Transcript εδώ

ΠΕΜΠΤΗ, 5 ΙΑΝΟΥΑΡΙΟΥ 2017 Προεόρτια τῶν Φώτων· καὶ μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοπέμπτου καὶ Θεωνᾶ, καὶ τῆς Ὁσίας Συγκλητικῆς. Σημείωσις. Ἡ ἀκολουθία τῆς ἡμέρας ψάλλεται κατὰ τὴν ἐν τῷ Μηναίῳ τάξιν. Εἰς τὸν ἑσπερινὸν μετὰ τὸ «Νῦν ἀπολύεις» συνάπτεται ὁ κανὼν τοῦ ἀποδείπνου «Κύματι θαλάσσης» (μετὰ τῶν εἱρμῶν αὐτοῦ). Διάταξις ἰσχύουσα αἰωνίως πλὴν τοῦ τροπαρίου «Ἑ‐
τοιμάζου Ζαβουλών», ἀντὶ τοῦ «Ἀπεστρέφετό ποτε» ἐ‐
πεὶ Παρασκευῇ. * * * * * ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Εὐλογήσαντος τοῦ ἱερέως, ὁ προεστὼς ἢ ὁ ἀ‐
ναγνώστης τὸ Δεῦτε προσκυνήσωμεν (γ´), καὶ τὸν προοιμιακὸν ψαλμόν. Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα… [Ψαλτήριον] Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... Εἰς τό, Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους στ´, καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τῶν Ἁγίων Μαρτύρων γ´ καὶ τῆς Ὁσίας γ´. Στιχηρὰ Προσόμοια τῶν Ἁγίων Μαρτύρων. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύρι‐
ε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐ‐
στιν. Θεωνᾶν καὶ Θεόπεμπτον, τοὺς σοφοὺς ἀνυ‐
μνήσωμεν· τοῖς Χριστοῦ γὰρ δόγμασι πειθαρ‐
χούμενοι, λατρείαν πᾶσαν ἀθέμιτον, λαμ‐
πρῶς καταργήσαντες, τῇ ἁγίᾳ καὶ σεπτῇ, εὐ‐
σεβῶς λελατρεύκασιν, ἕνα Κύριον, καὶ Θεὸν πρὸ προσώπου τῶν τυράννων, εὐθαρσῶς ὁ‐
μολογοῦντες, καὶ στεφανούμενοι ἄνωθεν. Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Τὸ τοῦ βίου χαμαίζηλον, καὶ τρυφῆς τὴν εὐ‐
πάθειαν, καὶ τὴν ἀπανθοῦσαν δόξαν πανεύ‐
φημοι, καταλιπόντες ὡς πρόσκαιρον, Χριστῷ ἐκολλήθητε, τῷ αὐτοῦ κάλλει τερπνῶς, ὡς ὡ‐
ραίῳ φλεγόμενοι· καὶ προσήχθητε, ὡς ἡδύ‐
πνοα ῥόδα· καὶ τῷ στέφει, τῆς ἀφθάρτου Βα‐
σιλείας, θεοσθενῶς συνεστέφθητε. Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Οἱ τὸν κόσμον μισήσαντες, ὑπερκόσμιοι ὤ‐
φθητε, πρωτοτόκων Ἐκκλησίᾳ συνήφθητε, καὶ τοῖς Ἀγγέλοις συνᾴδετε, ᾠδὴν τὴν ἀκήρα‐
τον, ἐνωπίῳ τῷ Θεῷ, παρεστῶτες ἐνώπιοι· καὶ τὴν ἄθεσμον, τῶν εἰδώλων ἀπάτην καθε‐
λόντες, τῶν τυράννων τὴν μανίαν, μαρτυρι‐
κῶς κατεβάλετε. Ἕτερα Στιχηρὰ προσόμοια τῆς Ὁσίας. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Τὸ εὐκλεὲς τῶν Πατέρων ὄντως ποθήσασα, εὐκλείας τῆς ἀφθάρτου, ἐπεθύμησας· ὅθεν, ἐκστᾶσα τῶν ἡδέων, σῶμα τὸ σόν, πόνοις πᾶ‐
σιν ἐξέδωκας· καὶ νῦν τῶν πόνων λαμβάνεις τὰς ἀμοιβάς, τῷ Χριστῷ συμβασιλεύουσα. Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ‐
παινέσατε αὐτόν, πάντες οἱ λαοί. Ὁ τὸν Ἰὼβ συγχωρήσας τῷ ἐξαιτήσαντι, καὶ σὲ πυρῶσαι θέλων, ὡς χρυσίον ἀφῆκε, τὸ σῶ‐
μα πάσχειν βίᾳ τοῦ πονηροῦ· ὅθεν σὺ καται‐
σχύνασα, τῇ καρτερίᾳ τῶν νόσων τὸν πειρα‐
στήν, τῷ τῆς νίκης στέφει ἔστεψαι. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡ‐
μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Τὸ τοῦ Νυμφίου ὡραῖον κάλλος ποθήσασα, Χριστοῦ καὶ νυμφευθῆναι, τούτῳ σὺ βουλη‐
θεῖσα, πάσαις ταῖς ἰδέαις τῶν ἀγαθῶν, διὰ πόνων ἀσκήσεως, σαυτὴν ἐκόσμησας· ὅθεν νῦν σὺν αὐτῷ, βασιλεύεις εἰς νυμφῶνα αὐ‐
τοῦ. 1
Δόξα. Καὶ νῦν. Ἦχος πλ. β´. Γερμανοῦ. Ἑτοιμάζου Ἰορδάνη ποταμέ· ἰδοὺ γὰρ παραγί‐
νεται Χριστὸς ὁ Θεός, βαπτισθῆναι ὑπὸ Ἰωάν‐
νου, ἵνα τῶν δρακόντων ἀοράτους κεφαλάς, συνθλάσῃ τῇ θεότητι ἐν τοῖς ὕδασι τοῖς σοῖς· ἀγάλλου ἡ ἔρημος Ἰορδάνου· τὰ ὄρη σκιρτή‐
σατε εὐφροσύνῃ· ἥκει γὰρ ἡ αἰώνιος ζωή, ἀ‐
νακαλέσαι τὸν Ἀδάμ. Φωνὴ βοῶντος βόησον, ὦ Ἰωάννη Πρόδρομε· Ἑτοιμάσατε ὁδοὺς τοῦ Κυρίου, καὶ τὰς τρίβους αὐτοῦ, εὐθείας ἀπερ‐
γάσασθε. * * * Εἴσοδος καὶ ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα· Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ‐
γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι και‐
ροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει. Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας. Τῇ Τετάρτῃ ἑσπέρας. Ἦχος πλ. α´. Ψαλμὸς νγ´. Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. (νγ´ 3) Στίχ. α´. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. (νγ´ 4) Στίχ. β´. Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύ‐
ριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. (νγ´ 6) * * * Εἶτα ἡ συνήθης Ἐκτενής, τό, Καταξίωσον, τὰ Πληρωτικά, ἡ κεφαλοκλισία κ.λπ. * * * Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β´. Τριήμερος ἀνέστης Χριστέ. Ἡ γῆ καὶ τὰ ἐπίγεια, σκιρτήσατε ἀγάλλεσθε· ὁ χειμάῤῥους, τῆς τρυφῆς ἐν ποταμῷ, βαπτί‐
ζεται τὴν χύσιν, ξηραίνων τῆς κακίας, καὶ ἀ‐
ναβλύζων θείαν ἄφεσιν. Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕ‐
δατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσ‐
σοι, πλῆθος ἠχοῦς ὑδάτων. Φωτὸς ὢν χορηγὸς Ἰησοῦς, μὴ χρῄζων βαπτι‐
σθῆναι σαρκί, ἐπιβαίνει, Ἰορδάνου ταῖς ῥοαῖς, φωτίσαι τοὺς ἐν σκότει, βουλόμενος ἐν πί‐
στει· τούτῳ προθύμως ὑπαντήσωμεν. Στίχ. Διὰ τοῦτο μνηθήσομαί σου ἐκ γῆς Ἰορ‐
δάνου καὶ Ἐρμωνιείμ. Φορέσας τὴν τοῦ δούλου μορφήν, προέρχῃ βαπτισθῆναι Χριστέ, ὑπὸ δούλου, Ἰορδάνου ταῖς ῥοαῖς, λυτρούμενος δουλείας, τῆς πάλαι ἁμαρτίας, καὶ ἁγιάζων καὶ φωτίζων ἡμᾶς. Δόξα. Καὶ νῦν. Ἦχος πλ. β´. Βυζαντίου. Ἀγαλλιάσθω ἡ ἔρημος τοῦ Ἰορδάνου, καὶ ἀν‐
θείτω ὡς κρίνον· φωνὴ γὰρ βοῶντος ἠκούσθη ἐν αὐτῇ· Ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου· ὁ γὰρ τὰ ὄρη στήσας σταθμῷ, καὶ τὰς νάπας ζυγῷ, ὁ τὰ πάντα πληρῶν ὡς Θεός, βαπτίζε‐
ται ὑπὸ δούλου· πτωχεύειν ἤρξατο, ὁ τὰ πλούσια δῶρα χαριζόμενος. Ἤκουσεν Εὔα, Ἐν λύπαις τέξῃ τέκνα· νῦν δὲ ἤκουσεν ἡ Παρ‐
θένος, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος. * * * Τό· Νῦν ἀπολύεις, καὶ ψάλλομεν τὸν κανόνα τοῦ ἀποδείπνου μετὰ τῶν εἱρμῶν αὐτοῦ. Κανών, οὗ ἡ ἀκροστιχίς, ἄνευ τῶν Εἱρμῶν τῶν τεσσάρων πρώτων ᾨδῶν· Καὶ σήμερον δὲ Σάββατον μέλπω μέγα. ᾨδὴ α´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώ‐
κτην τύραννον, τὰ Ἰορδάνεια, ῥεῖθρα συστέλ‐
λει καὶ κρύπτει, τὴν ἐμὴν νῦν καθαιρόμενον, ἀνθρωπίνως κάθαρσιν· ἐνδόξως γὰρ δεδόξα‐
σται. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Κύριε Θεέ μου, φωτώνυμον ὕμνον, καὶ προε‐
όρτιον, ᾠδήν σοι ᾄσομαι, τῷ θείοις Θεοφανεί‐
οις, μυστικῶς ἀναγεννῶντί με, καὶ πρὸς τὴν λαμπρότητα, τὴν θείαν ἐπανάγοντι. 2
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τροπάρια. Ἄνω πρὸ αἰώνων, καὶ κάτω προσφάτως, ἐπι‐
φανέντα σε, τὰ ὑπερκόσμια, καὶ τὰ περίγεια Σῶτερ, κατεπλήττοντο θεώμενα, καὶ τὴν ὑ‐
πὲρ λόγον σου, ἀνύμνουν συγκατάβασιν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἵνα σου τῆς δόξης, τὰ πάντα πληρώσῃς, σαυ‐
τὸν ἐκένωσας, μέχρι καὶ δούλου μορφῆς, ὑπο‐
κλίνεις κεφαλήν δουλικῶς, τὴν ἐμὴν ἀνά‐
πλασιν, καὶ κάθαρσιν δωρούμενος. ᾨδὴ γ´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Ἐπιφανέντος σου ἐν σώματι, ἡγιάσθη ἡ γῆ, ὕ‐
δατα ηὐλογήθη, ὁ οὐρανὸς πεφώτισται· γένος δὲ βροτῶν, τῆς πικρᾶς τυραννίδος ἐχθροῦ λε‐
λύτρωται. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ῥήματι θείῳ νῦν ὁ Πρόδρομος, ἐξ ἐρήμου μο‐
λεῖ, πρὸς Ἰορδάνην λέγων· Μετανοεῖτε ἤγγι‐
κεν, ἡ τῶν Οὐρανῶν, Βασιλεία καλοῦσα, πάν‐
τας πρὸς δόξαν Θεοῦ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σὲ τὸν ἐπὶ ὑδάτων, ἑδράσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, σαρκὶ κρυ‐
πτόμενον νάμασι, θάμβει πολλῷ συνείχετο· Οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε κραυγάζου‐
σα. Ὁ μεταστρέψας πρὶν τὴν θάλασσαν, εἰς ξη‐
ρὰν καὶ πηγάς, ἐξ ἀκροτόμου βλύσας, πται‐
σμάτων χωνευτήριον, νῦν ἀποτελεῖ, Ἰορδά‐
νου τὸ ῥεῖθρον, πυρὶ τοῦ Πνεύματος. Τροπάρια. ᾨδὴ ε´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σύμβολα πρὶν Προφήταις, παρέδειξας τῆς σῆς Θεοφανείας· νῦν δὲ τὰ κεκρυμμένα, ταῖς ἐνεργείαις ἐγνώρισας, ἐπιφανεὶς μυστήρια, ἀνθρώποις σήμερον, νέμων νέαν ἀναγέννη‐
σιν. Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμ‐
παθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπε‐
ρον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν· Οἱ πε‐
φωτισμένοι ἥκατε λούσασθε, καὶ δι᾿ ὕδατος θείου καὶ Πνεύματος σαφῶς, καὶ ψυχὴν καὶ τὸ σῶμα ἀποκαθάρατε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τροπάρια. Ἥπλωσεν Ἰορδάνης, τὰ ὕδατα ὡς νῶτα μετὰ τρόμου, τοῦ δέξασθαι τὸν Κτίστην, σωματι‐
κῶς βαπτιζόμενον, τὸν πάντας ἁγιάζοντα· Οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε κραυγάζον‐
τας. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Μέγα πρὸς σωτηρίαν, ἐφόδιον τὸ Βάπτισμα παρέχει, Χριστὸς τοῖς αἰσθομένοις, αὐτοῦ τῆς θείας ἐλλάμψεως, ἐν εὐφροσύνῃ ψάλλουσιν· Οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε φιλάνθρω‐
πε. ᾨδὴ δ´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Τὴν πρὸς τὸ Βάπτισμά σου ἔλευσιν, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα· Εἰς θάλασσαν τοὺς ἵππους σου, ὕδατα πολλά, ἐπεβίβασας Σῶτερ διαταράσσοντας. Νεοποιεῖς τοὺς γηγενεῖς, νέος Ἀδὰμ χρηματί‐
σας ὁ Πλάστης, ἐν πυρὶ καὶ Πνεύματι καὶ ὕ‐
δατι, ξένην ἐκτελῶν ἀναγέννησιν, καὶ ἀνά‐
πλασιν θαυμαστήν, δίχα συντρίψεως, καὶ χω‐
νευτηρίων, Βαπτίσματι θεουργῷ καινοποιού‐
μενος. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Διὰ τοῦ Πνεύματος ψυχάς, καινοποιεῖς διὰ δὲ τοῦ ὕδατος, ἁγιάζεις τὸ σῶμα τὸ σύνθετον, ζῶον ἀναπλάττων τὸν ἄνθρωπον· τῷ διπλῷ γὰρ τὰ συγγενεῖ, χρησίμως φάρμακα σοφῇ προμηθείᾳ, προσάγεις ὡς ἰατρός, σωμάτων καὶ τῶν ψυχῶν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐξ ἀλοχεύτου προελθών, ὁ γεννηθεὶς ἐκ Πα‐
