1 5 ΦΕΒΡΟΥΑΡΙΟΥ 2017 † ΚΥΡΙΑΚΗ μετὰ τὴν ἑορτήν. (Τελώνου

Download Report

Transcript 1 5 ΦΕΒΡΟΥΑΡΙΟΥ 2017 † ΚΥΡΙΑΚΗ μετὰ τὴν ἑορτήν. (Τελώνου

5 ΦΕΒΡΟΥΑΡΙΟΥ 2017 † ΚΥΡΙΑΚΗ μετὰ τὴν ἑορτήν. (Τελώνου καὶ Φαρισαίου) Ἀγάθης μάρτυρος (†251)· Πολυεύκτου πατρι‐
άρχου Κωνσταντινουπόλεως (†570), Θεοδοσί‐
ου ὁσίου τοῦ ἐν Σκοπέλῳ, Ἀντωνίου νεομάρ‐
τυρος τοῦ Ἀθηναίου (†1774). «Τῇ Κυριακῇ μετὰ τὴν ἑορτὴν τῆς Ὑπαπαντῆς, ἀποφά‐
σει τῆς Ἱ. Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, ὡρί‐
σθη ὅπως τιμᾶται ἡ μνήμη τῶν ἁγίων μητέρων τῶν τριῶν Ἱεραρχῶν, Ἐμμελείας, Νόννας καὶ Ἀνθούσης». Ἄρχεται τὸ Τριῴδιον. Ἦχος πλ. δ´. Ἑωθινὸν ια´. (τυπικὸν Τριῳδίου §§1‐3 καὶ Ὑπαπαντῆς §§14‐15). * * * * * ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, καὶ τὸ πρῶ‐
τον Κάθισμα τοῦ Ψαλτηρίου, εἰς τό, Κύριε, ἐ‐
κέκραξα, ἱστῶμεν Στίχους ι´, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα γ´, καὶ Ἀνατολικὸν α´, καὶ τῶν Πατέρων στ´. Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος πλ. δ´. Στίχ. α´. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν· ὅτι ηὐδόκησας, τοῦ ἐλε‐
ῆσαι ἡμᾶς, διὰ τῆς ἀναστάσεως. Στίχ. β´. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀν‐
ταποδῷς μοι. Κύριε, Κύριε, μὴ ἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου· ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς ἀναστάσεως. Στίχ. γ´. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύ‐
ριε, εἰσάκουσον τῆς φωνῆς μου. Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θε‐
οῦ κατοικητήριον· σὺ γὰρ ἐδέξω πρώτη, ἄφε‐
σιν ἁμαρτιῶν, διὰ τῆς ἀναστάσεως. Ἕτερον Στιχηρόν, Ἀνατολικόν. Στίχ. δ´. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ᾿ ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐ‐
τὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα, ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυ‐
τοῦ ἀναστάσεως. Τὰ παρόντα Ἰδιόμελα τοῦ Τριῳδίου. Ἦχος α´. Στίχ. ε´. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλα‐
σμός ἐστιν. Μὴ προσευξώμεθα φαρισαϊκῶς ἀδελφοί· ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ταπεινω‐
θῶμεν ἐναντίον τοῦ Θεοῦ, τελωνικῶς διὰ νη‐
στείας κράζοντες· Ἱλάσθητι ἡμῖν ὁ Θεός, τοῖς ἁμαρτωλοῖς. Στίχ. Ϛ´. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λό‐
γον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Μὴ προσευξώμεθα φαρισαϊκῶς ἀδελφοί· ... Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Φαρισαῖος κενοδοξίᾳ νικώμενος, καὶ Τελώνης τῇ μετανοίᾳ κλινόμενος, προσῆλθόν σοι τῷ μόνῳ Δεσπότῃ· ἀλλ᾿ ὁ μὲν καυχησάμενος, ἐ‐
στερήθη τῶν ἀγαθῶν· ὁ δὲ μὴ φθεγξάμενος, ἠξιώθη τῶν δωρεῶν. Ἐν τούτοις τοῖς στεναγ‐
μοῖς, στήριξόν με Χριστὲ ὁ Θεός, ὡς φιλάν‐
θρωπος. Προσόμοια τῆς Ἑορτῆς. Ἦχος δ´. Ἔδωκας σημείωσιν. Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώ‐
σεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐ‐
τοῦ. Νόμον τὸν ἐν γράμματι, ἀποπληρῶν ὁ φι‐
λάνθρωπος, τῷ ναῷ νῦν προσάγεται· καὶ τοῦ‐
τον εἰσδέχεται, γηραιαῖς ἀγκάλαις, Συμεὼν ὁ 1
Πρέσβυς, νῦν ἀπολύεις με βοῶν, πρὸς τὴν ἐ‐
κεῖθεν μακαριότητα· κατεῖδον γάρ σε σήμε‐
ρον, σάρκα θνητὴν περικείμενον, τὸν ζωῆς κυριεύοντα, καὶ θανάτου δεσπόζοντα. Στίχ. θ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. Φῶς εἰς ἀποκάλυψιν, ἐθνῶν ἐπέφανας Κύριε, ἐπὶ κούφης καθήμενος, νεφέλης ὁ Ἥλιος, τῆς δικαιοσύνης, νόμου τὸ σκιῶδες, ἀποπληρῶν καὶ τὴν ἀρχήν, καθυποφαίνων τῆς νέας Χάρι‐
τος· διό σε θεασάμενος, ὁ Συμεὼν ἀνεκραύ‐
γαζεν· Ἐκ φθορᾶς με ἀπόλυσον, ὅτι εἶδόν σε Δέσποτα. Στίχ. ι´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Κόλπων τοῦ Γεννήτορος, μὴ χωρισθεὶς τῇ Θε‐
ότητι, σαρκωθεὶς ὡς εὐδόκησας, ἀγκάλαις κρατούμενος, τῆς Ἀειπαρθένου, χερσὶν ἐπε‐
δόθης, τοῦ θεοδόχου Συμεών, ὁ τῇ χειρί σου κρατῶν τὰ σύμπαντα· διὸ Νῦν ἀπολύεις με, περιχαρῶς ἀνεκραύγαζεν, ἀγαθὲ καὶ φιλάν‐
θρωπε, ὅτι εἶδόν σε σήμερον. Δόξα. Ἦχος πλ. δ´. Παντοκράτορ Κύριε, οἶδα, πόσα δύνανται τὰ δάκρυα· Ἐζεκίαν γὰρ ἐκ τῶν πυλῶν τοῦ θα‐
νάτου ἀνήγαγον· τὴν ἁμαρτωλὸν ἐκ τῶν χρο‐
νίων πταισμάτων ἐῤῥύσαντο· τὸν δὲ Τελώ‐
νην, ὑπὲρ τὸν Φαρισαῖον ἐδικαίωσαν· καὶ δέο‐
μαι, σὺν αὐτοῖς ἀριθμήσας· Ἐλέησόν με. Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. δ´. Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνα‐
νεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθών, με‐
τὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ᾿ οὐ τὴν ὑπόστασιν· διὸ τέλει‐
ον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀλη‐
θῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν· ὃν ἱκέτευε Μῆτερ ἀνύμφευτε, ἐ‐
λεηθῆναι τὰς ψυχὰς ἡμῶν. * * * Εἴσοδος καὶ ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα· Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ‐
γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι και‐
ροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει. Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας. Τῷ Σαββάτῳ ἑσπέρας. Ἦχος πλ. β´. Ψαλμὸς Ϟβ´ (92). Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσα‐
το. (Ϟβ´ 1) Στίχ. α´. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περι‐
εζώσατο. (Ϟβ´ 1) Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ´ 1) * * * Εἶτα ἡ συνήθης Ἐκτενής, τό, Καταξίωσον, τὰ Πληρωτικά, ἡ κεφαλοκλισία κ.λπ. * * * Εἰς τὸν Στίχον. Ἀπόστιχα Στιχηρά. Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ´. Ἀνῆλθες ἐπὶ Σταυροῦ Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ· ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνα‐
τος· πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν· πρὸς τοὺς πεσόντας, ἡ πάντων ἀνάστασις. Ὁ φωτισμὸς καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι. Τὰ κατ᾿ Ἀλφάβητον. Ἰωάννου τοῦ Δαμασκηνοῦ. Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνε‐
δύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιε‐
ζώσατο. (Ψαλμ. Ϟβ´ 1). Χριστὸν δοξολογήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν· ψυχὴν καὶ σῶμα γὰρ ἀναλαβών, τῷ πάθει ἀπ᾿ ἀλλήλων διέτεμε· τῆς ἀχράντου μὲν ψυχῆς, ἐν ᾅδῃ κατελθούσης, ὃν καὶ ἐσκύ‐
λευσε· τάφῳ δὲ διαφθοράν, οὐκ οἶδε τὸ ἅγιον σῶμα, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν. 2
Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ψαλμ. Ϟβ´ 1) Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὰ Ἀπολυτίκια. Ψαλμοῖς καὶ ὕμνοις, δοξολογοῦμεν Χριστέ, τὴν ἐκ νεκρῶν σου ἀνάστασιν· δι᾿ ἧς ἡμᾶς ἠ‐
λευθέρωσας, τῆς τυραννίδος τοῦ ᾅδου, καὶ ὡς Θεὸς ἐδωρήσω, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔ‐
λεος. Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι. Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (Ψαλμ. Ϟβ´ 5). Ὦ Δέσποτα τῶν ἁπάντων, ἀκατάληπτε Ποιη‐
τά, οὐρανοῦ καὶ γῆς, διὰ Σταυροῦ παθών, ἐ‐
μοὶ ἀπάθειαν ἐπήγασας· ταφὴν δὲ καταδεξά‐
μενος, καὶ ἀναστὰς ἐν δόξῃ, συνανέστησας τὸν Ἀδάμ, χειρὶ παντοδυνάμῳ. Δόξα τῇ σῇ τριημέρῳ ἐγέρσει, δι᾿ ἧς δεδώρησαι ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ ἱλασμὸν ἁμαρτιῶν, ὡς μό‐
νος Εὔσπλαγχνος. Ἀπολυτίκιον Ἀναστάσιμον. Ἧχος πλ. δ´. Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α´. Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκό‐
τει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξά‐
μενος ἐν ἀγκάλαις, τὸν ἐλευθερωτὴν τῶν ψυ‐
χῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνά‐
