Transcript εδώ
8 ΙΑΝΟΥΑΡΙΟΥ 2017 † ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γεωργίου τοῦ Χοζεβίτου, Δομνίκης ὁσίας· Κύ‐
ρου καὶ Ἀττικοῦ πατριαρχῶν Κωνσταντινου‐
πόλεως. Ἦχος δ´. Ἑωθινὸν ε´. (τυπικὸν 6ης Ἰαν., §§8‐10) * * * * * ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, καὶ τὸ πρῶ‐
τον Κάθισμα τοῦ Ψαλτηρίου, εἰς τό, Κύριε, ἐ‐
κέκραξα, ἱστῶμεν Στίχους ι´, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα στ´, καὶ τῆς ἑορτῆς δ´. Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος δ´. Στίχ. α´. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προ‐
σκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου ἀνάστασιν δοξάζομεν· δι᾿ αὐτῆς γὰρ ἀνεκαί‐
νισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων, φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄ‐
νοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Ἕτερα Στιχηρὰ Ἀνατολικά. Στίχ. δ´. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον ἔγερσιν, δι᾿ ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾅδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες· Ὁ σταυ‐
ρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ ἀναστάσει σου, μόνε Φιλάνθρωπε. Στίχ. ε´. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλα‐
σμός ἐστιν. Ἄγγελοι καὶ ἄνθρωποι Σωτήρ, τὴν σὴν ὑ‐
μνοῦσι τριήμερον ἔγερσιν, δι᾿ ἧς κατηυγάσθη τῆς οἰκουμένης τὰ πέρατα, καὶ τῆς δουλείας τοῦ ἐχθροῦ, πάντες ἐλυτρώθημεν κράζοντες· Ζωοποιὲ παντοδύναμε Σωτήρ, σῶσον ἡμᾶς τῇ ἀναστάσει σου, μόνε Φιλάνθρωπε. Στίχ. Ϛ´. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λό‐
γον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Πύλας χαλκᾶς συνέτριψας, καὶ μοχλοὺς συ‐
νέθλασας Χριστὲ ὁ Θεός, καὶ γένος ἀνθρώ‐
πων πεπτωκὸς ἀνέστησας· διὰ τοῦτο συμφώ‐
νως βοῶμεν· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύ‐
ριε δόξα σοι. Στίχ. β´. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀν‐
ταποδῷς μοι. Στιχηρὰ προσόμοια τῆς ἑορτῆς δ´. Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προ‐
σηλωθείς· καὶ εἰς ᾅδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεὸς διέῤῥηξας· διὸ προσκυνοῦμεν τὴν ἐκ νεκρῶν σου ἀνάστα‐
σιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε, δόξα σοι. Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Στίχ. γ´. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύ‐
ριε, εἰσάκουσον τῆς φωνῆς μου. Πύλας ᾅδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θα‐
νάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας· γέ‐
νος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρω‐
σας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησά‐
μενος, καὶ τὸ μέγα ἔλεος. Ἦχος δ´. Ἔδωκας σημείωσιν. Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λα‐
οῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθε‐
ρῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χρι‐
στὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώ‐
σεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐ‐
τοῦ. 1
Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομέ‐
νου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυ‐
ρουμένου, ἔφριξαν ὁρῶσαι Ἀγγέλων στρατι‐
αί· φωνὴ δέ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός· Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. θ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. Τὰ Ἰορδάνεια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξατο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρ‐
χετο· κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς· κράζει καὶ βοᾷ, πηλός τῷ πλαστουργῷ· Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ Βαπτισμοῦ. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θε‐
ὸς ἡμῶν, δόξα σοι. Στίχ. ι´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Σῶσαι βουλόμενος, τὸν πλανηθέντα ἄνθρω‐
πον, οὐκ ἀπηξίωσας δούλου μορφὴν ἐνδύσα‐
σθαι· ἔπρεπε γὰρ σοὶ τῷ Δεσπότῃ καὶ Θεῷ, ἀ‐
ναδέξασθαι τὰ ἡμῶν ὑπὲρ ἡμῶν· σὺ γὰρ βα‐
πτισθεὶς σαρκὶ Λυτρωτά, τῆς ἀφέσεως ἠξίω‐
σας ἡμᾶς· διὸ βοῶμέν σοι· Εὐεργέτα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δόξα. Ἐκ τῆς Λιτῆς τῆς ἑορτῆς. Ἦχος πλ. δ´. Ἰωάννου Μοναχοῦ. Κύριε, πληρῶσαι βουλόμενος, ἃ ὥρισας ἀπ᾿ αἰῶνος, ἀπὸ πάσης τῆς κτίσεως, λειτουργοὺς τοῦ μυστηρίου σου ἔλαβες· ἐκ τῶν Ἀγγέλων τὸν Γαβριήλ, ἐκ τῶν ἀνθρώπων τὴν Παρθέ‐
νον, ἐκ τῶν οὐρανῶν τὸν Ἀστέρα, καὶ ἐκ τῶν ὑδάτων τὸν Ἰορδάνην· ἐν ᾧ τὸ ἀνόμημα τοῦ κόσμου ἐξήλειψας, Σωτὴρ ἡμῶν δόξα σοι. Καὶ νῦν. Θεοτοκίον. Ἦχος δ´. Ὁ διὰ σὲ θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδι‐
κῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι· Παρέστη ἡ βασίλισσα ἐκ δεξι‐
ῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέ‐
δειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδο‐
κήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκό‐
να, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀνα‐
λαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θε‐
λήματι, ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος. * * * Εἴσοδος καὶ ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα· Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ‐
γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι και‐
ροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει. Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας. Τῷ Σαββάτῳ ἑσπέρας. Ἦχος πλ. β´. Ψαλμὸς Ϟβ´ (92). Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσα‐
το. (Ϟβ´ 1) Στίχ. α´. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περι‐
εζώσατο. (Ϟβ´ 1) Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ´ 1) Καὶ τὰ ἀναγνώσματα. * * * Εἶτα ἡ συνήθης Ἐκτενής, τό, Καταξίωσον, τὰ Πληρωτικά, ἡ κεφαλοκλισία κ.λπ. * * * Εἰς τὸν Στίχον. Ἀπόστιχα Στιχηρά. Τὸ Ἀναστάσιμον. Ἦχος δ´. Κύριε ἀνελθὼν ἐν τῷ σταυρῷ, τὴν προγονι‐