τρὸς πρὸ αἰώνων, πρὸς τὸν ἐκ στείρας παρα‐
3
γέγονας, ἐξαιτῶν ὡς ἄνθρωπος Βάπτισμα· ἀλλ᾿ ἐξ ὕδατος μυστικῶς διὰ τοῦ Πνεύματος, ἀπειργάσω Σῶτερ, πολύτεκνον Ἐκκλησίαν, τὴν πρὶν ἄγονον. ᾨδὴ Ϛ´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Συνεσχέθη, ἀλλ᾿ οὐ κατεσχέσθη, φόβῳ ὁ θεῖ‐
ος Βαπτιστής· εἰ γὰρ καὶ συνεστάλη, προσεγ‐
γίσαι τῷ πυρὶ ὁ χόρτος, ἀλλὰ ἀκούσας, Ἄφες ἄρτι, ἔδραμε, τὸ ἐπίταγμα πληρῶν ὡς δοῦλος, θείας τε ἄνωθεν, μαρτυρούσης φωνῆς, ἤκου‐
σεν Υἱὸν τὸν προαιώνιον. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τέμνεται ῥεῖθρον, πρὶν μηλωτῇ Ἰορδάνειον, προτυπούσῃ Βάπτισμα τὸ σόν, δι᾿ οὗ τῶν πα‐
θῶν, ῥήγνυται χιτώνιον· καὶ ἀφθαρσίας ἔνδυ‐
μα αὐτουργεῖται, τοῖς βοῶσι· Χριστὲ ὁ Θεός, εὐλογητὸς εἶ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὄλβιον ῥεῖθρον· ἐν ἑαυτῷ γὰρ δεξάμενον, βαπτισθέντα τὸν Δημιουργόν, δέδεικται πη‐
γή, ζωηφόρου νάματος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογη‐
τὸς εἶ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἀπεγράφης, ἀλλ᾿ οὐκ ἐδουλώθης, Καίσαρος θεσμοῖς πειθαρχῶν· εἰ γὰρ καὶ τῆς δουλείας, παραμύθιον ἡμῖν παρέχων, ἑκὼν ὑπείκεις, καὶ τελεῖς τὸ δίδραχμον, ἀλλὰ νόμῳ τῷ τῆς ἁ‐
μαρτίας, πρὶν πεπραμένους ἡμᾶς ἠλευθέρω‐
σας νῦν, καὶ υἱοθεσίας κατηξίωσας. Νέκρωσιν θείαν, συμβολικῶς εἰκονίζοντες, καταδύσει ὕδατος τριττῇ, ἐν τῷ Βαπτισμῷ Χριστῷ συνθαπτόμεθα, τῇ τριημέρῳ ἐγέρσει κοινωνοῦντες, καὶ βοῶντες Χριστῷ· Εὐλογη‐
τὸς εἶ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Βασιλεύεις, ἀλλ᾿ οὐ κατὰ κόσμον, φύσει πε‐
φυκὼς Βασιλεύς· εἰ γὰρ καὶ κατὰ σάρκα, ἐκ φυλῆς Δαυῒδ τεχθεὶς τὸν θρόνον, τῆς βασιλεί‐
ας Σῶτερ τούτου ἔλαβες, ἀλλ᾿ ἀΐδιον ἔχεις τὸ κράτος, συμβασιλεύων πατρί, πρὸ αἰώνων ἀ‐
εί, καὶ εἰς τοὺς αἰῶνας σὺν τῷ Πνεύματι. Μία ἡ χάρις, Πατρὸς Υἱοῦ τε καὶ Πνεύματος, τελειοῦσα τοὺς τὴν δωρεάν, στέργοντας πι‐
στῶς, τοῦ θείου Βαπτίσματος, υἱοθεσίας λα‐
βόντας ἐξουσίαν, τοῦ βοᾶν· Ὁ Θεὸς εὐλογη‐
τὸς εἶ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Βασιλεὺς μέν, ὁ τοῦ κόσμου Ἄρχων, καὶ τῶν ἐν τοῖς ὕδασι, πάλαι προσηγορεύθη· ἀλλ᾿ ἐμ‐
πνίγεται τῇ σῇ καθάρσει, καὶ καθαιρεῖται, ὡς τῇ λίμνῃ πρὶν Λεγεών· τῶν χειρῶν δέ σου Σῶ‐
τερ τὸ πλάσμα, τὸ δουλωθὲν ὑπ᾿ αὐτοῦ, κρα‐
ταιᾷ σου χειρί, τῆς ἐλευθερίας κατηξίωσας. ᾨδὴ ζ´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Ἄφραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς ὁσίους Παῖδας ἐκ φλογός, κλίνει κορυ‐
φήν, καὶ αἰτεῖ τὸ Βάπτισμα, ὑπὸ τοῦ δούλου, καθαίρων τούς βοῶντας· Λυτρωτὰ ὁ Θεός, εὐ‐
λογητὸς εἶ. ᾨδὴ η´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτω‐
σαν, τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ὕδωρ περι‐
βάλλεται, ὁ φλέξας ὕδασι πρίν, Δικαίου θυσί‐
αν παραδόξως· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀ‐
νυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Λύτρωσιν ἔρχεται Χριστός, διὰ Βαπτίσματος, παρασχεῖν πᾶσι πιστοῖς· ἐν τούτῳ τὸν Ἀδὰμ καθαίρει γάρ, τὸν πεπτωκότα ὑψοῖ, τὸν ῥί‐
ψαντα τύραννον αἰσχύνει, τοὺς οὐρανοὺς ἀ‐
νοίγει, Πνεῦμα θεῖον καθέλκει, καὶ τῆς ἀ‐
φθαρσίας, τὴν μέθεξιν δωρεῖται. 4
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Πέπαυται πλάνη τοῦ ἐχθροῦ· φωνὴ βοῶντος γάρ, ἐν ἐρήμῳ τὴν ὁδόν, Κυρίου κράζει εὐτρε‐
πίσατε, καὶ πάσας τρίβους αὐτοῦ, εὐθείας ποιήσατε προστάττει· φάραγξ ἡ ταπεινὴ γάρ, φύσις βροτῶν ὑψοῦται· ὄρος καὶ βουνὸς δέ, δυσμενῶν ταπεινοῦνται. Προεόρτιον. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὢ παραδόξων δωρεῶν! ὢ θείας χάριτος, καὶ ἀφράστου ἀνοχῆς! ἰδοὺ γὰρ ὕδατι καθαίρει με, πυρὶ φωτίζει με, καὶ Πνεύματι θείῳ τελει‐
οῖ με, ὁ Πλάστης καὶ Δεσπότης, νῦν ἐν τῷ Ἰ‐
ορδάνῃ, τὴν ἐμὴν φορέσας, φύσιν ἀναμαρτή‐
τως. Ἀπεστρέφετό ποτε, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισσαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν· καὶ γέγο‐
νεν αὐτῷ, ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀλη‐
θῶς τοῦ Βαπτίσματος, δι᾿ οὗ ἡμεῖς τὴν ῥέου‐
σαν, τοῦ βίου διαπερῶμεν διάβασιν. Χριστός ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. (ἅπαξ) Καὶ Ἀπόλυσις. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα... ᾨδὴ θ´. Ἦχος πλ. β´. Ὁ εἱρμός. Μὴ ἐποδύρεσθε μάτην, ἀπογνώσεως βρόχοις, ἀποπνιγόμενοι βροτοί, ὑπεύθυνοι κακῶν· ἀλλ᾿ ἐν κατανύξει ψυχῆς προσέλθωμεν, τῷ καθαίροντι πάντας, ὡς μόνῳ καθαρῷ καὶ δι‐
δόντι συγγνώμην διὰ Βαπτίσματος. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐπὶ τῷ ξένῳ σου τόκῳ, τὸ πρὶν ἐκ τῆς Παρθέ‐
νου, ὑπερφυῶς ἐθαυμαστώθης, Λόγε τοῦ Θε‐
οῦ· νῦν δὲ μεγαλύνῃ, μέγα Μυστήριον, ἐκτε‐
λῶν παραδόξως, μεθέξει τῇ σεπτῇ, Κολυμβή‐
θραν πολύτεκνον θείῳ Πνεύματι. Δόξα. Γῆ ἡγιάσθη γεννήσει, τῇ ἁγίᾳ σου Λόγε, διη‐
γουμένων οὐρανῶν, σὺν ἄστροις δόξαν σήν· νῦν δὲ τῶν ὑδάτων φύσις εὐλόγηται, σοῦ σαρκὶ βαπτισθέντος, καὶ γένος γηγενῶν, πρὸς τὴν πρὶν ἐπανῆλθεν αὖθις εὐγένειαν. Καὶ νῦν. Ἀγαλλιάσθω Γῆ πᾶσα· Οὐρανὸς εὐφραινέ‐
σθω· Κόσμος σκιρτάτω· Ποταμοί, κροτείτω‐
σαν χειρί, αἱ Πηγαὶ καὶ Λίμναι, Ἄβυσσοι Θά‐
λασσαι, συγχαιρέτωσαν· ἥκει Χριστὸς γὰρ τὸν Ἀδάμ, ἐκκαθᾶραι καὶ σῶσαι θείῳ Βαπτί‐
σματι. Ἦχος δ´. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Προεόρτιον. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. Ἀπεστρέφετό ποτε, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισσαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν· καὶ γέγο‐
νεν αὐτῷ, ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀλη‐
θῶς τοῦ Βαπτίσματος, δι᾿ οὗ ἡμεῖς τὴν ῥέου‐
σαν, τοῦ βίου διαπερῶμεν διάβασιν. Χριστός ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. 5
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν ν´ ψαλμόν, χύμα. * * * Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον] Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Χορὸς Ἀγγελικός. Εὐφραίνου ποταμέ, Ἰορδάνη· ἐν σοὶ γάρ, ὁ πάντων Ποιητής, παραγίνεται θέλων, τὸ Βά‐
πτισμα εἰσδέξασθαι, ὑπὸ δούλου ὡς εὔ‐
σπλαγχνος· τέρπου χόρευε, Ἀδὰμ καὶ Εὔα προμῆτορ· ἐπεδήμησεν, ἡ ἀπολύτρωσις πάν‐
των, Θεὸς ὁ ὑπεράγαθος. Δόξα. Καὶ νῦν. Ὅμοιον. Χειμάῤῥους τῆς τρυφῆς, ὁ Δεσπότης ὑπάρ‐
χων, προέρχεται ῥοαῖς, ποταμοῦ βαπτισθῆ‐
ναι· ποτίσαι γὰρ ἠθέλησε, ἀφθαρσίας με νά‐
ματα· ὃν θεώμενος, ὁ Ἰωάννης ἐβόα· Πῶς τὴν χεῖρά μου, τῇ κορυφῇ σου ἐκτείνω, ἣν τρέμει τὰ σύμπαντα; Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα. Τὸν ἀκατάληπτον, σάρκα πτωχεύσαντα, καὶ πρὸς τὸ Βάπτισμα, παραγενόμενον, καὶ τὴν ἀνάπλασιν ἡμῶν, ἐν αὐτῷ ἐργαζόμενον, ἅ‐
παντες ὑμνήσωμεν, ὡς Θεὸν πολυέλεον, καὶ τὴν συγκατάβασιν, τὴν αὐτοῦ μεγαλύνωμεν, βοῶντες εὐχαρίστῳ καρδίᾳ· Δόξα Χριστὲ τῇ ἐ‐
πιφανείᾳ σου. Δόξα. Καὶ νῦν. Ὅμοιον. Ἀδὰμ τὴν γύμνωσιν, ἐνδύων εὔσπλαγχνε, καταστολὴν δόξης, μέλλεις γυμνοῦσθαι σαρ‐
κί, ἐν Ἰορδάνῃ ποταμῷ· ὢ θαύματος παραδό‐
ξου! πῶς σε ὑποδέξεται, ὕδωρ Δέσποτα Κύρι‐
ε, ὕδασι στεγάζοντα, ὑπερῷα ὡς γέγραπται; ὑμνοῦμεν Ἰησοῦ εὐεργέτα, πάντες τὴν σὴν ἐ‐
πιφάνειαν. * * * Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. 6
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐
δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. * * * ΟΙ ΚΑΝΟΝΕΣ Κανόνες τρεῖς. Ὁ Προεόρτιος εἰς Ϛ´, τῆς Ὁσίας καὶ τῶν Μαρτύρων, εἰς η´. Κανὼν ὁ Προεόρτιος. Ποίημα Ἰωσήφ. ᾨδὴ α´. Ἦχος α´. Ὁ εἱρμός. Πρὸς τό, Χριστὸς γεννᾶται. Πικρᾶς δουλείας ῥυσθεὶς Ἰσραήλ, τὴν ἄβατον διῆλθεν ὡς ἤπειρον· ἐχθρὸν δὲ ὁρῶν ποντού‐
μενον, ὕμνον ἐν εὐφροσύνῃ, ᾄδει Θεῷ, τῷ τε‐
ρατουργοῦντι, βραχίονι ὑψηλῷ· Ὅτι δεδόξα‐
σται. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Χριστὸς μολεῖ πρὸς τὸ βάπτισμα. Χριστὸς πρὸς Ἰορδάνην ἐφίσταται. Χριστὸς τὰς ἡμῶν ἐν ὕδασι, θάπτει νῦν ἁμαρτίας, ὡς ἀγαθός· ἐν ἀγαλλιάσει, ἀνυμνήσωμεν αὐτόν, ὅτι δεδόξα‐
σται. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ῥανάτωσαν εὐφραινόμεναι, νεφέλαι εὐφρο‐
σύνην αἰώνιον· Χριστὸς Ἰησοῦς προέρχεται, νάμασιν Ἰορδάνου, τοὺς ποταμούς, τῶν ἁ‐
μαρτημάτων, κατακλύσαι φωτισμὸν πᾶσι δω‐
ρούμενος. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἰδοὺ τὸ φῶς ἐπιφαίνεται· ἰδοὺ ὁ ἱλασμὸς ἀνα‐
δείκνυται· ἰδοὺ ὁ Σωτὴρ ἐφίσταται, λάμψαι τοῖς ἐν τῷ σκότει, θείας αὐγάς· τοῦτον διανοί‐
αις, καθαραῖς χαρμονικῶς ὑποδεξώμεθα. Κανὼν τῆς Ὁσίας. ᾨδὴ α´. Ἦχος β´. Δεῦτε λαοί. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Στέψαι τὴν σήν, ᾄσμασι μνήμην προῄρημαι, σοὶ πεποιθὼς ὁ ἄμουσος, καὶ ὅλος ἄναγνος· ἀλλὰ δίδου μοι λόγον, σοφίας καὶ ἁγνείας, σαῖς παρακλήσεσιν. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὅλον τὸν νοῦν, πρὸς θεῖον ὕψος ἐπάρασα, καὶ τῶν χρηστῶν τὴν ἄβυσσον, καὶ ἀπολαύ‐
σεων, ἐπιγνοῦσα τὸ χρῆμα, ἁπάντων ἀπανέ‐
στης, τῶν προσηκόντων σοι. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Νοῦν πρὸς Θεόν, ἀναπτεροῦσα τὸν ὕψιστον, σῶμα τὸ σὸν ἡλούμενον, εἰς τὰ χαμαίζηλα, ἐγκρατείᾳ καὶ πόνοις, ἐκούφιζες ποθοῦσα, βαρεῖαν εὔκλειαν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Μείνας ὃ ἦν, καὶ σαρκωθεὶς ἐκ νηδύος σου, ὃ ἦμεν ἐδωρήσατο, ἡμῖν τὸ πρότερον, ἐκ χοὸς γεγονόσι, ῥυσάμενος πταισμάτων, Θεογεν‐
