1 20 ΝΟΕΜΒΡΙΟΥ 2016 † ΚΥΡΙΑΚΗ ΚΒ´ (Θ´ ΛΟΥΚΑ) Προεόρτια τῶν

Download Report

Transcript 1 20 ΝΟΕΜΒΡΙΟΥ 2016 † ΚΥΡΙΑΚΗ ΚΒ´ (Θ´ ΛΟΥΚΑ) Προεόρτια τῶν

20 ΝΟΕΜΒΡΙΟΥ 2016 † ΚΥΡΙΑΚΗ ΚΒ´ (Θ´ ΛΟΥΚΑ) Προεόρτια τῶν εἰσοδίων τῆς Θεοτόκου· Γρη‐
γορίου Δεκαπολίτου (†816) ὁσίου, Πρόκλου Κωνσταντινουπόλεως (†447). Ἦχος πλ. α´. Ἑωθινὸν ΙΑ´. * * * * * ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, καὶ τὸ πρῶ‐
τον Κάθισμα τοῦ Ψαλτηρίου, εἰς τό, Κύριε, ἐ‐
κέκραξα, ἱστῶμεν Στίχους ι´, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα στ´, καὶ προεόρτια γ´ εἰς δ´. Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος πλ. α´. Στίχ. α´. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, Διάβολον ᾔσχυνας, καὶ διὰ τῆς ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου· δοξάζομέν σε μονογενές. Στίχ. β´. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀν‐
ταποδῷς μοι. Ὁ τὴν ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώ‐
πων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾅδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς, Ἐ‐
ξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύπτε‐
σθε. Στίχ. γ´. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύ‐
ριε, εἰσάκουσον τῆς φωνῆς μου. Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φι‐
λανθρωπίαν σαρκὶ παθῶν, ἀνέστη ὁ ἀθάνα‐
τος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προ‐
σκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕ‐
να Θεὸν ὑμνεῖν μεμαθήκαμεν. Ἕτερα Στιχηρά, Ἀνατολικά. Στίχ. δ´. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ φωτί, τῷ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ, καὶ μέχρις ᾅδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι· Φωτοδότα Κύριε δόξα σοι. Στίχ. ε´. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλα‐
σμός ἐστιν. Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δο‐
ξολογήσωμεν· αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀνα‐
στάντος, κόσμος ἐκ πλάνης σέσωσται· χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη· Ἀ‐
δὰμ πεσὼν ἀνίσταται, διάβολος κατήργηται. Στίχ. Ϛ´. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λό‐
γον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Οἱ τῆς κουστωδίας ἐνηχοῦντο ὑπὸ τῶν παρα‐
νόμων· Καλύψατε Χριστοῦ τὴν ἔγερσιν, καὶ λάβετε ἀργύρια, καὶ εἴπατε, ὅτι ἡμῶν κοιμω‐
μένων, ἐκ τοῦ μνημείου ἐσυλήθη ὁ νεκρός. Τίς εἶδε, τίς ἤκουσε νεκρὸν κλαπέντα ποτέ; μάλιστα ἐσμυρνισμένον καὶ γυμνόν, καταλι‐
πόντα καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ; Μὴ πλανᾶσθε Ἰουδαῖοι· μάθετε τὰς ῥήσεις τῶν προφητῶν, καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ἀλη‐
θῶς, ὁ Λυτρωτὴς τοῦ κόσμου καὶ παντοδύνα‐
μος. Καὶ Προεόρτια Προσόμοια γ´ εἰς δ´. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων. Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Λαμπαδηφόροι Παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θε‐
οτόκος ὑπάρχουσα, πρὸς τὸν ναὸν μετὰ δό‐
ξης παρθενικῆς, νηπιόθεν ἐμβιβάζεται. 1
Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώ‐
σεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐ‐
τοῦ. Λαμπαδηφόροι Παρθένοι, ... Στίχ. θ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἣ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη Θείῳ Πνεύματι. Στίχ. ι´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Ἐπουρανίῳ τραφεῖσα, Παρθένε ἄρτῳ πιστῶς, ἐν τῷ ναῷ Κυρίου, ἀπεκύησας κόσμῳ, ζωῆς ἄρτον τὸν Λόγον· ᾧ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῷ Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῷ Θεῷ καὶ Πατρί. Δόξα. Τοῦ Μηναίου. Ἦχος δ´. Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύ‐
την ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων μυστι‐
κῶς πανηγυρίζει. Μεθ᾿ ὧν καὶ ἡμεῖς ἑορτά‐
ζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσω‐
μεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. α´. Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέ‐
της τοῦ θαύματος· τότε τὸν βυθὸν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννη‐
σεν ἀσπόρως ἡ Παρθένος· ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος· ἡ Ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὢν καὶ προών, καὶ φα‐
νεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς. * * * Εἴσοδος καὶ ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα· Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ‐
γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι και‐
ροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει. Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας. Τῷ Σαββάτῳ ἑσπέρας. Ἦχος πλ. β´. Ψαλμὸς Ϟβ´ (92). Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσα‐
το. (Ϟβ´ 1) Στίχ. α´. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περι‐
εζώσατο. (Ϟβ´ 1) Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ´ 1) Καὶ τὰ ἀναγνώσματα. * * * Εἶτα ἡ συνήθης Ἐκτενής, τό, Καταξίωσον, τὰ Πληρωτικά, ἡ κεφαλοκλισία κ.λπ. * * * Εἰς τὸν Στίχον. Ἀπόστιχα Στιχηρά. Τὸ Ἀναστάσιμον. Ἦχος πλ. α´. Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμά‐
των μεγαλύνομεν, ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρω‐
πος Κύριος· σκυλεύσας ᾅδου πύλας, τριήμε‐
ρος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν. Τὰ κατ᾿ Ἀλφάβητον. Ἰωάννου τοῦ Δαμασκηνοῦ. Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνε‐
δύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιε‐
ζώσατο. (Ψαλμ. Ϟβ´ 1). Νυγείσης σου τῆς πλευρᾶς Ζωοδότα, κρου‐
νοὺς ἀφέσεως πᾶσιν ἐξέβλυσας ζωῆς καὶ σω‐
τηρίας· σαρκὶ δὲ θάνατον κατεδέξω, ἀθανα‐
σίαν ἡμῖν δωρούμενος· οἰκήσας τάφῳ δέ, ἡ‐
μᾶς ἠλευθέρωσας, συναναστήσας ἑαυτῷ ἐν‐
2
δόξως ὡς Θεός· διὰ τοῦτο βοῶμεν· Φιλάνθρω‐
πε Κύριε δόξα σοι. Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ψαλμ. Ϟβ´ 1) Ξένη σου ἡ σταύρωσις, καὶ ἡ ἐν ᾅδου κάθο‐
