοῦ· καὶ γὰρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος. * * * Στίχ. θ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. Εἴσοδος καὶ ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα· Πάντα περιήχησε, τῆς οἰκουμένης τὰ πέρατα, τῶν ῥημάτων ὁ φθόγγος σου, δι᾿ ὧν φωτιζό‐
μεθα, ἀρετῆς ἐνθέου, πρὸς πᾶσαν ἰδέαν, καὶ ὁδηγούμεθα πιστῶς, πρὸς τῆς Τριάδος θείαν ἐπίγνωσιν· διὸ ἐκδυσωποῦμέν σε, ὡς Ἱεράρ‐
χης ἱκέτευε, Ἰησοῦν τὸν φιλάνθρωπον, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ‐
γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι και‐
ροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει. Στίχ. ι´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας. Πόῤῥωθεν προβλέπων σου, τὴν πολιτείαν Ἰά‐
κωβε, ἀδελφόν σε προσήκατο, Χριστὸς ὁ φι‐
λάνθρωπος, ὁ σοφὸς προγνώστης, Ἱεροσολύ‐
μων, ἱεροφάντορα πιστόν, καὶ ποιμενάρχην προχειρισάμενος, καὶ μύστην τὰ ἀπόῤῥητα, ἱ‐
ερουργοῦντα μυστήρια. Ὃν καὶ νῦν καθικέ‐
τευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσα‐
το. (Ϟβ´ 1) Στίχ. α´. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περι‐
εζώσατο. (Ϟβ´ 1) Δόξα. Ἦχος πλ. β´. * * * Αἵματι τοῦ μαρτυρίου, τὴν ἱερωσύνην κατε‐
ποίκιλας, Ἱερομάρτυς Ἀπόστολε· τῷ γὰρ πτε‐
ρυγίῳ τοῦ Ἱεροῦ παρεστώς, Θεὸν Λόγον ἐκή‐
ρυξας, Δημιουργὸν ὄντα τοῦ παντός· ὅθεν ὑ‐
πὸ Ἰουδαίων ῥιφείς, οὐρανίων θαλάμων ἠξί‐
ωσαι· Ἀδελφόθεε Ἰάκωβε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Εἶτα ἡ συνήθης Ἐκτενής, τό, Καταξίωσον, τὰ Πληρωτικά, ἡ κεφαλοκλισία κ.λπ. Καὶ νῦν. Θεοτοκίον. Ἦχος α´. Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδεί‐
χθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότειχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑ‐
πέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύ‐
ριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Τῷ Σαββάτῳ ἑσπέρας. Ἦχος πλ. β´. Ψαλμὸς Ϟβ´ (92). Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ´ 1) * * * Εἰς τὸν Στίχον. Ἀπόστιχα Στιχηρά. Τὸ Ἀναστάσιμον. Ἦχος α´. Τῷ πάθει σου, Χριστέ, παθῶν ἠλευθερώθη‐
μεν, καὶ τῇ ἀναστάσει σου ἐκ φθορᾶς ἐλυ‐
τρώθημεν· Κύριε δόξα σοι. Ἕτερα Στιχηρὰ τοῦ Δαμασκηνοῦ, ὧν ἡ ἀκρο‐
στιχὶς κατ᾿ ἀλφάβητον, ἐν δὲ τοῖς Θεοτοκίοις, Ἰωάννου Ἀμήν, τὸ δὲ Ἀμήν ἐστι μέσον τοῦ Ἀ‐
νύμφευτε Παρθένε. Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνε‐
δύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιε‐
ζώσατο. (Ψαλμ. Ϟβ´ 1). Ἀγαλλιάσθω ἡ κτίσις, οὐρανοὶ εὐφραινέσθω‐
σαν, χεῖρας κροτείτω τὰ ἔθνη μετ᾿ εὐφροσύ‐
νης· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, τῷ Σταυρῷ προσήλωσε τὰς ἁμαρτίας ἡμῶν, καὶ τὸν θά‐
2
νατον νεκρώσας, ζωὴν ἡμῖν ἐδωρήσατο, πε‐
πτωκότα τὸν Ἀδὰμ παγγενῆ ἀναστήσας, ὡς φιλάνθρωπος. Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ψαλμ. Ϟβ´ 1) Βασιλεὺς ὑπάρχων οὐρανοῦ καὶ γῆς, Ἀκατά‐
ληπτε, ἑκὼν ἐσταύρωσαι διὰ φιλανθρωπίαν· Ὃν ὁ ᾅδης συναντήσας κάτωθεν ἐπικράνθη, καὶ δικαίων ψυχαὶ δεξάμεναι, ἠγαλλιάσαντο· Ἀδὰμ δὲ ἰδών σε τὸν Κτίστην ἐν τοῖς κατα‐
χθονίοις ἀνέστη. Ὢ τοῦ θαύματος! πῶς θα‐
νάτου ἐγεύσατο ἡ τῶν ἁπάντων ζωή; ἀλλ᾿ ἢ ὡς ἠβουλήθη κόσμον φωτίσαι, κραυγάζοντα καὶ λέγοντα· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύ‐
ριε δόξα σοι. Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (Ψαλμ. Ϟβ´ 5). Γυναῖκες Μυροφόροι μύρα φέρουσαι, μετὰ σπουδῆς καὶ ὀδυρμοῦ τὸν τάφον σου κατέλα‐
βον· καὶ μὴ εὑροῦσαι τὸ ἄχραντον σῶμά σου, παρὰ δὲ τοῦ Ἀγγέλου μαθοῦσαι τὸ καινόν, καὶ παράδοξον θαῦμα, τοῖς Ἀποστόλοις ἔλε‐
γον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Τοῦ ἀποστόλου. Ἦχος πλ. δ´. Τοῦ ἀρχιποίμενος Χριστοῦ, ἀδελφὸς χρηματί‐
σας καὶ διάδοχος, καὶ ἐν Ἀποστόλοις ἐπίση‐
μος, τὸν ὑπὲρ αὐτοῦ θάνατον ἠγάπησας, καὶ τὸ μαρτύριον οὐκ ἐπῃσχύνθης, Ἰάκωβε ἔνδο‐
ξε. Αὐτὸν ἱκέτευε ἀδιαλείπτως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Ὁμόηχον. Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε· ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πται‐
σμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομέ‐
νη, δυσώπει σωθῆναι πάντας ἡμᾶς. * * * Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὰ Ἀπολυτίκια. Ἀπολυτίκιον Ἀναστάσιμον. Ἧχος α´. Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρού‐
μενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυ‐
νάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δό‐
ξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλεί‐
ᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάν‐
θρωπε. Δόξα. Τοῦ ἀποστόλου. Ἦχος δ´. Ὡς τοῦ Κυρίου μαθητής, ἀνεδέξω δίκαιε τὸ Εὐαγγέλιον, ὡς Μάρτυς ἔχεις τὸ ἀπαράτρε‐
πτον, τὴν παῤῥησίαν ὡς Ἀδελφόθεος, τὸ πρε‐
σβεύειν ὡς Ἱεράρχης. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Ὁμόηχον. Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄ‐
γνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡ‐
μῶν καταδεξάμενος· δι᾿ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυ‐
χὰς ἡμῶν. Καὶ Ἀπόλυσις. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος α´. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 3
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρού‐
μενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυ‐
νάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δό‐
ξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλεί‐
ᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάν‐
θρωπε. Δόξα. Τοῦ ἀποστόλου. Ἦχος δ´. Ὡς τοῦ Κυρίου μαθητής, ἀνεδέξω δίκαιε τὸ Εὐαγγέλιον, ὡς Μάρτυς ἔχεις τὸ ἀπαράτρε‐