νήτρια. Κανὼν τῶν Μαρτύρων. ᾨδὴ α´. Ἦχος βαρύς. ᾌσωμεν τῷ Κυρίῳ. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Δεῦτε πιστοὶ συμφώνως, ἑορτάσωμεν τὴν ὑ‐
περένδοξον, μνήμην τῶν Ἀθλοφόρων, ἐν ᾠ‐
δαῖς πνευματικαῖς, δοξολογοῦντες Χριστόν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Οἱ Ἀθλοφόροι Χριστοῦ, καὶ τῆς Πίστεως στεῤ‐
ῥοὶ ὑπέρμαχοι, κατὰ τῆς ἀσεβείας, ὁπλισάμε‐
νοι στεῤῥῶς, ἐχθροὺς ἐνίκησαν. Δόξα. Ὁ ἀσεβὴς διώκτης, καὶ τῆς Πίστεως Χριστοῦ ἀλλότριος, κατὰ τῶν Ἀθλοφόρων, ἐμμανεὶς ὁ δυσσεβής, πίστει κατήργηται. 7
Καὶ νῦν. Θεοτοκίον. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὴν ποίμνην ἣν ἐκτήσω, Θεογεννήτρια ταύ‐
την περίσῳζε, ἀπὸ πάσης ἀνάγκης, δυσωποῦ‐
σα τὸν Σωτῆρα, καὶ Θεὸν ἡμῶν. Ζεούσης παρειᾶς τὸ ἄνθος ἔφυγες, τῇ τήξει, καὶ πόνοις τῆς ἐγκρατείας· καὶ τὸ φλέγον τῶν ὀμμάτων σου, τῶν δακρύων κρουνοῖς ἐναπε‐
σβέννυτο. Προεόρτιος. ᾨδὴ γ´. Ἦχος α´. Ὁ εἱρμός. Πρὸς τό, Τῷ πρὸ τῶν αἰώνων. Μὴ ἐν τῇ σοφίᾳ, καὶ τῷ πλούτῳ καυχάσθω θνητὸς τῷ αὐτοῦ· ἀλλὰ τῇ πίστει τοῦ Κυρίου, ὀρθοδόξως κραυγάζων Χριστῷ τῷ Θεῷ καὶ μέλπων ἀεί· Ἐπὶ τὴν πέτραν τῶν σῶν ἐντο‐
λῶν, στήριξόν με Δέσποτα. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὁ πρὸ τῶν αἰώνων, συνεδρεύων Πατρὶ καὶ τῷ Πνεύματι, νῦν ἐπ᾿ ἐσχάτων ἐκ Παρθένου, σαρκωθεὶς καθὼς οἶδε, Χριστὸς μολεῖ πρὸς τὸ Βάπτισμα, ἀθανασίαν τῷ θείῳ λουτρῷ, πᾶσι παρεχόμενος. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὕδατι ἐνθάψαι, τὰς ἡμῶν ἁμαρτίας βουλόμε‐
νος, τοῦ Ἰορδάνου ἐν τοῖς ῥείθροις, διὰ σπλάγχνα ἐλέους, Χριστὸς ὁ Θεὸς προέρχε‐
ται, καὶ ἀναπλάττει φθαρέντας ἡμᾶς, διὰ τοῦ Βαπτίσματος. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Γύμνωσιν αἰσχίστην, περιστέλλων Ἀδὰμ τοῦ προπάτορος, ἀπογυμνοῦσαι ἑκουσίως, καὶ ῥοαῖς Ἰορδάνου, σαυτὸν περιστέλλεις ὕδατι, τὰ ὑπερῷα στεγάζων Χριστέ, μόνε πολυέλεε. Κανὼν τῆς Ὁσίας. ᾨδὴ γ´. Ἦχος β´. Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὁ Λόγος σαρκωθεὶς ἐκ σοῦ Πανάμωμε, τὴν σάρκα, τοῦ ῥύπου θέλων ἐκπλῦναι, ὑποδείγ‐
ματι καθάρσεως, ἀῤῥυπώτου τοῖς ὕδασι βα‐
πτίζεται. Κανὼν τῶν Μαρτύρων. ᾨδὴ α´. Ἦχος βαρύς. Ἐστερεώθη ἡ καρδία μου. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τῆς εὐσεβείας καὶ τῆς πίστεως τοὺς προστά‐
τας, τοὺς θείους ἀθλοφόρους εὐφημήσωμεν, Θεόπεμπτον καὶ Θεωνᾶν τὸν ἀοίδιμον. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Κανὼν καὶ τύπος καὶ ὑπόδειγμα φανέντες, οἱ Χριστοῦ Μεγαλομάρτυρες, τῶν Ἁγίων γεγό‐
νασιν, ὁδηγοὶ πρὸς τὴν ἄθλησιν. Δόξα. Ζηλοῦντες τούτων τὴν ἐνάρετον πολιτείαν, οἱ Μάρτυρες ὁμαδὸν ἐπὶ τοῦ βήματος, παρεστῶ‐
τες ἐκραύγαζον· Χριστιανοί ἐσμεν ἅπαντες. Καὶ νῦν. Θεοτοκίον. Ἐτέχθης ἐκ Παρθένου ἀνερμηνεύτως, ἐφά‐
νης ὡς ηὐδόκησας φιλάνθρωπε, καὶ τὸν κό‐
σμον ἀνεκαίνισας Κύριε. Ὁ εἱρμός. Ἐφείσω τῆς σαρκὸς πολλοῖς ἐν τραύμασιν, οὐδόλως, ἀσχέτως πιεζομένης, πρὸς τοὺς πό‐
νους τῆς ἀσκήσεως, ὁ πειράζων ἐν οἷς ἐναπε‐
κρούετο. Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, καὶ ἐπλατύνθη ἐπ᾿ ἐ‐
χθρούς μου τὸ στόμα μου. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Πορείαν τὴν στενὴν ζωῆς τὴν πρόξενον, ἀ‐
φθάρτου, καὶ θείας σὺ ᾑρετίσω, τὴν πλατεῖαν καταπτύσασα, ἧς οὐδὲν χεῖρον ὄντως τῷ νοῦν ἔχοντι. * * * 8
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Κάθισμα τῆς Ὁσίας. Εὐφράνθητι ἔρημος τὸ πρίν, διψῶσα φύσις ἅ‐
πασα, ἡ τῶν ἀνθρώπων νῦν ἐπέφανε, χει‐
μάῤῥους ὁ τῆς τρυφῆς, Ἰορδάνου νάμασι, λύ‐
ων τὸν αὐχμὸν τῆς ἁμαρτίας· ᾧ μελῳδοῦμεν πιστῶς· Δόξα τῇ δυνάμει σου Κύριε. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. Ἀσκητῶν ὑπερβᾶσα σὺ τὸ φερέπονον, ἐν οὐ‐
ρανοῖς ἀπολαύεις διαφερούσης μονῆς, καὶ τῆς κρείττονος αἴγλης ἀναπεπλήρωσαι· ὅτι κατ᾿ ἄνδρας τὴν σκληράν, διοδεύσασα ὁδόν, νενίκηκας τὰ παρόντα, καὶ Ἀγγέλοις καθω‐
μοιώθης, καὶ νῦν τῆς δόξης συμμετέχεις αὐ‐
τῶν. Δόξα. Τῶν Μαρτύρων. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ. Θεόπεμπτος ὀφθείς, Ἱεράρχης τῶν κάτω, ἐ‐
φάνη ταῖς ποιναῖς, Ἱεράρχης τῶν ἄνω. Τυράν‐
νων προστάγματος, παρακούσας αἰκίζεται, ἀγαλλόμενος, ἀναβοῶν· Σέβω μόνον, τὸν ἐν‐
θάψαντα, τοῦ Ἰορδάνου τοῖς ῥεῖθροις, βροτῶν παραπτώματα. Καὶ νῦν. Προεόρτιον. Ὅμοιον. Ὁ μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, προέρ‐
χεται σαρκί, βαπτισθῆναι θελήσας· πρὸς ὃν ὁ θεῖος Πρόδρομος, ἐκθαμβούμενος ἔλεγε· Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως; πῶς ἐ‐
κτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα; * * * Προεόρτιος. ᾨδὴ δ´. Ἦχος α´. Ὁ εἱρμός. Πρὸς τό, Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί. Ἀκήκοε πάλαι Ἀββακούμ, Χριστέ σου ὁ θαυ‐
μάσιος, τὴν ἀκοὴν καὶ φόβῳ ἔκραζεν· Ἀπὸ Θαιμὰν ὁ Θεός, ἥξει καὶ ὁ Ἅγιος, ὄρους ἐκ δα‐
σέος κατασκίου, τοῦ σῶσαι σοῦ τοὺς χρι‐
στούς· Δόξα τῇ δυνάμει σου Κύριε. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὕδωρ ἀπαντλήσατε ζωῆς· ἰδοὺ νῦν παραγέ‐
γονεν, ὁ τῆς εἰρήνης Ποταμὸς ἀληθῶς, ξηρᾶ‐
ναι τὰ θολερά, ἀπιστίας ὕδατα, καὶ τὸν φωτι‐
σμὸν ἀναπηγάσαι, τοῖς μελῳδοῦσιν αὐτῷ· Δόξα τῇ δυνάμει σου Κύριε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Βοῶντος φωνὴ προφητικῶς, ἐρήμοις περιήχη‐
σε, ταῖς διανοίαις, Ἑτοιμάσατε, ὁδοὺς εὐθείας Χριστῷ, ἐρχομένῳ λέγουσα, ὅπως βαπτισμῷ ἀναχωνεύσῃ, παλαιωθέντας ἡμᾶς, λύων τὴν ἀρχαίαν ἀπόφασιν. Κανὼν τῆς Ὁσίας. ᾨδὴ δ´. Ἦχος β´. Ἐλήλυθας, ἐκ Παρθένου. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Σὺ σώματος, διαφέρουσα κάλλεσι γέγονας, τοῖς πολλοῖς παραίτιος, οὐκ εὐτυχούσης ὁρά‐
σεως· ὅθεν ἀφανίσασα σαυτήν, μετέσχες θεί‐
ας ὡραιότητος. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὑπέμεινας, ὡς Ἰὼβ τὴν τοῦ σώματος κάκω‐
σιν, οὐ προῆκας λόγιον, τὴν τελευτὴν ἐπι‐
σπώμενον· χρόνῳ καὶ τῇ φύσει δέ, εἵξασα, θείαν ἀπῆρας πρὸς κατοίκησιν. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Μεμόνωσαι, συγγενῶν καὶ γονέων καὶ κτήσε‐
ως, τὸν Χριστὸν μονώτατον, ἐπαγομένη τὸν ἄσυλον, πλοῦτον καὶ ἀδάπανον· μεθ᾿ οὗ τῆς ἄνωθεν δόξης ὤφθης μέτοχος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὁ τόκος σου, τὸν Ἀδὰμ τῆς φθορᾶς ἐλυτρώ‐
σατο· φθορᾶς βροτεργάτιδος, ἄνευ καὶ γὰρ ὑ‐
πὲρ ἄνθρωπον, γέγονεν ἡ σύλληψις· διὸ φθο‐
ρᾶς τῶν κακῶν με, Κόρη λύτρωσαι Κανὼν τῶν Μαρτύρων. ᾨδὴ δ´. Ἦχος βαρύς. Εἰσακήκοα τὴν ἀκοήν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Πᾶσαν ἤρδευσαν τὴν οἰκουμένην, λόγοις ἐν‐
9
θέοις, οἱ Χριστοῦ Μεγαλομάρτυρες, καὶ πλά‐
νην κατήργησαν. ὁδοποιοῦντα, ἀναγέννησιν θείαν, τοῦ ἐν αὐ‐
τοῖς ἐπιφανέντος Χριστοῦ. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Κανὼν τῆς Ὁσίας. ᾨδὴ ε´. Ἦχος β´. Ὁ τοῦ φωτὸς χορηγός. Πλοῦτον ἄσυλον ἐφεῦρον, ὄντως οἱ Ἀθλοφό‐
ροι· πλοῦτον δόξαν καὶ λαμπρότητα, τῶν ἐπὶ γῆς δὲ κατέπτυσαν. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Δόξα. Θωρακισάμενοι οἱ Ἀθλοφόροι, Χριστοῦ τῷ ὅ‐
πλῳ, τοῦ Τυράννου τὴν ὠμότητα, ἐν τούτῳ πᾶσαν κατέβαλον. Καὶ νῦν. Θεοτοκίον. Μήτηρ ἄχραντε εὐλογημένη, Ἁγνὴ Παρθένε, τοὺς ὑμνοῦντάς σε περίσῳζε, ἀπὸ πάσης πε‐
ριστάσεως. Προεόρτιος. ᾨδὴ ε´. Ἦχος α´. Ὁ εἱρμός. Πρὸς τό, Θεὸς ὢν εἰρήνης. Τὸ φῶς σου τὸ ἄδυτον, λάμψον Χριστέ, ταῖς καρδίαις τῶν πίστει ὑμνούντων σε, εἰρήνην σου δωρούμενος, ἡμῖν τὴν ὑπὲρ νοῦν· ὅπως ἐξ ἀγνωσίας, νυκτὸς πρὸς τὴν ἡμέραν, τῶν ἐντολῶν σου τρέχοντες, δοξολογῶμέν σε φι‐
λάνθρωπε. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Εἰρήνης ὑπάρχων, Χριστὲ Βασιλεύς, τὸ τῆς ἔ‐
χθρας μεσότοιχον ἔλυσας, σαρκὸς ἐν ὁμοιώ‐
ματι, φανεὶς ἐπὶ τῆς γῆς· ὅθεν τὴν ἔλευσίν σου, ἰδὼν ὁ Ἰωάννης, κατεπλήττετο φόβῳ, χειροθετεῖν σε κελευόμενος. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δρακόντων τὰς κάρας, συντρίψαι Χριστός, ἐ‐
πειγόμενος νῦν παραγίνεται, τοῖς ὕδασι καὶ τρέμοντι, βοᾷ τῷ Βαπτιστῇ· Ἔκτεινόν σου τὴν χεῖρα, καὶ ἅψαι κορυφῆς μου, καὶ δειλίαν ἀ‐
πώθου, ἐπιτελῶν τὸ προσταττόμενον. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐδήλου Προφήτης, τὴν χάριν ποτέ, τοῦ Βα‐
πτίσματος θείῳ ἐν Πνεύματι, πατάξας Ἰορδά‐
νεια, τὰ ῥεῖθρα μηλωτῇ· ἅτινα διῃρέθη, ἡμῖν Ναὸς γεγένησαι, τοῦ ἐνοικοῦντος ἐν ἁγνοῖς πνεύμασι, Λόγου σοφή· ἐφαίδρυνας σὺ γάρ, ἀσκήσεως πολλοῖς, ἐν πόνοις ψυχῆς σου, τὸ κάλλος πανένδοξε. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Σάρκα ἐνέκρωσας, φοινισσομένην φυσικῇ χάριτι, πόνοις πολλοῖς, φαιδρύνουσα μᾶλλον φωτὶ τῶν ἀρετῶν, ψυχῆς τὴν εἰκόνα, φαιδρῶς καταλάμπουσαν. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὕλην τοῦ σώματος, τῷ τῆς ψυχῆς σου πρὸς Χριστὸν ἔρωτι, φλέξασα σύ, τανῦν τοῖς ἀΰ‐
λοις, ἀΰλως ἀληθῶς, Ἀγγέλοις συγχαίρεις, Θεὸν κατοπτεύουσα. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Κάρας συνέθλασεν, ἡ κεφαλὴ τῶν εὐσεβῶν Πάναγνε, ῥείθροις τανῦν, τῶν ἐμφωλευόν‐
των, δρακόντων ὁ τεχθείς, ἐκ τῆς σῆς νηδύος, σπορᾶς ὄντως ἄνευθεν. Κανὼν τῶν Μαρτύρων. ᾨδὴ ε´. Ἦχος βαρύς. Οἱ ὀρθρίζοντες Λόγε. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Οἱ σοφοὶ Ἀθλοφόροι, τῆς πίστεως ὁπλῖται, τὰς βασάνους γενναίως, ἐχθρῶν τῶν παρα‐
νόμων, νικήσαντες ὁμοῦ, στεφάνους ἐδέξαν‐
το. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Οὐ θωπεία οὐ πλάνη, οὐ δόξα τῶν γηΐνων, ἠ‐
δυνήθη ἐκκόψαι, τῆς πίστεως τὸν δρόμον, ὑ‐
μῶν τῶν Ἀθλητῶν, διὸ καὶ ἀγάλλεσθε. Δόξα. Παρεστῶτες τῷ θρόνῳ, τῆς δόξης τοῦ Κυρίου, 10
μετ᾿ Ἀγγέλων ἀπαύστως, πρεσβεύσατε δοθῆ‐