κὴν ἡμῶν κατάραν ἐξήλειψας, καὶ κατελθὼν ἐν τῷ ᾅδῃ τοὺς ἀπ᾿ αἰῶνος δεσμίους ἠλευθέ‐
ρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώ‐
πων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες δοξάζο‐
μεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου ἔγερσιν. 2
Τὰ κατ᾿ Ἀλφάβητον. Ἰωάννου τοῦ Δαμασκηνοῦ. γάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλε‐
ος. Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνε‐
δύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιε‐
ζώσατο. (Ψαλμ. Ϟβ´ 1). * * * Κρεμάμενος ἐπὶ ξύλου μόνε Δυνατέ, πᾶσαν κτίσιν ἐσάλευσας· τεθεὶς ἐν τάφῳ δέ, τοὺς κα‐
τοικοῦντας ἐν τάφοις ἀνέστησας, ἀφθαρσίαν καὶ ζωὴν δωρούμενος, τῷ γένει τῶν ἀνθρώ‐
πων· διὸ ὑμνοῦντες δοξάζομεν, τὴν τριήμε‐
ρόν σου ἔγερσιν. Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὰ Ἀπολυτίκια. Ἀπολυτίκιον Ἀναστάσιμον. Ἧχος δ´. Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύ‐
λευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ψαλμ. Ϟβ´ 1) Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α´. Λαὸς παράνομος Χριστέ, σὲ προδοὺς τῷ Πι‐
λάτῳ, σταυρωθῆναι κατεδίκασεν, ἀγνώμων περὶ τὸν εὐεργέτην φανείς· ἀλλ᾿ ἑκὼν ὑπέ‐
μεινας ταφήν, αὐτεξουσίως ἀνέστης τριήμε‐
ρος, ὡς Θεός, δωρούμενος ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγα‐
πητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀ‐
σφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι. Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (Ψαλμ. Ϟβ´ 5). Μετὰ δακρύων γυναῖκες, καταλαβοῦσαι τὸ μνῆμα σὲ ἐπεζήτησαν· μὴ εὑροῦσαι δέ, ὁλο‐
φυρόμεναι, μετὰ κλαυθμοῦ βοῶσαι ἔλεγον· Οἴμοι! Σωτὴρ ἡμῶν, Βασιλεῦ τῶν ἁπάντων· πῶς ἐκλάπης; ποῖος δὲ τόπος κατέχει τὸ ζωη‐
φόρον σῶμά σου; Ἄγγελος δὲ πρὸς αὐτὰς ἀ‐
πεκρίνατο· Μὴ κλαίετε φησίν, ἀλλ᾿ ἀπελθοῦ‐
σαι κηρύξατε, ὅτι ἀνέστη ὁ Κύριος, παρέχων ἡμῖν ἀγαλλίασιν, ὡς μόνος εὔσπλαγχνος. Δι᾿ εὐχῶν... Ἀμήν. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα... Δόξα. Καὶ νῦν. Ἐκ τῆς Λιτῆς τῆς ἑορτῆς. Ἦχος δ´. Ἦχος πλ. δ´. Ἀνατολίου. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Σήμερον ἡ κτίσις φωτίζεται· σήμερον τὰ πάν‐
τα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ επί‐
γεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅ‐
που γὰρ Βασιλέως παρουσία, καὶ ἡ τάξις πα‐
ραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδά‐
νην· ἴδωμεν πάντες τὸν Ἰωάννην, πῶς βαπτί‐
ζει Κορυφήν, ἀχειροποίητον καὶ ἀναμάρτη‐
τον. Διὸ ἀποστολικὴν φωνὴν προσᾴδοντες, συμφώνως βοήσωμεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυ‐
Ἀπόλυσις· Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτι‐
σθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρί‐
αν καὶ ἀναστὰς ἐκ νεκρῶν... Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 3
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. Τὸ Ἀναστάσιμον. Ἦχος δ´. Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἐν Ἰορδάνῃ ποταμῷ, δια‐
βιβάζων τὸν λαόν, καὶ τοῦ Θεοῦ τὴν κιβωτόν, ἐσκιαγράφει τὴν μέλλουσαν εὐεργεσίαν· εἰ‐
κόνα γὰρ ἡμῖν ἀναμορφώσεως, καὶ τύπον ἀ‐
ψευδῆ ἀναγεννήσεως, ἡ μυστικὴ διάβασις τῶν δύω, σκιαγραφεῖ ἐν τῷ Πνεύματι. Χρι‐
στὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύ‐
λευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α´. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγα‐
πητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀ‐
σφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... * * * ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος] Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος δ´. Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυρο‐
φόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἆρα ἐ‐
κλάπη, ὁ τῷ λῃστῇ ἀνοίξας Παράδεισον; ἆρα ἠγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν ἔγερ‐
σιν; Ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν. Δόξα. Κατεπλάγη Ἰωσήφ. Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σω‐
τήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμε‐
νον· ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐ‐
κραύγαζον, τῇ ζωηφόρῳ ἐγέρσει σου· Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας. Καὶ νῦν. Τῆς ἑορτῆς. (8 Ἰαν.) Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ· συνήγειρας τὸν κόσμον σου, τῇ ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος· ἔδειξας Ἐλεῆμον, τὴν ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε. Δόξα. Κατεπλάγη Ἰωσήφ. Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γα‐
βριήλ, καὶ τῇ πέτρᾳ προσελθών, ἔνθα ἡ πέ‐
τρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις· Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεὶ τὸ εὐσυμπάθητον· ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται· διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος. Καὶ νῦν. Τῆς ἑορτῆς. (8 Ἰαν.) Ἦχος πλ. δ´. Αὐλῶν ποιμενικῶν. Βαπτίζεται Χριστός, ὁ τὸν κόσμον φωτίζων· ἐξ ὕψους ὁ Πατήρ, ἐμαρτύρησε λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκού‐
ετε. Οὗτός ἐστιν, ὁ φωτίζων τὴν οἰκουμένην, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ, ὁ βαπτισθεὶς καὶ σώ‐
σας ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. * * * ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ [Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια] Ἦχος πλ. α´. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 4
Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶ‐
τερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐
λευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐
θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σω‐
τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα... * * * ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος δ´. Τὰ τῆς σῆς παραδόξου ἐγέρσεως, προδραμοῦ‐
σαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυτ‐
τον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Οἱ Ἀναβαθμοί. Ἦχος δ´. Ἀντίφωνον Α´. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐
σιν δὲ * ἀποστόλοις εἴπατε. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρί‐
ου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμέ‐
νοι. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ κα‐
θάρσει ὑψοῦται, λαμπρύνεται, τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως. Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐
γέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα. Καὶ νῦν. Ἀντίφωνον Β´. Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυ‐
χῆς μου· Κἀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑ‐
ψηλότερός ἐστι, πάντων τῶν λυπούντων. Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κρά‐
ζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε. Δόξα. Καὶ νῦν. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐
νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐
ὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´) Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Ἀντίφωνον Γ´. Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν. Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐ‐
πὶ τῷ Κυρίῳ, θερμότερον φίλτρον χρεωστοῦ‐
μεν. Δόξα. Καὶ νῦν. 5
Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρί‐
ας καὶ σοφίας· πάντα γὰρ ἐν τούτῳ, τὰ πα‐
τρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει. Προκείμενον. Ψαλμὸς μγ´ (43). Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. (δίς) Στίχ. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἀνάστα Κύριε, βοήθησον ἡμῖν... * * * ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ‐
μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ´) Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁ‐
γίου Εὐαγγελίου. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγ‐
γελίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος· Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν Ζ´ Ἐκ τοῦ κατὰ Ἰωάννην (κ´ 1‐10). Τῇ μιᾷ τῶν σαββάτων, Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωὶ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖ‐
ον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνη‐
μείου. Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφί‐
λει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύ‐
ριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔ‐
θηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶ‐
τος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια· οὐ μέντοι εἰσῆλθεν. Ἔρχε‐
ται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθό‐
νια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμε‐
νον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τό‐
πον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐ‐
πίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης· Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνή‐
σωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ‐
ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προ‐
σκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡ‐
μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνο‐
μά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ‐
νάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλο‐
γοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστα‐
σιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. 6
Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον. Ἦχος β´. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐
δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημά‐
των. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Δόξα. Καὶ νῦν. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ‐
ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέη‐
σον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. * * * ΟΙ ΚΑΝΟΝΕΣ Οἱ Κανόνες· ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ β´ τῆς ἑορτῆς ἄνευ τῶν εἱρμῶν. ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ. Ἦχος δ´. Ὁ εἱρμός. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴ‐
χνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυρο‐
7
τύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύνα‐
μιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο. ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος. Τροπάρια. Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὑψώθης τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθού‐
μενος, ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἐν τάφῳ σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός· ἐν Παραδείσῳ δὲ μετὰ λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀσπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτο‐
ρα, καὶ δι᾿ ἡμᾶς ἐκ σοῦ ἀπάτορα. Καὶ τῆς ἑορτῆς. ᾨδὴ α´. Ἦχος β´. Στείβει θαλάσσης. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὄρθρου φανέντος, τοῖς βροτοῖς σελασφόρου, Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου. Ἄναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα, Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι, Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὄρθρου φανέντος, τοῖς βροτοῖς σελασφόρου, ... Δόξα. Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε, Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ, Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος, Ὄπα κρατίστην· Οὗτος ἠγαπημένος, Ἶσός τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν. Καὶ νῦν. Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε, ... Ἦχος δ´. Ὁ εἱρμός. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς Ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πᾶσιν ἀμ‐