δος, Φιλάνθρωπε ὑπάρχει· σκυλεύσας γὰρ αὐτόν, καὶ τοὺς πάλαι δεσμίους συναναστή‐
σας ἑαυτῷ, ἐνδόξως ὡς Θεός, τὸν Παράδει‐
σον ἀνοίξας, ἀπολαβεῖν τούτου ἠξίωσας· διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι τὴν σὴν τριήμερον ἔ‐
γερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, Παρα‐
δείσου οἰκήτορας καταξιῶν, ὡς μόνος εὔ‐
σπλαγχνος. Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (Ψαλμ. Ϟβ´ 5). Ὁ δι᾿ ἡμᾶς σαρκὶ πάθος δεξάμενος, καὶ τριή‐
μερος ἐκ νεκρῶν ἀναστάς, τῆς σαρκὸς ἡμῶν τὰ πάθη θεράπευσον, καὶ ἀνάστησον ἐκ πταισμάτων χαλεπῶν, Φιλάνθρωπε, καὶ σῶ‐
σον ἡμᾶς. Δόξα. Καὶ νῦν. Τὸ προεόρτιον. Ἦχος δ´. Δεῦτε πάντες οἱ πιστοὶ τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκη‐
ρυχθεῖσαν, καὶ ἐν ναῷ προσενεχθεῖσαν, τὴν πρὸ τῶν αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ᾿ ἐσχάτων τῶν χρόνων ἀναδειχθεῖσαν Θεο‐
τόκον. Κύριε, πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος. * * * Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὰ Ἀπολυτίκια. Ἀπολυτίκιον Ἀναστάσιμον. Ἧχος πλ. α´. Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡ‐
μῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσω‐
μεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐ‐
τοῦ. Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Χαρὰν προμνηστεύεται, σήμερον Ἄννα ἡμῖν, τῆς λύπης ἀντίθετον, καρπὸν βλαστήσασα, τὴν μόνην Ἀειπάρθενον· ἥν περ δὴ καὶ προ‐
σάγει, τὰς εὐχὰς ἐκπληροῦσα, σήμερον γηθο‐
μένη, τῷ ναῷ τοῦ Κυρίου, ὡς ὄντως ναὸν τοῦ Θεοῦ Λόγου, καὶ Μητέρα ἁγνήν. Καὶ Ἀπόλυσις. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ. α´. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡ‐
μῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσω‐
μεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐ‐
τοῦ. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Προεόρτιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Χαρὰν προμνηστεύεται, σήμερον Ἄννα ἡμῖν, τῆς λύπης ἀντίθετον, καρπὸν βλαστήσασα, τὴν μόνην Ἀειπάρθενον· ἥν περ δὴ καὶ προ‐
σάγει, τὰς εὐχὰς ἐκπληροῦσα, σήμερον γηθο‐
μένη, τῷ ναῷ τοῦ Κυρίου, ὡς ὄντως ναὸν τοῦ Θεοῦ Λόγου, καὶ Μητέρα ἁγνήν. 3
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... * * * ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος] Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν· ὅτι συνή‐
γειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβό‐
λου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε. Δόξα. Κύριε νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον· ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα· ἄνω στρατιῶται τὸν τάφον ἐφύ‐
λαττον, κάτω τοὺς ἀπ᾿ αἰῶνος νεκροὺς ἐξα‐
νέστησας. Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι. Καὶ νῦν. Προεόρτιον. Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος. Αἰνέσατε παρθένοι, καὶ μητέρες ὑμνήσατε, λαοὶ δοξολογεῖτε, ἱερεῖς εὐλογήσατε, τὴν ἄ‐
χραντον Μητέρα τοῦ Θεοῦ· σαρκὶ γὰρ νηπιά‐
ζουσα ναῷ, τῷ τοῦ Νόμου προσηνέχθη, ὥ‐
σπερ ναὸς Κυρίου ἁγιώτατος. Διὸ ἑορτὴν πνευματικήν, τελοῦντες ἀνακράξωμεν· Χαῖρε Παρθένε δόξα, τοῦ γένους τῶν ἀνθρώπων. Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α´. Κύριε, μετὰ τὴν τριήμερόν σου ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέ‐
τρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα· Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνη‐
σάμην σε· ἆρα καλέσεις με τοῦ λοιποῦ μαθη‐
τήν; ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ με‐
τανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με. Δόξα. Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνο‐
μοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον· ταφὴν δὲ κατε‐
δέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος· ἔδραμον γυναῖκες ἰδεῖν σε, καὶ ἀ‐
πήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν· Ὑπερυ‐
ψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλο‐
γημένε Κύριε δόξα σοι. Καὶ νῦν. Προεόρτιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Δαυῒδ προοδοποίησον, ἐν τῷ ναῷ τοῦ Θεοῦ, καὶ χαίρων ὑπόδεξαι, τὴν Βασιλίδα ἡμῶν, καὶ ταύτῃ ἐκβόησον· Εἴσελθε ἡ Κυρία, εἰς ναὸν Βασιλέως· εἴσελθε, ἧς ἡ δόξα κεκρυμμένως νοεῖται· ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν, πᾶσι τὸ φῶς ὁ Χριστός. * * * ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ [Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια] Ἦχος πλ. α´. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶ‐
τερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐
λευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐
θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σω‐
τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐
σιν δὲ * ἀποστόλοις εἴπατε. 4
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐
γέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κρά‐
ζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐
νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐
ὸς καὶ ἄνθρωπος. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρα‐
τά τε, σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὄν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως. Ἀντίφωνον Β´. Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν· δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει. Δεξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιω‐
ρίας πάσης περιφυλαξάτω. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. Ἀντίφωνον Γ´. Ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶ‐
μεν Κυρίου· χαρᾶς πολλῆς πλησθείς, εὐχὰς ἀναπέμπω. Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´) Δόξα. Καὶ νῦν. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα... Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ. * * * ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος πλ. α´. Προκείμενον. Ψαλμὸς θ´ (9). Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύ‐
