Transcript εδώ
ΣΑΒΒΑΤΟΝ 24 ΔΕΚΕΜΒΡΙΟΥ 2016 Μνήμη τῆς ἁγίας Ὁσιομάρτυρος Εὐγενίας (†262) καὶ Φιλίππου μάρτυρος τοῦ πατρὸς αὐ‐
τῆς, Βασίλλας καὶ Ἀχαϊκοῦ μαρτύρων. * * * * * ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Εὐλογήσαντος τοῦ ἱερέως, ὁ προεστὼς ἢ ὁ ἀ‐
ναγνώστης τὸ Δεῦτε προσκυνήσωμεν (γ´), καὶ τὸν προοιμιακὸν ψαλμόν. Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα… [Ψαλτήριον] Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... Εἰς τό, Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους στ´, καὶ ψάλλομεν Στιχηρὰ Προεόρτια προσόμοια γ´, καὶ τῆς Ἁγίας Ὁσιομάρτυρος γ´. Στιχηρὰ Προεόρτια Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύρι‐
ε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐ‐
στιν. Ἐν κυμβάλοις ἠχήσωμεν, ἐν ᾠδαῖς ἀλαλάξω‐
μεν· ἡ Χριστοῦ ἀνάδειξις πεφανέρωται· τῶν Προφητῶν τὰ κηρύγματα, τὸ πέρας ἐδέξαντο· ὃν γὰρ ἔφησαν σαρκί, τοῖς βροτοῖς ἐμφανίζε‐
σθαι, ἀποτίκτεται, ἐν ἁγίῳ Σπηλαίῳ, καὶ ἐν φάτνῃ, ἀνακλίνεται ὡς βρέφος, καὶ σπαργα‐
νοῦται ὡς νήπιον. Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Προεόρτια ᾄσματα, διανοίας εὐθύτητι, τῆς Χριστοῦ Γεννήσεως προηχήσωμεν· ὁ γὰρ Πα‐
τρὶ καὶ τῷ Πνεύματι, ὑπάρχων ὁμότιμος, διὰ σπλάγχνα τὸ ἡμῶν, ἐνδυσάμενος φύραμα, μέλλει τίκτεσθαι, Βηθλεὲμ ἐν τῇ πόλει, οὗ τὸν τόκον, τὸν ἀπόῤῥητον Ποιμένες, μετὰ Ἀγγέλων ἀνύμνησαν. Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ἀνερμήνευτον Σύλληψιν, καὶ ἀνέκφραστον Γέννησιν, ἡ Παρθένος βλέπουσα κατεπλήτ‐
τετο· καὶ προσεφθέγγετο χαίρουσα, ὁμοῦ καὶ δακρύουσα· Ἐπιδώσω σοι μαζόν, τῷ τὰ σύμ‐
παντα τρέφοντι, ἢ ὑμνήσω σε, ὡς Υἱὸν καὶ Θεόν μου; ποίαν εὕρω, ἐπὶ σοὶ προσηγορίαν, ἀκατονόμαστε Κύριε; Στιχηρὰ προσόμοια τῆς Ἁγίας Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Ὅτε προμηθείᾳ θεϊκῇ, προγινωσκομένη προ‐
ῆλθες, ἔξω τῆς πόλεως, κόσμου τὴν τερπνό‐
τητα, σοφῶς κατέλιπες· καὶ ψαλμῶν ἐπακού‐
σασα, τερπνῆς μελῳδίας, θείας ἐπιγνώσεως, φωτὶ κατηύγασαι· φόβον ἐν γαστρὶ δὲ λαβοῦ‐
σα, θεῖον καὶ σωτήριον Πνεῦμα, τοῖς συνοδοι‐
πόροις σου ἀπέτεκες. Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ‐
παινέσατε αὐτόν, πάντες οἱ λαοί. Ὅτε ἐνυμφεύθης τῷ Χριστῷ, τοὺς σοὺς ὑπη‐
ρέτας προθύμως, αὐτῷ προσήγαγες, προῖκα τούτους ἔμψυχον, ὥσπερ ἐνέγκασα, μιμουμέ‐
νους στεῤῥότητα, τὴν σὴν Εὐγενία, πίστε τε καὶ χάριτι, σαφῶς ἐκλάμποντας, πᾶσαν ἀρε‐
τὴν ἀσκουμένους, Μάρτυρας θεόφρονας ὄν‐
τως, πᾶσι τὴν εὐσέβειαν κηρύττοντας. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡ‐
μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Αἴγλῃ τῇ τοῦ Πνεύματος σαφῶς, καταλαμπο‐
μένη παρθένων, Χριστῷ προσάγεις χορόν, λόγῳ τῆς σοφίας σου, ταύτας ζωγρήσασα, καὶ τὸν δρόμον δεικνύουσα, τῆς ἄνω πορείας, αἵμασι λαμπρύνεσθαι, Μαρτύρων ἔπεισας. Ταύταις συγχορεύουσα Μάρτυς, πόθον νῦν κατάλληλον εὗρες, ὄντως τὴν ἀπόλαυσιν πα‐
νεύφημε. 1
Δόξα. Καὶ νῦν. Ἦχος β´. Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν· εὐ‐
τρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν. Βηθλεὲμ γῆ Ἰούδα, τέρπου καὶ ἀγάλ‐
λου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας· ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ, ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος. * * * Ἄνευ εἰσόδου. Ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα· Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ‐
γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι και‐
ροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει. Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας. Τῇ Παρασκευῇ ἑσπέρας. Ἦχος βαρύς. Ψαλμὸς νη´. Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ· τὸ ἔλεός σου προ‐
φθάσει με. (νη´ 10‐11) Στίχ. α´. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θε‐
ός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ᾿ ἑμὲ λύτρω‐
σαί με. (νη´ 2) Στίχ. β´. Ῥυσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀ‐
νομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. (νη´ 3) * * * Εἶτα τό, Καταξίωσον, τὰ Πληρωτικά, ἡ κεφα‐
λοκλισία κ.λπ. * * * Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα. Ἦχος α´. Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια· καὶ ἐπάραντες τὸν νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀ‐
ναχθῶμεν τῇ διανοίᾳ καὶ κατίδωμεν τὴν Παρθένον, τοῖς ψυχικοῖς ὀφθαλμοῖς, ἐπειγο‐
μένην, τίκτειν ἐν Σπηλαίῳ, τὸν τῶν ὅλων Κύ‐
ριον καὶ Θεὸν ἡμῶν· οὗ Ἰωσὴφ κατιδὼν τῶν θαυμάτων τὸ μέγεθος, ἐδόκει ἄνθρωπον θε‐
ωρεῖν, ὡς βρέφος σπαργανούμενον· ὑπενόει δὲ ἐκ τῶν πραγμάτων, Θεὸν εἶναι ἀληθινόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔ‐
λεος. Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια· καὶ ἐπάραντες τὸν νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀ‐
ναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὸ ἐν Σπηλαίῳ μέγα μυστήριον· ἤνοικται γὰρ ἡ Ἐ‐
δέμ, ἐκ Παρθένου ἁγνῆς Θεοῦ προερχομένου, ὑπάρχοντος τελείου τοῦ αὐτοῦ, ἐν Θεότητι καὶ ἀνθρωπότητι· διὸ κράξωμεν· Ἅγιος ὁ Θε‐
ός, ὁ Πατὴρ ὁ ἄναρχος· Ἅγιος Ἰσχυρὸς, ὁ Υἱὸς ὁ σαρκωθείς· Ἅγιος Ἀθάνατος, τὸ Πανάγιον Πνεῦμα· Τριὰς Ἁγία δόξα σοι. Στίχ. Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐ‐
φοβήθην· Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· ἰδοὺ γὰρ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, πρόεισι τεχθῆναι ἐκ Κόρης ἀπειράνδρου, εὐδοκίᾳ τοῦ φύσαντος αὐτὸν ἀπαθῶς, καὶ συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος. Βηθλεὲμ εὐτρεπίζου· ἄνοιγε πύ‐
λην ἡ Ἐδέμ· ὅτι ὁ ὢν γίνεται ὃ οὐκ ἦν, καὶ ὁ πλαστουργὸς πάσης κτίσεως διαπλάττεται, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Καὶ νῦν. Ἦχος πλ. β´. Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμ‐
βρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὅνπερ καὶ κύψασα δουλι‐
κῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγ‐
ξατο τῷ ἐν ἀγκάλαις αὑτῆς· Πῶς ἐνεσπάρης μοι; ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός; * * * Τό· Νῦν ἀπολύεις, καὶ ψάλλομεν τὸν παρόν‐
τα Προεόρτιον Κανόνα, οὗ ἡ Ἀκροστιχὶς κατὰ Ἀλφάβητον, ἄνευ τῶν Εἱρμῶν. 2
ᾨδὴ α´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώ‐
κτην τύραννον, φάτνῃ κρυπτόμενον, κτεῖναι ζητεῖ ὁ Ἡρῴδης· ἀλλ᾿ ἡμεῖς σὺν Μάγοις μέλ‐
ψωμεν· Τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδό‐
ξασται. Ζητῶν με τὸν πλανηθέντα, Φιλάνθρωπε καὶ σπήλαιον δειχθέντα, λῃστῶν ἔργοις ἀκάρ‐
ποις, Σπηλαίῳ νῦν παραγέγονας, ἐκ τῆς Παρθένου σήμερον, τεχθῆναι Δέσποτα· Δόξα Λόγε τῇ ἐλεύσει σου. Τροπάρια. ᾨδὴ δ´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὴν ἐκ Παρθένου παρουσίαν σου, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα· Σὺ ἐκ Θαιμὰν σαρκούμενος, ἥκεις Λυτρωτά, τὸν Ἀδὰμ ἀπω‐
σμένον, ἀνακαλέσασθαι. Ἄρχων ἐξ Ἰούδα, ἐξέλιπεν ἤδη· ᾧ γὰρ ἀπέκει‐
το, καθὼς προγέγραπται, ἡ τῶν ἐθνῶν προσ‐
δοκία, Ἰησοῦς Χριστὸς ἐλήλυθε, καὶ Σπηλαίῳ τίκτεται, δι᾿ ἄκραν ἀγαθότητα. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Βηθλεὲμ εὐφραίνου, ἡ πόλις Ἰούδα· ἐν σοὶ γὰρ τίκτεται, Χριστὸς ὁ Κύριος· ἡ οἰκουμένη σκιρτάτω, δεχομένη ἀπολύτρωσιν· χορευέτω ἅπασα, ἡ κτίσις ἑορτάζουσα. Ἡ φωταυγὴς Νεφέλη ἔρχεται, ἀνατεῖλαι Χρι‐