ναι, πταισμάτων ἱλασμόν, τοῖς πίστει ὑμνοῦ‐
σιν ὑμᾶς. Καὶ νῦν. Θεοτοκίον. Παναγία Παρθένε, ἡ Κεχαριτωμένη, ἡ τεκοῦ‐
σα ἐν χρόνῳ, τὸν Λόγον ὑπὲρ λόγον, δυσώ‐
πησον αὐτόν, σῶσαι τὰς ψυχὰς ἡμῶν. Προεόρτιος. ᾨδὴ Ϛ´. Ἦχος α´. Ὁ εἱρμός. Πρὸς τό, Σπλάγχνων Ἰωνᾶν. Ὅλος ἐκ παθῶν, ἀμέτρων συνέχομαι, καὶ κή‐
τει κακῶν συγκαταπέπομαι· ἀλλ᾿ ἀνάγαγε, ἐκ φθορᾶς ὁ Θεός με ὡς πρὶν Ἰωνᾶν, καὶ πί‐
στει τὴν ἀπάθειάν μοι δώρησαι· ὅπως ἐν φω‐
νῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σπλάγχνα οἰκτιρμῶν, Χριστὸς ἐνδεικνύμε‐
νος, ἐν δούλου μορφῇ ὁ ἀναλλοίωτος, παρα‐
γίνεται, πρὸς τὸν δοῦλον αἰτούμενος Βάπτι‐
σμα, τῆς δουλείας ἀφαρπάζων τὸ ἀνθρώπι‐
νον· οὗπερ ἐκπλαγεὶς τὴν ἔλευσιν, δειλιᾷ καὶ τῷ φόβῳ συστέλλεται. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Πῶς σε ποταμοῦ, ῥοαὶ ὑποδέξωνται, τὸ ἄστε‐
κτον πῦρ νῦν ἀφικόμενον; πῶς τὴν γύμνω‐
σιν, ἐπουράνιοι βλέψωσιν Ἄγγελοι; πῶς τὴν χεῖρα Ἰωάννης ἐπεκτείνῃ σοι, Λόγε τοῦ Θεοῦ προάναρχε, τῷ αὐτὸν ἀπὸ γῆς διαπλάσαντι; Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Θάλασσα διχῇ, φυγοῦσα ἐδήλωσε, τοῦ νέου λαοῦ θείαν διάβασιν· ἣν εἰργάσατο, ποταμῷ τῇ σαρκὶ ἀφικόμενος, ὁ ἐκ πέτρας παραδόξως βλύσας νάματα· τοῦτον, ὡς Θεὸν δοξάσωμεν, τὴν ἡμῶν συντριβὴν ἀναπλάσαντα. Κανὼν τῆς Ὁσίας. ᾨδὴ Ϛ´. Ἦχος β´. Ἐν ἀβύσσῳ πταισμάτων. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Λαμπρυνθεῖσα τῇ αἴγλῃ τοῦ Πνεύματος, πᾶ‐
σαν τὴν ἀπόλαυσιν ἀπεσκοράκισας, τῶν σαρκικῶν ὀρέξεων· τῶν καλῶν γὰρ ἐτρώθης τῷ ἔρωτι. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἤστραψέ σου φωσφόρου τὴν σήμερον, μνή‐
μη τηλαυγέστερον καταφωτίζουσα, τὴν τῶν ψυχῶν σκοτόμαιναν, Μοναχῶν Ἀσκητῶν ἐγ‐
καλλώπισμα. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὸ σεμνὸν τῆς ἁγνείας ἐτήρησας, στέργουσα, τὸν θάλαμον τὸν ἀδιάφθορον· τοῦ γὰρ Χρι‐
στοῦ τῷ ἔρωτι, ἐπυρώθης τοῦ ξένου νυμφίου σου. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἵνα δόξης πλησθῶμεν ἐλήλυθεν, ἄδοξον εἰς ἄνθρωπον δόξης ὁ Κύριος· ὡς γὰρ βροτὸς ῥυ‐
πτόμενος, σὸς Υἱὸς τοὺς ἀνθρώπους ἐδόξα‐
σεν. Κανὼν τῶν Μαρτύρων. ᾨδὴ Ϛ´. Ἦχος βαρύς. Ὁ Ἰωνᾶς ἐκ κοιλίας. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Κατήργησαν τῶν εἰδώλων τὴν πλάνην, οἱ Μάρτυρες ἐν σταδίῳ ἀθλοῦντες, καὶ ἀσέβει‐
αν πᾶσαν, ἐξηφάνισαν ἐκ γῆς τῇ ἀθλήσει αὐ‐
τῶν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Παρέστησεν ὁ ἐχθρὸς καὶ διώκτης, τῆς πίστε‐
ως τοὺς αὑτοῦ ὑπηρέτας, ξιφήρεις ὥσπερ ἄρ‐
νας, ἀνελεῖν ὑμᾶς πικρῶς, Μάρτυρες ἔνδοξοι. Δόξα. Ὡς εἴδετε ὁ χορὸς τῶν Ἁγίων, τοὺς τυράννους ἐνωπλισμένους τῷ ξίφει, ἀδειλάνδρως ἐβοᾶ‐
τε· Στρατιῶται τοῦ Χριστοῦ, πέλομεν ὦ δικα‐
στά. Καὶ νῦν. Θεοτοκίον. Ὃν ἔτεκες Θεοτόκε ἀνερμηνεύτως, Θεὸν ἡ‐
μῶν δυσωποῦσα μὴ παύσῃ, ῥυσθῆναι ἐκ κιν‐
δύνων, τοὺς ὑμνοῦντάς σε Ἁγνὴ ἀειπάρθενε. Ὁ εἱρμός. Ὁ Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα· Ἀνάγαγε ἐκ 11
φθορᾶς τὴν ζωήν μου· ἡμεῖς δέ σοι βοῶμεν· Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... * * * ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον. Στίχ. Φωστὴρ ὁ Φωστήριος ὄντως ὡράθη, Τῷ φωτὶ τοῦ βίου τε καὶ τῶν θαυμάτων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σάϊς, ἐν θα‐
λάσσῃ βληθείς, τελειοῦται. Στίχ. Ἦλθον θαλάσσης εἰς βάθη, λέγει Σάϊς, Φυγὼν τὰ ποντίζοντα τῆς πλάνης βάθη. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόειδος, ὑ‐
πὸ δημίων πατούμενος, τελειοῦται. Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγο‐
νὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· Μὴ δειλιά‐
σῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον. Στίχ. Πόδες πατοῦντες σαρκίον Θεοείδου. Ψυχὴν ἀποθλίβουσι ληνῷ τοῦ πόλου. Ὁ Οἶκος. Τῇ Γαλιλαίᾳ τῶν Ἐθνῶν. Στίχ. Χαρίζεταί σοι τὴν ἄνω κληρουχίαν, Δομνίνα, σαρκὸς ἡ κάτω κακουχία. Οὐκ ἀπαιτῶ σε, Βαπτιστά, τοὺς ὅρους ὑπερ‐
βῆναι· οὐ λέγω σοι, Εἰπέ μοι, ἃ λέγεις τοῖς ἀ‐
νόμοις, καὶ παραινεῖς ἁμαρτωλοῖς· μόνον βά‐
πτισόν με σιωπῶν, καὶ προσδοκῶν τὰ ἀπὸ τοῦ Βαπτίσματος· ἕξεις γὰρ διὰ τούτων ἀξίω‐
μα, ὅπερ οὐχ ὑπῆρξε τοῖς Ἀγγέλοις· καὶ γὰρ πάντων τῶν Προφητῶν μείζονά σε ποιήσω· ἐ‐
κείνων μὲν οὐδεὶς σαφῶς με κατεῖδεν, ἀλλ᾿ ἐν τύποις καὶ ἐν σκιαῖς καὶ ἐνυπνίοις· σὺ δέ, ἐ‐
πὶ σοῦ ἱστάμενον κατὰ γνώμην· σῶσαι γὰρ ἥ‐
κω, Ἀδὰμ τὸν πρωτόπλαστον. Συναξάριον. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Δομνίνα ἐν εἰρήνῃ τε‐
λειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Τατιανὴ ἐν εἰρήνῃ τε‐
λειοῦται. Στίχ. Τατιανὴ τακεῖσα νηστείαις πάλαι, Νῦν Ἀγγέλοις σύνεστι νηστείας φίλοις. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Μηνᾶς ὁ Σιναΐτης ἐν εἰρήνῃ τελειοῦται. (Ϛ´ αἰ.) Στίχ. Ὁ Μηνᾶς ἀσκήσας ἐν ὄρει Σιναίῳ Τοῦ θείου ὄρους ἐγένετο πολίτης. Ὁ Ἅγιος νέος Ὁσιομάρτυς Ῥωμανός, ὁ ἀπὸ Καρπενησίου, ἐν Βυζαντίῳ μαρτυρήσας ἐν ἔ‐
τει ͵αχϞδ´ (1694), ξίφει τελειοῦται. Τῇ Ε´ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων, Θεοπέμπτου καὶ Θεωνᾶ. (†303) Στίχ. Ἤθλησεν ὄντως Ῥωμανὸς ῥωμαλέως, Ῥώμην ἄμαχον ἐκ Θεοῦ δεδεγμένος. Στίχ. Ὅπως τελευτᾷ Θεόπεμπτος, εἰπάτω. Ἀθλῶν τελευτῶ, τὴν κάραν τμηθείς ξίφει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέη‐
σον ἡμᾶς. Ἀμήν. Ἔθεντο μ᾿ ἐκραύγαζε τὸ Ψαλτηρίου, Λάκκῳ Θεωνᾶς Μάρτυς ἐν κατωτάτῳ· Πέμπτῃ ἐκ ξίφεος λίπε τόν δε βίον Θεόπεμπτος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Συγκλητι‐
κῆς. (†350) Στίχ. Συγκλητικὴ λιποῦσα δουλείαν βίου, Κλητοῖς Θεοῦ σύνεστι δούλοις ἐν πόλῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐
μῶν Γρηγορίου, τοῦ ἐν τῷ Ἀκρίτᾳ. Στίχ. Γρηγόριος ἀρεταῖς λάμψας μέγα. Λαμπρῶς μεταστάς, καὶ μέγα πλουτεῖ κλέος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐
μῶν Φωστηρίου. * * * Προεόρτιος. ᾨδὴ ζ´. Ἦχος α´. Ὁ εἱρμός. Πρὸς τό, Οἱ Παῖδες εὐσεβείᾳ. Ὑπῆλθον ὡς νυμφῶνα, τῆς καμίνου τὴν φλό‐
γα τὴν ἄσβεστον, οἱ δι᾿ εὐσέβειάν ποτε, Παῖ‐
δες Ἅγιοι δειχθέντες Θεοῦ καὶ συμφώνως με‐
λῳδοῦντες, ὕμνον ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Χριστὸς ἡ σωτηρία, ἐπεφάνη φωτισμὸν δω‐
ρούμενος· ἀγαλλιάσθω οὐρανός, αἱ νεφέλαι δὲ ῥανάτωσαν, ἀληθῶς δικαιοσύνην τοῖς 12
κραυγάζουσιν· Ὁ τῶν Πατέρων Θεὸς εὐλογη‐
τὸς εἶ. Κανὼν τῶν Μαρτύρων. ᾨδὴ ζ´. Ἦχος βαρύς. Κάμινον καιομένην. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ὁ πόκος ὃν προεῖδε, Γεδεὼν πλήρη λεκάνην ὕδατος, ἐναποστάξαντα σαφῶς, τὸ σὸν Βά‐
πτισμα ἐδήλου Χριστέ, ὃ παρέξεις βαπτισθεὶς τοῖς ἀναμέλπουσιν· Ὁ τῶν Πατέρων Θεὸς εὐ‐
λογητὸς εἶ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἁλσὶ τὰ ἀτεκνοῦντα, Ἐλισσαῖος θεραπεύσας ὕδατα, τὴν εὐτεκνίαν τῆς σεπτῆς, Κολυμβή‐
θρας προεικόνισεν, ἐσομένην μυστικῶς τοῖς ἀναμέλπουσιν· Ὁ τῶν Πατέρων Θεὸς εὐλογη‐
τὸς εἶ. Κανὼν τῆς Ὁσίας. ᾨδὴ ζ´. Ἦχος β´. Ἀντίθεον πρόσταγμα. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Κακῶς προμηθούμενος ὁ ἐναντίος, ψυχῇ σου τὸ εὔτονον, μαλάξαι νόσοις ᾤετο· Ἰὼβ δὲ ἐνέ‐
τυχε μαρτυρικῷ καὶ σοφῷ· πόνων ἀπεκρού‐
σθη οὖν τῶν σῶν, ὑπομονῇ σοφῇ τιτρωσκό‐
μενος. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἡ σὴ νῦν προσώκειλεν ἐκ τρικυμίας, τοῦ βίου πρὸς εὔδιον, ψυχὴ λιμένα βρίθουσα, καλλί‐
στων ἐνθέων τε, τῶν ἀγωγίμων σοφή· ἔνθα προητοίμασται τῶν σῶν, τληπαθειῶν πολ‐
λῶν ἡ ἀνάπαυλα. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Σοφῶς καθωδήγησας ἐν κοινοβίῳ, τὸν τόπον τυγχάνουσα, μὴ μεταλλάττειν πώποτε· μεγά‐
λης γὰρ πρόξενος ἡ ἀμοιβὴ πημονῆς· λόγοις τε καὶ πράξεσιν ὀνεῖν, τὰς μοναζούσας ὄντως οὐκ ὤκνησας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὑδάτων ἡ φύσις με τῆς ἁμαρτίας, ἐκπλύνει τοῦ τόκου σου τῷ ὑπὲρ λόγον λήμματι· Θεοῦ γὰρ ἡ κάθαρσις, τοῦ Ποιητοῦ τοῦ φωτός, ῥύ‐
πτει Θεονύμφευτε πολλοῖς, τοὺς ῥυπωθέντας Κόρη ἐν πταίσμασιν. Τέλος τοῦ Μαρτυρίου, ἐδέξασθε ὁμοῦ, τῷ ξί‐
φει θανατούμενοι, σὺν γυναιξὶ καὶ παισί, Χρι‐
στῷ βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πα‐
τέρων ἡμῶν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἠγάλλοντο οἱ Ἅγιοι, ὁρῶντες ἑαυτούς, τῷ ξί‐
φει τελειουμένους, καὶ πίστει ἀνεκραύγαζον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Δόξα. Τῶν ἀσεβῶν τὸ φρύαγμα, ἠφάνισται ἐκ γῆς, καὶ οἱ θεοὶ πεπτώκασιν, εἰς γῆν καὶ συνετρί‐
βησαν, τῇ τῶν Μαρτύρων ὁμολογίᾳ, καὶ στέ‐
φος ἐδέξαντο. Καὶ νῦν. Θεοτοκίον. Περίσῳζε τὴν ποίμνην σου, πανάχραντε Ἁ‐
γνή, ἐκ πάσης περιστάσεως, ὡς μόνη προστα‐
σία, τοῦ γένους ἡμῶν εὐλογημένη, Θεοτόκε Πανύμνητε. Προεόρτιος. ᾨδὴ η´. Ἦχος α´. Ὁ εἱρμός. Πρὸς τό, Θαύματος ὑπερφυοῦς. Τέρατος ὑπερφυοῦς ἔδειξε τύπον, ἡ πυρέν‐
δροσος κάμινος πάλαι· τὸ γάρ πῦρ οὐκ ἔφλε‐
ξε νέους Παῖδας, Χριστοῦ προδηλοῦν, τὴν ἀ‐
σπόρως ἐκ Παρθένου Θείαν Γέννησιν· διὸ ἀ‐
νυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτί‐
σις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Αἴνεσιν μεγαλοφώνως τῷ Δεσπότῃ, ἀναπέμ‐
ψωμεν· ἦλθεν ἐφάνη, ἐπιβαίνει ὕδασι, καὶ γυ‐
μνοῦται ὁ οὐρανόν, ταῖς νεφέλαις περιβάλ‐
λων καὶ βαπτίζεται, καθαίρων ἡμᾶς τοὺς ἀ‐
ναμέλποντας· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰ‐
ῶνας. 13
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δεῦτε νοερῶς πρὸς Ἰορδάνην, ἀφικώμεθα θέ‐
αμα μέγα, ἐν αὐτῷ ὀψόμενοι· Ἰησοῦς γὰρ ὁ φωτισμός, παραγίνεται, καὶ δούλου ὑποκλί‐