βροσίαν πηγάζουσα. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὡς μέγας ὡς φοβερός, ὡς τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νῦν σωμα‐
τικῶς ἐξεγήγερται. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγα‐
θῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε προσάγομεν. Καὶ τῆς ἑορτῆς. ᾨδὴ γ´. Ἦχος β´. Ὅσοι παλαιῶν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει, … Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν, Ἐπισκοτεῖται, σαρκικῇ παρουσίᾳ. Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ, Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει, … Δόξα. Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν, Γαστρὸς τυράννου, συγκεχωσμένην ὅροις· Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει. Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης· Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων. Καὶ νῦν. Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν, … 8
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... * * * ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον τῆς ἑορτῆς. Ἦχος δ´. Αὐτόμελον. Ρωμανοῦ τοῦ Μελωδοῦ. Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾿ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε· Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀ‐
πρόσιτον. Κάθισμα μεθέορτον. (8 Ἰαν.) Ἦχος δ´. Ταχὺ προκατάλαβε. Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνεια· τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡ‐
μῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ τῆς πλάνης, τῶν ἀνθρώπων τὸ γένος· διό σε ἱκετεύομεν· Σῶ‐
σον τὸν κόσμον σου. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... * * * ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον. Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγε‐
νεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δε‐
σπότης, ἀνέστη τριήμερος. Ὁ Οἶκος. Τὸν ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν ζωο‐
δότην, τριήμερον ἐκ τάφου καὶ πύλας τοῦ θα‐
νάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὑτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέν‐
τρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀ‐
δὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶ‐
νον ἐκτενῶς· Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεὸς καὶ Δεσπότης, ἀνέστη τριήμερος. Συναξάριον. Τῇ Η´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας μη‐
τρὸς ἡμῶν Δομνίκης καὶ τῆς συνοδίας αὐτῆς. Στίχ. Λιποῦσα τὴν γῆν οὐρανόφρων Δομνίκα, Εἰς οὐρανοὺς ἀνῆλθεν, ὥσπερ ἠγάπα. Δομνίκαν ὀγδοάτῃ πότμου λάβε νὺξ ἐρεβεννή. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐
μῶν Γεωργίου τοῦ Χοζεβίτου. Στίχ. Σὺν δάκρυσι σπείραντι τῷ Γεωργίῳ, Καιρὸς θερίζειν ἐστὶ σὺν εὐθυμίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Μαρτύρων Ἰουλι‐
ανοῦ καὶ Βασιλίσσης καὶ τῶν σὺν αὐτοῖς Κελ‐
σίου καὶ Ἀντωνίου. Στίχ. Ἰουλιανῷ πολλὰ καὶ Βασιλίσσῃ, Ἔπαθλα κεῖνται, κειμένοις ἐκ τοῦ ξίφους. Τέμνει κεφαλὴν τὸ ξίφος τὴν Κελσίου, Καὶ σὺν κεφαλῇ τῇ δὲ τὴν Ἀντωνίου. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ διὰ τοῦ ἁγίου Ἰουλιανοῦ πιστεύσαντες τῷ Χριστῷ ἄνδρες, ξίφει τελει‐
οῦνται. Στίχ. Χριστοῦ συνέντες ἄνδρες ἀληθὲς σέβας, Προὔδωκαν εἰς θάνατον αὑτοὺς ἐμφρόνως. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ διὰ τοῦ ἁγίου Ἰουλιανοῦ πι‐
στεύσασα γυνὴ τοῦ ἡγεμόνος, ξίφει τελειοῦ‐
ται. Στίχ. Χριστοῦ πόθῳ τρωθεῖσα μήτηρ Κελσίου, ἀνδρὸς κατεφρόνησε, καὶ τῶν βασάνων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Ἱερομάρτυ‐
ρος Καρτερίου. Στίχ. Πάλαιε, Καρτέριε, πρὸς πῦρ καὶ δόρυ, Τὸ καρτερόν σου πρὸς πάλας δεικνὺς δύω. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κύρου, Ἀρχιεπισκόπου Κωνσταντινου‐
πόλεως. Στίχ. Ὁ σὴν μελίζων Σάρκα Κῦρος, Χριστέ μου, Σαρκὸς διαστάς, σῷ παρίσταται θρόνῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Ἀττικός, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται. Στίχ. Ὅλην ὑπερβὰς τὴν ὕλην τοῦ σαρκίου, Ἥκεις ὅλος νοῦς, Ἀττικέ, πρὸς τοὺς Νόας. Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Προφήτης Σαμέας ὁ Ἐλαμίτης, ἐν εἰρήνῃ τελειοῦται. 9
Στίχ. Ἐν γῇ τὸ μέλλον οὐκ ἔτι χρᾷ Σαμέας, Ἄνω γὰρ οὗτος ὁ προφητικὸς τρίπους. Στίχ. Ἕτερος Γρηγόριος ἐν τοῖς Σπηλαίοις, Ὡς γρηγορῶν ἔσχε εἰρηνικὸν τέλος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων ἐνδόξων Μαρτύρων Θεοφίλου διακόνου καὶ Ἑλλαδίου λαϊκοῦ τῶν ἐν Λιβύῃ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Γρη‐
γόριος, ἐπίσκοπος Ἀχρίδος, ὁ ἐν ἔτει ‚αιβ´ (1012) διαλάμψας, ἐν εἰρήνῃ τελειοῦται. Στίχ. Πῦρ αὐτῶν ἀνδρῶν ἐν μεταφρένοις φέρει, Ἐπισκιωθὲν τοῦ Θεοῦ μεταφρένοις. Στίχ. Γρηγόρως λιπὼν Ἀχρίδος κάτω θρόνον, Γρηγόριος ἕστη πρὸ Σαβαὼθ θρόνου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀγάθων, ὁ ἐν τῇ Σκήτει τῆς Αἰγύπτου ἀσκήσας, ἐν εἰρήνῃ τε‐
λειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἐνδόξου ἱε‐
ρομάρτυρος Ἰσιδώρου τοῦ Γιούργιεφ καὶ τῶν ἑβδομήκοντα δύο συναθλητῶν αὐτοῦ, οἵτινες μὴ ἀποδεχθέντες ἐξαρνήσασθαι τὴν Ὀρθόδο‐
ξον Πίστιν, ἐν ποταμῷ ἐπνίγησαν ὑπὸ Ῥω‐
μαιοκαθολικῶν μοναχῶν‐στρατιωτῶν ἐν Ἐ‐
σθονίᾳ, ἐν ἔτει ‚αυοβ´ (1472). Στίχ. Ὡς ἠγαθύνθην, Ἀγάθων, τὴν καρδίαν, Εἰρηνικοῦ σοῦ καὶ μόνου μνησθεὶς τέλους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος πατὴρ ἡμῶν Σεβερί‐
νος, ἀπόστολος τῆς Αὐστρίας‐Νορικῆς, ἐν εἰ‐
ρήνῃ τελειοῦται, ἐν ἔτει υπβ´ (482). Στίχ. Φωτιστὴν πεπλούτηκε σὲ Σεβερῖνε, Ἡ Αὐστρία· ὅθεν σε πιστῶς γεραίρει. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐
ρου πατρὸς ἡμῶν Θεοδώρου, Κτίτορος τῆς Μονῆς τῆς Χώρας. Στίχ. Δῶρον ἐκ Θεοῦ διὰ Μονὴν τῆς Χώρας, Εὗρες, Θεόδωρε, τὴν τῶν ζώντων Χώραν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐
ρου πατρὸς ἡμῶν Μακαρίου τοῦ Μακρῆ, Ἡ‐