στασιν. Καὶ Ἀπόλυσις. * * * * * Δόξα. Τοῦ Τριῳδίου. Ἦχος πλ. α´. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Βεβαρημένων τῶν ὀφθαλμῶν μου ἐκ τῶν ἀ‐
νομιῶν μου, οὐ δύναμαι ἀτενίσαι, καὶ ἰδεῖν τὸν αἰθέρα τοῦ οὐρανοῦ· ἀλλὰ δέξαι με ὡς τὸν Τελώνην, μετανοοῦντα Σωτήρ, καὶ ἐλέη‐
σόν με. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα... Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ´. Ἀνδρέου Κρήτης. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμε‐
νος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ ἱερῷ, κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις· καὶ ὑπὸ Ἰωσὴφ εἰσδέ‐
χεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν Ἐθνῶν τὸν νεόλεκτον λαόν· περιστερῶν δὲ δύω νεοσ‐
σούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δε‐
ξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα, τοῦ ἐξ αὐ‐
τῆς προηγόρευσε· καὶ παρ᾿ αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσπο‐
τα, καθὼς προεπηγγείλω μοι· ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χρι‐
στωνύμου λαοῦ. Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. * * * Ἦχος πλ. δ´. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ´. Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι. 3
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α´. Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκό‐
τει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξά‐
μενος ἐν ἀγκάλαις, τὸν ἐλευθερωτὴν τῶν ψυ‐
χῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνά‐
στασιν. Ἦχος πλ. δ´. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... * * * ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος] Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος πλ. δ´. Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς γυναιξὶν ἐβόα· Παύσα‐
σθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελί‐
σασθε· κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χρι‐
στὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. Δόξα. Τὴν Σοφίαν καὶ Λόγον. Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσί‐
αις προσέταξας γυναιξί, κηρῦξαι τὴν ἔγερ‐
σιν, Ἀποστόλοις ὡς γέγραπται· καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο· ὅθεν καὶ κατεῖ‐
δε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενα· καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σώζεις ἅπαντας Σωτὴρ ἡμῶν· τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀ‐
παύγασμα. Καὶ νῦν. Τῆς Ἑορτῆς. (5 Φεβρ.). Ἦχος α´. Αὐτόμελον. Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦμα· βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβα‐
σιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνά‐
μεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες, τὸν μόνον φιλάνθρωπον. Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαν‐
το, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλι‐
σε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νε‐
κρῶν, καὶ αὗται εὐηγγελίσαντο, τοῖς Μαθη‐
ταῖς σου ἐν Σιών· Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁ‐
πάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι. Δόξα. Τὰ μύρα τῆς ταφῆς, αἱ γυναῖκες κομίσασαι, φωνῆς ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον· Παύ‐
σασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε· κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θε‐
ός, τὸ γένος τῶν ἀνθρώπων. Καὶ νῦν. Τῆς Ἑορτῆς. (5 Φεβρ.). Ἦχος πλ. δ´. Ἀνέστης ἐκ νεκρῶν. Ἐτέχθης ἐπὶ γῆς, ὁ προάναρχος Λόγος, προ‐
σήχθης τῷ ναῷ, ἀκατάληπτος μένων· Χαίρων δὲ ὁ Πρεσβύτης, ἐν ταῖς ἀγκάλαις σε ὑπεδέ‐
ξατο, κράζων· Νῦν ἀπολύεις, ὃν ἐπεσκέψω κατὰ τὸ ῥῆμά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θε‐
ός, τὸ γένος τῶν ἀνθρώπων. * * * ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ [Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια] Ἦχος πλ. α´. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶ‐
τερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐
λευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐
θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * 4
Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σω‐
τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. ον· Ὅτι ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Οἱ Ἀναβαθμοί. Ἦχος πλ. δ´. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐
σιν δὲ * ἀποστόλοις εἴπατε. Ἐκ νεότητός μου, ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε, τροποῦμαι τοῦτον. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐
γέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κρά‐
ζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐
νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐
ὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´) Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα... * * * ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος πλ. δ´. Αἱ Μυροφόροι τοῦ ζωοδότου, ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον· καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυ‐
Ἀντίφωνον Α´. Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκ‐
σπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, τὸ ζῆν τὰ πάντα, φῶς ἐκ φω‐
τός, Θεὸς μέγας· σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῷ Λόγῳ. Ἀντίφωνον Β´. Ἡ καρδία μου, τῷ φόβῳ σου σκεπέσθω, τα‐
πεινοφρονοῦσα· μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον. Ἐπὶ τὸν Κύριον, ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα, κρινεῖ καὶ κολάσει. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προ‐
λέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θε‐
ὸν μέλπων· εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον. Ἀντίφωνον Γ´. Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀ‐
πὸ τῶν ἐνθένδε. Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία· ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρό‐
νως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν. 5
Ἀντίφωνον Δ´. Ὁ διάκονος· Πρόσχωμεν. Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κα‐
τοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν. Ἑωθινὸν ΙΑ´ Ἐκ τοῦ κατὰ Ἰωάννην (κ´ 15‐25). Δόξα. Καὶ νῦν. Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰη‐
σοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νε‐
κρῶν καὶ λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων Ἰω‐
νᾶ, ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῷ· Ναί, Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτε‐
ρον· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; Λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρί‐
τον· Σίμων Ἰωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέ‐
τρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώ‐
σκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Βό‐
σκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι, ὅ‐
τε ᾖς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιε‐
πάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτε‐
νεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰ‐
πὼν λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; Τοῦτον ἰδὼν ὁ Πέ‐
τρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σὺ ἀκολούθει μοι. Ἐξῆλ‐
θεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾿ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτι‐
να ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν. Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως· Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως. Προκείμενον. Ψαλμὸς ρβ´ (102). Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν. (δίς) Στίχ. Αἴνει ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα... * * * ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ‐
μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ´) Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁ‐
γίου Εὐαγγελίου. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγ‐
γελίου τὸ ἀνάγνωσμα. 6
Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης· Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνή‐
σωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ‐
ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προ‐
σκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡ‐
μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνο‐
μά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ‐
νάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλο‐
γοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστα‐
σιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον. Ἦχος πλ. δ´. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐
δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ἦχος πλ. δ´. Τῆς μετανοίας ἄνοιξόν μοι πύλας, ζωοδότα· * ὀρθρίζει γὰρ τὸ πνεῦμά μου * πρὸς ναὸν ἅγι‐
όν σου, * ναὸν φέρον τοῦ σώματος * ὅλον ἐ‐
σπιλωμένον· * ἀλλ᾿ ὡς οἰκτίρμων κάθαρον * εὐσπλάγχνῳ σου ἐλέει. Καὶ νῦν. Θεοτοκίον ὅμοιον. Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε· * αἰσχραῖς γὰρ κατερρύπωσα * τὴν ψυχὴν ἁ‐
μαρτίαις, * ὡς ῥαθύμως τὸν βίον μου * ὅλον ἐκδαπανήσας· * ταῖς σαῖς πρεσβείαις ῥῦσαί με * πάσης ἀκαθαρσίας. 7
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος πλ. β´. Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν * ἐν‐
νοῶν ὁ τάλας, * τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως· * ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, * ὡς ὁ Δαυῒδ βοῶ σοι· * Ἐ‐
λέησόν με, ὁ Θεός, * κατὰ τὸ μέγα σου ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέη‐
σον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. * * * θένε· διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θε‐
ὸν προστασίαν ἡμῶν. Ὁ Κανὼν τοῦ Τριῳδίου, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· Γεωργίου. Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ πεζεύσας. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Παραβολαῖς ἐμβιβάζων πάντας Χριστός, πρὸς βίου διόρθωσιν, τὸν Τελώνην ἀνυψοῖ, ἐκ τῆς ταπεινώσεως δεικνύς, Φαρισαῖον τῇ ἐ‐
πάρσει ταπεινούμενον. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὁ Ἀναστάσιμος, τοῦ Τριῳδίου καὶ ὁ τῆς ἑορτῆς. Ἐκ ταπεινώσεως γέρας ὑψοποιόν, ἐκ δὲ τῆς ἐ‐
πάρσεως, πτῶμα βλέπων χαλεπόν, τοῦ Τελώ‐
νου ζήλου τὰ καλά, καὶ τὴν φαρισαϊκήν, κα‐
κίαν μίσησον. ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Ἐξ ἀπονοίας κενοῦται πᾶν ἀγαθόν, ἐκ δὲ τα‐
πεινώσεως, καθαιρεῖται πᾶν κακόν· ἥν περ ἀ‐
σπασώμεθα πιστοί, βδελυττόμενοι σαφῶς, τρόπον κενόδοξον. ΟΙ ΚΑΝΟΝΕΣ Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦ‐
σα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θε‐
ῷ ἀναμέλποντα. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τὴν παντοδύναμον Χριστοῦ θεότητα, πῶς μὴ θαυμάσωμεν! ἐκ μὲν παθῶν πᾶσι, τοῖς πι‐
στοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν· ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στά‐
ζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὡς εὐπρεπὴς ταῖς γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύ‐
του σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς ἀναστάσεως, κρά‐
ζει· Ἐξηγέρθη ὁ Κύριος. Θεοτοκίον. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὸ ταπεινόφρονας εἶναι τοὺς ἑαυτοῦ, μαθη‐
τὰς βουλόμενος, ὁ τῶν πάντων Βασιλεύς, πα‐
ραινῶν ἐδίδασκε ζηλοῦν, τὸν Τελώνου στε‐
ναγμόν, καὶ τὴν ταπείνωσιν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὡς ὁ Τελώνης στενάζω, καὶ ὀδυρμοῖς ἀσιγή‐
τοις Κύριε, νῦν προσέρχομαι τῇ σῇ εὐσπλαγ‐
χνίᾳ, οἴκτειρον κἀμέ, ταπεινώσει τὴν ζωήν, νῦν διεξάγοντα. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Γνώμην, βουλήν, προσδοκίαν, σῶμα, ψυχήν, καὶ τὸ πνεῦμα, Δέσποινα, ἀνατίθημι πρὸς σέ· δυσχερῶν ἐχθρῶν καὶ πειρασμῶν, καὶ μελ‐
λούσης ἀπειλῆς, ῥῦσαι καὶ σῶσόν με. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενε‐
αῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χω‐
ρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρ‐
8
Καὶ τῆς ἑορτῆς, οὗ ἡ ἀκροστιχίς· Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται. Ποίημα Κοσμᾶ Μοναχοῦ. σχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπα‐
σε. ᾨδὴ α´. Ἦχος γ´. Χέρσον ἀβυσσοτόκον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ῥανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος, ἐν νεφέλῃ γὰρ κούφῃ, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδό‐
ξως γὰρ δεδόξασται. (δίς) Δόξα. Ἰσχύσατε χεῖρες Συμεὼν τῷ γήρᾳ, ἀνειμέναι καὶ κνῆμαι, παρειμέναι δὲ Πρεσβύτου, εὐθυ‐
βόλως κινεῖσθε, Χριστοῦ πρὸς ὑπαντήν. Χο‐
ρείαν, σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Καὶ νῦν. Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀ‐
γάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρ‐
θένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται. ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Θεοτοκίον. Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλο‐
τέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώ‐
ρητον Θεόν, ἐν σῇ γαστρὶ Ἀμόλυντε· διὸ πι‐
στοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν. Τοῦ Τριῳδίου. ΅Ωδὴ γ´. Ἦχος πλ. β´. Οὐκ ἔστιν ἅγιος ὡς σύ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἀπὸ κοπρίας καὶ παθῶν, ταπεινὸς ἀνυψοῦ‐
ται, ἀρετῶν ἀπὸ ὕψους, καταπίπτει δὲ δεινῶς, ὑψηλοκάρδιος πᾶς· οὗ τὸν τρόπον, τῆς κακίας φύγωμεν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Κενοδοξία ἐκκενοῖ, πλοῦτον δικαιοσύνης· τῶν παθῶν δὲ σκορπίζει, ἡ ταπείνωσις πλη‐
θύν· ἣν μιμουμένους ἡμᾶς, τῆς μερίδος, δεῖ‐
ξον τοῦ Τελώνου, Σωτήρ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὡς ὁ Τελώνης καὶ ἡμεῖς, τύπτοντες εἰς τὸ στῆθος, κατανύξει βοῶμεν· Ἱλάσθητι ὁ Θεός, ἡμῖν τοῖς ἁμαρτωλοῖς, ὅπως τούτου, λάβωμεν τὴν ἄφεσιν. Ὁ στερεώσας κατ᾿ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῆς Ἐκκλησίας στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρω‐
πε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρ‐
τίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδι‐
καίωσε Χριστέ· αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος. Πρὸς ζῆλον ἔλθωμεν πιστοί, κατορθοῦντες τὸ πρᾷον, ταπεινώσει συζῶντες, ἐκ καρδίας στεναγμῷ, κλαυθμῷ τε καὶ προσευχῇ, ὅπως σχῶμεν, ἐκ Θεοῦ συγχώρησιν. Ἀποβαλλώμεθα πιστοί, τὸν ὑπέρογκον κόμ‐
πον, ἀπόνοιαν δεινήν τε, καὶ τῦφον τὸν βδε‐
λυκτόν, καὶ τὴν κακίστην Θεῷ Φαρισαίου, ἀ‐
πρεπῆ ὠμότητα. Θεοτοκίον. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τῆς ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὑτοῦ θεότητι, τὸν ἰ‐
Ἐν σοὶ τῇ μόνῃ προσφυγῇ, πεποιθὼς μὴ ἐκ‐
πέσω, τῆς καλῆς προσδοκίας, ἀλλὰ τύχοιμι τῆς σῆς, ἐπικουρίας Ἁγνή, πάσης βλάβης δυ‐
9
σχερῶν ῥυόμενος. Καθίσματα τοῦ Τριῳδίου. Καὶ τῆς ἑορτῆς. ᾨδὴ γ´. Ἦχος γ´. Τὸ στερέωμα. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὁ πρωτότοκος, ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, Πρωτότοκος νήπιος Κόρης ἀφθόρου, τῷ Ἀ‐