εις εἰς τοὺς αἰῶνας. (δίς) Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος. Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Οἱ Ἀναβαθμοί. Ἦχος πλ. α´. ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ἀντίφωνον Α´. Ἐν τῷ θλίβεσθαί με δαυϊτικῶς, ᾄδω σοι Σω‐
τήρ μου· Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας. Τοῖς ἐρημικοῖς, ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρω‐
τι πτερουμένοις. Ἀνάστηθι Κύριε ὁ Θεός μου... * * * Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 5
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ‐
μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ´) Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁ‐
γίου Εὐαγγελίου. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγ‐
γελίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος· Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν ΙΑ´ Ἐκ τοῦ κατὰ Ἰωάννην (κ´ 15‐25). Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰη‐
σοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νε‐
κρῶν καὶ λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων Ἰω‐
νᾶ, ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῷ· Ναί, Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτε‐
ρον· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; Λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρί‐
τον· Σίμων Ἰωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέ‐
τρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώ‐
σκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Βό‐
σκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι, ὅ‐
τε ᾖς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιε‐
πάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτε‐
νεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰ‐
πὼν λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; Τοῦτον ἰδὼν ὁ Πέ‐
τρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σὺ ἀκολούθει μοι. Ἐξῆλ‐
θεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾿ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτι‐
να ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης· Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνή‐
σωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ‐
ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προ‐
σκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡ‐
μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνο‐
μά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ‐
νάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλο‐
γοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστα‐
σιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον. Ἦχος β´. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 6
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημά‐
των. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Δόξα. Καὶ νῦν. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ‐
ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐
δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέη‐
σον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. * * * ΟΙ ΚΑΝΟΝΕΣ Ὁ Ἀναστάσιμος μετὰ τῶν τῶν εἱρμῶν καὶ ὁ προεόρτιος τοῦ Μηναίου. ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´. Ἦχος πλ. α´. Ὁ εἱρμός. Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυ‐
θράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βρα‐
χίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν Εὐεργέτα, πρὸς σὲ φυλάξασα μητρι‐
κήν, Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύον‐
τα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικλυσθείς, Ζωοδότα ἀπτώτως· καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας. 7
Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ Κεχαριτωμένη πιστοῖς, χα‐
ρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν, ἀνθηφο‐
ροῦσα Χριστὸν τοῖς πέρασι. Κανὼν Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς, κατὰ ἀλφάβητον. Ποίημα Ἰωσήφ. ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἁγίων εἰς Ἅγια, ἡ Παναγία καὶ ἄμωμος, οἰκῆ‐
σαι προέρχεται, ὑπεραγίου Θεοῦ, ὅπως γένη‐
ται, ναὸς ἡγιασμένος, καὶ ταύτης προτρέχου‐
σι, κόραι νεάνιδες. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Βουλὴ προαιώνιος, τοῦ πρὸ αἰώνων Θεοῦ ἡ‐
μῶν, εἰς πέρας προέρχεται, προερχομένης σου, ἀνατραφῆναι, εἰς Ἅγια Ἁγίων, εἰς Λόγου κατοίκησιν, Κόρη πανάμωμε. Δόξα. Γεννήτορες ἔνθεοι, σὲ τοῦ Θεοῦ τὴν Γεννήτρι‐
αν, γενήσεσθαι μέλλουσαν, ἀνατιθέασιν, εἰς τὰ Ἅγια, τραφῆναι τῶν Ἁγίων, εὐχὴν ἥν περ ηὔξαντο, πληροῦντες Πάναγνε. Καὶ νῦν. Δυνάμωσον Δέσποινα, τὸ ἀσθενές, τῆς καρδί‐
ας μου, καὶ στήριξον πάθεσι, περιτρεπόμε‐
νον· ὅπως πίστει σε, καὶ πόθῳ μακαρίζω, τὴν ἀειμακάριστον, καὶ παναμώμητον. ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος. Ἦχος πλ. α´. Ὁ εἱρμός. Ὁ πήξας ἐπ᾿ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀ‐
γαθὲ καὶ φιλάνθρωπε. Τροπάρια. νηνόχασι Χριστέ, ὄξος δ᾿ ἀντὶ τοῦ μάννα, εὐ‐
εργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀ‐
γνώμονες. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὸν κατέθεντο· ἀλλ᾿ αὐτε‐
ξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχε, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύ‐
ματος ἔλλαμψιν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον, σεσαρ‐
κωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κη‐
ρύττομεν. Προεόρτιος. ᾨδὴ γ´. Ἦχος δ´. Τοὺς σοὺς ὑμνολόγους. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐξάρχουσαι κόραι τῆς Παρθένου, λαμπάδας κατέχουσαι φαιδρῶς, τὸ μέλλον ὑπογράφου‐