νεται, παλάμῃ σὺν τρόμῳ ἀναμέλποντος· Εὐ‐
λογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυ‐
ψούτω, εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἄνθραξ ὃν προεῖδεν Ἡσαΐας, ἐν τοῖς ὕδασι τοῦ Ἰορδάνου, ἀναφθείς συμφλέξεται, ὕλην πᾶσαν ἁμαρτιῶν, καὶ παρέξει συντριβεῖσι τὴν ἀνάπλασιν· διὸ ἀνυμνοῦντες ἀναμέλψω‐
μεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Κανὼν τῆς Ὁσίας. ᾨδὴ η´. Ἦχος β´. Τὸν ἐν καμίνῳ τοῦ πυρός. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Σὺ μακαρία πρὸς τὴν γῆν, τῶν πραέων ἀλη‐
θῶς φθάσαι ἐπόθεις, ἔνθα τάξεις Ἀγγέλων, Ὁσίων καὶ Ἀσκητῶν, Παρθένων οἰκοῦσιν αἰ‐
ώνια, ἀνυμνολογοῦσαι, Χριστὸν εἰς τοὺς αἰῶ‐
νας. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Κάλλει τῆς φύσεως πασῶν, διαφέρουσα ψυ‐
χῆς ἐπεμελήθης, ἵνα πάντα τὰ πάθη, τὰ ψυ‐
χικὰ νουνεχῶς, νικήσῃς· διὸ κάλλος σώματος, σβέσασα ἀνῆψας, ἀσκήσει τὴν ψυχήν σου. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἄγρυπνον νοῦν πρὸς τὸν Θεόν, προθυμίᾳ τῆς ψυχῆς σὺ κεκτημένη, μεθοδείας τοῦ πλάνου, τοῦ σοφιστοῦ τῶν κακῶν, εἰς τέλος ἐκοίμισας ἔνδοξε· καὶ νῦν κοιμηθεῖσα, βιοῖς εἰς τοὺς αἰ‐
ῶνας. Κανὼν τῶν Μαρτύρων. ᾨδὴ η´. Ἦχος βαρύς. Τὸν μόνον ἄναρχον. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τὸν μόνον εὔσπλαγχνον, Βασιλέα τῆς δόξης, ὁμολογοῦντες, οἱ σοφοὶ Ἀθλοφόροι, ἐδέξαντο τὰ βραβεῖα τῆς νίκης, βοῶντες εὐθαρσῶς· Λα‐
ὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Στεῤῥῶς ἀντέστησαν, οἱ Χριστοῦ Ἀθλοφόροι, πρὸς τοὺς τυράννους, ἐναθλοῦντες γενναίως, νικήσαντες τῶν εἰδώλων τὴν πλάνην, βοῶν‐
τες εὐθαρσῶς· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Δόξα. Ὥσπερ ἀδάμαντες, οἱ γενναῖοι ὁπλῖται, τὰς τῶν τυράννων, ἀπειλὰς καὶ βασάνους, νική‐
σαντες, ἐν χαρᾷ ἀνεβόων· Ὑμνεῖτε Ἱερεῖς, Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Καὶ νῦν. Τὸν μόνον εὔσπλαγχνον, προαιώνιον Λόγον, τὸν ἐκ Παρθένου, ἐπ᾿ ἐσχάτων τεχθέντα, καὶ σώσαντα τῶν ἀνθρώπων τὸ γένος, ὑμνεῖτε Ἱ‐
ερεῖς, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶ‐
νας. Ὁ εἱρμός. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Θεοτοκίον. Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν, οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίτ‐
τουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. * * * Ἀναγεννῆσαι τοὺς βροτούς, ὁ Υἱός σου βου‐
ληθεὶς πρὸς Ἰορδάνην, ὥς περ ἄνθρωπος σπεύδει, Ἁγνὴ δι᾿ ἄκραν στοργήν, ἀῤῥύπως βαπτισθῆναι ἅπαντα, ῥύπον τῆς κακίας, βυ‐
θίζων τῶν ἀνθρώπων. Ὁ διάκονος· Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύ‐
νομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. 14
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐
ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐
φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐
καριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐
τόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐
θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... * * * Προεόρτιος. ᾨδὴ θ´. Ἦχος α´. Ὁ εἱρμός. Πρὸς τό, Μυστήριον ξένον. περιποίησιν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὰ ἔρημα τοῦ Ἰορδάνου ἀνθείτωσαν· οἱ ἐν σκότει κείμενοι, μέγα ἐπιφανὲν ὑμῖν, φέγγος ἰδόντες σκιρτήσατε. Χριστός, Γαλιλαίᾳ ἀφικό‐
μενος, σαρκὶ βαπτισθῆναι, ὑπὸ δούλου κατα‐
δέχεται. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Εὐφράνθητι νῦν Ἰορδάνη καὶ χόρευε· ὦ Ἰωάν‐
νη σκίρτησον· πᾶσα ἡ οἰκουμένη ἀγάλλου· ἰ‐
δού ἐπεφάνη Χριστός, καὶ γυμνοῦται καὶ βα‐
πτίζεται, στολὴν περιβάλλων, ἀφθαρσίας τὸ ἀνθρώπινον. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Συνέλαβες δίχα φθορᾶς Παναμώμητε, τὸν ἀ‐
περινόητον· τίκτεις δὲ ὑπὲρ φύσιν καὶ λόγον, τὸν λόγῳ τὰ πάντα σοφῶς, ὑποστήσαντα βουλήματι· αὐτὸν ὡς Θεὸν ἀεὶ δυσώπει, τοῦ σωθῆναι ἡμᾶς. Κανὼν τῆς Ὁσίας. ᾨδὴ θ´. Ἦχος β´. Ἀνάρχου Γεννήτορος. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Λαμπρύνασα κάλλεσι, τῆς παρθενίας ἔνδοξε, σεαυτὴν ὡραΐζεις τοῖς διαδήμασι, τῆς ἀσκητι‐
κῆς πολιτείας· ὅθεν διπλῷ, στέφει καταστέ‐
φει, ὁ ξένος Νυμφίοις σου, οὗ ἐτρώθης σὺ τῷ ἔρωτι. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἀπόῤῥητον τὸ τῆς Παρθένου μυστήριον. Οὐ‐
ρανὸς γὰρ αὕτη, καὶ Θρόνος Χερουβικός, καὶ φωσφόρος ἀνεδείχθη Παστάς, τοῦ Θεοῦ καὶ Παντοκράτορος· αὐτὴν εὐσεβῶς, ὡς Θεοτό‐
κον μεγαλύνομεν. Ἐλπὶς οὐ κατῄσχυνε, Συγκλητική σε πάνσε‐
μνε, τῶν μελλόντων ἣν ἔσχες ἐν τῇ καρδίᾳ σου· νῦν γὰρ ἀπολαύεις τῶν πόνων, τὰς ἀ‐
μοιβάς, παρὰ τοῦ Σωτῆρος, ἀνθ᾿ ὧν τῆς ἀ‐
σκήσεως, ἅπαν εἶδος ἐπετήδευσας. Τροπάρια. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἰσχὺν καὶ κραταίωμα, σεμνὴ Χριστὸν ἐνδέδυ‐
σαι, καὶ εἰς γῆν ἀδικίαν κατεταπείνωσας, τοῦ λελαληκότος εἰς ὕψος, σὺ τὴν ὀφρύν· ὅθεν σε στεφάνῳ, τῆς νίκης ἐκόσμησεν, ὁ τῆς νίκης βραβευτὴς Ἰησοῦς. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! Ἰη‐
σοῦς ἐφίσταται, θέλων πρὸς ποταμὸν Ἰορδά‐
νην, βοῶν Ἰωάννῃ· Τὴν σὴν δεξιάν μοι φίλε δάνεισον, φρικτὰ ἐκτελοῦντι, εἰς λαοῦ μου 15
Θεοτοκίον. ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τῶν Μαρτύρων. Ἦχος γ´. Ὁ οὐρανὸν τοῖς ἄστροις. Ἐν σοὶ τοῦ Προπάτορος, ἡ πτῶσις στάσιν ἔ‐
λαβε, προχωρεῖν περαιτέρω σθένος μὴ ἔχου‐
σα· τῷ γὰρ Βαπτισμῷ τοῦ Υἱοῦ σου, ἅπαν κα‐
κόν, νῦν κατεβαπτίσθη· οὐκοῦν τὴν αἰτίαν σε, τῆς καθάρσεως γεραίρομεν. Κανὼν τῶν Μαρτύρων. ᾨδὴ α´. Ἦχος βαρύς. Τὴν ὑπὲρ φύσιν Μητέρα. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Καταπατήσαντες πάντας, εἰδωλολάτρας τῇ πίστει, οἱ Ἀθλοφόροι Χριστοῦ τὸν θεῖον δρό‐
μον, ἐτέλεσαν εὐσεβῶς, καὶ τὴν πίστιν ἐκρα‐
ταίωσαν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τῶν ἐπιγείων ἁπάντων, καταφρονήσαντες πίστει, οἱ Ἀθλοφόροι Χριστοῦ ὁμοῦ προθύ‐
μως, ἀθλήσαντες ἐκ Θεοῦ, ἐκομίσαντο ἰάμα‐
τα. Δόξα. Οἱ Ἀθλοφόροι ἀνδρείως, θωρακισάμενοι πί‐
στει, τὸν τοῦ Κυρίου Σταυρὸν τὰς παρατά‐
ξεις, καθεῖλον τὰς τοῦ ἐχθροῦ, καὶ στεφάνους ἐκομίσαντο. Καὶ νῦν. Θεοτοκίον. Ἡ ἐν γαστρὶ συλλαβοῦσα, τὸν ἀπερίληπτον Λόγον, καὶ τοῦτον ἄνευ σπορᾶς ἡμῖν τεκοῦ‐
σα, ἱκέτευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ὁ εἱρμός. Τὴν ὑπὲρ φύσιν Μητέρα, καὶ κατὰ φύσιν Παρθένον, τὴν μόνην ἐν γυναιξὶν εὐλογημέ‐
νην, ᾄσμασιν οἱ πιστοί, κατὰ χρέος μεγαλύ‐
νομεν. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... * * * Ἰσχὺς ἐν ταῖς βασάνοις, ἐπέμφθη σοι παρὰ Θεοῦ, Θεόπεμπτε Ἱεράρχα· ἐν ᾗ πρὸς πίστιν Θεωνᾶν, συναθλητὴν ἐπεσπάσω· μεθ᾿ οὗ σε νῦν εὐφημοῦμεν. Προεόρτιον. Ὅμοιον. Ὁ ἐκ Παρθένου λάμψας, ἐν Βηθλεὲμ σωματι‐
κῶς, πρὸς Ἰορδάνην νῦν σπεύδεις, ῥύπον ἐκ‐
πλῦναι γηγενῶν, φωταγωγῶν τοὺς ἐν σκότει, διά βαπτίσματος θείου. * * * ΑΙΝΟΙ Ἦχος πλ. β´. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐
νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Στιχηρὰ προσόμοια Προεόρτια. Ἦχος πλ. β´. Αἱ Ἀγγελικαί. Στίχ. α´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. Τί ἀμφιγνοεῖς, Βαπτιστὰ οἰκονομίαν, ἥνπερ ἐ‐
κτελῶ, εἰς ἁπάντων σωτηρίαν; τὰ πάλαι ἄφες ἄρτι, καὶ λογίζου τὰ πρόσφατα· πίστευε Θεῷ συγκαταβάντι, καὶ προσελθὼν ἐμοὶ ὑπούρ‐
γει· Θεὸς ἦλθον γάρ, δι᾿ εὐσπλαγχνίαν τὸν Ἀ‐
δάμ, καθᾶραι τοῦ πτώματος. Στίχ. β´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐
νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Αἴρων τὰς ἡμῶν, ἁμαρτίας ἐπὶ ὤμων, ἦλθες Ἰησοῦ, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου· ἐγὼ δὲ δέ‐
δοικά σου, τὸ φρικτὸν τῆς ἐλεύσεως· πῶς οὖν μοι κελεύεις σε βαπτίσαι; αὐτὸς ἐμὲ καθᾶραι ἥκεις, καὶ πῶς Βάπτισμα, τὸ παρ᾿ ἐμοῦ ἐπιζη‐
16
τεῖς, τὸ πάντων καθάρσιον; Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Φύσεως ἐμῆς, ἀκατάληπτος ὁ λόγος· δούλου δὲ μορφήν, ἐνδυσάμενος προῆλθον, ἐπὶ τὸν Ἰ‐
ορδάνην· μηδαμῶς μοι ἀμφίβαλλε. Δεῦρο, μὴ φοβοῦ προσέγγισόν μοι· τὴν δεξιὰν τῇ κορυ‐
φῇ μου, τιθεὶς βόησον· Εὐλογημένος ὁ φα‐
νείς, Θεὸς ἡμῶν δόξα σοι. Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ὢ τῆς ὑπὲρ νοῦν, καὶ ἀμέτρου σου πτωχείας, Λόγε τοῦ Θεοῦ! δι᾿ ἐμὲ τὸν πεπτωκότα, ἐπέ‐
γνων σε δι᾿ οἶκτον, τὸν Ἀδὰμ ἐνδυσάμενον, καὶ τοὺς ἐξ Ἀδὰμ καινοποιοῦντα· καὶ πειθαρ‐
χῶν τῇ σῇ κελεύσει, πιστῶς κράζω σοι· Εὐλο‐
γημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι. Δόξα. Ὅμοιον. Τρόμῳ λειτουργῶν, Ἰωάννης τῷ Δεσπότῃ, χαίρει τῇ ψυχῇ, καὶ βοᾷ μετ᾿ εὐφροσύνης· Συγχάρητέ μοι πᾶσαι, γενεαὶ τοῦ Προπάτο‐
ρος· ἦλθε γὰρ ἡμῶν ἡ προσδοκία, ἐλήλυθεν ἐν Ἰορδάνῃ, Χριστὸς ἅπαντας, τῆς ἁμαρτίας τοῦ Ἀδάμ, καθᾶραι ὡς εὔσπλαγχνος. Καὶ νῦν. Ὅμοιον. ᾌσωμεν Λαοί, τῷ τεχθέντι ἐκ Παρθένου, καὶ ἐν ποταμῷ, βαπτισθέντι Ἰορδάνου· καὶ πρὸς αὐτὸν βοῶμεν· Βασιλεῦ πάσης κτίσεως, δώ‐
ρησαι ἡμῖν ἀκατακρίτως, ἐν καθαρᾷ τῇ συνει‐
δήσει, πιστῶς φθάσαι σου, καὶ τὴν ἁγίαν ἐκ νεκρῶν, τριήμερον ἔγερσιν. * * * Ὁ προεστὼς ἢ ὁ ἀναγνώστης ἀναγινώσκει χῦμα τὴν μικρὰν δοξολογίαν ὡς ἀκολούθως. Σοὶ δόξα πρέπει, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱ‐
ῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐
ματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· * συνέτισόν με τὰ δι‐
καιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε· * φώτισόν με τοῖς δικαιώ‐
μασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· * τὰ ἔργα 17