πτον, τὴν παῤῥησίαν ὡς Ἀδελφόθεος, τὸ πρε‐
σβεύειν ὡς Ἱεράρχης. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Ὁμόηχον. Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄ‐
γνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡ‐
μῶν καταδεξάμενος· δι᾿ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυ‐
χὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... * * * ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος] Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐ‐
γένοντο κηρύττοντος, γυναιξὶ τὴν ἀνάστα‐
σιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέ‐
την, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τά‐
φου, καὶ μόνῳ Θεῷ ἡμῶν. Δόξα. Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου. Σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾅδου· σὺ συνήγειρας, τοὺς ἀπ᾿ αἰῶνος θανόντας, ὡς μόνος φιλάνθρωπος. Καὶ νῦν. Θεοτοκίον. Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δί‐
καιος Δαυΐδ. Ἐδείχθης Πλατυτέρα τῶν οὐρα‐
νῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐ‐
νοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου. Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος. Γυναῖκες πρὸς τὸ μνῆμα, παρεγένοντο ὄρθρι‐
αι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔ‐
τρεμον· ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς Μαθηταῖς ἐκήρυττον τὴν ἔγερσιν. Τὸν ᾅ‐
δην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάν‐
τας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυ‐
νάμει σταυροῦ. Δόξα. Ἐν τῷ Σταυρῷ προσηλωθείς, ἡ ζωὴ τῶν ἁ‐
πάντων, καὶ ἐν νεκροῖς λογισθείς, ὁ ἀθάνα‐
τος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἤ‐
γειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς. Διὰ τοῦτο αἱ Δυ‐
νάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα. Δό‐
ξα τοῖς σοῖς παθήμασι Χριστέ· δόξα τῇ ἀνα‐
στάσει σου· δόξα τῇ συγκαταβάσει σου, μόνε Φιλάνθρωπε. Καὶ νῦν. Θεοτοκίον. Τὸν τάφον σου Σωτήρ. Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀ‐
νάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ 4
βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. * * * Ἦχος πλ. α´. Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐
νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐
ὸς καὶ ἄνθρωπος. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´) Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶ‐
τερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐
λευθερώσαντα. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα... ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ [Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια] Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐
θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σω‐
τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. * * * ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος α´. Ἡ τοῦ λῃστοῦ μετάνοια, τὸν Παράδεισον ἐσύ‐
λησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χα‐
ρὰν ἐμήνυσεν· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, πα‐
ρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Οἱ Ἀναβαθμοί. Ἦχος α´. Ἀντίφωνον Α´. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀ‐
δυνῶν, Κύριε σοὶ κράζω. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐
σιν δὲ * ἀποστόλοις εἴπατε. Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγί‐
νεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐
γέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κρά‐
ζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾄσωμεν τῇ τρι‐
αδικῇ μονοκρατορίᾳ. Ἀντίφωνον Β´. Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρε‐
ταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε. Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον· ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ. 5
Ἀντίφωνον Γ´. Ἐπὶ τοῖς εἰρηκόσι μοι· Ὁδεύσωμεν εἰς τὰς αὐ‐
λὰς τοῦ Κυρίου· εὐφράνθη μου τὸ πνεῦμα, συγχαίρει ἡ καρδία. Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας· ἐκεῖ γὰρ θρό‐
νων ἐκτεθέντων, κριθήσονται, ἅπασαι αἱ φυ‐
λαὶ τῆς γῆς καὶ γλῶσσαι. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν· Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύ‐
σει, ἀλλ᾿ οὐ προσώποις. Προκείμενον. Ψαλμὸς ια´ (11). Νῦν ἀναστήσομαι, λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. (δίς) Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμέ‐
νον ἑπταπλασίως. Νῦν ἀναστήσομαι, λέγει Κύριος... * * * ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ‐
μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ´) Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁ‐
γίου Εὐαγγελίου. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγ‐
γελίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος· Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν Ζ´ Ἐκ τοῦ κατὰ Ἰωάννην (κ´ 1‐10). Τῇ μιᾷ τῶν σαββάτων, Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωὶ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖ‐
ον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνη‐
μείου. Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφί‐
λει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύ‐
ριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔ‐
θηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶ‐
τος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια· οὐ μέντοι εἰσῆλθεν. Ἔρχε‐