σιν· ἐκ ταύτης γὰρ τεχθήσεται, ὁ φωτισμὸς τῆς γνώσεως, λύων τῆς πλάνης τὴν ζόφωσιν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ζηλοῦσα τὴν πάλαι θεοφρόνως, ἡ Ἄννα εὐ‐
χὴν ἀποπληροῖ, καὶ σὲ προσανατίθεται, τῷ ἱ‐
ερῷ Πανάμωμε, ἱερωτάτην σύλληψιν, μέλ‐
λουσαν ἕξειν καὶ γέννησιν. Δόξα. Ἥλιος ἐφήπλωσεν ἀκτῖνας, ὁρῶν τὴν νεφέ‐
λην τοῦ φωτός, ἐφαπλουμένην νεύματι, Θεοῦ ἔνδον εἰς Ἅγια· ἐξ ἧς ὀμβρήσει ἄφεσιν, τοῖς χερσωθεῖσιν ἐγκλήμασιν. Καὶ νῦν. Θεοῖ με Θεὸς ἐν σοὶ σκηνώσας, δι᾿ οἶκτον πα‐
νάχραντε Ἁγνή, κλαπέντα βρώσει πρότερον, ἀπάτῃ τῇ τοῦ ὄφεως, καὶ τῆς φθορᾶς τὴν ἄ‐
φθαρτον, πάλιν τρυφὴν ἀντιδίδωσιν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσε‐
8
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... * * * ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Στίχ. Εἰς Ναὸν προέρχεται τριετὴς Κόρη, Τοῦ ναὸς γενέσθαι τῷ πάντων Κτίστῃ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡ‐
μῶν Γρηγορίου τοῦ Δεκαπολίτου. Μόνον τὸ προεόρτιον μεσῴδιον τοῦ Μηναίου. Στίχ. Χάραξ κύκλῳ σου, καὶ μετὰ ζωῆς τέλος, Ἡ ζῶσα, Γρηγόριε, τοῦ Θεοῦ χάρις. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. Εἰκάδι Γρηγόριος κεκλήσατο εἰς πόλον εὐρύν. Ὁ ναὸς ὁ τοῦ Θεοῦ, ἡ πολυτίμητος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, μετὰ λαμπάδων φαεινῶν, ἐν εὐφροσύνῃ προέρχεται τοῦ εἰσαχθῆναι. Καὶ χαίρει ἐπ᾿ αὐτῇ, ὁ Ζαχαρίας ὁρῶν, τὴν δήλωσιν τρανῶς, τῶν ἱερῶν προφητῶν, ἀπαρ‐
χομένην ἤδη περαιοῦσθαι, καὶ γηθοσύνως βοᾷ πρὸς αὐτήν· Χαρὰν μηνύει, ἡ πρόοδός σου, Κόρη παρθενομῆτορ. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... * * * ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος πλ. α´. Μιμητὴς ὑπάρχων. Πρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε. Ὁ Οἶκος. Ἀκούσασαι αἱ γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥή‐
ματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν ἀνάστασιν ἔ‐
βλεπον· καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐ‐
ταῖς, λέγων τό, Χαίρετε· θαρσεῖτε, ἐγὼ τὸν κό‐
σμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσά‐
μην· σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀ‐
παγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ χώρᾳ Γαλιλαίᾳ τοῦ κηρῦξαι· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε. Συναξάριον. Τῇ Κ´ τοῦ αὐτοῦ μηνός, τὰ προεόρτια τῶν Εἰ‐
σοδίων τῆς ὑπεραγίας Θεοτόκου. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, ἀρχιεπισκόπου Κωνσταντι‐
νουπόλεως· ὃς ἐχρημάτισε μαθητὴς τοῦ μα‐
καρίου Ἰωάννου τοῦ Χρυοστόμου, καὶ τοῦ θρόνου διάδοχος. Στίχ. Ἔχει σε, Πρόκλε, ἡ οὐράνιος νύσσα, Χαίροντα ἔνδον καὶ σὲ σὺν Χρυσοστόμῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀθλήσεως τοῦ ἁγί‐
ου Μάρτυρος Δασίου, τοῦ ἐν Δοροστόλῳ. Στίχ. Ἔμελλε καὶ Δάσιος, ἀθλήσας ξίφει, Ἀθλητικὸν στέφανον εὑρεῖν ἐκ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Μαρτύρων Νιρσᾶ Ἐπισκόπου Σαρκὰρτ καὶ Ἰωσὴφ μαθη‐
τοῦ αὐτοῦ, καὶ ἑτέρων σὺν αὐτῷ τελειωθέν‐
των ἐν Περσίδι. (Ἰσαὰκ καὶ Πάπα, πρεσβυτέ‐
ρων, Βαουνάμ μοναχοῦ ἐν Μπεῒτ Σελόκ, Γκουσταζὰντ εὐνούχου, Μαρί, Σασάν, Τιμᾶ, Νῶε καὶ Ζαούν, λαϊκῶν ἐν Λασόμ, Βαουθᾶ, εὐγενοῦς κυρίας, καὶ τῶν μοναζουσῶν Θέ‐
κλης, Δεναχίδος, Τατούν, Μαμᾶ, Μαζακία, Ἀ‐
νᾶ, Ἀμπιγιὰτ καὶ Χατάθ). Στίχ. Θνῄσκουσιν ἄμφω Νιρσᾶς Ἰωσὴφ ἅμα, Φόνῳ μαχαίρας, ὡς Ἀπόστολος λέγει. Οἱ ἅγιοι Μάρτυρες Ἰσάκιος, Ἰωάννης καὶ Σα‐
βώριος, ἐπίσκοποι Μπεῒτ Σελόκ, λιθοβολη‐
θέντες, τελειοῦνται. Στίχ. Σὺν Ἰωάννῃ καὶ Σαβωρίῳ λίθοις, Ἰσάκιον κτείνουσιν οἰκέται λίθων. Οἱ ἅγιοι Μάρτυρες Γεϊθαζὲτ καὶ ἕτεροι τρεῖς, λόγχαις τρωθέντες, τελειοῦνται. Στίχ. Τὸν Γεϊθαζὲτ καὶ συνάθλους τρεῖς ἅμα, Λόγχαις κατακτείνουσιν ἐχθροὶ Τριάδος. Αἱ ἅγιαι παρθένοι Θέκλα, Βαουθᾶ καὶ Δενα‐
χὶς ξίφει τελειοῦνται. Στίχ. Θέκλαν, Βαουθᾶν, Δεναχίδα παρθένους, Ἄθλος ξίφους ἔδειξεν ἀθλοπαρθένους. 9
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Εὐσταθίου, Θεσπεσίου καὶ Ἀνατολίου. Βλέπεις, Ἀθλητά, ἡδονικῶς τὸ ξίφος· Σὺν τῷ ξίφει γὰρ ἔβλεπες καὶ τὸ στέφος. Στίχ. Κάρας τριῶν τέμνουσι νεκρῶν οἱ πλάνοι, Οὐδ᾿ εἰς νεκροὺς δεικνύντες οἶκτον· ὢ πλάνης! Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέη‐
σον ἡμᾶς. Ἀμήν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Θεοκτίστου, ὃς καὶ πατρίκιος καὶ εὐνοῦχος ἦν ἐπὶ Θεοδώ‐
ρας τῆς Αὐγούστης. Στίχ. Ὁ Πατρίκιος πατέρων στέργων νόμοις, Νῦν συντέτακται τοῖς χοροῖς τῶν πατέρων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐
μῶν Σῳζομένου, τοῦ ἐν τῷ ὄρει Κομψᾶ παρὰ τὴν Κώμην Γαλάτειαν Καρπασίας τῆς Κύ‐
πρου, τοῦ θαυματουργοῦ. Στίχ. Ἐκ πνιγμοῦ Σῳζόμενος σωθεὶς κακίας, Σωτὴρ ἐφάνη πολλῶν ἐξ ἁμαρτίας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰσαάκ, Καθολικοῦ τῆς ἐν Ἀρμενίᾳ Ἐκ‐
κλησίας. Στίχ. Οὐ θῦμα Ἰσαὰκ ὡς Ἰσαὰκ ὁ πάλαι, Ἀλλὰ θύτης πέφυκεν ἐν Ἀρμενίᾳ. * Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν δεκάτην τρίτην τοῦ μηνὸς Νοεμβρίου, Σύναξιν ἐπιτε‐
λοῦμεν πάντων τῶν συνεργατῶν, εὐεργετῶν, φοιτητῶν, διακόνων καὶ δορυφόρων τοῦ ἱεροῦ Χρυσοστόμου σὺν Ἀνθούσῃ, τῇ αὐτοῦ μητρὶ καὶ Ὀλυμπιάδι, τῇ σεμνῇ διακόνῳ. Στίχ. Χαίρετε, συνεργοί, μαθηταὶ καὶ φίλοι, Σεπτοῦ Χρυσοστόμου, εὐσεβείας στύλου. Τῇ αὐτῇ ἡμέρᾳ, τρίτῃ Κυριακῇ τοῦ μηνὸς Νο‐
εμβρίου, μνήμη τῆς ἡγιασμένης οἰκογενείας Γρηγορίου τοῦ Παλαμᾶ· ἤτοι· τῶν γονέων αὐ‐
τοῦ· Κωνσταντίου καὶ Καλλονῆς καὶ τῶν ἀ‐
δελφῶν αὐτοῦ Ὁσίων Θεοδοσίου, Μακαρίου, Ἐπιχάρεως καὶ Θεοδότης. Στίχ. Ἑπτάριθμος γενεὰ αὐγάζουσα ὕμνοις τιμάσθω, Ὡς λυχνία Ἑπτάφωτος γὰρ ἐξεκαύθη ἐν Ἐκκλησίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, τρίτην Κυριακὴν τοῦ Νοεμ‐
βρίου Σύναξις ἐπιτελεῖται ἐν τῇ Ἱερᾷ Μητρο‐
πόλει Καστορίας πάντων τῶν ἐν τῇ ἐπαρχίᾳ ταύτῃ ἀσκήσει καὶ ἀθλήσει καὶ ποικίλοις θαύμασι διαλαμψάντων Ἁγίων. Στίχ. Καστορίας ὁ χορὸς θεολαμπὴς νῦν εὐφραινέσθω, Ἑορτάζει γὰρ θεόλεκτος λαὸς ὑμῶν τὴν μνήμην. * * * ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Θεοτόκου (πρὸ τῶν Εἰσοδίων). Ἀπὸ τῆς 8ης μέχρι τῆς 20ῆς Νοεμβρίου ψάλλονται αἱ Καταβασίαι τῆς Θεοτόκου μετὰ παραλλαγῶν. ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος * καὶ λόγον ἐρεύξομαι * τῇ βασι‐