τῶν χειρῶν σου μὴ παρίδῃς. άν σου κατὰ νύκτα. (Ψαλμ. Ϟα´ 2‐3) Σοὶ πρέπει αἶνος, * σοὶ πρέπει ὕμνος, * σοὶ δό‐
ξα πρέπει, * τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, * νῦν καὶ ἀεὶ * καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ ἀναγνώστης τὸ τρισάγιον. Ὁ ἱερεύς· Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν... καὶ τὴν εὐχὴν τῆς κεφαλοκλισίας, καὶ οἱ χο‐
ροὶ τὰς οἰκείας ἀποκρίσεις· Κύριε, ἐλέησον. Παράσχου, Κύριε, κτλ. * * * ΤΑ ΑΠΟΣΤΙΧΑ Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια Προεόρτια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ. Ἴδε ὁ Βασιλεύς, ἰδοὺ ἡ προσδοκία, τοῦ Ἰσραὴλ ἐπέστη. Λαοὶ ἀγαλλιᾶσθε· τὸ φῶς γὰρ ἐπι‐
φαίνεται. Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορ‐
δάνου καὶ Ἐρμωνιεὶμ ἀπὸ ὄρους μικροῦ. Ὦπται τοῖς ἐπὶ γῆς, μετὰ σαρκὸς τὸ Θεῖον· νῦν φῶς τοῖς ἐν τῷ σκότει, ἐπέφανε καὶ πᾶ‐
σιν, ἡ χάρις ἐξανέτειλεν. Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕ‐
δατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσ‐
σοι, πλῆθος ἠχοῦς ὑδάτων. Ὁ λύχνος τῷ Φωτί, ἡ αὐγή τῷ Ἡλίῳ, ὁ Πρό‐
δρομος τῷ Λόγῳ, ὁ φίλος τῷ Νυμφίῳ, Προφῆ‐
τα καθυπούργησον. Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´. Ἀνατολίου. Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν Ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετὰ Ἀγγέλων μοι λειτούργησον· ἐκτείνας ἅψαι τῇ χειρί σου, τῆς κορυφῆς μου τῆς ἀχράντου· καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· Ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, * ἐλέησον ἡμᾶς. * Κύριε, * ἱ‐
λάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. * Δέσποτα, * συγχώρησον τὰς ἀνομίας ἡμῖν. * Ἅγιε, * ἐπί‐
σκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν * ἕνε‐
κεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέη‐
σον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, * ἁγιασθήτω τὸ ὄνομά σου· * ἐλθέτω ἡ βασιλεία σου· * γε‐
νηθήτω τὸ θέλημά σου, * ὡς ἐν οὐρανῷ, καὶ ἐ‐
πὶ τῆς γῆς· * τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον * δὸς ἡμῖν σήμερον· * καὶ ἄφες ἡμῖν τὰ ὀφειλή‐
ματα ἡμῶν, * ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφει‐
λέταις ἡμῶν· * καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, * ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονη‐
ροῦ. Ὁ ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ὁ χορός· Ἀμήν. Καὶ ψάλλεται τὸ προεόρτιον ἀπολυτίκιον. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. * * * Ἀπεστρέφετό ποτε, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισσαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν· καὶ γέγο‐
νεν αὐτῷ, ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀλη‐
θῶς τοῦ Βαπτίσματος, δι᾿ οὗ ἡμεῖς τὴν ῥέου‐
σαν, τοῦ βίου διαπερῶμεν διάβασιν. Χριστός ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Εἶτα ὁ προεστὼς ἢ ὁ ἱερεύς· Καὶ ἡ μεγάλη Ἀπόλυσις. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε, τοῦ ἀναγ‐
γέλλειν τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθει‐
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. Ἐκ γ´. Ἀπόλυσις· Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν … Δι᾿ εὐχῶν... Ἀμήν. * * * * * 18
ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΩΡΩΝ ΤΥΠΙΚΟΝ Ἐὰν τύχῃ ἡ Παραμονὴ τῶν Ἁγίων Θεοφανείων ἐν Σαββάτῳ, ἢ Κυριακῇ, ἡ τῶν Ὡρῶν τούτων Ἀκολουθία ψάλλεται ἐν τῇ Παρασκευῇ. Ἰστέον δέ, ὅτι τῇ Παρα‐
σκευῇ ταύτῃ Νηστεία οὐ γίνεται, ἀλλ᾿ ἐν τῇ Παραμο‐
νῇ, ᾗ ἂν ἡμέρᾳ τύχῃ. * * * Ὁ ἀναγνώστης· Ἀμήν. Κύριε, ἐλέησον (12άκις). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. ΩΡΑ ΠΡΩΤΗ Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Ὁ ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐ‐
τῷ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Ὁ ἀναγνώστης· Ἀμήν. Καὶ στιχολογοῦμεν τοὺς ἐφεξῆς τρεῖς ψαλ‐
μούς. Καὶ λέγει τὸ τρισάγιον. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. (τρίς) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλά‐
σθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώ‐
ρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν ἕνεκεν τοῦ ὀνόμα‐
τός σου. Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέη‐
σον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου· γενη‐
θήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡ‐
μῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡ‐
μῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡ‐
μῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὁ ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύ‐
ναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ψαλμὸς ε´ (5). Τὰ ῥήματά μου ἐνώτισαι Κύριε, σύνες τῆς κραυγῆς μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε· τὸ πρωὶ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐπόψει με· ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Οὐ παροικήσει σοι πονηρευόμενος, οὐ‐
δὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀ‐
φθαλμῶν σου. Ἐμίσησας πάντας τοὺς ἐργα‐
ζομένους τὴν ἀνομίαν· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δό‐
λιον βδελύσσεται Κύριος. Ἐγὼ δὲ ἐν τῷ πλή‐
θει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶ‐
κόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαι‐
οσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυ‐
νον ἐνώπιόν σου τὴν ὁδόν μου. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐ‐
τῶν ματαία. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐ‐
τῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· κρῖ‐
νον αὐτούς, ὁ Θεός. Ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσε‐
βειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρα‐
νάν σε, Κύριε. Καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, καὶ καυχήσον‐
ται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου. Ὅτι σὺ εὐλογήσεις δίκαιον· Κύριε, ὡς ὅ‐
πλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. 19
Ψαλμὸς κβ´ (22). Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν. Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψεν. Ὡδήγησέ με ἐπὶ τρίβους δι‐
καιοσύνης, ἕνεκεν τοῦ ὀνόματος αὑτοῦ. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά· ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ. Ἡ ῥά‐
βδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρε‐
κάλεσαν. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με. Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζω‐
ῆς μου. Καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου, εἰς μακρότητα ἡμερῶν. Ψαλμὸς κϚ´ (26). Κύριος φωτισμός μου καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζω‐
ῆς μου, ἀπὸ τίνος δειλιάσω; Ἐν τῷ ἐγγίζειν ἐπ᾿ ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου. Οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσον. Ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου. Ἐὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύ‐
τῃ ἐγὼ ἐλπίζω. Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυ‐
ρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Τοῦ θε‐
ωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέ‐
πτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. Ὅτι ἔκρυ‐
ψέ με ἐν σκηνῇ αὐτοῦ, ἐν ἡμέρᾳ κακῶν μου ἐ‐
σκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὑτοῦ, ἐν πέτρᾳ ὕψωσέ με· καὶ νῦν ἰδοὺ ὕψωσε κεφα‐
λήν μου ἐπ᾿ ἐχθρούς μου. Ἐκύκλωσα, καὶ ἔ‐
θυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ, ᾄσω καὶ ψαλῶ τῷ Κυρίῳ. Εἰσά‐
κουσον Κύριε τῆς φωνῆς μου, ἧς ἐκέκραξα· ἐ‐
λέησόν με καὶ εἰσάκουσόν μου. Σοὶ εἶπεν ἡ καρδία μου· Κύριον ζητήσω. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. Βοηθός μου γε‐
νοῦ, μὴ ἀποσκορακίσῃς με, καὶ μὴ ἐγκαταλί‐
πῃς με ὁ Θεὸς ὁ Σωτήρ μου. Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με. Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ, ἕνεκα τῶν ἐχθρῶν μου. Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με. Ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυ‐
τῇ. Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. Ὑπόμεινον τὸν Κύριον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμει‐
νον τὸν Κύριον. Δόξα. Καὶ νῦν. Ἀλληλούϊα (γ´). Κύριε, ἐλέησον (γ´). Εἶτα· Δόξα. Καὶ τὸ Τροπάριον. Ἀπεστρέφετό ποτε, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισσαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν· καὶ γέγο‐
νεν αὐτῷ ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀλη‐
θῶς τοῦ Βαπτίσματος, δι᾿ οὗ ἡμεῖς τὴ ῥέου‐
σαν, τοῦ βίου διαπερῶμεν διάβασιν. Χριστὸς ἐφάνῃ ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Καὶ νῦν. Θεοτοκίον. Τί σε καλέσωμεν ὦ Κεχαριτωμένη; Οὐρανόν; ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆς δικαιοσύνης. Παράδεισον; ὅτι ἐβλάστησας τὸ ἄνθος τῆς ἀ‐
φθαρσίας. Παρθένον; ὅτι ἔμεινας ἄφθορος. Ἁγνὴν Μητέρα; ὅτι ἔσχες σαῖς ἁγίαις ἀγκά‐
λαις Υἱόν, τὸν πάντων Θεόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Εἶτα ψάλλομεν τὰ παρόντα Ἰδιόμελα. Ἦχος πλ. δ´. Σήμερον τῶν ὑδάτων, ἁγιάζεται ἡ φύσις· καὶ ῥήγνυται ὁ Ἰορδάνης, καὶ τῶν ἰδίων ναμάτων ἐπέχει τὸ ῥεῦμα, Δεσπότην ὁρῶν ῥυπτόμε‐
νον. Ἦχος ὁ αὐτός. Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορ‐