γουμένου τῆς Μονῆς τοῦ Χριστοῦ Παντοκρά‐
τορος τῆς ἐν Κωνσταντινουπόλει. Στίχ. Μακάριος, Μακάριε, ἔχων φίλον, Τὸν Παντοκράτορα Χριστόν, ᾯ παρέστης. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἐνδόξου Ὁ‐
σιομάρτυρος Ἀμπώ, τοῦ ἐκ Τιφλίδος τῆς Γε‐
ωργίας, ἀθλήσαντος ἐν ἔτει ψπε´ (785). Στίχ. Πλάνην ἀρνηθεὶς τῆς σκοτομόρφου Ἄγαρ, Υἱὸς φωτὸς γέγονας, Ἀμπώ, ἀθλήσας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἐνδόξου Ὁ‐
σιομάρτυρος Γρηγορίου τῆς Λαύρας τῶν Σπη‐
λαίων τοῦ Κιέβου, ἀθλήσαντος ἐν ἔτει ‚αϞγ´ (1093). Στίχ. Πνιγμῷ ὁ Γρηγόριος εἴληφε στέφος, Ἄσκησιν αὑτοῦ περάνας μαρτυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐
ρου πατρὸς ἡμῶν Γρηγορίου, τοῦ θαυματουρ‐
γοῦ τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου. Στίχ. Ποταμῷ Ἰσίδωρος σὺν τοῖς συνάθλοις, Ταῖς χερσὶ ψευδαδέλφων ἐναπεπνίγη. * Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην κοινὴν ἐπιτελοῦμεν τῆς ἁγίας οἰκογενείας τοῦ Ἁγίου Βασιλείου, ἧς τὰ μέλη· Βασίλειος καὶ Ἐμμέλεια οἱ γονεῖς, καὶ τὰ τέκνα αὐτῶν, Βασίλειος ὁ Μέγας, Γρη‐
γόριος ὁ Νύσσης, Πέτρος ὁ Σεβαστείας, Ναυ‐
κράτιος Ὅσιος, καὶ αἱ Ὅσιαι Γυναῖκες Μακρί‐
να καὶ Θεοσέβεια. Στίχ. Γενεὰν γεραίρομεν ἡγιασμένην, Ὀκτὼ θαυμαστῶν θεραπόντων Κυρίου. Δεκάτῃ γε ὀκτάριθμον ὁμήγυριν ἀείδω. Σημ. Ἀρχικῶς ἡ Ἀκολουθία (Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου) ἐποιήθη διὰ τὴν Ι´ τοῦ μηνὸς Ἰανουαρί‐
ου. Συμφώνως τῇ ἀποφάσει τῆς Διαρκοῦς Ἱερᾶς Συνόδου, τῆς 4ης Σεπτεμβρίου 1999, ὡρίσθη ὡς ἡμέρα ἑορτασμοῦ ἡ Κυριακὴ μετὰ τὰ Φῶτα ἑκάστου Ἰανουαρίου. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θε‐
ός, ἐλέησον ἡμᾶς. Ἀμήν. * * * ΚΑΤΑΒΑΣΙΑΙ Τῶν Θεοφανείων (ἰαμβικαί) (Ψάλλονται ἀπὸ 2ας μέχρι 5ης Ἰανουαρίου μόναι αἱ πεζαί, ἀ‐
πὸ 7ης μέχρι 13ης Ἰανουαρίου μόναι αἱ ἰαμβικαί, τῇ δὲ 1ῃ, 6ῃ καὶ 14ῃ Ἰανουαρίου ἀμφότεραι.) ᾨδὴ α´. Ἦχος β´. Στείβει θαλάσσης * κυματούμενον σάλον, Ἤπειρον αὖθις, * Ἰσραήλ, δεδειγμένον. Μέλας δὲ πόντος * τριστάτας Αἰγυπτίων 10
Ἔκρυψεν ἄρδην * ὑδατόστρωτος τάφος Ῥώμῃ κραταιᾷ * δεξιᾶς τοῦ Δεσπότου. ᾨδὴ γ´. Ὅσοι παλαιῶν * ἐκλελύμεθα βρόχων, Βορῶν λεόντων * συντεθλασμένων μύλας, Ἀγαλλιῶμεν * καὶ πλατύνωμεν στόμα, Λόγῳ πλέκοντες * ἐκ λόγων μελῳδίαν, ᾯ τῶν πρὸς ἡμᾶς * ἥδεται δωρημάτων. ᾨδὴ δ´. Πυρσῷ καθαρθεὶς * μυστικῆς θεωρίας, Ὑμνῶν προφήτης * τὴν βροτῶν καινουργίαν, Ῥήγνυσι γῆρυν * Πνεύματι κροτουμένην, Σάρκωσιν ἐμφαίνουσαν * ἀρρήτου Λόγου, ᾯ τῶν δυναστῶν * τὰ κράτη συνετρίβη. ᾨδὴ ε´. Ἐχθροῦ ζοφώδους * καὶ βεβορβορωμένου, Ἰὸν καθάρσει * Πνεύματος λελουμένοι, Νέαν προσωρμίσθημεν * ἀπλανῆ τρίβον, Ἄγουσαν ἀπρόσιτον * εἰς θυμηδίαν, Μόνοις προσιτήν, * οἷς Θεὸς κατηλλάγη. ᾨδὴ Ϛ´. Ἱμερτὸν ἐξέφηνε * σὺν πανολβίῳ Ἤχῳ Πατήρ, * ὃν γαστρὸς ἐξηρεύξατο. Ναί, φησίν, οὗτος * συμφυὴς γόνος πέλων, Φώταυγος ἐξώρουσεν * ἀνθρώπων γένους, Λόγος τέ μου ζῶν * καὶ βροτὸς προμηθείᾳ. ᾨδὴ ζ´. Ἔφλεξε ῥείθρῳ * τῶν δρακόντων τὰς κάρας, Ὁ τῆς καμίνου * τὴν μετάρσιον φλόγα, Νέους φέρουσαν * εὐσεβεῖς κατευνάσας· Τὴν δυσκάθεκτον * ἀχλὺν ἐξ ἁμαρτίας Ὅλην πλύνει δὲ * τῇ δρόσῳ τοῦ Πνεύματος. ᾨδὴ η´. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Ἐλευθέρα μὲν * ἡ κτίσις γνωρίζεται· Υἱοὶ δὲ φωτὸς * οἱ πρὶν ἐσκοτισμένοι. Μόνος στενάζει * τοῦ σκότους ὁ προστάτης. Νῦν εὐλογείτω * συντόνως τὸν αἴτιον Ἡ πρὶν τάλαινα * τῶν ἐθνῶν παγκληρία. * * * Ὁ διάκονος· Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύ‐
νομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐
ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐
φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐
καριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐
τόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐
θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ´. Μεγάλυνον, ψυχή μου, * τὴν λυτρωσαμένην * ἡμᾶς ἐκ τῆς κατάρας. Ὢ τῶν ὑπὲρ νοῦν* τοῦ τόκου σου θαυμάτων, Νύμφη πάναγνε, * Μῆτερ εὐλογημένη! Δι᾿ ἧς τυχόντες * παντελοῦς σωτηρίας, 11
Ἐπάξιον κροτοῦμεν * ὡς εὐεργέτῃ, Δῶρον φέροντες * ὕμνον εὐχαριστίας. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... * * * ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β´. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Ζ´. Ὅτι ἦραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ ἄλλος, μύστης Χριστοῦ, ὃν ἠγάπα· ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων· διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕ‐
ως εἶδον. Τῆς ἑορτῆς. Ἦχος γ´. Ἐπεσκέψατο ἡμᾶς. Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥεί‐
θροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐ‐
φάνη, τὸ φῶς τὸ ἀπρόσιτον. * * * ΑΙΝΟΙ Ἦχος δ´. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐
νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Στιχηρὰ Ἀναστάσιμα. Ἦχος δ´. Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐
πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὁ Σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀνα‐
στὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δο‐
ξάζομέν σου τὴν ἀνάστασιν. Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐ‐
τοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμε‐
ως αὐτοῦ. Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατά‐
ρας, ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διά‐
βολον κατήργησας· ἐν δὲ τῇ ἐγέρσει σου, χα‐
ρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ· ὁ ἀναστὰς ἐκ τῶν νε‐
κρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου. Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐
νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τῶν πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μο‐
νογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φι‐
λανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέ‐
πτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ θεότητι· ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος. Καὶ τῆς ἑορτῆς, ἐκ τοῦ Μηναίου, τῶν αἴνων τῆς Ϛ´ Ἰανουαρίου ὡς μεθέορτα, ἰδιόμελα δ´.* Ἦχος α´. Γερμανοῦ τοῦ Πατριάρχου. Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν. Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. 12
Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀ‐
νεκαίνισας. Στίχ. ζ´. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδά‐
νης ἐστράφη εἰς τὰ ὀπίσω. Σὺ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χει‐
ροθετούμενος, καὶ τὰ πάθη τοῦ Κόσμου ἰώμε‐
νος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι. Στίχ. η´. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σύ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φω‐
τισμὸν δωρεῖται. Βαπτίζεται Χριστὸς μεθ᾿ ἡ‐
μῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος, ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο κα‐
θάρσιον γίνεται, ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον, διὰ λου‐
τροῦ σωτηρία, δι᾿ ὕδατος τὸ Πνεῦμα, διὰ κα‐
ταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται, θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι. * Ὡς πρὸς τὰ ψαλτέα μεθέορτα τῶν αἴνων σημειοῦμεν τὰ ἑ‐
ξῆς. α) Εἰς τὰ λειτουργικὰ βιβλία τῆς Ἐκκλησίας δὲν ἐπιγρά‐
φονται ὕμνοι τινὲς ὡς μεθέορτοι, ἀλλ᾿ οὕτω καλοῦνται ὕμνοι τῆς ἑορτῆς, ἐφόσον ψάλλονται κατὰ τὴν μεθέορτον περίο‐
δον. β) Τὰ ἀπαντώμενα εἰς τὰς μεθεόρτους ἡμέρας προσό‐
μοια πρὸς τὰ «Αἱ ἀγγελικαὶ» καὶ «Οἶκος τοῦ Ἐφραθᾶ» ὁρί‐
ζονται ὡς ἀπόστιχα τοῦ ἑσπερινοῦ καὶ τοῦ ὄρθρου, διὰ τοῦτο κατ᾿ ἀκρίβειαν δὲν ψάλλονται εἰς τὸ «Πᾶσα πνοὴ» οὔτε εἰς τὸ «Κύριε, ἐκέκραξα», ὡς ἐμφαίνεται καὶ ἐν τῇ Παρακλητικῇ. Βλ. καὶ Ἡμερολόγιον τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, ἔτους 1970, σελ. 196‐197. Δόξα. Ἑωθινὸν Ζ´. Ἦχος βαρύς. Ἰδοὺ σκοτία καὶ πρωί· καὶ τί πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας, πολὺ σκότος ἔχουσα ταῖς φρεσίν; ὑφ᾿ οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς· ἀλλ᾿ ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις καὶ τῷ σουδαρίῳ, τὴν ἀνάστα‐
σιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς. Μεθ᾿ ὧν καὶ δι᾿ ὧν, καὶ ἡμεῖς πιστεύσαντες, ἀνυμνοῦμέν σε τὸν ζωοδότην Χριστόν. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρ‐
θένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐
ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐
τὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκή‐
σας, δόξα σοι. * * * Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐
στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐
ποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐
ματά σου. (ἐκ γ´) 13
Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. Στίχ. β´. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν· ὁ Ἰορ‐
δάνης ἐστράφη εἰς τὰ ὀπίσω. (ριγ´ 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ´. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σοί, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; (ριγ´ 5) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Στίχ. δ´. Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ. (ριγ´ 7) Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν. Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος... Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ· Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς ριδ´(114). Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. Στίχ. α´. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. (ριδ´ 1) Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰ‐
ωάννου βαπτισθείς, * ψάλλοντάς σοι, Ἀλλη‐
λούϊα. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· * ᾄσω‐
μεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· * καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος. * * * * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Στίχ. β´. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. (ριδ´ 2) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, … Στίχ. γ´. Περιέσχον με ὠδῖνες θανάτου, κίν‐
δυνοι ᾅδου εὕροσάν με. (ριδ´ 3) Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, … [Τὰ τυπικά, οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς δ´ & δ´ ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ κανόνος τῆς ἑορτῆς.] Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, … Τὰ Ἀντίφωνα τῆς ἑορτῆς. Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ριγ´ (113). Στίχ. α´. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. (ριγ´ 1‐
2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐
σον ἡμᾶς. Στίχ. δ´. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. (ριδ´ 5) Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐
νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος 14
τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐
μᾶς. Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ´. Ἦχος α´. Ψαλμός ριζ´ (117). Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (ριζ´ 1) Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγα‐
πητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀ‐
σφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Στίχ. β´. Εἰπάτω δὴ οἶκος Ἰσραὴλ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (ριζ´ 2) Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς ἑορτῆς. (τῇ Ϛ´ Ἰανουαρίου). (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Ἦχος δ´. Αὐτόμελον. Ἐπεφάνης σήμερον * τῇ οἰκουμένῃ, * καὶ τὸ φῶς σου, Κύριε, * ἐσημειώθη ἐφ᾿ ἡμᾶς, * ἐν ἐ‐
πιγνώσει ὑμνοῦντάς σε· * Ἦλθες, ἐφάνης, * τὸ φῶς τὸ ἀπρόσιτον. * * * ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ * * * ΑΠΟΣΤΟΛΟΣ Τῆς Κυριακῆς μετὰ τὰ Φῶτα. Προκείμενον καὶ Ἀλληλούϊα τῆς ἡμέρας. Προκείμενον. Ἦχος α´. (Ψαλμὸς λβ´). Ἐν Ἰορδάνῃ βαπτιζομένου σου, Κύριε... Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθά‐