λίδι Μητρί· * καὶ ὀφθήσομαι * φαιδρῶς πανη‐
γυρίζων * καὶ ᾄσω γηθόμενος * ταύτης τὴν εἴ‐
σοδον. ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος πηγή, * θίασον συγκροτήσαντας * πνευματικόν, στερέωσον· * κἂν τῇ σεπτῇ εἰ‐
σόδῳ σου * στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ´. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου σαρκώσεως * σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε· * Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα * ἐν τῇ σεπτῇ εἰσόδῳ σου· * σὺ γάρ, ἀπειρόγαμε Παρθένε, * ἔνθον εἰσῆλθες * ἐν τῷ ναῷ τοῦ Θεοῦ * ὥσπερ καθα‐
ρώτατος ναός, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτη‐
ρίαν βραβεύουσα. ᾨδὴ ς´. Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦ‐
τε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τε‐
χθέντα * Θεὸν δοξάζοντες. ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτίσαντα· * ἀλλὰ πυρὸς ἀπειλὴν * ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον· * 10
Ὑπερύμνητε, * ὁ τῶν πατέρων Κύριος * καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η´. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ´. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος· * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπα‐
σαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον ὑμνεῖ‐
τε τὰ ἔργα * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμ‐
παδουχούμενος· * πανηγυριζέτω δὲ * ἀΰλων νόων * φύσις, γεραίρουσα * τὴν ἱερὰν πανή‐
γυριν * τῆς Θεομήτορος, * καὶ βοάτω· * Χαί‐
ροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρ‐
θενε. * * * Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... Ὁ διάκονος· Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύ‐
νομεν. * * * Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ἦχος β´. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐
ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐
φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐
καριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐
τόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐
θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον ΙΑ´. Μετὰ τὴν θείαν ἔγερσιν, τρὶς τῷ Πέτρῳ· Φι‐
λεῖς με; πυθόμενος ὁ Κύριος, τῶν ἰδίων προ‐
βάτων, προβάλλεται ποιμενάρχην· ὃς ἰδών, ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόμενον, ἤρετο τὸν Δε‐
σπότην· Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τί πρὸς σὲ φί‐
λε Πέτρε; Προεόρτιον. Τοῖς Μαθηταῖς συνέλθωμεν. Θεοῦ σοφίας τέμενος, καὶ ὑπέρτερον θρόνον, τῶν Χερουβὶμ ὑπάρχουσαν, τὴν ἁγνὴν Θεο‐
τόκον, εὐτρέπισον Ζαχαρία, τοῦ ναοῦ τὰς εἰ‐
σόδους, τὰ τῶν Ἁγίων Ἅγια, ὑποδέξασθαι ταύτην· καὶ σὺν ἡμῖν, ᾄδε προεόρτιον τῇ Παρ‐
θένῳ, ἐξ ἧς Χριστὸς ὁ Κύριος, σαρκωθεὶς κό‐
σμον σώζει. * * * Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 11
ΑΙΝΟΙ Ἦχος πλ. α´. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐
νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. α´. Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐
πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, κα‐
θὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου· οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι· οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι· πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος. Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐ‐
τοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμε‐
ως αὐτοῦ. Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρί‐
ψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέ‐
στης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύ‐
ριον τῆς ἀληθοῦς, τριημέρου ταφῆς σου· καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρού‐
μενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σω‐
τήρ! Ἐλέησον ἡμᾶς. Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. Κύριε, αἱ γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι᾿ ἡμᾶς παθόντα· καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λί‐
θον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος· εἴπατε τοῖς Μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν. Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐
νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κε‐
κλεισμένων, πρὸς τοὺς Μαθητάς σου, δεικνύ‐
ων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατε‐
δέξω Σωτὴρ μακροθυμήσας. Ὡς ἐκ σπέρμα‐
τος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς. Στιχηρὰ Προσόμοια Προεόρτια, τὰ εἰς τὸν στίχον τῶν αἴνων, γ´ εἰς δ´. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων. Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Δεῦτε πιστοὶ συνελθόντες, ᾠδαῖς τιμήσωμεν, τὴν ἐκ μητρὸς ἀγόνου, παραδόξως τεχθεῖ‐
σαν, θεόνυμφον Μητέρα, τοῦ Ποιητοῦ, καὶ σὺν παρθένοις λαμπάσι τε, προσυπαντήσω‐
μεν ταύτῃ ἐν τῷ ναῷ, εἰσιούσῃ εἰς τὰ Ἅγια. Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. Δεῦτε πιστοὶ συνελθόντες, … Στίχ. ζ´. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθέ‐
νοι ὀπίσω αὐτῆς. Καθάπερ ἄνθη ποικίλα περιδρεψάμενοι, ἐκ νοητῶν λειμώνων, τῶν τοῦ Πνεύματος λό‐
γων, ἐπαίνων τοὺς στεφάνους χαρμονικῶς, τῇ Παρθένῳ συμπλέξωμεν, καὶ προεόρτιον τούτους δῶρον αὐτῇ, ἐπαξίως προσκομίσω‐
μεν. Στίχ. η´. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως. Εὐτρεπιζέσθωσαν πύλαι καὶ ἀνοιγέσθωσαν, αἱ τοῦ Ναοῦ Κυρίου, καὶ τὸν οἶκον τῆς δόξης, καὶ μόνην ὑπερτέραν τῶν οὐρανῶν, ὑπὲρ νοῦν χρηματίσασαν, ὑποδεχέσθωσαν χαίρου‐
σαι, καὶ Χριστόν, τὸν Σωτῆρα ἀνυμνείτωσαν. 12