δάνου καὶ Ἐρμωνιεὶμ ἀπὸ ὄρους μικροῦ. Ὡς ἄνθρωπος ἐν ποταμῷ, ἦλθες Χριστὲ Βασι‐
λεῦ· καὶ δουλικὸν Βάπτισμα λαβεῖν, σπεύδεις ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόμου χειρῶν, διὰ τὰς ἁμαρτίας ἡμῶν φιλάνθρωπε. Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´. Πρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑ‐
20
τοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, ἦλθες Κύριε, μορφὴν δούλου λαβών, Βάπτισμα αἰτῶν, ὁ μὴ γνοὺς ἁμαρτίαν. Εἴδοσάν σε ὕδατα καὶ ἐφο‐
βήθησαν· σύντρομος γέγονεν ὁ Πρόδρομος, καὶ ἐβόησε λέγων· Πῶς φωτίσει ὁ λύχνος τὸ Φῶς; πῶς χειροθετήσει ὁ δοῦλος τὸν Δεσπό‐
την; Ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα Σωτήρ, ὁ αἴ‐
ρων τοῦ κόσμου τὴν ἁμαρτίαν. Καὶ εὐθὺς τὸ προκείμενον τῆς Προφητείας. Προκείμενον. Ἦχος δ´. Ψαλμὸς ιζ´ (17). Ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ Κύριος, καὶ ὁ Ὕψι‐
στος ἔδωκε φωνὴν αὐτοῦ. (ιζ´ 14) Στίχ. α´. Ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. (ιζ´ 8) Στίχ. β´. Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσε‐
ως πνεύματος ὀργῆς σου. (ιζ´ 16) Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (λε´ 1‐10). Τάδε λέγει Κύριος· Εὐφράνθητι ἔρημος διψῶ‐
σα, ἀγαλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρί‐
νον. Καὶ ἐξανθήσει, καὶ ὑλοχαρήσει, καὶ ἀ‐
γαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου· καὶ ὁ λόγος μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰσχύσατε χεῖ‐
ρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, καὶ εἴπατε τοῖς ὀλιγοψύχοις τῇ διανοίᾳ· Ἰσχύσατε, καὶ μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταπο‐
δώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοι‐
χθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κω‐
φῶν ἀκούσονται. Τότε ἁλεῖται χωλὸς ὡς ἔλα‐
φος, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων· ὅτι ἐῤῥάγη ἐν γῇ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώ‐
σῃ· Καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται· ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, ἐπαύλεις σειρήνων, καὶ καλάμη καὶ ἕλη. Καὶ ἔσται ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται· οὐ μὴ παρέλθῃ ἐκεῖ ἀ‐
κάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος· οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ᾿ αὐτῆς, καὶ οὐ μὴ πλανηθῶσι. Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν πονηρῶν θηρίων, οὐ μὴ ἀναβῇ εἰς αὐτήν, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ· ἀλλὰ πορεύσον‐
ται ἐν αὐτῇ λελυτρωμένοι, καὶ συνηγμένοι δι‐
ὰ Κύριον. Καὶ ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετ᾿ εὐφροσύνης καὶ ἀγαλλιάσεως, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀ‐
γαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐ‐
τούς· ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Καὶ εὐθὺς ὁ Ἀπόστολος. Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (ιγ´ 25‐32). Ἐν ταῖς ἡμέραις ἐκείναις, ὡς ἐπλήρου ὁ Ἰωάν‐
νης τὸν δρόμον, ἔλεγε· Τίνα με ὑπονοεῖτε εἶ‐
ναι; οὐκ εἰμὶ ἐγώ, ἀλλ᾿ ἰδοὺ ἔρχεται μετ᾿ ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦ‐
σαι. Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη. Οἱ γὰρ κα‐
τοικοῦντες ἐν Ἱερουσαλήμ, καὶ οἱ Ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν Προφητῶν, τὰς κατὰ πᾶν Σάββατον ἀνα‐
γιγνωσκομένας, κρίναντες, ἐπλήρωσαν. Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαν‐
το Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Ὡς δὲ ἐτέλε‐
σαν ἅπαντα τὰ περὶ αὐτοῦ γεγραμμένα, κα‐
θελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖ‐
ον. Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵ τινες νῦν εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην. Ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐ‐
τῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν. Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (γ´ 1‐6). Τῷ καιρῷ ἐκείνῳ, παραγίνεται Ἰωάννης ὁ βα‐
πτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας καὶ λέγων· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασι‐
λεία τῶν οὐρανῶν. Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν 21
Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀ‐
πὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον. Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, καὶ ἐβα‐
πτίζοντο ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ ἐ‐
ξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Δόξα σοι, Κύριε, δόξα σοι. Μετὰ ταῦτα λέγει ὁ Ἀναγνώστης· Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγι‐
όν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀ‐
νομία. Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. Πληρωθήτω τὸ στόμα μου αἰνέσεώς σου, Κύ‐
ριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡ‐
μέραν τὴν μεγαλοπρέπειάν σου. Τὸ Τρισάγιον· Παναγία Τριάς... Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία... Εἶτα τὸ Κοντάκιον. Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγο‐
νὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· Μὴ δειλιά‐
σῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον. Τό, Κύριε ἐλέησον μ´. Ὁ ἐν παντὶ καιρῷ, καὶ πάσῃ ὥρᾳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος, καὶ δοξαζόμε‐
νος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέ‐
λεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀ‐
γαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάν‐
τας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελί‐
ας τῶν μελλόντων ἀγαθῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐν‐
τεύξεις, καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι, καὶ ὁδηγούμενοι, κα‐
ταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τό, Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέ‐
ραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθό‐
ρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεο‐
τόκον, σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, πάτερ. Ὁ ἱερεύς· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλο‐
γήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. Καὶ ἡ εὐχή· Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, σημειωθήτω ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα φῶς τὸ ἀπρόσιτον· καὶ κατεύθυνον τὰ διαβήματα ἡ‐
μῶν πρὸς ἐργασίαν τῶν ἐντολῶν σου· πρε‐
σβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν. * * * ΩΡΑ ΤΡΙΤΗ Ἐπισυνάπτομεν καὶ τὴν Τρίτην Ὥραν, λέγον‐
τες εὐθύς· Δεῦτε προσκυνήσωμεν, (ἐκ γ´). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐ‐
τῷ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Εἶτα τοὺς ἐφεξῆς τρεῖς Ψαλμούς. Ψαλμὸς κη´ (28). Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν. Ἐνέγκατε τῷ Κυρίῳ δό‐
ξαν καὶ τιμήν. Ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν. Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐ‐
22
τοῦ· προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων· ὁ Θεὸς τῆς δόξης ἐβρόντησε. Κύριος ἐπὶ ὑδάτων πολ‐
λῶν. Φωνὴ Κυρίου ἐν ἰσχύϊ, φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. Φωνὴ Κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου. Καὶ λεπτυνεῖ αὐτάς, ὡς τὸν μό‐
σχον τὸν Λίβανον, καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Φωνὴ Κυρίου συσσείοντος ἔρη‐
μον· καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης. Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀ‐
ποκαλύψει δρυμούς, καὶ ἐν τῷ Ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Κύριος τὸν κατακλυ‐
σμὸν κατοικιεῖ, καὶ καθιεῖται Κύριος Βασι‐
λεὺς εἰς τὸν αἰῶνα. Κύριος ἰσχὺν τῷ λαῷ αὑ‐
τοῦ δώσει. Κύριος εὐλογήσει τὸν λαὸν αὑτοῦ ἐν εἰρήνῃ. Ψαλμὸς μα´ (41). Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ ὁ Θεός. Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θε‐
όν, τὸν ἰσχυρόν, τὸν ζῶντα· πότε ἥξω, καὶ ὀ‐
φθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος, ἡμέρας καὶ νυ‐
κτός, ἐν τῷ λέγεσθαί μοι καθ᾿ ἑκάστην ἡμέ‐
ραν, Ποῦ ἐστιν ὁ Θεός σου; Ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπ᾿ ἐμὲ τὴν ψυχήν μου. Ὅτι διε‐
λεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως, καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος. Ἵνα τί περίλυπος εἶ ἡ ψυχή μου, καὶ ἵνα τί συντα‐
ράσσεις με; Ἔλπισον ἐπὶ τὸ Θεόν, ὅτι ἐξολο‐
γήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου. Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐ‐
ταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἑρμωνιείμ, ἀπὸ ὄρους μικροῦ. Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταῤῥακτῶν σου. Πάντες οἱ μετεωρισμοί σου, καὶ τὰ κύματά σου ἐπ᾿ ἐμὲ διῆλθον. Ἡ‐
μέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὑτοῦ, καὶ νυκτὸς ᾠδὴ αὐτῷ παρ᾿ ἐμοί. Προσευχὴ τῷ Θε‐
ῷ τῆς ζωῆς μου· ἐρῶ τῷ Θεῷ, Ἀντιλήπτωρ μου εἶ. Διὰ τί μου ἐπελάθου; καὶ ἵνα τί σκυ‐
θρωπάζων πορεύομαι, ἐν τῷ ἐκθλίβειν τὸν ἐ‐
χθρόν μου; Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνείδιζόν με οἱ ἐχθροί μου· Ἐν τῷ λέγειν αὐ‐
τούς μοι καθ᾿ ἑκάστην ἡμέραν, Ποῦ ἐστιν ὁ Θεός σου; Ἵνα τί περίλυπος εἶ ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου. Ψαλμὸς ν´ (50). Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτί‐