δὰμ χεῖρα προτείνων ἐπέφανε. (δίς) Δόξα. Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, Πρωτό‐
πλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λό‐
γος, νηπιάσας ἐπέφανε. Καὶ νῦν. Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θε‐
ότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀ‐
τρέπτως νηπιάσας ἀνέδειξε. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... * * * ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος πλ. δ´. Ὡς ἀπαρχὰς τῆς φύσεως. Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἤ‐
γειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας· καὶ ἡ Εὔα χορεύει, ἐν τῇ σῇ ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ταπείνωσις ὕψωσε, κατῃσχυμμένον κακοῖς, Τελώνην στυγνάσαντα, καὶ τό· Ἱλάσθητι, τῷ Κτίστῃ βοήσαντα· ἔπαρσις δὲ καθεῖλεν, ἀπὸ δικαιοσύνης, δείλαιον Φαρισαῖον, μεγαλοῤ‐
ῥημονοῦντα· ζηλώσωμεν διὸ τὰ καλά, κακῶν ἀπεχόμενοι. Δόξα. Ὅμοιον. Ταπείνωσις ὕψωσε, πάλαι Τελώνην κλαυθμῷ βοήσαντα· Ἱλάσθητι, καὶ ἐδικαίωσεν. Αὐτὸν μιμησώμεθα, ἅπαντες οἱ εἰς βάθος, τῶν κα‐
κῶν ἐμπεσόντες· κράξωμεν τῷ Σωτῆρι, ἀπὸ βάθους καρδίας· Ἡμάρτομεν, ἱλάσθητι, μόνε φιλάνθρωπε. Καὶ νῦν. Τῆς ἑορτῆς. (5 Φεβρ.) Ἦχος γ´. Τὴν ὡραιότητα. Ἐκ τῆς Παρθένου σε σωματωθέντα Χριστέ, νῦν ὑπεδέξατο ὁ ἱερὸς Συμεών, Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου ὦ Δέσποτα. Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ προφῆτις καὶ ἔνδοξος, τὴν ἀν‐
θομολόγησιν, καὶ τὸν ὕμνον προσῆγε σοι. Ἡ‐
μεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... * * * ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τοῦ Τριῳδίου. Ὁ Οἶκος. Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον. Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, καὶ νε‐
κροὺς ἀναστήσας Μακρόθυμε, γυναιξὶ Μυρο‐
φόροις συνήντησας, ἀντὶ λύπης χαρὰν κομι‐
σάμενος· καὶ Ἀποστόλοις σου ἐμήνυσας, τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας Φιλάνθρωπε· διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε. Φαρισαίου φύγωμεν ὑψηγορίαν, καὶ Τελώνου μάθωμεν, τὸ ταπεινὸν ἐν στεναγμοῖς, πρὸς τὸν Σωτῆρα κραυγάζοντες· Ἵλαθι μόνε ἡμῖν εὐδιάλλακτε. Ἕτερον. Ἦχος γ´. Ἡ Παρθένος σήμερον. Στεναγμοὺς προσοίσωμεν, τελωνικοὺς τῷ Κυρίῳ, καὶ αὐτῷ προσπέσωμεν, ἁμαρτωλοὶ ὡς Δεσπότῃ, θέλει γὰρ τὴν σωτηρίαν πάντων ἀνθρώπων, ἄφεσιν παρέχει πᾶσι μετανοοῦσι, δι᾿ ἡμᾶς γὰρ ἐσαρκώθη, Θεὸς ὑπάρχων Πατρὶ συνάναρχος. 10
Ὁ Οἶκος. Ἑαυτοὺς ἀδελφοὶ ἅπαντες ταπεινώσωμεν, στεναγμοῖς καὶ ὀδυρμοῖς τύψωμεν τὴν συνεί‐
δησιν· ἵνα ἐν τῇ κρίσει τότε τῇ αἰωνίᾳ, ἐκεῖ ὀ‐
φθῶμεν πιστοὶ ἀνεύθυνοι, τυχόντες ἀφέσε‐
ως· ἐκεῖ γάρ ἐστιν ὄντως ἡ ἄνεσις, ἣν ἰδεῖν ἡ‐
μᾶς νῦν ἱκετεύσωμεν, ἐκεῖ ὀδύνη ἀπέδρα λύ‐
πη καὶ οἱ ἐκ βάθους στεναγμοί, ἐν τῇ Ἐδὲμ τῇ θαυμαστῇ· ἧς ὁ Χριστὸς δημιουργός, Θεὸς ὑ‐
πάρχων Πατρὶ συνάναρχος. Στίχ. Δῶρον Θεοδόσιος παρὰ Κυρίου, Τῷ Τσερνιγὸβ δέδοται θαυμάτων πλήρης. Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν ἑορτὴν τῆς Ὑπαπαντῆς, Σύναξιν ἐπιτελοῦμεν τῶν Ἁγί‐
ων Μητέρων τῶν Τριῶν Ἱεραρχῶν, Ἐμμελεί‐
ας, Νόννης καὶ Ἀνθούσης. Στίχ. Τίς, φησί, γυνή ἐστι, σοφός, ἀνδρεία; Ἴδε, λέγομεν, Ἐμμέλεια ὁσία. Νόννῃ θανούσῃ τῇ καλῇ καλὸς γόνος, καλὸν δίδωσιν ἐντάφιον τοὺς λόγους. Συναξάριον. Νουθεσίαις σου ἔδειξας Χρυσόστομον ἄνθος Ἐκκλησίας εὐῶδες, Ἀνθοῦσα. Τῇ Ε´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης, τῆς ἐν Κατάνῃ Σικελίας μαρτυρησάσης. Τριὰς Μητέρων Ἱεραρχῶν Ἁγίων, Θείαν Τριάδα πρεσβεύετε σὺν τούτοις. Στίχ. Χαίρει, σκότει δοθεῖσα φρουρᾶς Ἀγάθη, Μισοῦσα καὶ φῶς, εἰ πλάνων ὄψεις βλέπει. Πέμπτῃ ἐν φυλακῇ Ἀγάθη θάνεν εἶδος ἀρίστη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐
μῶν Θεοδοσίου τοῦ ἐν τῷ Σκοπέλῳ τῆς Ἀντι‐
οχείας. Στίχ. Στενὴν ὁδεύσας Θεοδόσιος τρίβον, Τὴν εὐρύχωρον τῆς Ἐδὲμ πατεῖ τρίβον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐
μῶν Πολυεύκτου, Πατριάρχου Κωνσταντι‐
νουπόλεως. Στίχ. Εὐκτοῦ τέλους ἔτυχες, ποιμὴν Κυρίου, Φερωνυμήσας πράγμασι, θεηγόρε. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Ἄβι‐
τος, Ἐπίσκοπος τῆς ἐν Γαλατίᾳ Βιέννης, ἐν εἰ‐
ρήνῃ τελειοῦται ἐν ἔτει φκε´ (525). Στίχ. Ἀληθοῦς ζωῆς Χριστοῦ πεπληρωμένος, Ἄβιτος ἐζώωσεν πολλοὺς ἐκ πλάνης. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυ‐
ρος Ἀντωνίου, τοῦ Ἀθηναίου, τοῦ ἐν Κων‐
σταντινουπόλει μαρτυρήσαντος διὰ ξίφους, κατὰ τὸ ἔτος ͵αψοδ´ (1774). Στίχ. Σφαγεὶς ὁ Ἀντώνιος ὥσπερ ἡ ὄϊς, Χριστῷ παρέστη ἀκολουθῶν ὡς ὄϊς. Τῇ αὐτῇ ἡμέρᾳ, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Θεοδοσίου, ἐπισκόπου Τσερνιγόβ, τοῦ θαυ‐
ματουργοῦ, κοιμηθέντος ἐν Κυρίῳ κατὰ τὸ ἔ‐
τος ͵αχϞϚ´ (1696). Μητέρες σήμερον τριῶν Ἱεραρχῶν γεραίρονται. Τῇ αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ τοῦ Τριῳδίου, τῆς τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου ἐν τῷ ἱε‐
ρῷ Εὐαγγελίῳ παραβολῆς μνείαν ποιούμεθα. Στίχ. Φαρισαΐζων, Ἱεροῦ μακρὰν γίνου, Χριστὸς γὰρ ἔνδον, ᾧ ταπεινοὺς δεκτέον. Ἕτεροι εἰς τὸ Τριῴδιον. Ὁ δημιουργὸς τῶν ἄνω καὶ τῶν κάτω, Τρισάγιον μὲν ὕμνον ἐκ τῶν Ἀγγέλων, Τριῴδιον δὲ καὶ παρ᾿ ἀνθρώπων δέχου. Ταῖς τῶν Ἁγίων πάντων μεγαλουργῶν σου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. * * * ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Ὑπαπαντῆς. (Ψάλλονται ἀπὸ τῆς 15ης Ἰανουαρίου μέχρι τῆς ἀποδόσεως τῆς Ὑπαπαντῆς). ᾨδὴ α´. Ἦχος γ´. Χέρσον ἀβυσσοτόκον πέδον * ἥλιος ἐπεπό‐
λευσέ ποτε· * ὡσεὶ τεῖχος γὰρ ἐπάγη * ἑκατέ‐
ρωθεν ὕδωρ * λαῷ πεζοποντοποροῦντι * καὶ θεαρέστως μέλποντι· * ᾌσωμεν τῷ Κυρίῳ, * ἐνδόξως γὰρ δεδόξασται. ᾨδὴ γ´. Τὸ στερέωμα * τῶν ἐπὶ σοὶ πεποιθότων, * στε‐
ρέωσον, Κύριε, * τὴν Ἐκκλησίαν, * ἣν ἐκτήσω τῷ τιμίῳ σου αἵματι. 11
ᾨδὴ δ´. Ἐκάλυψεν οὐρανοὺς * ἡ ἀρετή σου, Χριστέ· * τῆς κιβωτοῦ γὰρ προελθὼν * τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, * ἐν τῷ ναῷ τῆς δόξης σου * ὤφθης ὡς βρέφος, ἀγκαλοφορού‐
μενος· * καὶ ἐπληρώθη τὰ πάντα * τῆς σῆς αἰ‐
νέσεως. ᾨδὴ ε´. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐
ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐
φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐
καριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Ὡς εἶδεν Ἡσαΐας * συμβολικῶς, ἐν θρόνῳ ἐ‐
πηρμένῳ Θεὸν * ὑπ᾿ ἀγγέλων δόξης * δορυ‐
φορούμενον, * Ὢ τάλας, ἐβόα, ἐγώ! * πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, * φωτὸς ἀνεσπέ‐
ρου * καὶ εἰρήνης δεσπόζοντα. Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐
τόν. ᾨδὴ Ϛ´. Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Ἐβόησέ σοι, * ἰδὼν ὁ πρέσβυς * τοῖς ὀφθαλ‐
μοῖς τὸ σωτήριον, * ὃ λαοῖς ἐπέστη· * Ἐκ Θεοῦ, Χριστέ, σὺ Θεός μου. ᾨδὴ ζ´. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα * παῖδας θεολογή‐
σαντας * καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα * Θεὸν Λόγον ὑμνοῦμεν, * εὐσεβῶς μελῳ‐
δοῦντες· * Εὐλογητὸς ὁ Θεὸς * ὁ τῶν πατέρων ἡμῶν. ᾨδὴ η´. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Ἀστέκτῳ πυρὶ ἑνωθέντες * οἱ θεοσεβείας προ‐
εστῶτες νεανίαι, * τῇ φλογὶ δὲ μὴ λωβηθέν‐
τες, * θεῖον ὕμνον ἔμελπον· * Εὐλογεῖτε, * πάντα τὰ ἔργα τὸν Κύριον, * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. * * * Ὁ διάκονος· Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύ‐
νομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος γ´. Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐
θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ´. Θεοτόκε, ἡ ἐλπὶς * πάντων τῶν Χριστιανῶν, * σκέπε, φρούρει, φύλαττε * τοὺς ἐλπίζοντας εἰς σέ. Ἐν νόμου σκιᾷ καὶ γράμματι * τύπον κατίδω‐
μεν οἱ πιστοί· * πᾶν ἄρσεν τὸ τὴν μήτραν δια‐
νοῖγον * ἅγιον Θεῷ· * διὸ πρωτότοκον Λόγον, * Πατρὸς ἀνάρχου Υἱόν, * πρωτοτοκούμενον Μητρὶ * ἀπειράνδρῳ, μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... * * * 12
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Ἦχος β´. Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. δ´. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον ΙΑ´. Μετὰ τὴν θείαν ἔγερσιν, τρὶς τῷ Πέτρῳ· Φι‐
λεῖς με; πυθόμενος ὁ Κύριος, τῶν ἰδίων προ‐
βάτων, προβάλλεται ποιμενάρχην· ὃς ἰδών, ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόμενον, ἤρετο τὸν Δε‐
σπότην· Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τί πρὸς σὲ φί‐
λε Πέτρε; Τοῦ Τριῳδίου. Τοῖς Μαθηταῖς συνέλθωμεν. Ὑψηγορίαν φύγωμεν, Φαρισαίου κακίστην· ταπείνωσιν δὲ μάθωμεν, τοῦ Τελώνου ἀρί‐
στην, ἵν᾿ ὑψωθῶμεν βοῶντες, τῷ Θεῷ σὺν ἐ‐
κείνῳ· Ἱλάσθητι τοῖς δούλοις σου, ὁ τεχθεὶς ἐκ Παρθένου, Χριστὲ Σωτὴρ ἑκουσίως, καὶ Σταυρὸν ὑπομείνας, συνήγειρας τὸν κόσμον σου, θεϊκῇ δυναστείᾳ. Τῆς Ἑορτῆς. Γυναῖκες ἀκουτίσθητε. (5 Φεβρ.) Πληρῶν σου τὴν ἀπόῤῥητον, οἰκονομίαν Κύ‐
ριε, ἐν τῷ ναῷ προσηνέχθης, ὑπὸ Μητρὸς ἀ‐
πειράνδρου· ἰδὼν δέ σε ἐκραύγαζεν, ὁ Πρέ‐
σβυς· Νῦν ἀπόλυσον, τὸν δοῦλόν σου ὦ Δέ‐
σποτα· Σωτὴρ γὰρ ἦλθες τοῦ κόσμου, τὸ πα‐
τρικὸν φῶς Χριστέ μου. * * * ΑΙΝΟΙ Ἦχος πλ. δ´. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐
νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐
πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ᾿ οὐκ ἀπελείφθης τοῦ θρό‐
νου, τῷ Πατρὶ συγκαθεζόμενος· καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φι‐
λάνθρωπος. Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐ‐
τοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμε‐
ως αὐτοῦ. Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ᾿ ὡς βασιλέα ὑπνοῦντα στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θη‐
σαυρόν, σφραγίδι ἐσφραγίσαντο· ἀλλὰ ἀνέ‐
στης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡ‐
μῶν. Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυ‐
ρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ, καὶ θάνατον κατήργησε· διὰ τοῦτο προσκυνοῦμεν, τὴν ταφήν σου καὶ τὴν ἔγερσιν. Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐
νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν ἀνάστασιν κηρύ‐
ξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ γύναι‐
α ἐφώνησε λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἀνέστη Θεὸς ὤν, καὶ τῇ οἰκουμέ‐
νῃ ζωὴν ἐδωρήσατο. Καὶ τοῦ Τριῳδίου, ἰδιόμελα δ´. Ἦχος α´. Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Μὴ προσευξώμεθα φαρισαϊκῶς, ἀδελφοί· ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. Ταπεινω‐
θῶμεν ἐναντίον τοῦ Θεοῦ, τελωνικῶς διὰ νη‐
13
στείας κράζοντες· Ἱλάσθητι ἡμῖν ὁ Θεός, τοῖς ἁμαρτωλοῖς. Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. Φαρισαῖος κενοδοξίᾳ νικώμενος, καὶ Τελώνης τῇ μετανοίᾳ κλινόμενος, προσῆλθόν σοι τῷ μόνῳ Δεσπότῃ· ἀλλ᾿ ὁ μὲν καυχησάμενος, ἐ‐
στερήθη τῶν ἀγαθῶν, ὁ δὲ μὴ φθεγξάμενος, ἠξιώθη τῶν δωρεῶν. Ἐν τούτοις τοῖς στεναγ‐
μοῖς, στήριξόν με Χριστὲ ὁ Θεός, ὡς φιλάν‐
θρωπος. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρ‐
θένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐
ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐
τὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκή‐
σας, δόξα σοι. * * * Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς Ἦχος γ´. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Στίχ. ζ´. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθή‐
τω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐
στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐
ποις εὐδοκία. Τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου τὸ διάφορον, ἐπιγνοῦσα, ψυχή μου· τοῦ μέν, μίσησον τὴν ὑπερήφανον φωνήν, τοῦ δέ, ζήλωσον τὴν εὐ‐
κατάνυκτον εὐχήν, καὶ βόησον· ὁ Θεὸς ἱλά‐
σθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Στίχ. η´. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Τοῦ Φαρισαίου τὴν μεγάλαυχον φωνήν, πι‐
στοὶ μισήσαντες· τοῦ δὲ Τελώνου τὴν εὐκατά‐
νυκτον εὐχὴν ζηλώσαντες, μὴ τὰ ὑψηλὰ φρο‐
νῶμεν, ἀλλ᾽ ἑαυτοὺς ταπεινοῦντες, ἐν κατα‐
νύξει κράξωμεν· ὁ Θεὸς ἱλάσθητι, ταῖς ἁμαρ‐
τίαις ἡμῶν. Δόξα. Τοῦ Τριῳδίου. Ἦχος πλ. δ´. Ταῖς ἐξ ἔργων καυχήσεσι, Φαρισαῖον δικαι‐
οῦντα ἑαυτὸν κατέκρινας Κύριε. Καὶ Τελώ‐
νην μετριοπαθήσαντα, καὶ στεναγμοῖς ἱλα‐
σμὸν αἰτούμενον, ἐδικαίωσας. Οὐ γὰρ προσί‐
εσαι, τοὺς μεγαλόφρονας λογισμούς, καὶ τὰς συντετριμμένας καρδίας, οὐκ ἐξουθενεῖς· διὸ καὶ ἡμεῖς σοὶ προσπίπτομεν, ἐν ταπεινώσει, τῷ παθόντι δι᾽ ἡμᾶς· Παράσχου τὴν ἄφεσιν καὶ τὸ μέγα ἔλεος. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. 14
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐
ματά σου. (ἐκ γ´) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´) Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… Τὰ τυπικά, οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς δ´ καὶ δ´ ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ κανόνος τοῦ Τριῳδίου. Εἰ δὲ βούλει, εἰπὲ τὰ παρόντα Ἀντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν ὡς ἐν τῷ Μηναίῳ. Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς μδ´ (44). Στίχ. α´. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγα‐
θόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. (μδ´2) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐
σον ἡμᾶς. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν. Στίχ. β´. Ἡ γλῶσσά μου κάλαμος γραμματέ‐
ως ὀξυγράφου. (μδ´ 2) Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ· Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος πλ. δ´. Ἀναστὰς ἐκ τοῦ μνήματος * καὶ τὰ δεσμὰ δι‐
αρρήξας τοῦ ᾅδου, * ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, * πάντας ἐκ τῶν παγί‐
δων τοῦ ἐχθροῦ ῥυσάμενος· * ἐμφανίσας σε‐
αυτὸν τοῖς ἀποστόλοις σου * ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι᾿ αὐτῶν τὴν εἰ‐
ρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυ‐
έλεε. * * * * * Στίχ. γ´. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου. (μδ´ 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ´. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. (μδ´ 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς μδ´ (44). Στίχ. α´. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. (μδ´ 4) Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, * ὁ ἐν ἀγκάλαις τοῦ δι‐
καίου Συμεὼν βασταχθείς, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β´. Καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βα‐
σίλευε, ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης. (μδ´ 5) 15
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ... Στίχ. γ´. Τὰ βέλη σου ἠκονημένα δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐ‐
χθρῶν τοῦ βασιλέως. (μδ´ 6) Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ... Στίχ. δ´. Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. (μδ´ 7) Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐
νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐
μᾶς. Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ´. Ἦχος α´. Ψαλμὸς μδ´ (44). Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου. (μδ´ 11) Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ... Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. (μδ´ 13) Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ... Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πά‐
σῃ γενεᾷ καὶ γενεᾷ. (μδ´ 18) Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ... * * * ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. * * * Τὸ ἀναστάσιμον ἀπολυτίκιον. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Ἦχος πλ. δ´. Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι. Τὸ ἀπολυτίκιονῆς ἑορτῆς. Ἦχος α´. Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκό‐
τει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξά‐
μενος ἐν ἀγκάλαις, τὸν ἐλευθερωτὴν τῶν ψυ‐
χῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνά‐
στασιν. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς ἑορτῆς τῆς Ὑπαπαντῆς. (Ψάλλεται ἀπὸ ιε´ Ἰανουαρίου ἕως τῆς ἀποδόσεως τῆς ἑορτῆς πλὴν τῆς α´ Φεβρουαρίου). (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Ἦχος α´. Αὐτόμελον. Ὁ μήτραν παρθενικὴν * ἁγιάσας τῷ τόκῳ σου * καὶ χεῖρας τοῦ Συμεὼν * εὐλογήσας, ὡς ἔ‐
πρεπε, * προφθάσας καὶ νῦν * ἔσωσας ἡμᾶς, Χριστὲ ὁ Θεός. * Ἀλλ᾿ εἰρήνευσον * ἐν πολέ‐
μοις τὸ πολίτευμα * καὶ κραταίωσον * βασι‐
λεῖς, οὓς ἠγάπησας, * ὁ μόνος φιλάνθρωπος. * * * ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ * * * ΑΠΟΣΤΟΛΟΣ Κυριακῆς ΛΓ´ ἑβδομάδος ἐπιστολῶν. Προκείμενον καὶ ἀλληλούϊα τοῦ ἤχου. Προκείμενον. Ἦχος πλ. δ´. (Ψαλμὸς οε´). Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν. Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός, ἐν τῷ Ἰσ‐
ραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Πρὸς Τιμόθεον Β´ Ἐπιστολῆς Παύλου τὸ ἀνά‐
γνωσμα. (Β´ Τιμ. γ´ 10‐15) 16
Τέκνον Τιμόθεε, παρηκολούθηκάς μου τῇ δι‐
δασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις· οἵους δι‐
ωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐῤῥύσα‐
το ὁ Κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες εὐσε‐
βῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. Πο‐
νηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἐκ βρέφους τὰ ἱε‐
ρὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν, διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰη‐
σοῦ. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. * * * Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας… Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐
μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐
μιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. * * * Κοινωνικόν. Ἀλληλούϊα (γ´). Ἦχος πλ. δ´. (Ψαλμὸς δ´). Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλλη‐
λούϊα. Στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλα‐
λάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν. Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομο‐
λογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς ΙϚ´ Λουκᾶ (παραβολὴ τελώνου καὶ φαρισαίου) Ἐκ τοῦ κατὰ Λουκᾶ (ιη´ 10‐14). Εἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ἄν‐
θρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξα‐
σθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προ‐
σηύχετο· Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄ‐
δικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νη‐
στεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐ‐
ρανὸν ἐπᾶραι, ἀλλ᾽ ἔτυπτεν εἰς τὸ στῆθος αὐ‐
τοῦ λέγων· Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτω‐
λῷ. Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυ‐
τὸν ὑψωθήσεται. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. * * * Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… Ἦχος β´. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐
σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐
καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐
ληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) Ἀπόλυσις· Ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμε‐
ὼν βασταχθῆναι καταδεξάμενος διὰ τὴν ἡ‐
μῶν σωτηρίαν καὶ ἀναστὰς ἐκ νεκρῶν... Δι᾿ εὐχῶν... Ἀμήν. Εἴδησις. Τὴν Τετάρτην καὶ τὴν Παρασκευὴν τῆς παρού‐
σης ἑβδομάδος, ἥ τις καὶ «προφωνήσιμος» καλεῖται, «καὶ διὰ κρέατος ἀκινδύνως καταλύομεν» (Θεόδωρος Βαλσα‐
μῶν). * * * * * 17
ΣΥΜΠΛΗΡΩΜΑ Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. ᾨδαὶ δ´‐θ´ τῶν κανόνων. Ὑψώθη δίκαιος, καὶ καταπέπτωκε, Φαρισαῖος ἐν πλήθει δὲ τῶν κακῶν, βρίθων τεταπείνω‐
ται· ἀλλ᾿ ἀνυψώθη Τελώνης, παρ᾿ ἐλπίδα δι‐
καιούμενος. ᾨδὴ δ´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Σύ μου ἰσχύς, Κύριε σύ μου καὶ δύναμις· σὺ Θεός μου· σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτω‐
χείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ προφήτῃ, Ἀββακούμ σοι κραυγάζω· Τῇ δυνάμει σου δό‐
ξα Φιλάνθρωπε. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ κε‐
νώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς εὔ‐
σπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν ὕ‐
βριν μὴ ἀνηνάμενος· καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀφράστου σου δόξης, τὸν πρὶν ἠτιμωμέ‐
νον ἐδόξασας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τίς καθορῶν, Δέσποτα νῦν οὐκ ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ σταυροῦ φεύγουσαν φθοράν, καὶ διὰ θανάτου, τὸν ᾅ‐
δην πλούτου κενούμενον; τῆς θείας δυνα‐
στείας, σοῦ τοῦ Ἐσταυρωμένου, τὸ ἐξαίσιον ἔργον Φιλάνθρωπε; Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστια‐
νῶν τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σώζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας. Τοῦ Τριῳδίου. ᾨδὴ δ´. Ἦχος πλ. β´. Χριστός μου δύναμις. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἀρίστην ἔδειξεν, ὁδὸν ὑψώσεως τὴν ταπείνω‐
σιν Λόγος, ταπεινωθείς, μέχρι καὶ μορφῆς δουλικῆς· ἣν ἐκμιμούμενος ἅπας, ἀνυψοῦται ταπεινούμενος. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Πενίας πρόξενος, ἐκ πλούτου τῶν ἀρετῶν, ἡ ἀπόνοια ὤφθη, καὶ πορισμός, αὖθις ἡ ταπεί‐
νωσις· δικαιοσύνης ἐξ ἄκρας, ἀπορίας ἣν κτη‐
σώμεθα. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Προέφης Δέσποτα, τοῖς μεγαλόφροσιν, ἀντι‐
τάσσεσθαι πάντως, καὶ ταπεινοῖς, χάριν σὴν παρέχων Σωτήρ· ταπεινωθεῖσι νῦν ἡμῖν, τὴν σὴν χάριν ἐξαπόστειλον. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Πρὸς θείαν ὕψωσιν, ἀεὶ ἀνάγων ἡμᾶς, ὁ Σω‐
τὴρ καὶ Δεσπότης ὑψοποιόν, ἔδειξε ταπείνω‐
σιν· τοὺς πόδας γὰρ τῶν Μαθητῶν, αὐτοχεί‐
ρως ἐναπένιψεν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὡς φῶς ἀπρόσιτον, Παρθένε, τέξασα, τῆς ψυ‐
χῆς μου τὸ σκότος φωτιστικῇ, αἴγλῃ διασκέ‐
δασον, καὶ σωτηρίας πρὸς τρίβους, τὴν ζωήν μου χειραγώγησον. Τῆς ἑορτῆς. ᾨδὴ δ´. Ἦχος γ´. Ἐκάλυψεν οὐρανούς. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Γηθόμενος Συμεών, τῶν ἀποῤῥήτων μύστα, ἡ Θεοτόκος ἐβόα ὃν ὑφ᾿ Ἁγίου πάλαι, κεχρημά‐
τισαι, Πνεύματος νηπιάσαντα, Λόγον Χρι‐
στὸν ἐναγκαλίζου κράζων, αὐτῷ· Ἐπλήσθη τὰ πάντα, τῆς σῆς αἰνέσεως. (δίς) Δόξα. Ἣν ἤλπισας Συμεών, ἡλικιώτην βρεφῶν, χαί‐
ρων ὑπόδεξαι Χριστὸν τοῦ Ἰσραὴλ τοῦ θείου, τὴν παράκλησιν, τὸν νόμου Ποιητήν, καὶ Δε‐
18
σπότην πληροῦντα νόμου τάξιν, κράζων, αὐ‐
τῷ· Ἐπλήσθη τὰ πάντα, τῆς σῆς αἰνέσεως. σιν, τὸ ἐν ἑκατέροις μισοῦντες ἄτοπον, ἀπό‐