Δόξα. Ἑωθινὸν ΙΑ´. Ἦχος πλ. δ´. Φανερῶν σεαυτόν, τοῖς Μαθηταῖς σου Σωτήρ, μετὰ τὴν ἀνάστασιν, Σίμωνι δέδωκας τὴν τῶν προβάτων νομήν, εἰς ἀγάπης ἀντέκτισιν, τὴν τοῦ ποιμαίνειν φροντίδα αἰτῶν· διὸ καὶ ἔ‐
λεγες· Εἰ φιλεῖς με Πέτρε, ποίμαινε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου. Ὁ δὲ εὐθέως ἐνδεικνύμενος τὸ φιλόστοργον, περὶ τοῦ ἄλ‐
λου μαθητοῦ ἐπυνθάνετο. Ὧν ταῖς πρεσβεί‐
αις Χριστέ, τὴν ποίμνην σου διαφύλαττε, ἐκ λύκων λυμαινομένων αὐτήν. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρ‐
θένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐
ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐
τὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκή‐
σας, δόξα σοι. * * * Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐
στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐
ποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐
ματά σου. (ἐκ γ´) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν. Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ· Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β´. Ἀναστὰς ἐκ τοῦ μνήματος * καὶ τὰ δεσμὰ δι‐
αρρήξας τοῦ ᾅδου, * ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, * πάντας ἐκ τῶν παγί‐
δων τοῦ ἐχθροῦ ῥυσάμενος· * ἐμφανίσας σε‐
αυτὸν τοῖς ἀποστόλοις σου * ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι᾿ αὐτῶν τὴν εἰ‐
ρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυ‐
έλεε. * * * * * 13
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… Τὰ τυπικὰ μετὰ τῶν μακαρισμῶν τοῦ ἤχου. Εἰ δὲ μή, τὰ Ἀντίφωνα. Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ρβ´ (102). Δόξα. Καὶ νῦν. Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐
νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐
μᾶς. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐
σον ἡμᾶς. Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Γ´. Ἦχος πλ. α´. Ψαλμ. ριζ´ (117). Στίχ. δ´. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔρ‐
γα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐ‐
τοῦ. Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡ‐
μῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσω‐
μεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐ‐
τοῦ. Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς ρμε´ (145). Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέ‐
σω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. Ἦχος πλ. α´. Στίχ. β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νε‐
κρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. γ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐
τοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... 14
* * * ΑΠΟΣΤΟΛΟΣ ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Κυριακῆς ΚΒ´ ἑβδομάδος ἐπιστολῶν. Εἰσοδικόν. Ἦχος β´. Προκείμενον καὶ Ἀλληλούϊα τοῦ ἤχου. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. * * * Τὸ ἀναστάσιμον ἀπολυτίκιον. Ἦχος πλ. α´. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡ‐
μῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσω‐
μεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐ‐
τοῦ. Προεόρτιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Χαρὰν προμνηστεύεται, σήμερον Ἄννα ἡμῖν, τῆς λύπης ἀντίθετον, καρπὸν βλαστήσασα, τὴν μόνην Ἀειπάρθενον· ἥν περ δὴ καὶ προ‐
σάγει, τὰς εὐχὰς ἐκπληροῦσα, σήμερον γηθο‐
μένη, τῷ ναῷ τοῦ Κυρίου, ὡς ὄντως ναὸν τοῦ Θεοῦ Λόγου, καὶ Μητέρα ἁγνήν. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον προεόρτιον τῶν Εἰσοδίων (Ψάλλεται μόνον τῇ κ´ Νοεμβρίου). Ἦχος δ´. Ἐπεφάνης σήμερον. Εὐφροσύνης σήμερον * ἡ οἰκουμένη * ἐπλη‐
ρώθη ἅπασα * ἐν τῇ εὐσήμῳ ἑορτῇ * τῆς Θεο‐
τόκου κραυγάζουσα· * Αὕτη ὑπάρχει * σκηνὴ ἐπουράνιος. * * * ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ * * * Προκείμενον. Ἦχος πλ. α´. (Ψαλμὸς ια´). Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡ‐
μᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα. Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνά‐
γνωσμα. (Γαλ. Ϛ´ 11‐18) Ἀδελφοί, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔ‐
γραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσω‐
πῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημέ‐
νοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλου‐
σιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυ‐
χᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρω‐
ται κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔ‐
τε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοι‐
χήσουσιν, εἰρήνη ἐπ᾿ αὐτοὺς καὶ ἔλεος, καὶ ἐ‐
πὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ με‐
τὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν. Ἀλληλούϊα (γ´). Ἦχος πλ. α´. (Ψαλμὸς πη´). Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσο‐
μαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶν τὴν ἀ‐
λήθειάν σου ἐν τῷ στόματί μου. Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθή‐
σεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀ‐
λήθειά σου. 15
ΕΥΑΓΓΕΛΙΟΝ Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… Κυριακῆς Θ´ Λουκᾶ Ἦχος β´. Ἐκ τοῦ κατὰ Λουκᾶν (ιβ´ 16‐21). Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐
σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐
καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐
ληλούϊα. Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ἀν‐
θρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅ‐
τι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; Καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀπο‐
θήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γεννήματά μου καὶ τὰ ἀγαθά μου, Καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φά‐
γε, πίε, εὐφραίνου. Εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄ‐
φρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦ‐
σιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; Οὕ‐
τως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς Θεὸν πλουτῶν. Ταῦτα λέγων ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. * * * Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας… Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐
μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐
μιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. * * * Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) Ἀπόλυσις· Ὁ ἀναστὰς ἐκ νεκρῶν... Δι᾿ εὐχῶν... Ἀμήν. * * * * * ΣΥΜΠΛΗΡΩΜΑ ᾨδαὶ δ´‐θ´ τῶν κανόνων. ᾨδὴ δ´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. α´. Ὁ εἱρμός. Τὴν θείαν ἐννοήσας σου κένωσιν, ἐξεστηκὼς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τῆς Μεῤῥᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰ‐
κόνι προτυπῶν, τὸν ἄχραντόν σου Σταυρὸν Ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλλη‐
λούϊα. Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ μου προσίε‐
σαι· κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας. Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. Θεοτοκίον. Κοινωνικόν. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθό‐
ρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας, 16
καὶ μετὰ τόκον παρθένος, Θεὸν σαρκὶ τεκοῦ‐
σα πεφύλαξαι. σάμενος, καὶ ἐξανατείλας, τοῦ μνήματος τρι‐
ήμερος. Κανὼν Προεόρτιος. ᾨδὴ δ´. Ἦχος δ´. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἱεραὶ προήγγειλαν γλῶσσαι σεμνή, ἔσεσθαι, χωρίον σε φύσεως, τῆς ἀχωρήτου· διὰ τοῦτό σε χοροί, παρθενικοὶ προπέμπουσι, λαμπα‐
δηφοροῦντες εἰς Ἅγια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Κλέος ἀπηνέγκατο Ἰωακείμ, Ἄννῃ συμβαδί‐
ζων καὶ φέρων σε, μετ᾿ εὐφροσύνης, εἰς τὸν ἅγιον ναόν, ναὲ Θεοῦ πανάγιε, ἄχραντε πα‐
νάμωμε Δέσποινα. Δόξα. Λύεται ἀπόφασις προγονική· ἤνθησεν ἰδοὺ γὰρ ἡ ἄμπελος, ἥτις τὸν βότρυν, τὸν ἀκήρα‐
τον ἡμῖν, καρπογονήσει φέροντα, οἶνον εὐ‐
φροσύνης τοῖς πέρασιν. Καὶ νῦν. Μόνην σε πανάμωμον ὁ πλαστουργός, Λόγος εὑρηκὼς κατεσκήνωσε, σοῦ ἐν νηδύι, ἐργαζό‐
μενος ἡμῶν, τὴν σωτηρίαν ἄχραντε, χάριτι δι᾿ ἄφατον ἔλεος. ᾨδὴ ε´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. α´. Ὁ εἱρμός. Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω καὶ σοὶ κραυγάζω· Τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὁ τῆς δόξης Κύριος ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμε‐
νος. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σύ με μετημφίασας πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως, τῇ σαρκὶ γευ‐
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὺ δικαιοσύνην τε καὶ ἀπολύτρωσιν, ἡμῖν τε‐
κοῦσα Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρα‐
σας, ἀρᾶς Θεοτόκε, τὴν φύσιν τοῦ προπάτο‐
ρος. Κανὼν Προεόρτιος. ᾨδὴ ε´. Ἦχος δ´. Ἐξέστη τὰ σύμπαντα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Νεφέλαι ῥανάτωσαν, δικαιοσύνην σήμερον· ὡς ἐν οὐρανῷ γὰρ ἐφαπλοῦται, θεία νεφέλη ἐν τῷ ναῷ τοῦ Θεοῦ· ἥτις ἀποστάξει γλυκα‐
σμόν, πᾶσαν τῶν ψυχῶν ἡμῶν, τὴν πικρίαν ἐ‐
ξαίροντα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ξένη σου ἡ σύλληψις, ξένη σου καὶ ἡ γέννη‐
σις, ξένη σου ἡ πρόοδος Παρθένε, ξένη ἡ ἔν‐
δον τοῦ ἱεροῦ ἀγωγή· ξένα καὶ παράδοξα τὰ σά, λόγον ὑπερβαίνοντα, καὶ διάνοιαν Ἄ‐
χραντε. Δόξα. Ὅλην σε ἡγίασε, τὸ Πνεῦμα τὸ Πανάγιον, ἔν‐
δον τοῦ ναοῦ διαιτωμένην, καὶ τρεφομένην τροφὴν οὐράνιον· Νύμφη τοῦ Πατρὸς περι‐
καλλής, ὅθεν ἐχρημάτισας, καὶ τοῦ Λόγου γεννήτρια. Καὶ νῦν. Πρὸς σέ μου τὴν ἅπασαν, ἐλπίδα Κόρη τίθη‐
μι, πρὸς τοὺς οἰκτιρμούς σου καταφεύγω· βλάβης δαιμόνων δεῖξον ἀμέτοχον, τὴν κατα‐
πεσοῦσάν μου ψυχὴν καὶ ἐξασθενήσασαν, ἡ‐
δονῶν ἐπικλύσεσιν. ᾨδὴ στ´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. α´. Ὁ εἱρμός. Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνα‐
σον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγ‐
χνος. 17
Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Εἰς φθορὰν κατώλισθεν, ὁ γενάρχης Δέσπο‐
τα Χριστέ, παρηκόου βρώσεως γευσάμενος, καὶ πρὸς ζωήν, ἀνῆκται διὰ τοῦ πάθους σου. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἡ ζωὴ κατήντησας, πρὸς τὸν ᾅδην Δέσποτα Χριστέ, καὶ φθορὰ τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς, ἐπήγασας τὴν ἀνάστασιν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἡ Παρθένος ἔτεκε, καὶ τεκοῦσα ἔμεινεν ἁ‐
γνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς, παρθένος Μήτηρ βαστάσασα. Κανὼν Προεόρτιος. ᾨδὴ στ´. Ἦχος δ´. Τὴν θείαν ταύτην καὶ πάντιμον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ῥωσθέντες τῇ θείᾳ χάριτι, οἱ θεῖοι τῆς Παρθέ‐
νου γεννήτορες, ταύτην ὡς ἄμωμον, περιστε‐
ρὰν εἰς τὰ Ἅγια, ἀνατραφῆναι πόθῳ ἀνατιθέ‐
ασιν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σοῦ τῆς μελλούσης εἰσδέχεσθαι, τὸ φῶς τὸ ἐκ φωτὸς προερχόμενον, φῶτα ὑφάπτουσαι, κό‐
ραι σεμναὶ προπορεύονται, φωτοειδῆ πρὸς θεῖον ναὸν χορεύουσαι. Δόξα. Τὸ πλῆρες δόξης παλάτιον, τὸ μέγα Προφη‐
τῶν περιήχημα, θρόνος ὁ ἅγιος, ἔνδον εἰς Ἅ‐
για τίθεται, τῷ Βασιλεῖ τῶν ὅλων ἑτοιμαζόμε‐
νος. Καὶ νῦν. Ὑμνῶ σου Κόρη τὴν σύλληψιν, ὑμνῶ σου τὴν ἀπόῤῥητον γέννησιν, ὑμνῶ τὴν σκέπην σου, βλάβης δι᾿ ἧς πάσης ῥύομαι, ὁ πρὸς τὴν σὴν γαλήνην κατεπειγόμενος. ᾨδὴ ζ´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. α´. Ὁ εἱρμός. Ὁ ὑπερυψούμενος, τῶν πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σάρκα περιθέμενος, ὡς ἀγκίστρῳ δέλεαρ, τῇ θείᾳ δυνάμει σου, τὸν ὄφιν καθείλκυσας, ἀ‐
νάγων τοὺς βοῶντας· Ὁ Θεὸς εὐλογητὸς εἶ. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὁ τῆς γῆς τὴν ἄπλετον, οὐσιώσας σύστασιν, ἐν τάφῳ καλύπτεται, σαρκὶ ὁ Ἀχώρητος, ᾧ πάντες μελῳδοῦμεν· Ὁ Θεὸς εὐλογητὸς εἶ. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Μίαν μὲν ὑπόστασιν, ἐν δυσὶ ταῖς φύσεσι, Πανάμωμε τέτοκας, Θεὸν σωματούμενον, ᾧ πάντες μελῳδοῦμεν· Ὁ Θεὸς εὐλογητὸς εἶ. Κανὼν Προεόρτιος. ᾨδὴ ζ´. Ἦχος δ´. Οὐκ ἐλάτρευσαν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Φωτοφόρον σε, ὡς ἥλιον εἰσδέχεται, ναὸς ὁ ἅ‐