ται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθό‐
νια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμε‐
νον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τό‐
πον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐ‐
πίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης· Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνή‐
σωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ‐
ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προ‐
σκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡ‐
μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνο‐
μά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ‐
νάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλο‐
6
γοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστα‐
σιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ἦχος β´. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐
δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημά‐
των. Καὶ νῦν. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ‐
ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέη‐
σον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. * * * Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. 7
ΟΙ ΚΑΝΟΝΕΣ Οἱ Κανόνες· ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ τοῦ Ἀποστόλου ἐκ τοῦ Μηναίου. ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ. Ἦχος α´. Ὁ εἱρμός. Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθε‐
νὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ᾿ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθα‐
ρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Νέκρωσιν ὑπέστη δι᾿ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχήν μοι ἐνθείς· καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χαῖρε ἡ τῆς χάριτος Πηγή· χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος· χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν Ζωοδό‐
την, Χριστὸν τῷ κόσμῳ κυήσασα. Καὶ τοῦ Ἀποστόλου ὁ παρὼν κανὼν εἰς στ´. Ποίημα Θεοφάνους. ᾨδὴ α´. Ἦχος δ´. Θαλάσσης, τὸ ἐρυθραῖον. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὴν δόσιν, τὴν ἀγαθὴν Ἰάκωβε, καὶ δῶρον τέ‐
λειον, ἐκ τοῦ Πατρὸς τῶν φώτων τοῖς βροτοῖς, χορηγεῖσθαι διδάσκεις σαφῶς· ἧς μετασχεῖν Ἀπόστολε, τοὺς σὲ ὑμνοῦντας καθικέτευε. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῇ αἴγλῃ, σὺ φωτισθεὶς Ἰάκωβε, τοῦ Θείου Πνεύματος, καὶ σὺν αὐτῷ τοὺς νόμους ἐκτι‐
θείς, Ἐκκλησίας ῥυθμίζεις ἐθνῶν, ὡς τοῦ Χρι‐
στοῦ Ἀπόστολος, Ἱεροφάντορ παμμακάριστε. Δόξα. Χορείαν, τῶν Ἀποστόλων πάνσοφε, σαφῶς ἐ‐
κόσμησας, Ἀρχιερεὺς ὡς πρῶτος γεγονώς, αὐτουργίᾳ τοῦ Λόγου χρισθείς, ὡς μαθητὴς θεάδελφος, ἱεροκῆρυξ μυστικώτατος. Καὶ νῦν. Θεοτοκίον. Πηγήν σε, τῶν ἰαμάτων ἔχοντες, ἀπαρυόμε‐
θα, ὡς τὴν πηγὴν τεκοῦσαν τῆς ζωῆς, Θεοτό‐
κε πανύμνητε, καὶ τῶν ψυχῶν τὴν ἴασιν, καὶ τῶν σωμάτων τὴν ἀνάκτησιν. ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος. Ἦχος α´. Ὁ εἱρμός. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀ‐
σθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμε‐
νος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βο‐
ᾶν σοι. Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφρά‐
στου σου δόξης Φιλάνθρωπε. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳ‐
κτείρησας, καὶ καταβῆναι πρός με ηὐδόκη‐
σας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθα‐
ρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνη‐
τὸν διέῤῥηξας, καὶ νεκροὺς τριήμερος, ἀνα‐
στὰς ἀφθαρσίαν ἠμφίασας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ παναγίου ἔμεινας ἄφλεκτος· ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομέ‐
νη ἄκαυστα, σαφῶς προεμήνυσε, τὴν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον. 8
Τοῦ Ἀποστόλου. ᾨδὴ γ´. Ἦχος δ´. Εὐφραίνεται ἐπὶ σοί. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Εὐφραίνεται ἡ φυλή, ἡ τοῦ Ἰούδα ἐπὶ σοὶ σή‐
μερον, ταῖς τοῦ Χριστοῦ βλέπουσα, σὲ μαρμα‐
ρυγαῖς ἀπαστράπτοντα. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἀστέρα θεολαμπῆ, σὲ Ἐκκλησία τῶν ἐθνῶν ἔχουσα, τὸν εὐκλεῆ κήρυκα, θείαις δᾳδουχί‐
αις λαμπρύνεται. Δόξα. Τὸν νόμον τὸν τῆς ζωῆς, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ τέθεικας, ζωοποιῷ Πνεύματι, σὺ νο‐
μοθετῶν καὶ φθεγγόμενος. Καὶ νῦν. Θεοτοκίον. Ὃν ἔτεκες ἐν σαρκί, Παρθενομῆτορ ἐκ Πα‐
τρὸς λάμψαντα, τοῦτον Ἁγνὴ Ἰάκωβος, ὡς Θεὸν τῶν ὅλων ἐκήρυττε. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... * * * ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον τοῦ Ἀποστόλου. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ὁ τοῦ Πατρὸς μονογενὴς Θεὸς Λόγος, ἐπιδη‐
μήσας πρὸς ἡμᾶς ἐπ᾿ ἐσχάτων, τῶν ἡμερῶν Ἰάκωβε θεσπέσιε, πρῶτόν σε ἀνέδειξε τῶν Ἱε‐
ροσολύμων, ποιμένα καὶ διδάσκαλον, καὶ πι‐
στὸν οἰκονόμον, τῶν μυστηρίων τῶν πνευμα‐
τικῶν· ὅθεν σε πάντες τιμῶμεν Ἀπόστολε. Ὁ Οἶκος. Τὸν γόνον σε τοῦ Ἰωσήφ, καὶ Ἱεροσολύμων τὸν πρῶτον Ἱεράρχην, Ἰάκωβε θεόπτα, καὶ τοῦ Κυρίου ἀδελφόν, ὕμνοις ἐγκωμίων ἀνυ‐
μνοῦμεν εὐσεβῶς, καὶ πίστει ἀνακράζομεν· Δώρησαι ἡμῖν δώρημα τέλειον ἐκ τοῦ Πατρὸς τῶν φώτων, καὶ ἀπέλασον τὴν θλῖψιν τὴν ἐ‐
περχομένην, καὶ ἐνεστῶσαν ἐκ πλήθους πταισμάτων· ἐπῆραν γὰρ οἱ ἐχθροὶ καθ᾿ ἡ‐
μῶν τὴν πτέρναν, καὶ ἐκύκλωσαν ἡμᾶς Ἰσμα‐
ηλῖται· ὧν θραῦσον ταχὺ τὰ τόξα ἱεροφάντορ, ἵνα σε πάντες τιμῶμεν Ἀπόστολε. Κάθισμα τοῦ Ἀποστόλου. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ. Ἀπόστολε Χριστοῦ, καὶ αὐτόπτα καὶ Μάρτυς, Ἰάκωβε σοφέ, Ἀδελφόθεε μάκαρ, τοὺς πίστει ἑορτάζοντας, τὸ σεπτόν σου μνημόσυνον, ἐ‐