στόν, ἐκ μητρικῶν λαγόνων, δικαιοσύνης Ἥ‐
λιον, ἅπασαν τὴν γῆν, φρυκτωρίαις ἐνθέοις, καταλαμπρύνοντα. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Γένος τῶν ἀνθρώπων, βουλόμενος σῶσαι ὁ ὑ‐
περάγαθος, μήτραν ἐσκήνωσεν, ἀπειρογά‐
μου Παρθένου, καὶ ἰδοὺ τεχθῆναι ἔρχεται· Τοῦτον προσκυνήσωμεν, ἐνδόξως γὰρ δεδό‐
ξασται. Θεὸς ἀνθρώποις ὤφθη ὅμοιος, καὶ πτωχεύει σαρκί, ἵνα ἡμᾶς πλουτίσῃ· καὶ ἐν Σπηλαίῳ τί‐
κτεται· τοῦτον οἱ πιστοί, καθαρᾷ διανοίᾳ ὑπο‐
δεξώμεθα. ᾨδὴ γ´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Ἰδοὺ Χριστὸς ἐν πόλει τίκτεται, Βηθλεὲμ τὴν Ἐδέμ, ὅπως ἡμῖν ἀνοίξῃ, παρακοῇ τὸ πρότε‐
ρον, ὄφεως κλοπῇ, κεκλεισμένην· ἐνθέως πα‐
νηγυρίσωμεν. Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ Σπη‐
λαίῳ τικτόμενον, θαμβητικῶς συνείχετο, Οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε κραυγάζουσα. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δούλου φορέσαι σχῆμα, ἠθέλησας ὅπως με τῆς δουλείας, τοῦ πονηροῦ λυτρώσῃ· ὑμνολο‐
γῶ σου τὸ εὔσπλαγχνον, Λόγε Πατρὸς συνά‐
ναρχε, καὶ συναΐδιε. Δόξα τῇ οἰκονομίᾳ σου. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. ᾨδὴ ε´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Πρὸς σὲ ὀρθρίζω, τὸν δι᾿ εὐσπλαγχνίαν, σε‐
αυτὸν τῷ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ δούλου μορφήν, ἐκ Παρθένου φορέσαντα. Λόγε Θεοῦ, τὴν εἰρήνην παράσχου μοι φιλάν‐
θρωπε. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἔρχεται ἡ Παρθένος, τὸν Κύριον ἀποτεκεῖν Σπηλαίῳ· προφθάσατε οἱ Μάγοι· Ποιμένες νῦν παραγίνεσθε· ὕμνον ἐξ ὕψους Ἄγγελοι, ἐπανακράξατε· ὤφθη τῶν βροτῶν ἡ λύτρω‐
σις. Καρδία πᾶσα, γηγενῶν σκιρτάτω· εὐφραινέ‐
σθω ἡ κτίσις· ὁ Κύριος γεννᾶται, ἐκ Κόρης ἁ‐
γνῆς, Βηθλεὲμ ἐν Σπηλαίῳ· καὶ Μάγοι αὐτῷ, προσκομίζουσι δῶρα νῦν ἐπάξια. 3
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Λαὸς ὁ πάλαι, ἐν σκιᾷ θανάτου, καθεζόμενος βλέψον, τὸ φῶς σοι ἀνατεῖλαν, ἐκ τῆς Παρθέ‐
νου, καὶ πολλῆς θυμηδίας ἐμπλήσθητι, τὸν πτωχεύσαντα Λόγον, μεγαλύνων ἀεί. Ῥήματα ξένα Ποιμένες, ἀκηκοότες κατέσπευ‐
σαν, Βηθλεὲμ κατιδεῖν καὶ ἐν φάτνῃ, τῶν ἀ‐
λόγων τὸν λύσαντα, τῆς ἀλογίας ἅπαντας, εὐσεβῶς προσεκύνησαν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Μικρῷ Σπηλαίῳ, ἔρχῃ χωρηθῆναι, ὁ ἀχώρη‐
τος φύσει, ὅπως με σμικρυνθέντα τῇ παραβά‐
σει, μεγαλύνῃς δι᾿ οἶκτον ἀμέτρητον· προσκυ‐
νῶ σου, τὸ εὔσπλαγχνον Μακρόθυμε. Στόματι καὶ καρδίᾳ, τὸν ἐν σαρκὶ ἀφικόμε‐
νον, γεννηθῆναι Χριστὸν ἐν Σπηλαίῳ, ἐκ Παρθένου νεάνιδος, ὑμνολογῆσαι σπεύσω‐
μεν, καὶ πιστῶς προσκυνήσωμεν. ᾨδὴ Ϛ´. Ἦχος πλ. β´. Ὁ εἱρμός. ᾨδὴ η´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Ἄβυσσος ἐσχάτη, ἁμαρτημάτων ἐκύκλωσέ με· καὶ τὸν κλύδωνα μηκέτι φέρων, ὡς Ἰωνᾶς, τῷ Δεσπότῃ βοῶ σοι· Ἐκ φθορᾶς με ἀνάγαγε. Νόμων Πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέ‐
πτυσαν, προσταγῆς ἀλογίστου· καί συνημμέ‐
νοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦν‐
τος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύρι‐
ον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάν‐
τας τοὺς αἰῶνας. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Νόμων σε ἡ Παρθένος, τῶν τῆς σαρκὸς δίχα Κύριε, παραγίνεται ἀποκυῆσαι, ἐν τῷ Σπη‐
λαίῳ καὶ φάτνῃ σαρκί, προσανακλινεῖ σε ὡς νήπιον. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ξένον γεγενημένον, παραβάσει με ὁ Ὑπέρθε‐
ος, τεχθεὶς ἐκ Κόρης ἀπειρογάμου, δι᾿ οἶκτον πολίτην, οὐρανοῦ ἀποδείκνυσιν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὄρη τε καὶ νάπαι, καὶ κοιλάδες εὐφράνθητε· ὁ γὰρ Χριστὸς σαρκὶ γεννᾶται, ἀνακαινίζων τὴν κτίσιν, φθαρεῖσαν πονηραῖς παραβάσε‐
σιν. ᾨδὴ ζ´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν· ἀλλ᾿ ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Πῶς σε σμικρότατον Λόγε, καθυποδέξεται Σπήλαιον, τὸν πτωχείᾳ πολλῇ τὴν πτωχείαν, τοῦ Ἀδὰμ ἀφελόμενον, καὶ πλούτῳ θείας χά‐
ριτος, τοὺς ἀνθρώπους πλουτίσαντα; Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὸν ὑπὲρ λόγον μόνον Κύριον, σεσαρκωμέ‐
νον Κόρη καὶ περικείμενον, τῶν ἀνθρώπων τὸ ὁμοίωμα, κατέχουσα ἀγκάλαις, καὶ προ‐
σκυνοῦσα, καὶ ἀσπαζομένη μητρικῶς, Τέκνον ἔφης γλυκύτατον, πῶς σε οὕτω κατέχω, κατέ‐
χοντα χειρί σου τὴν κτίσιν, καὶ χειρὸς δουλεί‐
ας, αὐτὴν ἐλευθεροῦντα; Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὑμνολογῆσαι θεῖοι Ἄγγελοι, τὸν ἐπὶ γῆς τε‐
χθέντα διευτρεπίσθητε. Μάγοι δῶρα ὁδηγού‐
μενοι, προσάξατε ἀστέρι. Ποιμένες τοῦτον σπεύσατε, ἰδεῖν ταῖς μητρικαῖς, ὥσπερ νήπιον κράζοντες, καθήμενον ἀγκάλαις· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Φωτὸς Νεφέλη Παναμώμητε, πῶς σπαργα‐
νώσεις νέφει τὸν ἐπενδύοντα, οὐρανοὺς ἀῤ‐
ῥήτῳ νεύματι; πῶς ἀλόγων ἐν φάτνῃ ἐπανα‐
κλινεῖς, τὸν τῆς ἀλογίας τοὺς βροτούς, διὰ ἔ‐
λεος ἄμετρον, ῥυσάμενον Δεσπότην; ὃν πᾶσα 4
προσκυνεῖ φόβῳ κτίσις, ἀνυμνολογοῦσα, αὐ‐
τὸν εἰς τοὺς αἰῶνας. ᾨδὴ θ´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν· ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας τὸν ἔνθεον ἡ‐
μῶν· σὺ γὰρ χριστιανῶν εἶ προστάτις, σὲ με‐
γαλύνομεν. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Χαῖρε δοχεῖον Ἄχραντε, χαρᾶς ἀνεκφράστου· ἰδοὺ γὰρ ἔρχῃ τέξεσθαι ἐν Σπηλαίῳ, ἀποῤῥή‐
τως τὸν Δεσπότην, θέλοντα τὴν κτίσιν ἅπα‐
σαν, καταφθαρεῖσαν τῇ παραβάσει πρῴην, καινίσαι ἀληθῶς· τοῦτον ὑμνολογοῦντες ἐν πίστει, σὲ μεγαλύνομεν. Δόξα. Ψυχαὶ δικαίων πᾶσαι, ὑποχθόνιοι ἅμα ἀγαλ‐
λιᾶσθε· ἡ πάντων ἀπολύτρωσις, ἰδοὺ γὰρ ἐ‐
πεφάνη πόλει Βηθλεὲμ τικτόμενος· ἀστὴρ δὲ τοῦτον, καταμηνύει Μάγοις ζητοῦσιν εὐσε‐
βῶς· ὅν περ καὶ κατιδόντες Σπηλαίῳ, θάμ‐
βους ἐπλήσθησαν. Καὶ νῦν. Ὡς οὐρανόν σε ἄλλον, ἀνυμνοῦμεν Παρθένε, δικαιοσύνης Ἥλιον ἡμῖν, ἐκ λαγόνων πανα‐
γίων, μέλλουσαν ἀνίσχειν αὔριον, φωταγω‐
γοῦντα τοὺς ἐν σκότει ὄντας, θανάτου καὶ φθορᾶς· ὅθεν χρεωστικῶς ἐν αἰνέσει, σὲ με‐
γαλύνομεν. Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Προεόρτιον. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. Ἀπεγράφετό ποτε, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαρι‐
άμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐ‐
πέστη δὲ καιρὸς ὁ τῆς Γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ᾿ ὡς τερπνὸν παλάτιον τὸ Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυ‐
το. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀ‐
ναστήσων εἰκόνα. (ἅπαξ) Ἡ συνήθης ἐκτενής, (ὡς μὴ γενομένης εἰσόδου) καὶ ἡ συνήθης ἀπόλυσις. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ´. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Πάλιν ὁ εἱρμός· ΑΠΟΛΥΤΙΚΙΑ Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν· ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας τὸν ἔνθεον ἡ‐
μῶν· σὺ γὰρ χριστιανῶν εἶ προστάτις, σὲ με‐
γαλύνομεν. Προεόρτιον. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. * * * Ἀπεγράφετό ποτε, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαρι‐
άμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐ‐
πέστη δὲ καιρὸς ὁ τῆς Γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ᾿ ὡς τερπνὸν παλάτιον τὸ Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυ‐
το. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀ‐
ναστήσων εἰκόνα. 5
Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... * * * ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον] Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. β´. Ἀγγελικαὶ δυνάμεις. Τῶν Προφητῶν αἱ ῥήσεις, νυνὶ πεπλήρωνται· ὁ γὰρ Θεὸς ἡμῶν αὔριον τίκτεται, ἐκ Παρθέ‐
νου Μαρίας ὑπὲρ λόγον, καὶ μένει ὥσπερ ἦν πρὸ τοῦ τόκου· ἀθροίζονται οἱ Μάγοι, δῶρα κομίζοντες· ἀγραυλοῦσι Ποιμένες· ἐπᾴδομεν καὶ ἡμεῖς· Ὁ ἐκ Παρθένου τεχθείς, Κύριε δόξα σοι. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ´. Αὐτόμελον. Αὐλῶν ποιμενικῶν, καταπαύων ᾆσμα, στρα‐
τὸς Ἀγγελικός, ἐπεφώνει λέγων· Παύσασθε ἀγραυλοῦντες, οἱ τῶν θρεμμάτων ἡγεμονεύ‐
οντες· κράξατε ἀνυμνοῦντες· Ὅτι ἐτέχθη Χρι‐
στὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. * * * Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν ν´ ψαλμόν, χύμα. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐
δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. * * * 6
ΟΙ ΚΑΝΟΝΕΣ Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Οἱ δύο Προεόρτιοι μετὰ τῶν Εἱρμῶν, εἰς ι´, καὶ τῆς Ἁγίας, εἰς δ´. Βηθλεὲμ ὑπόδεξαι Χριστόν· σοὶ γὰρ σωμα‐
τούμενος, ἐπιδημεῖ, τὴν Ἐδὲμ ἐξανοίγων μοι· εὐτρεπίζου Σπήλαιον, τὸν ἀχώρητον, θεωρῆ‐
σαι χωρούμενον, ἐν σοὶ παραδόξως, πλούτῳ εὐσπλαγχνίας νῦν πτωχεύσαντα. Κανὼν Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς· Καὶ σήμερον δέ, Σάββατον μέλπω μέγα. Ἄνευ τῶν Εἱρμῶν τῶν τεσσάρων πρώτων ᾨδῶν. ᾨδὴ α´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώ‐
κτην τύραννον, Φάτνῃ κρυπτόμενον, κτεῖναι ζητεῖ ὁ Ἡρῴδης· ἀλλ᾿ ἡμεῖς σὺν Μάγοις μέλ‐
ψωμεν· Τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδό‐
ξασται. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Κύριε Θεέ μου, Γενέθλιον ὕμνον, καὶ προεόρ‐
τιον, ᾠδήν σοι ᾄσομαι, τῷ τῇ Γεννήσει σου θείαν, ἀναγέννησιν διδόντι μοι, καὶ εἰς τὴν προτέραν με, εὐγένειαν ἀνάγοντι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἄνω σε ἐν θρόνῳ, καὶ κάτω ἐν φάτνῃ τὰ ὑ‐
περκόσμια, καὶ τὰ περίγεια, κατανοοῦντα Σωτήρ μου, κατεπλήττοντο τὸ κράτος σου· ὑ‐
πὲρ νοῦν ὡράθης γάρ, διπλοῦς φύσει Θεάν‐
θρωπος. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἵνα σου τῆς δόξης, τὰ πάντα πληρώσῃς κλί‐
νας ἐλήλυθας, τοὺς οὐρανοὺς ἕως γῆς· ὡς γὰρ ἐν πόκῳ κατέβης, ὑετὸς ἐν μήτρᾳ Παρθε‐
νικῇ, ἐξ ἧς νῦν τεχθήσεσθαι, διπλοῦς ἔρχῃ Θεάνθρωπε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Γεννηθῆναι ἔρχεται Χριστός, ξένην ἀναγέν‐
νησιν, τοῖς ἐξ Ἀδάμ, ὡς ἀγαθὸς δωρούμενος· εὐφράνθητι ἔρημος, ἡ οὐ τίκτουσα, τῶν βρο‐
τῶν φύσις ἅπασα· ἦλθεν ὁ Δεσπότης, σὲ πο‐
λυτεκνοῦσαν ἀπεργάσασθαι. Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς· Εὐγενίης μέγα κῦδος, ἐν ᾄσμασιν ἔξοχα μέλπω. Θεοφάνους. ᾨδὴ α´. Ἦχος καὶ εἱρμός, ὁ αὐτός. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Εὐγενία Μάρτυς τοῦ Χριστοῦ, νῦν περιχορεύ‐
ουσα, χαρμονικῶς σὺν Ἀγγέλων στρατεύμα‐
σιν, ὡς παρθένος ἄμωμος, καὶ ὡς Μάρτυς στεφανηφόρος πανόλβιε, χάριν δωρηθῆναι, πρέσβευε τοῖς πόθῳ ἀνυμνοῦσί σε. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὑμνῳδίας Νύμφη τοῦ Χριστοῦ, θείας ἐπακού‐
σασα, πρὸς ὑψηλὴν ἐπτερώθης εὐγένειαν· ὡς γὰρ φῶς ἐνήστραψε, τῇ καρδίᾳ σου τῶν ᾀ‐
σμάτων τοῦ Πνεύματος, ἡ θεολογία, πᾶσαν ἀθεότητα διώκουσα. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. ᾨδὴ α´. Ἦχος β´. Ἐν βυθῷ κατέστρωσέ ποτε. Γυναικείας φύσεως ὁ σός, νοῦς ἐπιλαθόμε‐
νος, πρὸς ἀνδρικὰς ἐνεργείας ἀνέδραμεν, ἀν‐
δρωθεὶς τῇ χάριτι, καὶ Θεῷ προνοητικῶς εὐ‐
θυνόμενος, Μάρτυς Εὐγενία, θείας εὐγενείας ἡ ἐπώνυμος. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δόξα. Ἀπεγράφης Καίσαρος θεσμῷ, θέλων ἀπο‐
γράψασθαι, βίβλῳ ζωῆς Παμβασιλεῦ τὸν ἄν‐
θρωπον· ξένος εἰς τὰ ἴδια, παραγέγονας, τὸν δεινῶς ξενιτεύσαντα, ἐκ τοῦ Παραδείσου, εἰς τὸν οὐρανὸν ἀνακαλούμενος. Ἐλλαμφθεῖσα φέγγει νοητῷ, πλείστους τῆς ἐλλάμψεως, συμμετασχεῖν ἀπειργάσω θεό‐
σοφε· ἧς νῦν τοὺς ὑμνοῦντάς σε, λυτρουμένη τῆς ἁμαρτίας ἀξίωσον, ταῖς σαῖς ἱκεσίαις, Μάρτυς Εὐγενία παμμακάριστε. Ἕτερος Κανὼν Προεόρτιος, οὗ ἡ ἀκροστιχὶς κατ᾿ ἀλφάβητον. Ἰωσήφ. 7
Καὶ νῦν. Θεοτοκίον. Νεκρωθέντες γνώσεως φυτῷ, ξύλῳ τῆς ζωῆς Ἁγνή, πρὸς τὴν ζωὴν οἱ πιστοὶ ἀνεκλήθημεν, τῷ ἐκ σοῦ βλαστήσαντι, ὑπὲρ ἔννοιαν, Θεοτό‐
κε, Χριστῷ τῷ Θεῷ· ᾧ σὺν παῤῥησίᾳ, πρέ‐
σβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. Κανὼν Προεόρτιος. ᾨδὴ γ´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ Σπη‐
λαίῳ τικτόμενον, θαμβητικῶς συνείχετο, Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε κραυγάζουσα. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σύμβολα τῆς ἀῤῥήτου, σαρκώσεως παραδει‐
κνὺς Οἰκτίρμον, ἐπλήθυνας ὁράσεις, καὶ προ‐
φητείας ἐνέπνευσας· ἃς νῦν ἐλθὼν ἐπλήρω‐
σας, σαρκὶ τικτόμενος, Κόρης ἐξ Ἁγνῆς ἐν πό‐
λει Δαυΐδ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἥπλωσε γῆ τὰ νῶτα, καὶ δέχεται δεχόμενον τὸν Κτίστην, τὴν δόξαν ἐξ Ἀγγέλων, ἐξ οὐρα‐
νοῦ τὸν ἀστέρα δέ, ἐκ τῶν Ποιμένων αἴνεσιν, ἐκ Μάγων δῶρά τε, κόσμου τε παντὸς ἐπί‐
γνωσιν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Μάντεως χρησμολόγου, προβλήματα Βαλα‐
ὰμ νῦν πληροῦνται· ἀνέτειλε γὰρ ἄστρον, ἐξ Ἰακὼβ καὶ ὡδήγησε, πρὸς τὸν τῆς δόξης Ἥλι‐
ον, δῶρα κομίζοντας, Μάγους ἐκ Περσίδος ἄ‐
νακτας. Ἕτερος Κανὼν Προεόρτιος. ᾨδὴ γ´. Ἦχος β´. Ἐξήνθησεν ἡ ἔρημος. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δεσμῶν ἀπολυτρούμενος, τῶν κακῶν με Κύ‐
ριε, ἀνειληθῆναι σπάργανα, ὥσπερ βρέφος ἔρχῃ Φιλάνθρωπε· προσκυνῶ σου τὴν θείαν συγκατάβασιν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐν χρόνῳ γεγονότα σε, τὸν ἀχρόνως λάμ‐
ψαντα, ἐκ τοῦ Πατρὸς προέρχεται, ἡ Παρθέ‐
νος τεκεῖν τὰ χρόνια, διαλύοντα πάθη τῶν ψυχῶν ἡμῶν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ζητῶν με τὸν πλανώμενον, παραβάσει Σπή‐
λαιον, ὡς οὐρανὸν κατῴκησας, τὰς μονάς μοι εὐτρεπιζόμενος, τὰς ἐκεῖθεν οἰκτίρμον Πολυ‐
έλεε. Τῆς Ἁγίας. ᾨδὴ γ´. Ἦχος β´. Ἐν πέτρᾳ με τῆς πίστεως. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἱερεῖον ὥσπερ ἄμωμον τῷ Δεσπότῃ, προσή‐
χθης διανοίᾳ τελειοτάτῃ, τὸν πλοῦτον τὸν φθειρόμενον ἀπεσείσω, βοῶσα πάνσοφε· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἡ πάναγνος ἐγνώσθη σου καθαρότης· διέ‐
λαμψε τῶν ἄθλων σου ἡ στεῤῥότης· τὴν πρᾶ‐
ξιν γὰρ ἐπίβασιν θεωρίας, εἰργάσω κράζου‐
σα· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε. Δόξα. Σωφροσύνης τῷ ἔρωτι κατεθέλχθης, ἐτήρη‐
σας τὸ καύχημα τῆς ἁγνείας, ἐγένου περιδέ‐
ξιος τῇ σοφίᾳ, Χριστῷ κραυγάζουσα· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε. Καὶ νῦν. Θεοτοκίον. Μαρίαν τὴν πανάχραντον Θεοτόκον, ὑμνή‐
σωμεν ὡς πρόξενον σωτηρίας, φανεῖσαν οἱ θεόφρονες ἐκβοῶντες· Οὐκ ἔστιν ἄμωμος, ὡς σὺ Πανάχραντε, καὶ οὐκ ἔστιν ἄμεμπτος, πλήν σου Δέσποινα. Ὁ εἱρμός. Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυ‐
νας τὸ στόμα μου ἐπ᾿ ἐχθρούς μου· ηὐφράν‐
θη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔ‐
στιν ἅγιος ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δί‐
καιος πλήν σου Κύριε. 8
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... * * * ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κάθισμα Προεόρτιον. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ. Ἀγάλλου ἡ Σιών, Βηθλεὲμ εὐτρεπίζου, ὁ πάν‐