γιος, ἔνδον ἀστράπτουσαν, ἀκτῖνας τοῖς πέ‐
ρασι, σωτηριώδεις ἁγνή, ὑπεράγιον, ναὸν γε‐
νέσθαι μέλλουσαν, τοῦ Υἱοῦ Θεοῦ Παρθένε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χεῖρας ἅπαντες, κροτήσατε λυτρώσεως, σύμ‐
βολα φέρουσαν, τὴν Ἀπειρόγαμον, ὁρῶντες· Ἀγγέλου γάρ, χειρὶ ἐκτρέφεται, τὸν οὐράνιον, ἄρτον ἡμῖν ὡς μέλλουσα, ἀποῤῥήτως ἀποτί‐
κτειν. Δόξα. Ψυχαὶ ἅπασαι, Δικαίων ὑποχθόνιοι, εὐαγγε‐
λίζεσθε· περιστερά, ἡ χρυσῆ, κατάπαυσιν φέ‐
ρουσα, κατακλυσμοῦ νοητοῦ, πεφανέρωται, καὶ εἰς Ἁγίων Ἅγια, εὐσεβῶς περιχορεύει. Καὶ νῦν. Ὡς ὡραία, τὸν ὡραῖον ἀπεκύησας, τὴν ἀμορ‐
φίαν ἡμῶν, προσεπανάγοντα νῦν, εἰς πρώ‐
την ἐμφέρειαν, Κόρη πανάμωμε· ᾧ καὶ ψάλ‐
λομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐ‐
λογητὸς εἶ. 18
ᾨδὴ η´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. α´. Ὁ εἱρμός. Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔψαλλον· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπε‐
ρυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σὺ τὸ θελητόν, τοῦ σωτηρίου πάθους, ἀπηύ‐
ξω ποτήριον, ὥσπερ ἀβούλητον· δύο θελήσεις δυσὶ γὰρ καταλλήλαις, φέρεις ταῖς οὐσίαις Χριστὲ εἰς τοὺς αἰῶνας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σοῦ τοῦ παντουργοῦ, τῇ καταβάσει ᾅδης, Χρι‐
στὲ καταγέλαστος, γεγονὼς ἤμεσε, πάντας τοὺς πάλαι τῇ πλάνῃ νεκρωθέντας, σὲ ὑπερυ‐
ψοῦντας εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῶς τῷ λόγῳ, τε‐
κοῦσαν τὸν Κύριον, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα Παρθένε εὐλογοῦμεν, καὶ ὑ‐
περυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Κανὼν Προεόρτιος. ᾨδὴ η´. Ἦχος δ´. Ἄκουε κόρη Παρθένε ἁγνή. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἄκουε σύνες πρεσβύτα σοφέ, τῷ Ζαχαρίᾳ Ἄν‐
να φησί· βουλήσει θείᾳ ἣν ἔσχον παῖδα σε‐
μνήν, γενναίᾳ ψυχῇ ὑπόδεξαι· δι᾿ αὐτῆς γὰρ ἔσται λύτρωσις· καὶ εἰς ναὸν τὸν ἅγιον, ἀνά‐
θου ταύτην βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Εὐλογητὸς μόνος Κύριος, ἐβόησεν ὁ ἱερεύς· ζωῆς εἰσόδους νῦν ὑπεμφαίνει σαφῶς, ἡμῖν φανερώσας ὅπερ μέλλει οἰκεῖν, θεοχώρητον παλάτιον, Χριστὸς ὁ Βασιλεὺς τοῦ παντός· πρὸς ὃν βοᾷ πᾶσα γῆ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἰδοὺ πρεσβύτα σοφώτατε, ἡ Ἄννα ἔφησεν εὐ‐
λαβῶς, καλλίστην παῖδα, ἣν δέδωκέ μοι Θε‐
ός, λαμπρῶς ὑποδέχου καὶ προφήτευε, μόνην μέλλουσαν εἰς πράγματα, προφέρειν τὰ κη‐
ρύγματα, μεθ᾿ ὧν βοᾷς Προφητῶν· Εὐλογεῖ‐
τε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Νῦν ἔγνων γύναι σαφέστατα, προφρόνως ἔ‐
φη ὁ γηραιός, ξύλον ἐν μέσῳ ὡς ἐκβλαστάνει ναοῦ· ὅπερ ἐξανθήσει θεῖον ὄντως καρπόν, Παραδείσῳ εἰσοικίζοντα, τοὺς βρώσει ἐξω‐
σθέντας φθορᾶς ἀναβοῶντας χαρᾷ· Εὐλογεῖ‐
τε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐ‐
τὸν εἰς τοὺς αἰῶνας. Ῥυτὸν ἀῤῥήτων μυήσεων, ἡ σὴ ψυχὴ Κόρη σε‐
μνή, σαφῶς ὑπάρξει ὁ Πρέσβυς ἔφη τρανῶς. Τὸν θεῖον ἰδοὺ Παρθένε οἴκει ναόν· ὑπ᾿ Ἀγγέ‐
λου τρεφομένη γάρ, βουλῆς μεγάλης Ἄγγε‐
λον κυήσεις, ᾧ μελῳδεῖ, εὐλογοῦντα, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Καὶ νῦν. Φωνήν σοι ᾄδομεν Κόρη ἁγνή, περιχαρῶς τοῦ Γαβριήλ· Χαῖρε τῆς πάντων αἰτία μόνη χαρᾶς. Ψυχῶν χαῖρε καθαρτήριον. Ὡς κυήσασα τὴν κάθαρσιν, ἡμῶν καὶ ἀπολύτρωσιν, τῶν μελῳ‐
δούντων αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυ‐
ρίου τὸν Κύριον. ᾨδὴ θ´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. α´. Ὁ εἱρμός. Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον· Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύ‐
νοντες, τὴν Παρθένον μακαρίζομεν. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τὸν πεσόντα ἄνθρωπον, ἀνεδέξω Δέσποτα Χριστέ, ἐκ μήτρας παρθενικῆς ὅλος συνα‐
φθείς· μόνος ἁμαρτίας δέ, μὴ μετασχὼν ὅλον 19
ἐκ φθορᾶς, σὺ ἠλευθέρωσας, τοῖς ἀχράντοις σου παθήμασι. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Θεοῤῥύτῳ αἵματι, κενωθέντι Δέσποτα Χριστέ, ἐκ σῆς ἀχράντου πλευρᾶς καὶ ζωοποιοῦ, θυ‐
σία μὲν πέπαυται, εἰδωλικὴ πᾶσα δὲ ἡ γῆ, σοῦ τῆς αἰνέσεως, τὴν θυσίαν ἀναφέρομεν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Οὐ Θεὸν ἀσώματον, οὐδὲ πάλιν ἄνθρωπον ψιλόν, προήγαγεν ἡ ἁγνὴ Κόρη καὶ σεμνή, ἀλλ᾿ ἄνθρωπον τέλειον, καὶ ἀψευδῆ τέλειον Θεόν, ὃν μεγαλύνομεν, σὺν Πατρί τε καὶ τῷ Πνεύματι. λας ἀναπετάσασα, μετὰ λαμπάδων πρόεισιν, ἔνδον εἰς Ἅγια, ὑφ᾿ ἁγίας, τρέφεσθαι δυνάμε‐
ως, εἰς ἁγίαν Θεοῦ κατασκήνωσιν. Καὶ νῦν. Φώτισον Ἁγνή, ψυχῆς μου τὰ ὄμματα, φῶς ἡ κυήσασα, ὅπως μὴ ἐπέλθῃ μοι, τῆς ἁμαρτίας σκότος βαθύτατον, μηδὲ βυθὸς καλύψῃ με τῆς ἀπογνώσεως· ἀλλ᾿ αὐτή με, σῶσον καὶ κυβέρνησον, πρὸς λιμένα τοῦ θείου θελήμα‐
τος. * * * * * Κανὼν Προεόρτιος. ᾨδὴ θ´, ἧς ἡ Ἀκροστιχίς· Ἰωσήφ. Ἦχος δ´. Ἅπας γηγενής. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἴδε τοῦ Θεοῦ, τὸ ὄρος τὸ ἅγιον, μετὰ λαμπά‐
δων φαιδρῶν, ἔνδον εἰς τὰ Ἅγια, βαδίζει λί‐
θος ἐξ οὗ τμηθήσεται, καὶ τοὺς βωμοὺς καὶ ξόανα, δαιμονικὰ λεπτυνεῖ, τοὺς βροτοὺς δέ, ἑαυτοῦ ἐργάσεται, καὶ ναοὺς καὶ σεπτὰ κατα‐
γώγια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὤμοσε Θεός, καὶ νῦν ἐκπεπλήρωκε, φυλῆς Ἰ‐
ούδα ἡμῖν, δοὺς τὴν ἀειπάρθενον· ἧς ἡ κοιλί‐
αν ξύλον βλαστήσει ζωῆς, θανατηφόρου βρώσεως, ἀπολυτρούμενον, τοὺς τῇ πτώσει ταύτης ὑποκύψαντας, καὶ κλαπέντας ἀπάτῃ τοῦ ὄφεως. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Στόματι λαμπρῷ, ἡ Ἄννα ἐβόησεν ἐν τῷ ναῷ τοῦ Θεοῦ· Σοὶ προσανατίθημι, ἥν μοι παρέ‐
σχου παῖδα ὦ Δέσποτα· ἐξ ἧς δι᾿ οἶκτον ἄφα‐
τον, σωματοφόρος ὀφθείς, διασώσεις, κόσμον ὅνπερ ἔπλασας, μεγαλύνων αὐτὴν ὡς μητέ‐
ρα σου. Δόξα. Ηὔγασεν ἰδού, ἡμέρα σωτήριος, τοῖς ἐν νυκτὶ τῶν δεινῶν· πύλη ἐπουράνιος, ναοῦ τὰς πύ‐
20