λευθέρωσον, τῶν συνεχόντων πταισμάτων, ταῖς πρεσβείαις σου, τοὺς οὐρανοὺς ἐμβατεύ‐
ων, δυνάμει τοῦ Πνεύματος. Δόξα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. Συγγενὴς κατὰ σάρκα τοῦ Ἰησοῦ, χρηματί‐
σας πρὸς τούτου χάριν πολλήν, Ἀπόστολε εἴ‐
ληφας, καὶ τοῖς πᾶσι μετέδωκας, φωτισμοῦ καὶ γνώσεως, πανσόφου Ἰάκωβε, καὶ εἰδώ‐
λων πλάνην, ῥιζόθεν ἀνέσπασας· ὅθεν οἱ τοῦ σκότους, προϊστάμενοι πλάνοι, ἀδίκως σε κτείνουσι, τὸν Σωτῆρα κηρύττοντα· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτά‐
ζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Καὶ νῦν. Θεοτοκίον. Ὡς πανάμωμος Νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπεί‐
ρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑ‐
πάρχουσα, τοῦ Παρακλήτου πανύμνητε, ἀνο‐
μίας με ὄντα, αἰσχρὸν καταγώγιον, καὶ δαι‐
μόνων παίγνιον, ἐν γνώσει γενόμενον, σπεῦ‐
σον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, ἀρετῆς ἀπαρτίσασα, φωτοδόχε ἀκήρατε· δίωξον τὸ νέφος τῶν πα‐
θῶν, καὶ τῆς ἄνω μεθέξεως ἀξίωσον, καὶ φω‐
τὸς ἀνεσπέρου, πρεσβείαις σου Ἄχραντε. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... * * * ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος α´. Ὅταν ἔλθῃς ὁ Θεός. Ἐξανέστης ὡς Θεός, ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν, ὡς Θεόν σε ἀνύμνησε, καὶ θάνατος 9
ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα· Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν ἀνάστασιν. Ὁ Οἶκος. Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾅδου συντρίψαντα, καὶ τοὺς ἀπ᾿ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα, καθὼς ηὐ‐
δόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας· καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζω‐
οδότης. Ὅθεν πίστει αἱ γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στε‐
νάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀ‐
γάλλεται, καὶ πάντες συγχαίρουσι· Σὺ γὰρ παρέσχες πᾶσι Χριστέ, τὴν ἀνάστασιν. Συναξάριον. Τῇ ΚΓ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἁγίου Ἱε‐
ρομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀ‐
δελφοθέου. (†63) Στίχ. Κληθεὶς ἀδελφὸς τοῦ κατακρίτου ξύλῳ, Θνῄσκεις δι᾿ αὐτόν, παμμάκαρ, κρουσθεὶς ξύλῳ. Ἐσθλὸν Ἀδελφόθεον τριτάτῃ ξύλῳ εἰκάδι πλῆξαν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡ‐
μῶν Ἰγνατίου, Πατριάρχου Κωνσταντινουπό‐
λεως. Στίχ. Εὗρες μεταστὰς τὴν παλαιὰν ἀξίαν, Ἰγνάτιε Πρόεδρε Ῥώμης τῆς Νέας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡ‐
μῶν Μακαρίου τοῦ Ῥωμαίου. Στίχ. Ἔρημον ἠγάπησας οἰκεῖν, παμμάκαρ, Θεῷ ὁμιλεῖν καταμόνας τῷ μόνῳ. Ὁ ὅσιος Πατὴρ ἡμῶν Νικηφόρος, ὁ ἱδρυτὴς τῆς ἐν Χαρσιανῷ Μονῆς, ἐν εἰρήνῃ τελειοῦ‐
ται. Στίχ. Μονὴν ἐγείρας ἱερὰν Νικηφόρος, Ἔσπευδεν εἶναι καὶ βίον νικηφόρος. Ὁ ὅσιος Πετρώνιος ἐν εἰρήνῃ τελειοῦται. Στίχ. Πέτρᾳ σκεπασθεὶς Μωϋσῆς Θεὸν βλέπει, Καὶ Πετρώνιος, εἰς ἄϋλον στὰς πέτραν. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύο Παῖδες εἰς πῦρ κατὰ γῆς στρωθέν, τρέχειν ἀναγκασθέντες, τελειοῦνται. Στίχ. Δυσὶ δρομεῦσι παιδίοις δὸς τὰ στέφη, Ὀλύμπια δραμοῦσι τοῦ πυρός, Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, ἑορτάζομεν τὴν εὕρεσιν τῶν τιμίων λειψάνων τῆς Ἁγίας ἐνδόξου Ὁσιο‐
μάρτυρος Ἀνυσίας τῆς ἐν Θεσσαλονίκῃ. Στίχ. Ἐκ γῆς τὰ σὰ λείψανα Μάρτυς φανέντα, Πᾶσι τὴν οὐράνιον φαίνουσι χάριν. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ἁγίου Ἰακώβου τοῦ Βοροβίας καὶ θαυμα‐
τουργοῦ Νοβορογοδίας τοῦ Ῥώσσου. Στίχ. Παῖς Ἰάκωβος ἐν Μποροβίτσι σκῆνος, Ἑαυτοῦ δείκνυσι ποταμὸν θαυμάτων. Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡ‐
μᾶς. Ἀμήν. * * * ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Θεοτόκου. Ψάλλονται ἀπὸ τῆς 22ας Σεπτεμβρίου μέχρι τῆς 7ης Νοεμ‐
βρίου, ἀπὸ τῆς 10ης Φεβρουαρίου μέχρι τῆς ἐνάρξεως τοῦ Τριῳδίου, τῇ Β´, Δ´ καὶ Ε´ Κυριακῇ τῶν νηστειῶν καὶ ἀπὸ τῆς Κυριακῆς τῶν ἁγίων Πάντων μέχρι τῆς 26ης Ἰουλίου. ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος * καὶ λόγον ἐρεύξομαι * τῇ βασι‐
λίδι Μητρί· * καὶ ὀφθήσομαι * φαιδρῶς πανη‐
γυρίζων * καὶ ᾄσω γηθόμενος * ταύτης τὰ θαύματα. ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος πηγή, * θίασον συγκροτήσαντας * πνευματικόν, στερέωσον· * καὶ ἐν τῇ θείᾳ δό‐
ξῃ σου * στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ´. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου σαρκώσεως * σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε· * Δόξα τῇ δυνάμει σου, Κύριε. 10
ᾨδὴ ε´. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου· * σὺ γάρ, ἀπειρόγαμε Παρθένε, * ἔσχες ἐν μή‐
τρᾳ * τὸν ἐπὶ πάντων Θεὸν * καὶ τέτοκας ἄ‐
χρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρί‐
αν βραβεύοντα. Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐
τόν. ᾨδὴ ς´. Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦ‐
τε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τε‐
χθέντα * Θεὸν δοξάζοντες. ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτίσαντα· * ἀλλὰ πυρὸς ἀπειλὴν * ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον· * Ὑπερύμνητε, * ὁ τῶν πατέρων Κύριος * καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η´. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐
θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ´. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος· * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπα‐
σαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον ὑμνεῖ‐
τε τὰ ἔργα * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμ‐
παδουχούμενος· * πανηγυριζέτω δὲ * ἀΰλων νόων * φύσις, γεραίρουσα * τὴν ἱερὰν πανή‐
γυριν * τῆς Θεομήτορος, * καὶ βοάτω· * Χαί‐
ροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρ‐
θενε. * * * Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... Ὁ διάκονος· Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύ‐
νομεν. * * * Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ἦχος β´. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐
ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐
φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν. Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐
καριοῦσί με πᾶσαι αἱ γενεαί. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἀναστάσιμον Ἐξαποστειλάριον Ζ´. Ὅτι ἦραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ 11
ἄλλος, μύστης Χριστοῦ, ὃν ἠγάπα· ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων· διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕ‐
ως εἶδον. Ἐξαποστειλάριον τοῦ Ἀποστόλου. Τοῖς Μαθηταῖς συνέλθωμεν. Ὡς Ἱεράρχης πρώτιστος, τῆς καινῆς διαθή‐
κης, ὡς μέγιστος Ἀπόστολος, ὡς σοφὸς ὑπο‐
φήτης, καὶ μάρτυς ὢν ἀληθείας, παρὰ πάν‐
τας πλουτήσας, ἐξαίρετον ἀξίωμα, ἀδελφὸς τοῦ Κυρίου, νῦν πρὸς αὐτόν, λίθοις ἀναιρού‐
μενος μετετέθης· παρ᾿ οὗ ἡμῖν Ἰάκωβε, λύσιν αἴτει πταισμάτων. Θεοτοκίον. Ἡ φοβερὰ τῆς κρίσεως, καὶ μεγάλη ἡμέρα, νῦν ἐπὶ θύραις ἕστηκεν· ὅρα πρόσεχε, νῆφε, ψυχή μου καὶ ἐκ καρδίας, πρόσπεσον τῇ Παρ‐
θένῳ, καὶ μόνῃ Θεομήτορι, δάκρυσιν ἐκβοῶ‐
σα· πάσης Ἁγνή, τιμωρίας ῥῦσαί με δυσωπῶ σε, καὶ δεξιοῖς προβάτοις με, σύνταξον τοῦ Υἱοῦ σου. * * * ΑΙΝΟΙ Ἦχος α´. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐
νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Στιχηρὰ Ἀναστάσιμα. Ἦχος α´. Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον κα‐
ταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρή‐
νευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παν‐
τοδύναμος. Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. Ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀ‐
ναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε. Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐
νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζον‐
τες, ὑμνοῦμέν σε Χριστέ· ἐτέχθης ἐκ Παρθέ‐
νου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί· ἔπα‐
θες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρόν· ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ πα‐
στάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον· Κύ‐
ριε δόξα σοι. Καὶ τοῦ Ἀποστόλου τὰ παρόντα γ´ Στιχηρὰ Προσόμοια, δευτεροῦντες τὸ α´. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων. Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Τῶν εὐσεβούντων τὰ πλήθη, νῦν ἱερὰν ἑορ‐
τήν, χαρμονικῶς τελοῦντες, ἀλαλάξωμεν πάντες, πιστῶς ἀνευφημοῦντες, ψαλμοῖς καὶ ᾠδαῖς, τὸν Θεάδελφον σήμερον, καὶ μαθητὴν τοῦ Κυρίου, ὅστις ἀεί, ἱκετεύει τοῦ σωθῆναι ἡ‐
μᾶς. Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐
πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Τῶν εὐσεβούντων τὰ πλήθη, ... Ὑμνοῦμέν σου Χριστέ, τὸ σωτήριον πάθος, καὶ δοξάζομέν σου τὴν ἀνάστασιν. Στίχ. ζ´. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγ‐
γος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐ‐
τοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμε‐
ως αὐτοῦ. Τῆς κατὰ σάρκα Κυρίου, ἐπιδημίας σοφέ, ἀ‐
δελφὸς ἀνεδείχθης, μαθητὴς καὶ αὐτόπτης, τῶν θείων μυστηρίων, φυγὰς σὺν αὐτῷ, ἐν 12
Αἰγύπτῳ γενόμενος, σὺν Ἰωσὴφ τῇ Μητρί τε τοῦ Ἰησοῦ, μεθ᾿ ὧν πρέσβευε σωθῆναι ἡμᾶς. Στίχ. η´. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στε‐
ρέωμα Τῶν Ἀποστόλων ὁ δῆμος, σὲ ἐξελέξατο, ἱερα‐
τεύειν πρῶτον, ἐν Σιὼν τῇ ἁγίᾳ, Χριστῷ τῷ εὐεργέτῃ, ὡς ὄντα αὐτοῦ, τῆς κατὰ σάρκα γεννήσεως, καὶ ἀδελφὸν συνοδίτην καὶ ὀπα‐
δόν, τῶν ἰχνῶν αὐτοῦ, Ἰάκωβε. Δόξα. Ἑωθινὸν Ζ´. Ἦχος βαρύς. Ἰδοὺ σκοτία καὶ πρωί· καὶ τί πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας, πολὺ σκότος ἔχουσα ταῖς φρεσίν; ὑφ᾿ οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς· ἀλλ᾿ ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις καὶ τῷ σουδαρίῳ, τὴν ἀνάστα‐
σιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς. Μεθ᾿ ὧν καὶ δι᾿ ὧν, καὶ ἡμεῖς πιστεύσαντες, ἀνυμνοῦμέν σε τὸν ζωοδότην Χριστόν. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρ‐
θένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐
ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐
τὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκή‐
σας, δόξα σοι. * * * Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐
στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐
ποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐
ματά σου. (ἐκ γ´) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν. Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ· Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. 13
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· * ᾄσω‐
μεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· * καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος. * * * * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… Τὰ τυπικὰ καὶ οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς δ´ καὶ δ´ ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ κανόνος τοῦ Ἀπο‐