των συνοχεύς· τὸν ἀστέρα προπέμψας, ἐμή‐
νυσε τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄν‐
τως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Θεὸς ἡμῶν. Δόξα. Τῆς Ἁγίας. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. Ἐνασκήσασα πόνοις ἀθλητικοῖς, ἐδοξάσθης ἀγῶσι μαρτυρικοῖς, πολλοὺς προσενέγκασα, σῳζομένους τῷ Κτίστῃ σου· τῷ γὰρ θείῳ πό‐
θῳ, λιποῦσα τὰ πρόσκαιρα, ἀνδρικοὺς ἀγῶ‐
νας, ἐτέλεσας ἔνδοξε· ὅθεν μετὰ τέλος, ἀτε‐
λεύτητον εὗρες, ζωὴν συνυπάρχουσα, τῷ Νυμφίῳ σου πάντοτε, Εὐγενία ἰσάγγελε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός. Τὸ προσταχθὲν μυστικῶς. Τῶν Γενεθλίων τοῦ Χριστοῦ τὰ προεόρτια, ἐ‐
πιτελοῦντες οἱ πιστοὶ πανηγυρίσωμεν, καὶ ἀ‐
ξίως ἅπαντες προϋπαντήσωμεν, ὡς Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης θεόπαι‐
δος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, τικτομένῳ Θεῷ ἡμῶν· ὃν δοξάζει τὰ σύμπαντα. * * * Κανὼν Προεόρτιος. ᾨδὴ δ´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Τὴν ἐκ Παρθένου παρουσίαν σου, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα· Σὺ ἐκ Θαιμὰν σαρκούμενος, ἥκεις Λυτρωτά, τὸν Ἀδὰμ ἀπω‐
σμένον, ἀνακαλέσασθαι. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐγγίζει ἥκει νῦν ὁ Κύριος, προσδοκία Ἐθνῶν, καὶ σωτηρία κόσμου· εὐτρέπιζε τὸ Σπήλαιον, πόλις Βηθλεέμ! καὶ σὺν Μάγοις Ποιμένες δρόμῳ προφθάσατε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ῥωμαλεότητι Θεότητος, συγκραθεὶς τοῖς βρο‐
τοῖς, ἑνώσει ἀσυγχύτῳ, σαρκὸς ἐν ὁμοιώματι, Σῶτερ τὸν Ἀδάμ, ἀφθαρτίζεις καὶ σῴζεις ἐν τῷ προσλήμματι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὁ Λόγος σὰρξ ὀφθεὶς παχύνεται, καὶ σκηνοῖ ἐν ἡμῖν, ἀῤῥήτῳ προμηθείᾳ· δεῦτε πιστοὶ κα‐
τίδωμεν, δόξαν τὴν αὐτοῦ, δόξαν ὡς Μονογε‐
νοῦς, παρὰ Θεοῦ καὶ Πατρός. Ἕτερος Κανὼν Προεόρτιος. ᾨδὴ δ´. Ἦχος β´. Ἐλήλυθας ἐκ Παρθένου. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἡ κτίσις νῦν, τὴν παλαίωσιν πᾶσαν ἀπόῤῥι‐
ψον, τὸν Κτίστην κτιζόμενον, καὶ καινουρ‐
γοῦντά σε βλέπουσα, νήπιον γενόμενον, καὶ πρὸς τὸ πρῴην σε κάλλος ἐπανάγοντα. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Θαυμάζοντες, τὸν παράδοξον τόκον ἐφίσταν‐
ται, Μάγοι ὁδηγούμενοι, θείῳ ἀστέρι καὶ βλέ‐
πουσιν, Ἥλιον ἀνίσχοντα, παρθενικῆς ἐκ Νε‐
φέλης, δῶρα φέροντες. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἰδοὺ ἥκει, ἡ Παρθένος ὡς δάμαλις φέρουσα, τὸν μόσχον ἐγγάστριον, τὸν σιτευτὸν ἀφαι‐
ρούμενον, κόσμου ἁμαρτήματα· ἀγαλλιάσθω ἡ κτίσις ἑορτάζουσα. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Κηρύγματα, Προφητῶν τοῦ Χριστοῦ τὴν ἀνά‐
δειξιν, μηνύοντα εἴληφε, σήμερον πέρας σω‐
τήριον· ἦλθε γὰρ ἐπέφανε, διὰ σαρκός, τοῖς ἐν σκότει κινδυνεύουσιν. 9
Τῆς Ἁγίας. ᾨδὴ δ´. Ἦχος β´. Ὁ αὐτός. μιζόμενος πατὴρ κατὰ σάρκα, τοῦ φύσαντός σε Πατρός, νῦν σχηματίζει βουλήν. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐλήλυθας, σαρκωθεὶς ἐκ Παρθένου ὁ Ὕψι‐
στος, σαυτῷ μνηστευσάμενος, τὰ τῶν παρθέ‐
νων συστήματα, σὲ μόνον ποθήσαντα, τὸν τῶν παρθένων, Νυμφίον γνωριζόμενον. Διὰ τῆς σμύρνης τὸ θνητόν, διὰ χρυσοῦ τὸ βασίλειον κράτος, διὰ δὲ λιβάνου τῆς Θεότη‐
τος, τὴν ὑπεροχὴν ὑπεμφαίνουσι, βασιλεῖς Ἐ‐
θνῶν, ἀπαρχαὶ δωροφοροῦντές σε, τὸν ἐν τῷ Σπηλαίῳ τικτόμενον, Βηθλεὲμ ἐξ ἀλοχεύτου Μητρός. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Γενέσεως, σαρκικῆς ἐξεδύσω τὸ κάλυμμα, παλιγγενεσίας δέ, τὸ μὴ φθειρόμενον ἔνδυ‐
μα, Μάρτυς παναοίδιμε, φωτοειδῶς ἠμφιάσω τῷ βαπτίσματι. Δόξα. Ἀνέτειλεν, ἡ φωσφόρος αὐγὴ τῇ καρδίᾳ σου, τῆς πλάνης διώκουσα, τὴν κεχυμένην σκοτό‐
μαιναν, φέγγει τῷ τῆς χάριτος, Μάρτυς Χρι‐
στοῦ, Εὐγενία καλλιπάρθενε. Κοσμίως σου, καὶ ὡραίως τὸν βίον ἐφαίδρυ‐
νας, ἀσκήσει τὸ πρότερον, σαρκὸς τὰ πάθη μαράνασα· ὕστερον ἀθλήσει δέ, περιφανῶς, Εὐγενία διαλάμψασα. Καὶ νῦν. Θεοτοκίον. Ὑπερτέρα, τῶν Ἀγγέλων ἐγένου Πανύμνητε, τοῦ Πατρὸς γεννήσασα, βουλῆς μεγάλης τὸν Ἄγγελον, ἄνθρωπον γενόμενον, διὰ πολλὴν εὐσπλαγχνίαν, τὸν Φιλάνθρωπον. Κανὼν Προεόρτιος. ᾨδὴ ε´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμ‐
παθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπε‐
ρον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν· Ἡ Παρ‐
θένος ἰδοὺ γαστρί, ἕξει καὶ τέξεται σαρκούμε‐
νον Λόγον, καὶ πάντες οἱ γηγενεῖς ἀγαλλιά‐
σονται. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐξ ἀλοχεύτου προελθών, ὁ τοῦ Πατρὸς συνα‐
ΐδιος Λόγος, σαρκικῶς κατώκησας τὸ Σπήλαι‐
ον, ὡς θρόνῳ τῇ φάτνῃ χρησάμενος· κατα‐
πλήττεις δέ, τῇ φρικτῇ οἰκονομίᾳ σου, Μά‐
γους καὶ Ποιμένας, Ἀγγέλους τε ἐξιστᾷς, Δό‐
ξα κραυγάζοντας. Ἕτερος Κανὼν Προεόρτιος. ᾨδὴ ε´. Ἦχος β´. Μεσίτης Θεοῦ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Λαὸς ὁ ποτέ, σκότει καθεζόμενος ἰδέτω τὸ φῶς, λάμψαν τὸ ἀνέσπερον· ὅπερ ὁ ἀστὴρ πάλαι ἐμήνυσε, τοῖς τὸ πῦρ σεβομένοις, ἐκ τῆς Περσίδος ἄναξιν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Μικρὸν ὑπελθεῖν, Βασιλεὺς ὁ μέγας σπεύδει Σπήλαιον, κατασμικρυνθέντα με, ὅπως με‐
γαλύνῃ καὶ πτωχεύσαντα, τῇ ἀμέτρῳ πτωχεί‐
ᾳ, πλουτίσῃ ὁ ὑπέρθεος. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Νῦν ἐξ Ἰακώβ, Βαλαὰμ ὡς ἔφησε γεννᾶται Χριστός, Ἐθνῶν κυριεύσει τε, καὶ ἀνυψωθή‐
σεται ἐν χάριτι, ἡ αὐτοῦ βασιλεία, μένουσα ἀ‐
διάδοχος. Τροπάρια. Τῆς Ἁγίας. ᾨδὴ ε´. Ἦχος β´. Ὁ φωτισμός. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Νεοποιεῖς τοὺς γηγενεῖς, ὁ Πλαστουργὸς χοϊ‐
κὸς χρηματίσας. Φάτνη γὰρ καὶ σπάργανα καὶ σπήλαιον, τῆς σῆς ταπεινώσεως σύμβο‐
λα· ὁ δὲ Μνήστωρ τῆς σῆς Μητρός, σὸς δὲ νο‐
Δρόμον τὸν σόν, εὐθυνούμενον βλέπων πρὸς σωτηρίαν, ὄφις ὁ ψυχόλεθρος Ἀθληφόρε, ἀ‐
ναῤῥιπίζει πειρασμούς σοι ποικίλους, τὸν σὸν τόκον λύειν πειρώμενος· τοῦτον δὲ θεόφρον ἁγνὴ κατεπάτησας. 10
Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὅλη καλή, τῶν καλῶν τῷ δοτῆρι καὶ εὐεργέ‐
τῃ, καὶ ψυχῶν Νυμφίῳ Χριστῷ ἐφάνης, ἠγλα‐
ϊσμένη Ἀσκητῶν ἐν ἀσκήσει, καὶ Μαρτύρων ἀθλήσει λάμπουσα, Μάρτυς Εὐγενία, Χρι‐
στοῦ καλλιπάρθενε. Βρεφοκτόνος, ἀλλ᾿ οὐ Χριστοκτόνος, ἔφυ Ἡ‐
ρῴδης ὁ δεινός· εἰ γὰρ καὶ τῶν νηπίων ἐξεθέ‐
ρισε πικρῶς τὴν χλόην, ἀλλὰ τὸν στάχυν, τῆς ζωῆς, οὐκ ἴσχυσε, καταλήψεσθαι καὶ θανα‐
τῶσαι· ζωῆς γὰρ ὢν χορηγός, ἔλαθεν ὡς Θε‐
ός, θείᾳ δυναστείᾳ τὸν διώκοντα. Δόξα. Στέφος τῇ σῇ, κορυφῇ ἐπετέθη τὸ τῶν χαρί‐
των· τὴν θείαν ἐτίμησας γὰρ σοφίαν, πλοῦ‐
τον καὶ δόξαν, πατρικὴν παριδοῦσα, καὶ συν‐
τόνως ἀκολουθήσασα, τῷ πεποθημένῳ, Νυμ‐
φίῳ σου πάνσοφε. Καὶ νῦν. Θεοτοκίον. Ἐκ σοῦ ζωή, ἀνατείλασα κόσμῳ Θεογεννῆ‐
τορ, τοὺς πρὶν τῷ θανάτῳ κεκρατημένους, ἀ‐
νακαλεῖται, πρὸς ζωῆς ἀιδίου μετουσίαν, τοὺς πίστει κράζοντας· Ἕτερον ἐκτός σου, Θε‐
ὸν οὐ γινώσκομεν. Κανὼν Προεόρτιος. ᾨδὴϚ´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Συνεσχέθη, ἀλλ᾿ οὐ κατεσχέθη, στέρνοις κη‐
τῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ τεχθέντος καὶ σαρκὶ φανέντος, ὡς ἐκ θαλά‐
μου τοῦ θηρὸς ἀνέθορε· γεννηθεὶς γὰρ νῦν τὸ κατὰ σάρκα, καὶ ταφὴν καὶ θάνατον σαρκὶ ὑ‐
πελθών, μέλλεις ἀναστήσεσθαι τριήμερος. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἀνῃρέθη, νῦν καὶ διῃρέθη, ἔχθρας τῆς ἀρχαί‐