νοιαν καὶ λύμην τῶν παραπτώσεων. Καὶ νῦν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Θεώμενος Συμεών, Λόγον τὸν ἄναρχον, μετὰ σαρκὸς ὡς ἐν θρόνῳ Χερουβικῷ Παρθένῳ, ἐ‐
ποχούμενον, τὸν αἴτιον τοῦ εἶναι, τὰ πάντα ὡς βρέφος ἐκπλαγεὶς ἐβόα, αὐτῷ· Ἐπλήσθη τὰ πάντα, τῆς σῆς αἰνέσεως. Δικαιοσύνης δρόμος κενός, ἤλεγκται συζεύ‐
ξας ἐν αὐτῷ, ὁ Φαρισαῖος τὴν οἴησιν, αὖθις δὲ Τελώνης, ὑψοποιῷ ἀρετῇ, κτησάμενος συνέμ‐
πορον τὴν ταπείνωσιν. ᾨδὴ ε´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Ἁρματηλάτης ἐν ἀρεταῖς, ᾤετο δραμεῖν Φαρι‐
σαῖος, ἀλλὰ πεζὸς παρακλύδιον, ἅρμα διαθέ‐
ων, καλῶς προέλαβε, συζεύξας ὁ Τελώνης οἴ‐
κτῳ ταπείνωσιν. Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; Ἀλλ᾿ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ πά‐
θους σου Σῶτερ παιζόμενος, τὴν τοῦ πρωτο‐
πλάστου, περιστέλλων ἀσχήμονα γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιά‐
ζων, τὸν χιτῶνα Χριστὲ τῆς νεκρώσεως. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἐκ χοὸς τοῦ θανάτου, σὺ τὴν πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀ‐
γήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας πά‐
λιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φω‐
τὶ ἀπαστράπτουσαν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μό‐
νην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα. Τοῦ Τριῳδίου. ᾨδὴ ε´. Ἦχος πλ. β´. Τῷ θείῳ φέγγει σου ἀγαθέ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τοῦ Φαρισαίου τὰς ἀρετάς, σπεύσωμεν μιμεῖ‐
σθαι καὶ ζηλοῦν, τὴν τοῦ Τελώνου ταπείνω‐
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὴν τοῦ Τελώνου παραβολήν, πάντες ἀνα‐
πτύξαντες τῷ νῷ, δεῦτε ζηλώσωμεν δάκρυσι, πνεῦμα συντετριμμένον Θεῷ προσάγοντες, τὴν τῶν ἁμαρτημάτων ζητοῦντες ἄφεσιν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὸν ὑψαυχῆ τε καὶ μοχθηρόν, ἀλαζονικόν τε καὶ θρασύν, πόῤῥω ἀπώσωμεν ἔμφρονες, Φα‐
ρισαίου τρόπον, δεινὸν μεγάλαυχον, ὅπως μὴ γυμνωθῶμεν, τῆς θείας χάριτος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ῥάβδον δυνάμεως Ἀγαθή, πᾶσιν ἐξαπόστει‐
λον ἡμῖν, τοῖς ἐπὶ σοὶ καταφεύγουσι, κατακυ‐
ριεύειν ἐν μέσῳ πάντων ἐχθρῶν, παρέχουσα, καὶ πάσης βλάβης ἐξαίρουσα. Τῆς ἑορτῆς. ᾨδὴ ε´. Ἦχος γ´. Ὡς εἶδεν Ἡσαΐας. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέ‐
πων Μητρὸς κρατούμενον, ὦ χαίροις ἐβόα Σεμνή· ὡς γὰρ θρόνος περιέχεις τὸν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα. (δίς) Δόξα. 19
Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέ‐
ως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομή‐
τορος, πῦρ ἔφη βαστάζεις Ἁγνή, βρέφος φρίτ‐
τω ἀγκαλίσασθαι Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα. Τοῦ βίου τὸ δίκαιον, διαμείβοντες ἡμεῖς, δρό‐
μον ἐκμιμησώμεθα, τοῦ Τελώνου μὲν φρόνη‐
μα ζηλωτόν, φύγωμεν δὲ φύσημα, βδελυκτὸν Φαρισαίου, καὶ ζησώμεθα. Καὶ νῦν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ ὥσπερ λαβίδι χερσί, λαμπρύνεις με ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δε‐
σπόζοντα. Τοὺς τρόπους ζηλώσωμεν, τοῦ Σωτῆρος Ἰη‐
σοῦ, καὶ τὴν αὐτοῦ ταπείνωσιν, οἱ ποθοῦντες τὴν ἄληκτον, τῆς χαρᾶς, τυχεῖν κατασκήνω‐
σιν, ἐν τῇ χώρᾳ τῶν ζώντων αὐλιζόμενοι. ᾨδὴ στ´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Ἱλάσθητί μοι, Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου· καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέο‐
μαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Διὰ ξύλου κραταιῶς, καθεῖλέ με ὁ ἀρχέκακος· αὐτὸς δὲ ἀναρτηθείς, Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σὺ ᾤκτειρας τὴν Σιών, ἐξανατείλας τοῦ μνή‐
ματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς Εὔ‐
σπλαγχνος, τῷ θείῳ σου αἵματι, καὶ νῦν βα‐
σιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱ‐
κεσίαις σου, θεογεννῆτορ Ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ. Τοῦ Τριῳδίου. ᾨδὴ Ϛ´. Ἦχος πλ. β´. Τοῦ βίου τὴν θάλασσαν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τοῦ βίου τὸ στάδιον, ὁ Τελώνης ἐν ταὐτῷ, καὶ Φαρισαῖος ἔδραμον· ἀλλ᾿ ὁ μὲν ἀπονοίᾳ κα‐
τενεχθείς, αἰσχρῶς ἐναυάγησεν, ὁ δὲ τῇ τα‐
πεινώσει διεσώζετο. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὑπέδειξας Δέσποτα, τοῖς οἰκείοις Μαθηταῖς, ὑψοποιὸν ταπείνωσιν, τῷ λεντίῳ ζωννύμενος τὴν ὀσφύν, τοὺς πόδας ἀπέπλυνας, καὶ τὸν τρόπον μιμεῖσθαι παρεσκεύασας. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὸν βίον διείλοντο, Φαρισαῖος ἀρεταῖς, καὶ ὁ Τελώνης πταίσμασιν· ἀλλ᾿ ὁ μὲν τὴν ἐξ ὄγ‐
κου φρενοβλαβῆ, ὑπέστη ταπείνωσιν· ὁ δὲ ἀ‐
νυψοῦται ταπεινόφρων φανείς. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Γυμνὸν τῇ ἁπλότητι, τῇ ἀτέχνῳ τε ζωῇ, πλα‐
σθέντα παραβάσεως, διπλόῃ περιέβαλέ με ἐ‐
χθρός, σαρκός τε παχύτητι· νῦν δὲ σῇ μεσιτεί‐
ᾳ, Κόρη σώζομαι. Τῆς ἑορτῆς. ᾨδὴ Ϛ´. Ἦχος γ´. Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀῤῥα‐
γὴς πιστῶν σωτηρία. (δίς) Δόξα. Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώ‐
νων σε φύσαντος, τὴν βροτῶν δι᾿ οἶκτον, νῦν ἀσθένειαν περιέθου. Καὶ νῦν. 20
Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυ‐
σον ἐν εἰρήνῃ. λαζονείας δὲ ἀρθείς, κουφότητι δείλαιος σα‐
θρᾷ, ὁ Φαρισαῖος καταντᾷ, πρὸς Ἅδου πέταυ‐
ρον. ᾨδὴ ζ´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Θεοῦ συγκατάβασιν, τὸ πῦρ ἠδέσθη ἐν Βαβυ‐
λῶνι ποτέ· διὰ τοῦτο οἱ παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἡ ἔνδοξος κένωσις, ὁ θεῖος πλοῦτος τῆς σῆς πτωχείας Χριστέ, καταπλήττει Ἀγγέλους, Σταυρῷ ὁρῶντάς σε καθηλούμενον, διὰ τὸ σῶσαι τοὺς πίστει κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τῇ θείᾳ καθόδῳ σου, φωτὸς ἐπλήσθη τὰ κα‐
ταχθόνια, καὶ τὸ σκότος ἠλάθη, τὸ πρὶν διῶ‐
κον· ὅθεν ἀνέστησαν, οἱ ἀπ᾿ αἰῶνος δεσμῶται κραυγάζοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πα‐
τέρων ἡμῶν. Τριαδικόν. Στίχ. Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογε‐
νοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντές σε καταγγέλλομεν, καὶ ἓν εἰδότες σοῦ ἐκπο‐
ρευόμενον, Πνεῦμα εὐθές, συμφυὲς καὶ συ‐
ναΐδιον. Τοῦ Τριῳδίου. ᾨδὴ ζ´. Ἦχος πλ. β´. Δροσοβόλον μὲν τὴν κάμινον. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δικαιώσεως τοῖς ἔργοις ἐπαιρόμενος, βρόχοις κενοδοξίας δεινῶς, περιεπάρη Φαρισαῖος ἄ‐
μετρα αὐχῶν· Τελώνης δὲ κούφῳ τῷ πτερῷ, τῆς ταπεινώσεως ἀρθείς, Θεῷ προσήγγισε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ταπεινώσεως ὡς κλίμακι χρησάμενος, τρόπῳ Τελώνης πρὸς οὐρανῶν, ὕψος ἐπῄρθη· τῆς ἀ‐
Τοὺς δικαίους ἐνεδρεύων μὲν ὁ δόλιος, τρό‐
ποις κενοδοξίας συλᾷ· ἁμαρτωλοὺς δέ, βρό‐
χους ἀπογνώσεως δεσμεῖ. Ἀλλ᾿ οὖν ἑκατέ‐
ρων τῶν κακῶν, οἱ τοῦ Τελώνου ζηλωταί, ῥυ‐
σθῆναι σπεύσωμεν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐν προσευχῇ ἡμῶν Θεῷ προσπέσωμεν, δά‐
κρυσι καὶ θερμοῖς στεναγμοῖς, ἐκμιμούμενοι, τοῦ Τελώνου τὴν ὑψοποιὸν ταπείνωσιν, μέλ‐
ποντες πιστοί· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Εἰσηγούμενος τοῖς Μαθηταῖς προέλεγες Δέ‐
σποτα, μὴ φρονεῖν ὑψηλά· συναπάγεσθαι τα‐
πεινοῖς διδάσκων δὲ Σωτήρ· διό σοι κραυγά‐
ζομεν πιστοί· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πα‐
τέρων ἡμῶν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἰακώβ σε καλλονὴν καὶ θείαν κλίμακα, κά‐
τωθεν ἣν ἑώρακε πρίν, ἐκτεταμένην, πρὸς ὕ‐
ψος γινώσκομεν Σεμνή, κατάγουσαν ἄνωθεν Θεόν, σεσαρκωμένον, καὶ βροτούς, αὖθις ἀ‐