περ ἠλπίσαμεν ἐπὶ σέ. Στίχ. γ´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔ‐
λεος αὐτοῦ. (ριζ´ 4) Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ, τοῖς εὐ‐
θέσι πρέπει αἴνεσις. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου, Κύριε... * * * (Ἐφεσ. δ´ 7‐13) ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κα‐
τὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέ‐
γει· «Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμα‐
λωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις». Τὸ δὲ «ἀνέβη» τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ κα‐
ταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάν‐
των τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτι‐
σμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκο‐
δομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι κα‐
ταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θε‐
οῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. * * * Τὸ ἀναστάσιμον ἀπολυτίκιον. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Τὸ ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α´. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγα‐
πητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀ‐
σφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνά‐
γνωσμα. 15
Ἀλληλούϊα (γ´). Ἦχος πλ. α´. (Ψαλμὸς πη´). Κοινωνικόν. Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσο‐
μαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶν τὴν ἀ‐
λήθειάν σου ἐν τῷ στόματί μου. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλλη‐
λούϊα. Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθή‐
σεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀ‐
λήθειά σου. ΕΥΑΓΓΕΛΙΟΝ Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Τῆς Κυριακῆς μετὰ τὰ Φῶτα. Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. Ἦχος β´. (Ματθ. δ´ 12‐17) Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ Ἰησοῦς ὅτι Ἰωάν‐
νης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαί‐
αν· καὶ καταλιπὼν τὴν Ναζαρέτ, ἐλθὼν κα‐
τῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσί‐
αν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ· ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Γῇ Ζαβουλὼν καὶ γῇ Νεφθαλείμ, ὁ‐
δὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαί‐
α τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρα‐
νῶν. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. * * * Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας… Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐
μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐
μιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. * * * Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐
σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐
καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐
ληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) Ἀπόλυσις· Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτι‐
σθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρί‐
αν καὶ ἀναστὰς ἐκ νεκρῶν... Δι᾿ εὐχῶν... Ἀμήν. * * * * * ΣΥΜΠΛΗΡΩΜΑ ᾨδαὶ δ´‐θ´ τῶν κανόνων. ᾨδὴ δ´. Ὁ ἀναστάσιμος. Ἦχος δ´. Ὁ εἱρμός. Ἐπαρθέντά σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυ‐
ροῦ τὸν Ἥλιον, τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἀνελήλυθας τὰ πάθη μου θεραπεύσων, ἐπὶ Σταυροῦ τῷ πάθει τῆς ἀχράντου σαρκός σου, ἣν ἑκὼν ἐφόρεσας· διό σοι κραυγάζομεν· Δό‐
ξα τῇ δυνάμει σου Κύριε. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 16
Ἀναμαρτήτου ὁ θάνατος γεγευμένος, ζωο‐
ποιοῦ τε σώματος τοῦ σοῦ ἐπαξίως, Δέσποτα νενέκρωται· ἡμεῖς δὲ βοῶμέν σοι· Δόξα τῇ δυ‐
νάμει σου Κύριε. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσι‐
γήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν. Ὁ β´ τῆς ἑορτῆς. ᾨδὴ δ´. Ἦχος β´. Πυρσῷ καθαρθείς. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος, Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν, Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας, Υἷας συνελκῦσαί τε τῇ σῇ Βαπτίσει, Μάκαρ φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου. (δίς) Δόξα. Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον, Τρανῶς ὁ Κήρυξ ἐκβοᾶται τῇ κτίσει. Οὗτος προών μου, δεύτερος τῷ σαρκίῳ. Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει, Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν. Καὶ νῦν. Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων, Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων· Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος, Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος, Τοῦτον καθειργνύς, ἐκσαώζει τὴν κτίσιν. ᾨδὴ ε´. Ὁ ἀναστάσιμος. Ἦχος δ´. Ὁ εἱρμός. Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας· Φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σὺ Κύριε πρὸς γῆν, συμπαθῶς κατελήλυθας· σὺ ὕψωσας τὴν πεσοῦσαν, τῶν ἀνθρώπων οὐσίαν, ἐν ξύλῳ ἀναρτώμενος. Σὺ ᾖράς μου Χριστέ, τῶν πταισμάτων τὸ ἔγ‐
κλημα· σὺ ἔλυσας τὰς ὀδύνας, τοῦ θανάτου Οἰκτῖρμον, τῇ θείᾳ ἀναστάσει σου. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὲ ὅπλον ἀῤῥαγές, κατ᾿ ἐχθρῶν προβαλλό‐
μεθα· σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σω‐
τηρίας, Θεόνυμφε κεκτήμεθα. Ὁ β´ τῆς ἑορτῆς. ᾨδὴ ε´. Ἦχος β´. Ἐχθροῦ ζοφώδους. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων, Σειραῖς ἀφύκτοις, ὃν διαρθροῖ δακτύλοις, Ἵστησιν ἀμφ᾿ ὤμοισιν ἐξάρας ἄνω, Νῦν ἐν πολυῤῥύτοισι δίναις ἐκπλύνων, Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας. (δίς) Δόξα. Μετ᾿ εὐσεβείας προσδράμωμεν εὐτόνως, Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου, Λόγον κατοπτεύοντες ἐξ ἀκηράτου, Ἄντλημα προσφέροντα δίψης ἐνθέου, Κόσμου προσηνῶς ἐξακεύμενον νόσον. Καὶ νῦν. Τὸ αὐτό. ᾨδὴ στ´. Ὁ ἀναστάσιμος. Ἦχος δ´. Ὁ εἱρμός. Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκ‐
κλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκα‐
θαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἀνῆλθες, ἐν Σταυρῷ δυναστείαν ζωσάμενος, καὶ συμπλακεὶς τῷ τυράννῳ, ὡς Θεὸς ἐξ ὕ‐
ψους κατέῤῥαξας· τὸν Ἀδὰμ δέ, ἀηττήτῳ πα‐
λάμῃ ἀνέστησας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἀνέστης, ἐξαστράπτων ὡραῖος ἐκ τάφου Χρι‐
στέ, καὶ διεσκέδασας πάντας, τοὺς ἐχθροὺς τῇ θείᾳ σου δυναστείᾳ, καὶ τὰ πάντα, ὡς Θε‐
ὸς εὐφροσύνης ἐπλήρωσας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 17
Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότε‐
ρον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαν‐
τα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν. Ὁ β´ τῆς ἑορτῆς. ᾨδὴ Ϛ´. Ἦχος β´. Ἱμερτὸν ἐξέφηνε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐκ ποντίου λέοντος ὁ τριέσπερος, Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος, Αὖθις προῆλθε, τῆς παλιγγενεσίας, Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου, Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ᾿ ἐσχάτων. (δίς) Δόξα. Ἀνειμένων Πόλοιο παμφαῶν πτυχῶν, Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον, Μένον τε Πνεῦμα τῷ παναχράντῳ Λόγῳ, Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ, Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ. Καὶ νῦν. Τὸ αὐτό. ᾨδὴ ζ´. Ὁ ἀναστάσιμος. Ἦχος δ´. Ὁ εἱρμός. Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι παῖδες τῇ περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον, ἢ τῇ φλογί, πυρπο‐
λούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Πρὸς ἀφθαρσίαν, ἡ ἀνθρωπότης ἀνακέκλη‐
ται, θείῳ λουσαμένη αἵματι τοῦ Χριστοῦ, εὐ‐
χαρίστως ἀναμέλπουσα· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέ‐
δεικται λαμπρότερος, Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα Χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναι‐
ξίν, ὑπάρχεις πανάμωμε Δέσποινα. Ὁ β´ τῆς ἑορτῆς. ᾨδὴ ζ´. Ἦχος β´. Ἔφλεξε ῥείθρῳ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σὲ ζωγραφοῦσαν τὴν Ἀσσύριον φλόγα, Ἐκστῶσαν ἵστης, εἰς δρόσον μετηγμένην. Ὕδωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον, Σίντην κάκιστον Χριστὲ προσκεκευθμένον, Πρὸς τὴν ὄλισθον ἐκκαλούμενον τρίβον. (δίς) Δόξα. Ἀποῤῥαγέντος τοῦ Ἰορδάνου πάλαι, Ἰσθμῷ περᾶται λαὸς Ἰσραηλίτης, Σὲ τὸν κράτιστον ἐμφοροῦντα τὴν κτίσιν, Ἠπειγμένως νῦν ἐν ῥοαῖς διαγράφων, Πρὸς τὴν ἄῤῥευστον καὶ ἀμείνονα τρίβον. Καὶ νῦν. Ἴδμεν τὸ πρῶτον τὴν πανώλεθρον κλύσιν, Οἰκτρῶς σε πάντων εἰς φθορὰν παρεισάγειν, Ὦ τρισμέγιστα χρηματίζων καὶ ξένα· Νῦν δὲ κλύσαντα Χριστὲ τὴν ἁμαρτίαν, Δι᾿ εὐπάθειαν, καὶ βροτῶν σωτηρίαν. ᾨδὴ η´. Ὁ ἀναστάσιμος. Ἦχος δ´. Ὁ εἱρμός. Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Χεῖρας ἐκπετάσας ἐν Σταυρῷ, τὰ ἔθνη ἅπαν‐
τα ἐπισυνήγαγες, καὶ μίαν ἔδειξας Δέσποτα, Ἐκκλησίαν ἀνυμνοῦσάν σε, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, συμφώνως ψάλλουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Λευχείμων ὡράθη γυναιξί, τῷ ἀπροσίτῳ φω‐
τὶ τῆς ἀναστάσεως, καταστραπτόμενος Ἄγ‐
γελος, Τί τὸν ζῶντα ἐν τῷ τάφῳ βοῶν, ἐπιζη‐
18
τεῖτε ὡς θνητόν; ὄντως ἠγέρθη Χριστός, ᾧ βο‐
ῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. κεκενωμένας τῇ ἀναστάσει σου, σὺν τῷ Ἀγ‐
γέλῳ ἔλεγον· Ὄντως ἐγήγερται ὁ Κύριος! Θεοτοκίον. Τριαδικόν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραν‐
τε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς θεότητος γέ‐
γονας, ἐνδιαίτημα Πανάμωμε, μὴ φλογισθεῖ‐
σα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάν‐
τες σέ, εὐλογοῦμεν Μαρία θεόνυμφε. Στίχ. Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Μονάδα μὲν θείας οὐσίας, ἀλλ᾿ ὑποστάσεων Τριάδα, πάντες οἱ πιστοὶ προσκυνοῦντες, ἐν ἀσυγχύτοις ταῖς ὑποστάσεσιν, ἰσοσθενῆ ὁμό‐
τιμον, ἣν εὐσεβοῦντες μεγαλύνομεν. Ὁ β´ τῆς ἑορτῆς. ᾨδὴ η´. Ἦχος β´. Ἐλευθέρα μὲν ἡ κτίσις. Ὁ β´ τῆς ἑορτῆς. ᾨδὴ θ´. Ἦχος β´. Ὢ τῶν ὑπὲρ νοῦν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τριττοὶ θεουδεῖς ἐμπύρως δροσούμενοι, Αἰγλῆντα τριτταῖς παμφαῶς ἁγιστείαις, Σαφῶς ἐδήλουν τὴν ὑπέρτατον φύσιν, Μίξει βροτείᾳ πυρπολοῦσαν ἐν δρόσῳ, Εὐκτῶς ἅπασαν τὴν ὀλέθριον πλάνην. (δίς) Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐ‐
τὸν εἰς τοὺς αἰῶνας. Λευχειμονείτω πᾶσα γήϊνος φύσις, Ἐκπτώσεως νῦν οὐρανῶν ἐπηρμένη· ᾯ γὰρ τὰ πάντα συντετήρηται Λόγῳ, Νάουσι ῥείθροις ἐκπλυθεῖσα πταισμάτων, Τῶν πρὶν πέφευγε παμφαῶς λελουμένη. Ἴδμεν τὰ Μωσεῖ, τῇ βάτῳ δεδειγμένα, Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα· Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος, Σελασφόρον τεκοῦσα, τὸν εὐεργέτην, Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα. (δίς) Δόξα. Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν, Ἄναξ ἄναρχε, Πνεύματος κοινωνίᾳ, Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους, Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην, Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον. Καὶ νῦν. Τὸ αὐτό. * * * * * Καὶ νῦν. Τὸ αὐτό. ᾨδὴ θ´. Ὁ ἀναστάσιμος. Ἦχος δ´. Ὁ εἱρμός. Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συ‐
νάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλό‐
μενοι σὲ Θεοτόκε μεγαλύνομεν. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὅλον με ἀνείληφας ὅλος, ἐν συναφείᾳ ἀσυγ‐
χύτῳ, ὅλῳ μοι διδοὺς ὁ Θεός μου, τὴν σωτηρί‐
αν διὰ τοῦ πάθους σου· ὃ ἐν Σταυρῷ ὑπέμει‐
νας, σωματικῶς δι᾿ εὐσπλαγχνίαν πολλήν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Οἱ σοὶ Μαθηταὶ καθορῶντες, ἀνεῳγμένον σου τὸν τάφον, καὶ τὰς θεοφόρους σινδόνας, 19