ας τῇ σῇ, ἐνσάρκῳ παρουσίᾳ, τὸ μεσότοιχον Χριστὲ καὶ νῶτα, ῥομφαία πᾶσιν ἡ φλογίνη δίδωσι· ζωηφόρου τῆς Ἐδὲμ δὲ ξύλου, μετα‐
λαμβάνω πιστῶς, ἀθανάτων φυτῶν, αὖθις γεωργὸς ἀναδεικνύμενος. Ἕτερος Κανὼν Προεόρτιος. ᾨδὴ Ϛ´. Ἦχος β´. Ἐν ἀβύσσῳ πταισμάτων. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ξενοτρόπως Χριστὸς εἰς τὰ ἴδια, ἔρχεται· ξε‐
νώσωμεν ἁμαρτιῶν ἑαυτούς, καὶ τοῦτον εἰσ‐
δεξώμεθα, ταῖς πραέων ψυχαῖς οἰκιζόμενον. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Οὐδαμῶς ἐλαχίστη ἐν πόλεσι, Βηθλεὲμ γεγέ‐
νησαι· ἐν σοὶ γεννᾶται γάρ, ὁ Βασιλεὺς καὶ Κύριος, τοῦ ποιμᾶναι λαὸν περιούσιον. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Πῶς σμικρόν σε εἰσδέξεται Σπήλαιον, κόσμῳ μὴ χωρούμενον ἀπερινόητε; πῶς ὁραθήσῃ νήπιος, ὁ Πατρὶ συννοούμενος ἄναρχος; Τῆς Ἁγίας. ᾨδὴ Ϛ´. Ἦχος β´. Ὁ αὐτός. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Νυσταγμὸν σοῖς βλεφάροις οὐκ ἔδωκας, ἕως ἡδυπάθειαν πᾶσαν ἐνέκρωσας, καὶ καθαρὸν τῷ Κτίστῃ σου, σεαυτὴν ἀπετέλεσας σκήνω‐
μα. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Αἰγυπτίας τοὺς τρόπους ζηλώσασα, ἡ μεμε‐
λασμένη καὶ πρᾶγμα καὶ ὄνομα, συκοφαν‐
τεῖν θρασύνεται, τὴν σεπτὴν πολιτείαν σου πάνσοφε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δόξα. Βασιλεύει, σὺν τῇ ἁμαρτίᾳ, ᾍδης ἐν Ἀδὰμ μέ‐
χρι σοῦ· ἀλλ᾿ ἀναιρεῖται τούτου, ἡ ἀναίδεια τῆς τυραννίδος, τὸ κατὰ σάρκα τικτομένου σου Λυτρωτά, ἐκ φυλῆς Δαυΐδ, καὶ ἐπὶ θρόνου τῆς βασιλείας αὐτοῦ, τεθειμένου σου φῶς, καὶ εἰς τοὺς αἰῶνας βασιλεύοντος. Σταθηρὰν ἐπεδείξω τὴν ἔνστασιν, καὶ τῶν ἰα‐
μάτων τὴν χάριν πλουτήσασα, περιουσίᾳ πί‐
στεως, Μοναστῶν καθηγήσω συστήματος. Καὶ νῦν. Θεοτοκίον. Μυστικῶς ἐμυοῦντο τὴν ἄφραστον, πάντες οἱ Προφῆταί σου Πάναγνε γέννησιν, πνευματι‐
11
κῶς τυπούμενοι, καὶ προλέγοντες πᾶσι τὰ μέλλοντα. Ὁ εἱρμός. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀ‐
νεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικα‐
λοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνά‐
γαγε. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... * * * ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον Προεόρτιον. Ἦχος γ´. Αὐτόμελον. Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λό‐
γον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥή‐
τως. Χόρευε, ἡ οἰκουμένη ἀκουτισθεῖσα· δό‐
ξασον, μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν. Ἕτερον Κοντάκιον τῆς Ἁγίας. Ἦχος δ´. Ἐπεφάνης σήμερον. Τὴν τοῦ κόσμου πρόσκαιρον, φυγοῦσα δόξαν, τὸν Χριστὸν ἐπόθησας, τὸ εὐγενές σου τῆς ψυχῆς, ἀδιαλώβητον σῴζουσα, Μάρτυς θεό‐
φρον, Εὐγενία πανεύφημε. Ὁ Οἶκος. Βίῳ καὶ λόγῳ καθαρῷ καὶ χάριτι παρθένε, ἀεὶ κεκοσμημένη, σαυτὴν θῦμα προσήγαγες, τῷ ἐκ Παρθένου δι᾿ ἡμᾶς σάρκα ἀνειληφότι, καὶ τεχθέντι ἐπὶ γῆς, δι᾿ εὐσπλαγχνίαν ἄφατον, καὶ διπλοῖς ἐκόσμησε δόξης ἐν στεφάνοις, εὐ‐
πρεπῶς σε ὁ Δεσπότης· ἁγνείαν γὰρ ὡς ἄ‐
σαρκος τηρήσασα σεμνή, ὡς ἄμωμος Νύμφη, συνεισῆλθες αὐτῷ εἰς τὸν οὐράνιον νυμφῶ‐
να, ὅλη φαεινή, τοῖς ἄθλοις πεποικιλμένη, Μάρτυς θεόφρον, Εὐγενία πανεύφημε. Συναξάριον. Τῇ ΚΔ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς ἁγίας Ὁ‐
σιοπαρθενομάρτυρος Εὐγενίας, καὶ τῶν σὺν αὐτῇ. Στίχ. Στεφθεῖσα πρῶτον τοῖς πόνοις, Εὐγενία, Βαφὴν ἐβάψω δευσοποιὸν ἐκ ξίφους. Τέτλαθι Εὐγενίη ξίφος εἰκάδι ἀμφὶ τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἁγία Μάρτυς Βασίλλα, ἡ συμμαρτυρήσασα τῇ ἁγίᾳ Εὐγενίᾳ, ξίφει τε‐
λειοῦται. Στίχ. Τίς ἂν παραδράμῃ σε τμηθεῖσαν ξίφει, Μάρτυς Βασίλλα, πίστεως θείας βάσις; Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Μάρτυς Φίλιππος, ὁ πατὴρ τῆς ἁγίας Εὐγενίας, ξίφει τελειοῦται. Στίχ. Μάχαιραν ὄντως δίστομον κατὰ πλάνης, Κτείνει Φίλιππον τῆς μαχαίρας τὸ στόμα. Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι Πρωτᾶς καὶ Ὑάκιν‐
θος, οἱ εὐνοῦχοι καὶ συνασκηταὶ τῆς ἁγίας Εὐγενίας, ξίφει τελειοῦνται. Στίχ. Τμηθέντες, Ὑάκινθε καὶ Πρωτᾶ, ξίφει, Κληροῦσθε πρῶτα Μαρτύρων Θεοῦ γέρα. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡ‐
μῶν Νικολάου Μοναχοῦ, τοῦ ἀπὸ στρατιω‐
τῶν, καὶ διήγησις ὠφέλιμος. Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Μάρτυς Ἀχαϊκός, ξί‐
φει τελειοῦται. Στίχ. Πᾶν Ἀχαϊκὸς ἐκβαλὼν ψυχῆς ἄχος, Ὅλῃ χαρᾷ δέδωκε τὴν κάραν ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ ὁ ὅσιος Ἀντίχοος, ἐν εἰρήνῃ τελειοῦται. Στίχ. Ἀντιόχῳ βδέλυγμα τύρβαι τοῦ βίου, Καὶ βίος ἅπας, ὃν παρῆλθεν ἡδέως. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέη‐
σον καὶ σῶσον ἡμᾶς. Ἀμήν. * * * Κανὼν Προεόρτιος. ᾨδὴ ζ´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Ἄφραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς ὁσίους, Παῖδας ἐκ φλογός, φάτνῃ πενι‐
χρᾷ, βρέφος ἀνακέκλιται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογη‐
τὸς εἶ. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τέτρωται πλάνος, ἐχθρὸς Θεὸν βρέφος κείμε‐
νον, ἐπὶ φάτνης, βλέπων πενιχρᾶς, καὶ στένει χειρί, θείᾳ καθαιρούμενος, εἰς σωτηρίαν ἡ‐
12
μῶν τῶν μελῳδούντω· Λυτρωτὰ ὁ Θεός, εὐλο‐
γητὸς εἶ. Τῆς Ἁγίας. ᾨδὴ ζ´. Ἦχος β´. Ὁ αὐτός. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὄλβιος φάτνη! ἐν ἑαυτῇ δεξαμένη γάρ, ὥ‐
σπερ βρέφος, τὸν Δημιουργόν, ὡς χερουβικὸς θρόνος ἀναδείκνυται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ. Ἀνέπτυξας ἅπασι τῶν θεοπνεύστων, Γραφῶν τὴν ἀλήθειαν, τὸ θῆλυ ἀῤῥενώσασα, καὶ πάν‐
τας κατέπληξας, τῷ παραδόξῳ σεμνή· οὕς περ προσήγαγες λαμπρῶς, πεπιστευκότας Χριστῷ πανόλβιε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Νόμῳ βροτείῳ, τὴν ἐν σπαργάνοις κατάθε‐
σιν, καταδέχῃ, βρέφος πεφηνώς· δι᾿ ὧν τοὺς δεσμούς, λύεις τῶν πταισμάτων μου, ἐλευθε‐
ρίαν βραβεύων τοῖς βοῶσι· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Μία ὑπῆρχεν, ἡ ἐν ἀνάρχῳ γεννήσει σου, καὶ ἐν τόκῳ, τῷ μετὰ σαρκός, Θεότης Χριστέ, σὺν Πατρὶ καὶ Πνεύματι, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ. Ἕτερος Κανὼν Προεόρτιος. ᾨδὴ ζ´. Ἦχος β´. Ἀντίθεον πρόσταγμα. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Σοφῶς ἐστηλίτευσας τὴν τῶν εἰδώλων, μανί‐
αν πανεύφημε, τοῖς θείοις σου διδάγμασι, Παρθένων ἀμέτρητον, μνηστευσαμένη πλη‐
θύν, πάντων βασιλεύοντι Χριστῷ, λαμπρυνο‐
μένην Μαρτύρων αἵμασιν. Δόξα. Ἰδοῦσα τὸν βίον σου τὸν θεοφόρον, Βασίλλα ἡ ἔνδοξος, σὲ πόθῳ ἐμιμήσατο· Χριστῷ γὰρ μνηστεύεται, καταλιποῦσα σαρκός, πᾶσαν τὴν εὐπάθειαν· καὶ νῦν τῆς τῶν Μαρτύρων χαρᾶς ἠξίωται. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Καὶ νῦν. Θεοτοκίον. Ῥανάτωσαν ἄνωθεν ὕδωρ νεφέλαι· ὁ νέφη τι‐
θέμενος, αὑτοῦ σεπτῶς ἐπίβασιν, Νεφέλῃ ὀ‐
χούμενος, Παρθένῳ ἔρχεται, λάμψαι φῶς ἀ‐
νέσπερον, τοῖς πρὶν ἐσκοτισμένοις καὶ κινδυ‐
νεύουσι. Νομὴν ἐθεράπευσας τὴν τοῦ θανάτου, ἀσπό‐
ρως κυήσασα, Ζωὴν τὴν ἐνυπόστατον, Παρ‐
θένε πανάμωμε. Θεογεννῆτορ ἁγνή· ὅθεν σε γηθόμενοι, πηγὴν ἀθανασίας κατονομάζο‐
μεν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Κανὼν Προεόρτιος. ᾨδὴ η´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Στρατὸς εὐτρεπίσθητι θείων Ἀγγέλων, ὑμνῆ‐
σαι τὴν ἄφατον, Κυρίου συγκατάβασιν. Μά‐
γοι ἐπιφθάσατε· Ποιμένες σπεύσατε· ἦλθεν ᾧ ἀπέκειτο Χριστός, ἡ προσδοκία Ἐθνῶν καὶ λύτρωσις. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τί τοῦτο τὸ μέγιστον καὶ ξένον θαῦμα; πῶς φέρω σε φέροντα, τῷ ῥήματι τὰ σύμπαντα, ἀ‐