στόλου. Εἰ δὲ μή, τὰ Ἀντίφωνα. Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ρβ´ (102). Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς ρμε´ (145). Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέ‐
σω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νε‐
κρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐
τοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐
σον ἡμᾶς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐
νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐
μᾶς. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ´. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔρ‐
γα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐ‐
τοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ´. Ἦχος ὁ τυχών. Ψ. ριζ´ (117). Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου. Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρού‐
14
μενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυ‐
νάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δό‐
ξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλεί‐
ᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάν‐
θρωπε. Στίχ. β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. Στίχ. γ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. * * * ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. * * * Τὸ ἀναστάσιμον ἀπολυτίκιον. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Τὸ Ἀπολυτίκιον τοῦ Ἀποστόλου. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β´. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, * μεσιτεία * πρὸς τὸν ποιητὴν ἀμετάθετε, * μὴ παρίδῃς * ἁμαρτωλῶν δεήσεων φωνάς, * ἀλ‐
λὰ πρόφθασον ὡς ἀγαθὴ * εἰς τὴν βοήθειαν ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι· * Τά‐
χυνον εἰς πρεσβείαν * καὶ σπεῦσον εἰς ἱκεσί‐
αν, * ἡ προστατεύουσα ἀεί, * Θεοτόκε, τῶν τι‐
μώντων σε. * * * ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ * * * ΑΠΟΣΤΟΛΟΣ (Τοῦ Ἀποστόλου, ζήτει τῇ Κ´ Κυριακῇ). Προκείμενον. Ἦχος πλ. δ´. (Ψαλμὸς ιη´). Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποί‐
ησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέω‐
μα. Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνά‐
γνωσμα. (Γαλ. α´ 11‐19) Ἀδελφοί, γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον τὸ εὐ‐
αγγελισθὲν ὑπ᾿ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄν‐
θρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέ‐
λαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι᾿ ἀποκα‐
λύψεως Ἰησοῦ Χριστοῦ. Ἠκούσατε γὰρ τὴν ἐ‐
μὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ᾿ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑ‐
πάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλί‐
ας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵ‐
να εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐ‐
θέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐ‐
δὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐ‐
μοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστο‐
ρῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέ‐
ρας δεκαπέντε. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυ‐
ρίου. Ἀλληλούϊα (γ´). Ἦχος α´. (Ψαλμὸς ιζ´). Στίχ. Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ καὶ ὑ‐
ποτάξας λαοὺς ὑπ᾿ ἐμέ. Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως καὶ ποιῶν ἔλεος τῷ Δαυῒδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. 15
ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς Ϛ´ Λουκᾶ. Ἐκ τοῦ κατὰ Λουκᾶν (η´ 27‐39). Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήντησεν αὐτῷ ἀ‐
νήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκε‐
το, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνή‐
μασιν. Ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς. Παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. Πολλοῖς γὰρ χρόνοις συνηρ‐
πάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέ‐
δαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δε‐
σμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρή‐
μους. Ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· Λεγεών· ὅτι δαι‐
μόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν· Καὶ παρε‐
κάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄ‐
βυσσον ἀπελθεῖν. Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱ‐
κανῶν βοσκομένη ἐν τῷ ὄρει· καὶ παρεκά‐
λουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. Ἰ‐
δόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυ‐
γον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθή‐
μενον τὸν ἄνθρωπον, ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξε‐
ληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα πα‐
ρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. Ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. Καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελ‐
θεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχον‐
το· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ, ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐ‐
τὸν ὁ Ἰησοῦς λέγων· Ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. καὶ ἀ‐
πῆλθε καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐ‐
ποίησεν αὐτῷ ὁ Ἰησοῦς. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. * * * Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας… Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐
μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐
μιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. * * * Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλλη‐
λούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… Ἦχος β´. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐
σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐
καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐
ληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) Ἀπόλυσις· Ὁ ἀναστὰς ἐκ νεκρῶν... Δι᾿ εὐχῶν... Ἀμήν. 16
* * * * * ΣΥΜΠΛΗΡΩΜΑ ᾨδαὶ δ´‐θ´ τῶν κανόνων. ᾨδὴ δ´. Ὁ ἀναστάσιμος. Ἦχος α´. Ὁ εἱρμός. Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προ‐
βλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλ‐
μοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προα‐
νεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀ‐
νάπλασιν. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τίς οὗτος, Σωτήρ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στε‐
φηφορῶν ἐξ ἀκανθῶν, πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑ‐
πάρχει οὗτος ὁ Ἅγιος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἴδετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε· ὃν ὡς κακοῦργον γὰρ ὑμεῖς, ἀναρτηθῆναι ἐν σταυρῷ, Πιλάτῳ ᾐτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν, θεοπρεπῶς ἐξα‐
νέστη τοῦ μνήματος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ξύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάμεθα· οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε. Τοῦ Ἀποστόλου. ᾨδὴ δ´. Ἦχος δ´. Δι᾿ ἀγάπησιν οἰκτίρμον. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἐπεβίβασας εἰς θάλασσαν σοῦ τοὺς ἵππους, τοὺς Ἀποστόλους Σῶτερ, καὶ ἐφώτισαν τὰ ἔ‐
θνη, πρὸς τὴν σὴν ἐπίγνωσιν, ἑλκύσαντες Κύριε. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἀκηλίδωτον ὡς ἔσοπτρον δεδειγμένος, καὶ πρωτουργοὺς ἀκτῖνας, τῆς ἀκτίστου Τριάδος, ἀκριβῶς δεξάμενος, τοῖς πᾶσιν ἐξέλαμψας. Δόξα. Κυλιόμενόν σε λίθον ἡ προφητεία, ἡγιασμέ‐
νον βλέπει, καὶ συντρίβοντα πλάνης, σαθρὰν ματαιότητα, ἰσχύι τοῦ Πνεύματος. Καὶ νῦν. Θεοτοκίον. Ὑποδὺς Παρθενομῆτορ τὴν σὴν γαστέρα, ὁ πρὸ αἰώνων Λόγος, γεννηθεὶς ἀποῤῥήτως, ἐκ Πατρὸς Ἰάκωβον, Ἀπόστολον δείκνυσιν. ᾨδὴ ε´. Ὁ ἀναστάσιμος. Ἦχος α´. Ὁ εἱρμός. Ὁ φωτίσας τῇ ἐλλάμψει τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φω‐
τὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑ‐
μνούντων σε. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανά‐
τωσαν· ἀλλ᾿ αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ᾅ‐
δῃ τεθαμμένους, κράτους θανάτου ἐῤῥύσατο. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τῷ Σταυρῷ σου τὴν εἰρήνην, εὐαγγελισάμε‐
νος, καὶ κηρύξας αἰχμαλώτοις Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ᾔσχυνας, Χριστέ, γυ‐
μνὸν ἠπορημένον, δείξας τῇ θείᾳ ἐγέρσει σου. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύ‐
μνητε, μὴ παρίδῃς, ἀλλὰ δέχου, καὶ ταύτας προσάγαγε, τῷ Υἱῷ σου Ἄχραντε Θεῷ, τῷ μό‐
νῳ εὐεργέτη· σὲ γὰρ προστάτιν κεκτήμεθα. Τοῦ Ἀποστόλου. ᾨδὴ ε´. Ἦχος δ´. Σὺ Κύριέ μου φῶς. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 17
Σὺ Κύριε φωτός, ἀστραπὴν τὸν Ἰάκωβον, ἀ‐
νέδειξας φρυκτωροῦσαν, καὶ βροτοὺς τῆς ἀ‐
γνοίας, καὶ πλάνης ἀπαλλάττουσαν. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Σὲ Κύριε φωνῇ, ἐλευθέρᾳ ἐκήρυξεν, ὁ δίκαιος ἀδελφός σου, μιμητής τε τοῦ πάθους, ἐγένετο κτεινόμενος. Δόξα. Τίς βρότειός σοι νοῦς, ἐγκωμίων ἐφύμνιον, δυνήσεται προσκομίζειν, ἀρετῆς λαμπρυν‐
θέντι, ταῖς χάρισιν Ἰάκωβε; Καὶ νῦν. Θεοτοκίον. Σὲ θεῖον ἀληθῶς, εὑρηκὼς ἐνδιαίτημα, κατῴ‐
κησεν ὦ Παρθένε, τὴν ἡμῶν σωτηρίαν, ὁ Λό‐
γος προμηθούμενος. ᾨδὴ στ´. Ὁ ἀναστάσιμος. Ἦχος α´. Ὁ εἱρμός. Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος· οὐκ ἔστιν ὁ ῥυόμενος· ἐλογίσθημεν ὡς πρόβατα σφα‐
γῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθω‐
σις. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τῷ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δει‐
νῶς ἐτραυματίσθημεν· τῷ δὲ μώλωπι ἰάθη‐
μεν τῷ σῷ, ᾧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χρι‐
στέ· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπα‐
νόρθωσις. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἀνήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε, τὸ κῆτος χει‐
ρωσάμενος, τὸ παμφάγον παντοδύναμε, τῷ σῷ κράτει καθελὼν αὐτοῦ τὴν δύναμιν· σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις, καὶ ἡ ἀνάστασις. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Εὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόν‐
τες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου, καὶ μετὰ γέννη‐
σιν. Τοῦ Ἀποστόλου. ᾨδὴ στ´. Ἦχος δ´. Θύσω σοι, μετὰ φωνῆς. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Στολήν σε, τῆς νομικῆς ἐνέδυσε κρείττονα, καὶ Ἱεράρχην δεικνύει, Ἀαρὼν τοῦ πάλαι τιμι‐
ωτέραν, ὁ δι᾿ οἶκτον, εἰς ἀδελφότητά σε δεξά‐
μενος. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὄργανον, ἐνεργείαις κρουόμενον Πνεύμα‐
τος, πᾶσαν διάνοιαν θέλγον, καὶ Θεῷ προσά‐
γον τοὺς σῳζομένους, ἐκ δουλείας, χαλεπω‐
τάτης γέγονας ἄριστον. Δόξα. Διψήσας, τοῦ τῆς ζωῆς ἐξέπιες νάματος, καὶ ποταμοὺς ἀναβλύζεις, θεοῤῥημοσύνης τῆς σῆς κοιλίας, ἁλλομένους, τῇ οἰκουμένῃ τῷ Θείῳ Πνεύματι. Καὶ νῦν. Θεοτοκίον. Εὔα μέν, παρακοῇ τὸν θάνατον ἔτεκεν· ἡ Θε‐
οτόκος ζωὴν δέ, συλλαβοῦσα τέτοκε τὴν ἀγή‐