νάγουσαν. Τῆς ἑορτῆς. ᾨδὴ ζ´. Ἦχος γ´. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἀδὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβον‐
τι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμε‐
ὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογη‐
τὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. (δίς) Δόξα. Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει· αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. 21
Καὶ νῦν. Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διε‐
λεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευ‐
σεν, ἐν Σταυρῷ καθορώσης, σὸν Υἱὸν ᾧ βοῶ‐
μεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. ᾨδὴ η´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύ‐
ραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἀνεβόα, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑ‐
περυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τῆς Ἰησοῦ θεότητος, ἡ ὑπέρθεος δύναμις, ἐν τοῖς καθ᾿ ἡμᾶς, θεοπρεπῶς ἐξέλαμψε· σαρκὶ γὰρ γευσάμενος, ὑπὲρ παντὸς θανάτου Σταυροῦ, ἔλυσε τοῦ ᾅδου, τὴν ἰσχύν· ὃν ἀ‐
παύστως, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖ‐
τε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶ‐
νας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὁ σταυρωθεὶς ἐγήγερται, ὁ μεγάλαυχος πέ‐
πτωκεν, ὁ καταπεσών, καὶ συντριβεὶς ἀνώρ‐
θωται, φθορὰ ἐξωστράκισται, καὶ ἀφθαρσία ἤνθησεν· ὑπὸ τῆς ζωῆς γὰρ τὸ θνητὸν κατε‐
πόθη· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τριαδικόν. Στίχ. Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Τρισσοφαῆ θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς, τρισυποστάτου φύσεως, Γεν‐
νήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον, ὁμοούσιον Πνεῦμα, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπε‐
ρυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τοῦ Τριῳδίου. ᾨδὴ η´. Ἦχος πλ. β´. Ἐκ φλογὸς τοῖς Ὁσίοις. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ταπεινόφρονι γνώμῃ, ἵλεων Κύριον, ὁ Τελώ‐
νης στενάξας, εὗρε καὶ σέσωσται· τρόπῳ δὲ δεινῷ, γλώσσης μεγαλοῤῥήμονος, τῆς δικαιο‐
σύνης, ἐκπίπτει Φαρισαῖος. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Φαρισαίου τὸν τῦφον, τῆς προαιρέσεως, καὶ τὴν προσηγορίαν, τῆς καθαρότητος, φύγω‐
μεν πιστοί, ζηλοῦντες τοῦ Τελώνου καλῶς, τὴν ἠλεημένην, ταπείνωσιν καὶ γνώμην. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὰς φωνὰς τοῦ Τελώνου, πιστοὶ φθεγξώμε‐
θα, Ἱερῷ ἐν ἁγίῳ· Ὁ Θεὸς ἵλαθι, ἵνα σὺν αὐ‐
τῷ, τύχωμεν συγχωρήσεως, λύμης μεγαλαύ‐
χου, ῥυσθέντες Φαρισαίου. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στεναγμὸν τοῦ Τελώνου, πάντες ζηλώσωμεν, καὶ Θεῷ ὁμιλοῦντες θερμοῖς τοῖς δάκρυσι, κράξωμεν αὐτῷ· Φιλάνθρωπε ἡμάρτομεν· Εὔ‐
σπλαγχνε Οἰκτίρμον, ἱλάσθητι καὶ σῶσον. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στεναγμῷ τοῦ Τελώνου, Θεὸς ἐπένευσε, δι‐
καιώσας τε τοῦτον, πᾶσιν ὑπέδειξε, κάμπτε‐
σθαι ἀεί, στεναγμοῖς τε καὶ δάκρυσι, τῶν πλημμελημάτων, αἰτούμενοι τὴν λύσιν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Οὐκ ἐπίσταμαι πλήν σου, ἄλλην ἀντίληψιν σὲ προβάλλομαι πρέσβιν, Ἁγνὴ πανάμωμε, σὲ πρὸς τὸν ἐκ σοῦ, τεχθέντα μεσίτριαν· πάν‐
των τῶν λυπούντων, ἐλεύθερόν με δεῖξον. Τῆς ἑορτῆς. ᾨδὴ η´. Ἦχος γ´. Ἀστέκτῳ πυρὶ ἑνωθέντες. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας, κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε 22
πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. (δίς) Εὐλογοῦμεν Πατέρα Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Ἰδοὺ Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον ση‐
μεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον· τού‐
τῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔρ‐
γα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Καὶ νῦν. Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς ἐν πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. ᾨδὴ θ´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κα‐
τεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀν‐
θρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγο‐
νεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεο‐
τόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι με‐
γαλύνουσι. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός· ὃν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται. Τοῦ Τριῳδίου. ᾨδὴ θ´. Ἦχος πλ. β´. Θεὸν ἀνθρώποις ἰδεῖν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὁδὸν ὑψώσεως τὴν ταπείνωσιν, παρὰ Χρι‐
στοῦ λαβόντες· σωτηρίας ὑπόδειγμα, τοῦ Τε‐
λώνου τὸν τρόπον ζηλώσωμεν, τῦφον ὑπερο‐
ψίας, πόῤῥω βαλλόμενοι, γνώμῃ ταπεινόφρο‐
νι Θεὸν ἐξιλεούμενοι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ψυχῆς ἀπόνοιαν ἀπωσώμεθα, γνώμην εὐθῆ ἐν ταπεινοφροσύνῃ κτησώμεθα, ἑαυτοὺς δι‐
καιοῦν μὴ σπουδάζωμεν, τὸν τῆς κενοδοξίας, τῦφον μισήσωμεν, καὶ σὺν τῷ Τελώνῃ, τὸν Θεὸν ἱλεωσώμεθα. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Λιτὰς τῷ Κτίστῃ οἴκτου προσφέρωμεν, τελω‐
νικάς, τὰς φαρισαϊκὰς ἐκτρεπόμενοι, ἀχαρί‐
στους εὐχάς, μεγαλαύχους φωνάς, αἳ κατὰ τοῦ πλησίον, κρίσιν ἐπάγουσιν· ἵνα Θεὸν ἵλε‐
ων, καὶ φῶς ἐπισπασώμεθα. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τῇ θείᾳ καὶ ἀνάρχῳ φύσει ἁπλοῦς, πεφυκὼς συνετέθης προσλήψει σαρκός, ἐν σεαυτῷ, ταύτην ὑποστήσας Λόγε Θεοῦ· καὶ πεπονθὼς ὡς ἄνθρωπος, ἔμεινας ἐκτὸς πάθους ὡς Θεός· διό σε ἐν οὐσίαις, δυσὶν ἀδιαιρέτως, καὶ ἀσυγ‐
χύτως μεγαλύνομεν. Πολλῷ πταισμάτων ἑσμῷ βαρούμενος, ὑπερ‐
βολῇ κακίας τὸν Τελώνην παρήλασα, καὶ τοῦ Φαρισαίου τὸν μεγάλαυχον, τῦφον προσεπι‐
κτῶμαι, πάντοθεν ἔρημος, πάντων καθιστά‐
μενος καλῶν· Κύριε φεῖσαί μου. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Πατέρα κατ᾿ οὐσίαν τὴν θεϊκήν, ὡς δὲ φύσει γενόμενος ἄνθρωπος ἔφης Θεόν, Ὕψιστε τοῖς δούλοις συγκατιών, ἐξαναστὰς τοῦ μνήμα‐
τος, χάριτι Πατέρα τῶν γηγενῶν, τιθεὶς τὸν κατὰ φύσιν, Θεόν τε καὶ Δεσπότην, μεθ᾿ οὗ σε πάντες μεγαλύνομεν. Τῆς σῆς ἀξίωσον μακαριότητος, τοὺς διὰ σὲ τῷ πνεύματι πτωχοὺς ἐνυπάρξαντας· εἰσηγή‐
σει γὰρ τῆς σῆς προστάξεως, πνεῦμα συντε‐
τριμμένον, σοὶ προσκομίζομεν· Σῶτερ προσ‐
δεξάμενος σῶζε, τοὺς σοὶ λατρεύοντας. Θεοτοκίον. Θεῷ Τελώνης ποτὲ εὐξάμενος, τῷ ἱερῷ πι‐
στῶς προσανιών, δεδικαίωται· στεναγμοῖς Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. 23
γὰρ προσελθὼν καὶ δάκρυσι, συντριμμῷ τε καρδίας, πάντα ἀπέθετο, τῶν ἁμαρτημάτων τὸν φόρτον ἐξιλεώσεσι. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὑμνεῖν δοξάζειν καὶ μακαρίζειν σε, δίδου ἡ‐
μῖν ἀξίως τοῖς τιμῶσί σε Πάναγνε, καὶ τὸν τό‐
κον τὸν σὸν μεγαλύνουσι, μόνη εὐλογημένη· σὺ γὰρ τὸ καύχημα, τῶν Χριστιανῶν καὶ πρὸς Θεόν, πρέσβις εὐπρόσδεκτος. Τῆς ἑορτῆς. ᾨδὴ θ´. Ἦχος γ´. Ἐν νόμου σκιᾷ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν· ἀνθ᾿ ὧν ὁ θεῖος Πρέσβυς καὶ σώ‐
φρων, Ἄννα Προφῆτις, τῷ ἐκ Παρθένου τε‐
χθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προ‐
σιόντι, λειτουργοῦντες ἐμεγάλυνον. (δίς) Δόξα. Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστέ, ἀγαλλίασιν· ἀπόλαβέ σου, τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χά‐
ριτος, Ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγα‐
λύνοντα. Καὶ νῦν. Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφη‐
τεύουσα, ἡ σώφρων καὶ ὁσία καὶ πρεσβυρά, τῷ Δεσπότη, ἐν τῷ ναῷ διαῤῥήδην· τὴν Θεο‐
τόκον δέ, ἀνακηρύττουσα πᾶσι, τοῖς παροῦ‐
σιν ἐμεγάλυνεν. * * * * * 24