πόῤῥητον γέννημα, Υἱέ μου Ἄναρχε; ἔλεγεν ἡ Πάναγνος, Χριστὸν ἐν ταῖς ἀγκάλαις φρι‐
κτῶς κατέχουσα. Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτω‐
σαν, τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ σπαργά‐
νοις συμπλέκεται, ὁ πάντα φέρων δρακί, καὶ φάτνῃ σμικρᾷ ξενοδοχεῖται· ὃν Παῖδες εὐλο‐
γεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Λέλυται δέσμιος Ἀδάμ, ἐλευθερία τε, πᾶσι δέ‐
δοται πιστοῖς, σπαργάνοις Σωτὴρ ἐμπλακέν‐
τος σου, καὶ ἐν Σπηλαίῳ σμικρῷ, καὶ φάτνῃ τῶν ἀλόγων τεθέντος· διό σοι γεγηθότες, 13
προεόρτιον ὕμνον, ἐν τῇ σῇ γεννήσει, προ‐
σφέρομεν ἐν πίστει. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. διῆλθες Χριστόν, ὑμνοῦσα καὶ πίστει κραυγά‐
ζουσα· Ὑπερευλογῶ σε, Χριστὲ εἰς τοὺς αἰῶ‐
νας. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Πέπαυται πλάνη περσική· ἀστεροσκόποι γάρ, βασιλεῖς ἀνατολῶν, τεχθέντι δῶρα προσκομί‐
ζουσι, Χριστῷ τῷ παμβασιλεῖ, χρυσόν τε καὶ σμύρναν σὺν λιβάνῳ· ὃν Παῖδες εὐλογεῖτε, ἱε‐
ρεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ξενοπρεπῶς ἐπιφανείς, ὁ Χριστός σοι ἐν φρουρᾷ κατεχομένῃ, διατρέφει πλουσίως, καὶ τῇ Γεννήσει αὑτοῦ, συνάπτει τοῖς ἄνω στρα‐
τεύμασιν, αὐτὸν εἰς αἰῶνας, δοξάζουσαν Ὁσί‐
α. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὢ τῶν θαυμάτων τῶν καινῶν! ὢ ἀγαθότη‐
τος, καὶ ἀπείρου ἀνοχῆς! ἰδοὺ γὰρ ὡς βρέφος λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ φεύγει Θε‐
ός, θέλων Ἡρῴδην· ὃν Παῖδες εὐλογεῖτε, ἱε‐
ρεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὁ σὸς Νυμφίος εὐπρεπῶς, ἐν στεφάνοις σε διπλοῖς καθωραΐζει, Εὐγενία θεόφρον, καὶ σοὶ νυμφῶνα λαμπρόν, ἐνδίκως ὁ δίκαιος δίδω‐
σιν· ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶ‐
νας. Ἕτερος Κανὼν Προεόρτιος. ᾨδὴ η´. Ἦχος β´. Κάμινός ποτε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὕψος ἀληθῶς, ἀῤῥήτου μυστηρίου, τοὺς οὐ‐
ρανοὺς γνώσει καλύψαντος, ἡ ἄμεμπτος Δέ‐
σποινα, κατεπλήττετο καὶ ἔλεγεν· Ὁ θρόνος ὁ οὐράνιος, φλέγεται σὲ κατέχων, καὶ πῶς Υἱέ μου βαστάζω σε; Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Φέρεις Πατρικήν, ὁμοίωσιν Υἱέ μου, καὶ πῶς τοῦ δούλου τὸ ὁμοίωμα, πτωχεύσας ἀνέλα‐
βες; πῶς ἐν φάτνῃ ἀνακλίνω σε, ἀλόγων τὸν ῥυόμενον, ἅπαντας ἀλογίας; ὑμνολογῶ σου τὸ εὔσπλαγχνον. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Χαῖρε πᾶσα γῆ· ἰδοὺ Χριστὸς ἐγγίζει, ἐν Βη‐
θλεὲμ ἀποτικτόμενος· θάλασσα εὐφράνθητι· Προφητῶν ὅμιλε σκίρτησον, τὴν ἔκβασιν θε‐
ώμενος, σήμερον τῶν σῶν λόγων· πάντες ἀ‐
γάλλεσθε Δίκαιοι. Τῆς Ἁγίας. ᾨδὴ η´. Ἦχος β´. Τὸν ἐν καμίνῳ τοῦ πυρός. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἐν ποταμῷ νεανικῶς, ἐν πυρὶ καρτερικῶς ἐ‐
δοκιμάσθης· ἐναντίας γὰρ φύσεις, στεῤῥῶς Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐ‐
τὸν εἰς τοὺς αἰῶνας. Χάρις Θεοῦ φωτοειδῶς, ἐπιλάμπουσα σὲ νῦν καταγλαΐζει, ἐν μοναῖς οὐρανίαις· ἧς ἐμπλη‐
σθῆναι ταῖς σαῖς, πρεσβείαις ἀπαύστως δυ‐
σώπησον, τοὺς ἐπιτελοῦντας, τὴν σὴν μνή‐
μην θεόφρον. Καὶ νῦν. Θεοτοκίον. Ἀθανασίας διαυγῆ, ἐπιστάμεθα πηγήν σε Θε‐
οτόκε, ὡς τεκοῦσαν τὸν Λόγον, τοῦ ἀθανάτου Πατρός, τὸν πάντας θανάτου λυτρούμενον, τοὺς ὑπερυψοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας. Ὁ εἱρμός. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρό‐
σον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶ‐
νας. * * * Ὁ διάκονος· Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύ‐
νομεν. 14
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Τροπάρια. Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐
ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐
φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐
καριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐
τόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐
θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... * * * Κανὼν Προεόρτιος. ᾨδὴ η´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Μὴ ἐκθαμβῇ νῦν ὦ Μῆτερ, καθορῶσα ὡς βρέ‐
φος, ὃν ἐκ γαστρὸς πρὸ Ἑωσφόρου, τέτοκε Πατήρ· ἀναστῆσαι γὰρ καὶ συνδοξάσαι βρο‐
τῶν, πεπτωκυῖαν τὴν φύσιν, ἐλήλυθα σαφῶς, τὴν ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνουσαν. Ἐπὶ τῷ ξένῳ σου τόκῳ, τὰς ὠδῖνας φυγοῦσα, ὑπερφυῶς ἐμακαρίσθην, ἄναρχε Υἱέ· σὲ δὲ νῦν ὁρῶσα, Ἡρῴδην φεύγοντα, τῇ ῥομφαίᾳ τῆς λύπης, σπαράττομαι ψυχήν· ἀλλὰ ζῆθι καὶ σῷζε, τοὺς σὲ γεραίροντας. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Γῆς μὲν ἐπέβην Αἰγύπτου, ἀλλ᾿ Αἰγύπτου ὦ Μῆτερ, τὰ χειροποίητα κατέβαλον σεισμῷ· τῶν τὴν ψυχὴν δέ μου μάτην, ἐπιζητούντων ἐχθρῶν, πεμπομένων εἰς ᾍδην, ὡς μόνος κραταιός, ἐπανάξω καὶ σώσω τοὺς σὲ γεραί‐
ροντας. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἀγαλλιάσθω ἡ κτίσις· κτίζεται γὰρ ὁ Κτίστης, καὶ ὁ προὼν νῦν πρόσφατος, γνωρίζεται Θε‐
ός· μετὰ δώρων Μάγοι προσυπαντάτωσαν· οἱ Ποιμένες τὸ θαῦμα, κροτείτωσαν πιστῶς· καὶ βροτοὶ τοῖς Ἀγγέλοις, συνευφραινέσθωσαν. Ἕτερος Κανὼν Προεόρτιος. ᾨδὴ θ´. Ἦχος β´. Ἀνάρχου Γεννήτορος. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ψαλάτωσαν χαίρουσαι, αἱ βασιλεῖαι πάσης γῆς· πατριαὶ τῶν Ἐθνῶν τε ἀγαλλιάσθωσαν· ὄρη καὶ βουνοὶ καὶ κοιλάδες, οἱ ποταμοί, θά‐
λασσα καὶ ὅλη, ἡ κτίσις τὸν Κύριον, νῦν τι‐
κτόμενον μεγάλυνε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὡράθης ὡς θέμις ἦν, Προφήταις σε θεάσα‐
σθαι· ἐν ἐσχάτοις καιροῖς δὲ βροτὸς γενόμε‐
νος, πᾶσιν ἐπεφάνης ἀνθρώποις, ἐν Βηθλεὲμ πόλει Ἰουδαίας, ἀστέρος δεικνῦντός σε, ἀ‐
στρολόγοις Ἀνερμήνευτε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἰδοὺ εἰς τὰ ἴδια, ἐν ἀλλοτρίῳ ἔρχεται, ὁ Πα‐
νάγιος Λόγος ἁγίῳ σώματι, ξένῳ τοκετῷ ξε‐
νωθέντα, προσοικειῶν, ἑαυτῷ τὸν κόσμον· αὐτὸν ἀνυμνήσωμεν, δι᾿ ἡμᾶς πτωχὸν γενό‐
μενον. 15
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὦ τέκνον γλυκύτατον, πῶς τρέφω σε τὸν τρέ‐
φοντα; πῶς κρατῶ σε κρατοῦντα, τὰ πάντα νεύματι; πῶς δὲ σπαργανῶ σπαργανοῦντα, πᾶσαν τὴν γῆν, ὁμίχλῃ; ἐβόα, ἡ πάναγνος Δέσποινα· ἣν ἐν πίστει μεγαλύνομεν. Τῆς Ἁγίας. ᾨδὴ θ´. Ἦχος β´. Ὁ αὐτός. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Μονὰς κατοικήσασα, τὰς οὐρανίους ἔνδοξε, νῦν τρυφῆς Παραδείσου κατηξιώθης σαφῶς, μετὰ τῶν παρθένων ὡς Μάρτυς, παναληθὴς καὶ μετὰ Μαρτύρων, παρθένος πανάμωμος, Εὐγενία παμμακάριστε. σκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπι‐
σμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγα‐
λύνομεν. Καὶ τὸ μεγαλυνάριον τῆς Θεοτόκου· Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐
μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐
μιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... * * * Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἐφέσεως ἔτυχες, τῆς ὑπὲρ νοῦν καὶ ἔννοιαν, ὀρεκτῶν ἀκροτάτῳ παρισταμένη φαιδρῶς, καὶ ταῖς φωτοβόλοις ἀκτῖσι, τῆς ἀρχικῆς, Τρι‐
άδος θεόφρον, σαφῶς διαλάμπουσα, Εὐγενία παμμακάριστε. Ἐξαποστειλάριον Προεόρτιον. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Λαμπάδα κατέχουσα, τῆς παρθενίας ἔνδοξε, τῶν Μαρτύρων στεφάνῳ κατακεκόσμησαι· καὶ νῦν δυσωποῦσα μὴ παύσῃ, τοὺς εὐσεβῶς πόθῳ σε τιμῶντας, σωθῆναι πρεσβείαις σου, Εὐγενία παναοίδιμε. Τοῖς Μαθηταῖς συνέλθωμεν. Ὁ φῶς οἰκῶν ἀπρόσιτον, καὶ συνέχων τὰ πάντα, δι᾿ εὐσπλαγχνίαν ἄφατον, ἐκ Παρθέ‐