ρω, καὶ τὸ πάλαι, ὑπὲρ πάντων ἀπέτισεν ὄ‐
φλημα. ᾨδὴ ζ´. Ὁ ἀναστάσιμος. Ἦχος α´. Ὁ εἱρμός. Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυ‐
ψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γα‐
στρί σου ἀνέπλασεν, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἔφριξε γῆ, ἀπεστράφη ἥλιος, καὶ συνεσκότα‐
σε τὸ φῶς, διεῤῥάγη τὸ τοῦ Ναοῦ θεῖον κατα‐
πέτασμα, πέτραι δὲ ἐσχίσθησαν· διὰ Σταυροῦ γὰρ ᾖρται ὁ δίκαιος, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 18
Σὺ γεγονώς, ὡσεὶ ἀβοήθητος, καὶ τραυματίας ἐν νεκροῖς, ἑκουσίως τὸ καθ᾿ ἡμᾶς, ὁ ὑπερυ‐
ψούμενος, πάντας ἠλευθέρωσας, καὶ κραταιᾷ χειρὶ συνανέστησας, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χαῖρε πηγή, ἀειζώου νάματος· Χαῖρε Παρά‐
δεισε τρυφῆς· Χαῖρε τεῖχος τὸ τῶν πιστῶν· Χαῖρε Ἀπειρόγαμε· Χαῖρε ἡ παγκόσμιος χα‐
ρά, δι᾿ ἧς ἡμῖν ἐξανέτειλεν, ὁ αἰνετὸς τῶν πα‐
τέρων, Θεὸς καὶ ὑπερένδοξος. Τοῦ Ἀποστόλου. ᾨδὴ ζ´. Ἦχος δ´. Ἐν τῇ καμίνῳ. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὁ βουλήσει ἅπαντα ποιῶν, ὁ καὶ μετασκευά‐
ζων, ἐκτρέπων σκιὰν θανάτου, εἰς αἰώνιον ζωήν, τῷ πάθει σου Λόγε Θεοῦ, σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦμεν, καὶ ὑπε‐
ρυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σὺ καθεῖλες σύντριμμα Χριστέ, καὶ τὴν τα‐
λαιπωρίαν, ἐν πύλαις, καὶ ὀχυρώμασι τοῦ ᾅ‐
δου, ἀναστὰς ἐκ τάφου τριήμερος. Σὲ ἀπαύ‐
στως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὡς ἐν καμίνῳ, τῷ ὑπερῴῳ πυρσευόμενος, Θείου παρουσίᾳ Πνεύματος μυστικῶς, ὁ Ἰά‐
κωβος ἐβόησεν. Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. Τὴν ἀσπόρως καὶ ὑπερφυῶς, ἐξ ἀστραπῆς τῆς θείας, τεκοῦσαν τὸν μαργαρίτην, τὸν πο‐
λύτιμον Χριστόν, ὑμνήσωμεν λέγοντες· Εὐλο‐
γεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τοῦ Ἀποστόλου. ᾨδὴ η´. Ἦχος δ´. Χεῖρας ἐκπετάσας Δανιήλ. Ἡ ἐκ τοῦ ὕψους, πνοὴ βιαία τὸν Ἰάκωβον, γλώσσῃ πυριμόρφῳ φθέγγεσθαι τοῦ Θεοῦ, μεγαλεῖα παρεσκεύασεν· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῆς θεωρίας, τῆς πρακτικῆς σὺ ἐκτιθέμενος, δέλτον ἐκ πυξίδος ὥσπερ πνευματικῆς, τοὺς ἀνθρώπους ἐβελτίωσας· Εὐλογημένος εἶ ὁ Θεός μου κραυγάζων καὶ Κύριος. Καὶ νῦν. Θεοτοκίον. Ὁ ἀναπλάσας, κόσμον ἐν μήτρᾳ σου Θεόνυμ‐
φε, θείας λειτουργίας δείκνυσι τελεστήν, τὸν Ἰάκωβον κραυγάζοντα· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε. ᾨδὴ η´. Ὁ ἀναστάσιμος. Ἦχος α´. Ὁ εἱρμός. Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυ‐
σοῦ, ἀπέστιλβον ψάλλοντες· Εὐλογεῖτε πάν‐
τα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυ‐
ψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Χεῖρας ἐκπετάσας κραταιάς, τοὺς Ἀποστό‐
λους σου Σῶτερ εὐλόγησας, ἐπανερχόμενος Δέσποτα, πρὸς τὸν ἄναρχον Πατέρα σου, καὶ παρεσκεύασας αὐτοὺς μετ᾿ εὐφροσύνης βο‐
ᾶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύ‐
ριον. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὥσπερ ἐπηγγείλω ἀψευδῶς, τοῖς Ἀποστόλοις σου Πνεῦμα ἀπέστειλας· τούτου Ἰάκωβος Δέ‐
σποτα, τῇ λαμπρότητι λαμπόμενος, τὴν οἰ‐
κουμένην ἀστραπαῖς, καταγλαΐζει φαιδρῶς, καὶ κραυγάζει· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. 19
Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. Σοφίαν Ἰάκωβε σοφέ, τὴν ἐνυπόστατον ἔσχες διδάσκαλον, μυσταγωγοῦσάν σε ἄῤῥητα, καὶ ἀνέκφραστα μυστήρια· καὶ πρὸς εὐσέβειαν λαούς, μέλπων διήγειρας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Καὶ νῦν. Θεοτοκίον. Τοῦ Ἀποστόλου. ᾨδὴ θ´. Ἦχος δ´. Λίθος ἀχειρότμητος ὄρους. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Δεῦτε τὸν πρωτόθρονον πάντες, τῆς Ἐκκλη‐
σίας τὸν φωστῆρα, ἱεροῖς Ἰάκωβον ὕμνοις, ὡς Ἱεράρχην καὶ θεῖον κήρυκα, τὸν φερωνύμως Δίκαιον, ὀνομασθέντα μεγαλύνωμεν. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὄρος ἐκφανθεῖσαν νοητόν, Παρθένε ἄχραν‐
τε, Προφήτης βλέπει σε· ἐκ σοῦ ὑπέρτιμος λί‐
θος γάρ, ἐκτμηθεὶς περιεσώσατο, τὴν οἰκου‐
μένην ἀληθῶς, ἐνθέως ψάλλουσαν· Εὐλογεῖ‐
τε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Θείας κοινωνὸν ὡς φανέντα, ἀτελευτήτου βασιλείας, καὶ Θεοῦ κληθέντα ἀδελφόν, καὶ πολιτείαν ἐπαληθεύουσαν, προσηγορίᾳ δεί‐
ξαντα, σὲ μεγαλύνομεν Ἰάκωβε. ᾨδὴ θ´. Ὁ ἀναστάσιμος. Ἦχος α´. Ὁ εἱρμός. Δόξα. Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθ᾿ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκα‐
ταπαύστως μεγαλύνωμεν. Θρόνῳ παριστάμενος μάκαρ, στεφανηφόρος τῆς Τριάδος, πίστει τοὺς τιμῶντάς σε πόθῳ, τῶν ἀκηράτων κατατρυφῆσαι γερῶν, Ἀρχιε‐
ρεῦ Ἰάκωβε, τὸν σὸν Δεσπότην καθικέτευε. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὢ πῶς ὁ λαὸς ὁ ἄνομος, ὁ ἀπειθὴς καὶ πονη‐
ρὰ βουλευσάμενος, τὸν ἀλάστορα καὶ ἀσεβῆ ἐδικαίωσε, τὸν δὲ δίκαιον ξύλῳ κατέκρινε, τὸν Κύριον τῆς δόξης! Ὃν ἐπαξίως μεγαλύ‐
νομεν. Καὶ νῦν. Θεοτοκίον. Σὺ τὸν ἐκ Παρθένου τεχθέντα, ἀπειρογάμως θεοφάντορ, ταῖς μυσταγωγίαις σου σαφῶς, Θεὸν διδάσκεις σεσαρκωμένον Λόγον· εἰς ὅν περ καὶ πιστεύοντες, νῦν ἐπαξίως μεγαλύνο‐
μεν. * * * * * Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σῶτερ, ὁ ἀμνὸς ὁ ἄμωμος, ὁ τὴν τοῦ κόσμου ἁμαρτίαν ἀράμενος, σὲ δοξάζομεν τὸν ἀνα‐
στάντα τριήμερον, σὺν Πατρί τε καὶ τῷ θείῳ σου Πνεύματι· καὶ Κύριον τῆς δόξης, θεολο‐
γοῦντες μεγαλύνομεν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σῶσον τὸν λαόν σου Κύριε, ὅν περ ἐκτήσω τῷ τιμίῳ σου αἵματι, κατ᾿ ἐχθρῶν ἰσχὺν τῷ βασι‐
λεῖ χαριζόμενος, καὶ ταῖς σαῖς Ἐκκλησίαις Φι‐
λάνθρωπε, βραβεύων τὴν εἰρήνην, τῆς Θεο‐
τόκου ταῖς ἐντεύξεσιν. 20