νου γεννᾶται, καὶ σπαργανοῦται ὡς βρέφος, ἐν Σπηλαίῳ καὶ φάτνῃ, ἀλόγων ἀνακλίνεται· σπεύσωμεν ἐπιστῆναι, ἐν Βηθλεέμ, εἰς αὐτοῦ προσκύνησιν μετὰ Μάγων, καρποὺς ἀρίστων πράξεων, κομιοῦντες ὡς δῶρα. Τῆς Ἁγίας, ὅμοιον. Πρὸς θείαν ἐξῆλθες νῦν, ἀναψυχὴν πανάρι‐
στε, αἰκισμῶν διελθοῦσα, τὸ πῦρ τὸ ἄστε‐
κτον, καὶ τὸ ἀνυπόστατον ὕδωρ, τῶν πειρα‐
σμῶν Μάρτυς Εὐγενία, Χριστὸν οὖν δυσώπη‐
σον, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Οὐδὲν ἐδείχθη κώλυμα, πρὸς τελείους ἀγῶ‐
νας, τὸ ἀσθενὲς τοῦ θήλεος, ἀοράτῳ σου σθέ‐
νει, Χριστὲ ῥωννύμενον· ὅθεν, Εὐγενία ἡ Μάρτυς, γενναίως ὑπερήθλησεν· ἧς τὴν ἔνδο‐
ξον μνήμην, συνῆψας νῦν, τῇ σεπτῇ Γεννήσει σου καὶ φωσφόρῳ, ἣν κατεδέξω Δέσποτα, ἐκ Παρθένου ἁγίας. Καὶ νῦν. Θεοτοκίον. Ἕτερον Προεόρτιον, ὅμοιον. Ὡς πόκος Πανάμωμε, τὸν ὄμβρον τὸν οὐράνι‐
ον, ἐν γαστρὶ συλλαβοῦσα, ἡμῖν ἐκτέτοκας, τὸν τὴν ἀμβροσίαν διδόντα, τοῖς εὐσεβῶς αὐ‐
τὸν ἀνυμνοῦσι, καὶ σὲ τὴν Πανάμωμον, Θεο‐
τόκον καταγγέλλουσιν. Ὕμνον πιστοὶ προσάξωμεν, τῇ Παρθένῳ Μα‐
ρίᾳ· ἰδοὺ γὰρ νῦν προέρχεται, Βηθλεὲμ ἐν τῇ πόλει, τεκεῖν Χριστὸν τὸν Σωτῆρα· ὅθεν Μά‐
γοι σὺν δώροις, μετὰ Ἀστέρος δράμετε, σὺν ἡ‐
μῖν προσκυνῆσαι· Ποιμένες δὲ ἐκβοῆσαι σπεύσατε σὺν Ἀγγέλοις, τῷ τικτομένῳ Δόξα σοι, ἐν Σπηλαίῳ καὶ φάτνῃ. Δόξα. Ὁ εἱρμός. Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐ‐
* * * 16
ΑΙΝΟΙ Ἦχος πλ. β´. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. ξατε τὰ ὄρη, καὶ βουνοὶ ἀγαλλίασιν· δεῦτε θυγατέρες βασιλέων, εἰς τὴν χαρὰν τῆς Θεο‐
τόκου· λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι. Δόξα. Ὅμοιον. Στιχηρὰ προσόμοια Προεόρτια. Δεῦρο Βηθλεέμ, ἑτοιμάζου τὰ τοῦ τόκου· ἴθι Ἰ‐
ωσήφ, ἀπογράφου σὺν Μαρίᾳ· σεπτοτάτη ἡ φάτνη! θεοφόρα τὰ σπάργανα! ἔνθα ἡ ζωὴ ἐ‐
νειληθεῖσα, σειρὰς θανάτου διαῤῥήξει ἐπι‐
σφίγγουσα, πρὸς ἀφθαρσίαν τοὺς βροτούς, Χριστὸς ὁ Θεὸς ἡμῶν. Ἦχος πλ. β´. Αἱ ἀγγελικαί. Καὶ νῦν. Ὅμοιον. Στίχ. α´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. Ὢ μακαριστή, τῆς Θεόπαιδος κοιλία, ἥτις νο‐
ητῶς, οὐρανοῦ μείζων ἐδείχθη! ὃν οὐ χωρεῖ γὰρ οὗτος, σὺ κατέχεις βαστάζουσα. Ὢ μα‐
καριστοὶ μαστοὶ Παρθένου, οὕς περ θηλάσει‐
εν ὁ τρέφων, πνοὴν ἅπασαν, Χριστὸς ὁ μήτρᾳ σὰρξ παγείς, ἀνάνδρου Νεάνιδος. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐
νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Ὢ τῶν ὑπὲρ νοῦν, καὶ ἀῤῥήτων μυστηρίων! τίκτεται Θεός, ἐπὶ γῆς δι᾿ εὐσπλαγχνίαν, τὴν δουλικὴν εἰκόνα, ἑαυτῷ περιθέμενος, ὅπως τῆς δουλείας ἀφαρπάσῃ, τῆς τοῦ ἀλλοτρίου τοὺς βοῶντας, πόθῳ ζέοντι· Εὐλογημένος εἶ Σωτήρ, ὁ μόνος φιλάνθρωπος. Στίχ. β´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐
νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Δεῦρο Ἰσραήλ, βαρυκάρδιε ἀπόθου, τὸ ἐν τῇ ψυχῇ, ἐπικείμενόν σοι νέφος· ἐπίγνωθι τὸν Πλάστην, ἐν Σπηλαίῳ τικτόμενον· οὗτος τῶν Ἐθνῶν ἡ προσδοκία, οὗτος καθελεῖ τὰς ἑορ‐
τάς σου· βοᾶν οὐ πείθῃ γάρ· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται. Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἥλιε Υἱέ, πῶς σε κρύψω τοῖς σπαργάνοις; πῶς σὲ γαλουχῶ, πάσης φύσεως τροφέα; πῶς σὲ χερσὶ κατέχω, τὸν κρατοῦντα τὰ σύμπαν‐
τα; πῶς σοὶ ἀδεῶς ἐνατενίζω, ᾧ οὐ τολμᾷ ἐ‐
νατενίζειν, τὰ πολυόμματα; ἡ Ἀπειρόγαμος Χριστόν, κρατοῦσα ἐφθέγγετο. Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. ᾌσμασι καινοῖς, ἀλαλάξατε Ποιμένες· λό‐
γους μαγικούς, ἀποῤῥίψατε οἱ Μάγοι· σταλά‐
* * * Ὁ προεστὼς ἢ ὁ ἀναγνώστης ἀναγινώσκει χῦμα τὴν μικρὰν δοξολογίαν ὡς ἀκολούθως. Σοὶ δόξα πρέπει, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱ‐
ῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. 17
Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. ΤΑ ΑΠΟΣΤΙΧΑ Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ. Οἶκος τοῦ Παντουργοῦ, ἐδείχθης ὦ Παρθένε· ἐν σοὶ γὰρ ἐνοικήσας, ὁ Κύριος τῆς δόξης, τε‐
χθῆναι νῦν προέρχεται. Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. Νέον ἐν Βηθλεέμ, παιδίον ἐκ Παρθένου, Θεὸς ὁ πρὸ αἰώνων, ἐν φάτνῃ τῶν ἀλόγων, γεννᾶ‐
ται· ὢ τοῦ θαύματος! Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Στίχ. Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐ‐
φοβήθην· Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Τάξεις αἱ νοεραί, Ἀγγέλων ἐν ὑψίστοις, Θεῷ μετὰ Ποιμένων, βοήσατε καὶ Μάγων, τῷ τι‐
κτομένῳ δόξα σοι. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´. Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐
ματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· * συνέτισόν με τὰ δι‐
καιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε· * φώτισόν με τοῖς δικαιώ‐
μασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· * τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, * σοὶ πρέπει ὕμνος, * σοὶ δό‐
ξα πρέπει, * τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, * νῦν καὶ ἀεὶ * καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ ἱερεύς· Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν... καὶ τὴν εὐχὴν τῆς κεφαλοκλισίας, καὶ οἱ χο‐
ροὶ τὰς οἰκείας ἀποκρίσεις· Κύριε, ἐλέησον. Παράσχου, Κύριε, κτλ. * * * Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπο‐
λιν· φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ· ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς· Μάγοι ἐκ Περσίδος, τὸ τρισσόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδή‐
σατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέ‐
την. Εἶτα ὁ προεστὼς ἢ ὁ ἱερεύς· Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε, τοῦ ἀναγ‐
γέλλειν τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθει‐
άν σου κατὰ νύκτα. (Ψαλμ. Ϟα´ 2‐3) Ὁ ἀναγνώστης τὸ τρισάγιον. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. Ἐκ γ´. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, * ἐλέησον ἡμᾶς. * Κύριε, * ἱ‐
λάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. * Δέσποτα, * συγχώρησον τὰς ἀνομίας ἡμῖν. * Ἅγιε, * ἐπί‐
18
σκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν * ἕνε‐
κεν τοῦ ὀνόματός σου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐
σον ἡμᾶς. Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέη‐
σον. Στίχ. β´. Τοῦ ἀναγγέλλειν τῷ πρωὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. (Ϟα´ 3) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, * ἁγιασθήτω τὸ ὄνομά σου· * ἐλθέτω ἡ βασιλεία σου· * γε‐
νηθήτω τὸ θέλημά σου, * ὡς ἐν οὐρανῷ, καὶ ἐ‐
πὶ τῆς γῆς· * τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον * δὸς ἡμῖν σήμερον· * καὶ ἄφες ἡμῖν τὰ ὀφειλή‐
ματα ἡμῶν, * ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφει‐
λέταις ἡμῶν· * καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, * ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονη‐
ροῦ. Στίχ. γ´. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποι‐
ήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. (Ϟα´ 5) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ´. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. (Ϟα´ 16) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀντίφωνον Β´. Ἦχος πλ. α´. Ψαλμὸς Ϟβ´ (92). Ὁ χορός· Ἀμήν. Στίχ. α´. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ἐνεδύσατο Κύριος δύναμιν καὶ πε‐
ριεζώσατο. (Ϟβ´ 1) Καὶ ψάλλεται τὸ ἀπολυτίκιον. Προεόρτιον. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. Ἀπεγράφετό ποτε, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαρι‐
άμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐ‐
πέστη δὲ καιρὸς ὁ τῆς Γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ᾿ ὡς τερπνὸν παλάτιον τὸ Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυ‐
το. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀ‐
ναστήσων εἰκόνα. Καὶ Ἀπόλυσις. * * * * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… Τὰ συνήθη Ἀντίφωνα (τὰ λεγόμενα τῶν καθημερινῶν). Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς Ϟα´ (91). Στίχ. α´. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρί‐
ῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. (Ϟα´ 2) Πρεσβείαις τῶν ἁγίων σου * σῶσον ἡμᾶς, Κύ‐
ριε. Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ´ 1) Πρεσβείαις τῶν ἁγίων σου * σῶσον ἡμᾶς, Κύ‐
ριε. Στίχ. γ´. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θα‐
λάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. (Ϟβ´ 4) Πρεσβείαις τῶν ἁγίων σου * σῶσον ἡμᾶς, Κύ‐
ριε. Στίχ. δ´. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφό‐
δρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (Ϟβ´ 5) Πρεσβείαις τῶν ἁγίων σου * σῶσον ἡμᾶς, Κύ‐
ριε. Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐
νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * 19
ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐
μᾶς. Ἀντίφωνον Γ´. Ἦχος β´. Ψαλμὸς Ϟδ´ (94). Στίχ. α´. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀ‐
λαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. (Ϟδ´1) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν ἁγίοις θαυμα‐
στός, * ψάλλοντάς σοι· Ἀλληλούϊα. Στίχ. β´. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξω‐
μεν αὐτῷ. (Ϟδ´2) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν ἁγίοις θαυμα‐
στός, * ψάλλοντάς σοι· Ἀλληλούϊα. Στίχ. γ´. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. (Ϟδ´3) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν ἁγίοις θαυμα‐
στός, * ψάλλοντάς σοι· Ἀλληλούϊα. Ψαλλομένου τοῦ δοξαστικοῦ τῶν μακαρι‐
σμῶν ἢ τοῦ γ´ ἀντιφώνου γίνεται ἡ εἴσοδος μετὰ τοῦ Εὐαγγελίου. * * * ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. * * * Προεόρτιον Ἀπολυτίκιον. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Ἀπεγράφετό ποτε, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαρι‐
άμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐ‐
πέστη δὲ καιρὸς ὁ τῆς Γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ᾿ ὡς τερπνὸν παλάτιον τὸ Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυ‐
το. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀ‐
ναστήσων εἰκόνα. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον προεόρτιον τῶν Χριστουγέννων. (ἀπὸ κστ´ Νοεμβρίου ἕως κδ´ Δεκεμβρίου πλὴν τῆς θ´ Δεκεμβρίου). (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Ἦχος γ´. Ἡ Παρθένος σήμερον. Ἡ Παρθένος σήμερον * τὸν προαιώνιον Λό‐
γον * ἐν σπηλαίῳ ἔρχεται * ἀποτεκεῖν ἀπορ‐
ρήτως. * Χόρευε, ἡ οἰκουμένη, * ἀκουτισθεῖσα· * δόξασον μετὰ ἀγγέλων * καὶ τῶν ποιμένων, * βουληθέντα ἐποφθῆναι * παιδίον νέον, * τὸν πρὸ αἰώνων Θεόν. * * * Ο ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ * * * ΑΠΟΣΤΟΛΟΣ Προκείμενον καὶ Ἀλληλούϊα τῆς ἡμέρας. Προκείμενον. Ἦχος α´. Ψαλμὸς β´ (2). Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σή‐
μερον γεγέννηκά σε. (β´ 7) Στίχ. α´. Αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔ‐
θνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχε‐
σίν σου τὰ πέρατα τῆς γῆς. (β´ 8) Στίχ. β´. Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. (β´ 9) Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (Γαλ. γ´ 8‐12). (Ζήτει τῷ Σαββάτῳ πρὸ τῆς Χριστοῦ Γεννήσε‐
ως, ἤτοι τῷ Σαββάτῳ τῆς κϚ´ ἑβδομάδος). Ἀδελφοί, προϊδοῦσα ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός, προευηγγελίσατο τῷ Ἀβραὰμ «ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη». Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσί· γέγραπται γάρ· «Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νό‐
μου τοῦ ποιῆσαι αὐτά». Ὅτι δὲ ἐν νόμῳ οὐ‐
δεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον· ὅτι «ὁ δί‐
καιος ἐκ πίστεως ζήσεται». Ὁ δὲ νόμος οὐκ ἔ‐
στιν ἐκ πίστεως, ἀλλ᾿ «ὁ ποιήσας αὐτὰ ἄν‐
θρωπος ζήσεται ἐν αὐτοῖς». 20
Ἀλληλούϊα. Ἦχος πλ. α´. Ψαλμὸς ρθ´ (109). Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. Στίχ. α´. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑ‐
ποπόδιον τῶν ποδῶν σου. (ρθ´ 1) * * * Στίχ. β´. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. (ρθ´ 2) ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Λουκᾶν (ιγ´ 19‐29). (Ζήτει τῷ Σαββάτῳ πρὸ τῆς Χριστοῦ Γεννήσε‐
ως, ἤτοι τῷ Σαββάτῳ ιβ´ ἑβδομάδος Λουκᾶ). Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ὁμοι‐
ώθη ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπε‐
ως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑ‐
αυτοῦ· καὶ ηὔξησε καὶ ἐγένετο εἰς δένδρον μέ‐
γα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνω‐
σεν ἐν τοῖς κλάδοις αὐτοῦ. Πάλιν εἶπε· Τίνι ὁ‐
μοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; Ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. Καὶ διεπο‐
ρεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ. Εἶπε δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπε πρὸς αὐτούς· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· ὅτι πολλοί, λέγω ὑμῖν, ζη‐
τήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. Ἀφ᾿ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· Κύριε Κύριε, ἄ‐
νοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, οὐκ οἶ‐
δα ὑμᾶς πόθεν ἐστέ. Τότε ἄρξεσθε λέγειν· ἐ‐
φάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· καὶ ἐρεῖ· λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόν‐
των, ὅταν ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰα‐
κὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασι‐
λείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω, καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀ‐
πὸ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. * * * Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας… Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐
μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐
μιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. * * * Κοινωνικόν. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… Ἦχος β´. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐
σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐
καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐
ληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) Ἀπόλυσις· Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν … Δι᾿ εὐχῶν... Ἀμήν. * * * * * Δόξα σοι, Κύριε, δόξα σοι. 21