ας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐ‐
γὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διά παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρόν ἐνώπιόν σου ἐποίησα. Ὅπως ἂν δι‐
καιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνε‐
λήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ Μή‐
τηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄ‐
δηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλω‐
σάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθή‐
σομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνια λευκανθή‐
σομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφρο‐
σύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐
μαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐ‐
ξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προ‐
σώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλί‐
ασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμο‐
νικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιο‐
σύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώμα‐
τα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀ‐
γάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε 23
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα. Καὶ νῦν. Ἀλληλούϊα (γ´). Κύριε, ἐλέησον (γ´). Εἶτα· Δόξα. Καὶ τὸ Τροπάριον. Ἀπεστρέφετό ποτε, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισσαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν· καὶ γέγο‐
νεν αὐτῷ ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀλη‐
θῶς τοῦ Βαπτίσματος, δι᾿ οὗ ἡμεῖς τὴν ῥέου‐
σαν, τοῦ βίου διαπερῶμεν διάβασιν. Χριστὸς ἐφάνη ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Καὶ νῦν. Θεοτοκίον. Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλα‐
στήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύο‐
μεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστό‐
λων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Εἶτα ψάλλομεν τὰ παρόντα Ἰδιόμελα. Ἦχος πλ. δ´. Ἡ τοῦ Προδρόμου καὶ Βαπτιστοῦ, τοῦ Προφή‐
του, καὶ ὑπὲρ πάντας τιμηθέντος τοὺς Προ‐
φήτας, ἐτρόμαξε νῦν χεὶρ δεξιά, ὅτε ἐθεάσα‐
τό σε τὸν Ἀμνὸν τοῦ Θεοῦ, τὸν καθαίροντα κόσμου ἁμαρτήματα, καὶ ἀγωνίᾳ συσχεθεὶς ἐβόα· Οὐ τολμῶ προσψαῦσαι Λόγε τῆς κορυ‐
φῆς σου· αὐτὸς ἁγίασόν με, καὶ φώτισον οἰ‐
κτίμον· αὐτὸς γὰρ εἶ ἡ ζωὴ καὶ τὸ φῶς, καὶ ἡ εἰρήνη τοῦ κόσμου. Ἦχος δ´. Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕ‐
δατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσ‐
σοι, πλῆθος ἠχοῦς ὑδάτων. Ἡ Τριὰς ὁ Θεὸς ἡμῶν, ἑαυτὴν ἡμῖν σήμερον, ἀδιαιρέτως πεφανέρωκεν· ὁ μὲν γὰρ Πατήρ, ἐναργῆ μαρτυρίαν τῷ συγγενεῖ ἐπεφώνηκε· τὸ Πνεῦμα περιστερᾶς ἐν εἰκόνι κατέπτη οὐ‐
ρανόθεν· ὁ Υἱὸς τὴν ἄχραντον κορυφὴν τῷ Προδρόμῳ ὑπέκλινε· καὶ βαπτισθείς, τὸ ἀν‐
θρώπινον ἐκ δουλείας ἐῤῥύσατο, ὡς φιλάν‐
θρωπος. Δόξα. Καὶ νῦν. Ἦχος πλ. α´. Ἐρχόμενος μετὰ σαρκός, πρὸς Ἰορδάνην Κύ‐
ριε, βαπτισθῆναι θέλων, ἐν σχήματι ἀνθρώ‐
που ζωοδότα, ἵνα τοὺς πλανηθέντας ἡμᾶς ὡς εὔσπλαγχνος, πάσης μηχανῆς καὶ παγίδος τοῦ δράκοντος, ῥυσάμενος φωτίσῃς, ἐκ Πα‐
τρὸς μεμαρτύρησαι· τὸ δὲ θεῖον Πνεῦμα, πε‐
ριστερᾶς ἐν εἴδει σοι ἐπέστη. Ἀλλ᾿ οἴκισον ψυχαῖς ἡμετέραις σαυτόν, φιλάνθρωπε. Καὶ εὐθὺς τὸ προκείμενον τῆς Προφητείας. Προκείμενον. Ἦχος δ´. Ψαλμὸς οϚ´ (76). Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν. (οϚ´ 17) Στίχ. α´. Ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἠ‐
χοῦς ὑδάτων, φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. (οϚ´ 17‐18) Στίχ. β´. Ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. (οϚ´ 20) Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (α´ 16‐20). Τάδε λέγει Κύριος· Λούσασθε, καὶ καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Μά‐
θετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσα‐
σθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαι‐
ώσατε χήραν. Καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέ‐
γει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φά‐
γεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Καὶ εὐθὺς ὁ Ἀπόστολος. Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (ιθ´ 1‐8). Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόν‐
τα τὰ ἀνωτερικὰ μέρη, ἐλθεῖν εἰς Ἔφεσον. Καὶ εὑρών τινας Μαθητάς, εἶπε πρὸς αὐτούς· 24
Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ἠκούσαμεν. Εἶπε δὲ πρὸς αὐτούς· Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δέ εἶπον· Εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβά‐
πτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων, εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τουτέστιν εἰς τὸν Χριστὸν Ἰησοῦν. Ἀκούσαν‐
τες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις, καὶ προεφήτευον. Ἦ‐
σαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύω. Εἰ‐
σελθὼν δὲ εἰς τὴν συναγωγήν, ἐπαῤῥησιάζε‐
το ἐπὶ μῆνας τρεῖς διαλεγόμενος, καὶ πείθων τὰ περὶ τῆς Βασιλείας τοῦ Θεοῦ. Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Μᾶρκον (α´ 1‐8). Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. Ὡς γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προ‐
σώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,ἐγένετο Ἰωάννης βαπτί‐
ζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα με‐
τανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύε‐
το πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱ‐
εροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἦν δὲ ὁ Ἰωάννης ἐνδε‐
δυμένος τρίχας καμήλου καὶ ζώνην δερματί‐
νην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρί‐
δας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε λέγων· ἔρ‐
χεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑπο‐
δημάτων αὐτοῦ· ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕ‐
δατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁ‐
γίῳ. Δόξα σοι, Κύριε, δόξα σοι. Μετὰ ταῦτα λέγει ὁ Ἀναγνώστης· Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ᾿ ἡμέραν· κατευοδώσαι ἡμῖν ὁ Θε‐
ὸς τῶν σωτηρίων ἡμῶν, ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν. Τὸ Τρισάγιον· Παναγία Τριάς... Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία... Εἶτα τὸ Κοντάκιον. Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγο‐
νὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· Μὴ δειλιά‐
σῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον. Τό, Κύριε ἐλέησον μ´. Ὁ ἐν παντὶ καιρῷ, καὶ πάσῃ ὥρᾳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος, καὶ δοξαζόμε‐
νος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέ‐
λεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀ‐
γαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάν‐
τας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελί‐
ας τῶν μελλόντων ἀγαθῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐν‐
τεύξεις, καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι, καὶ ὁδηγούμενοι, κα‐
ταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τό, Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέ‐
ραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθό‐
ρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεο‐
τόκον, σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, πάτερ. Ὁ ἱερεύς· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλο‐
γήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. Καὶ ἡ εὐχή· Δέσποτα Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστὲ καὶ Ἅγιον Πνεῦμα, μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁ‐
μαρτωλόν· καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσόν 25
με τὸν ἀνάξιον δοῦλόν σου· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. * * * ΩΡΑ ΕΚΤΗ Ἐπισυνάπτομεν καὶ τὴν Ἕκτην Ὥραν, λέγον‐
τες εὐθύς· Δεῦτε προσκυνήσωμεν, (ἐκ γ´). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐ‐
τῷ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Εἶτα τοὺς ἐφεξῆς τρεῖς Ψαλμούς. Ψαλμὸς ογ´ (73). Ἵνα τί, ὁ Θεός, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς· ἐ‐
λυτρώσω ῥάβδον κληρονομίας σου· ὄρος Σι‐
ὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ. Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος· ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου. Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν, ὡς εἰς τὴν ἔ‐
ξοδον ὑπεράνω. Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτό· ἐν πε‐
λέκει καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Ἐ‐
νεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τό σκήνωμα τοῦ ὀνόμα‐
τός σου. Εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγέ‐
νειαι αὐτῶν ἐπὶ τὸ αὐτό· Δεῦτε, καὶ καταπαύ‐
σωμεν πάσας τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ σημεῖα αὐτῶν οὐκ εἴδομεν· οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Ἕως πότε, ὁ Θεός, ὀνειδιεῖ ὁ ἐχθρός, παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; Ἵνα τί ἀ‐
ποστρέφεις τὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; Ὁ δὲ Θε‐
ός, Βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτρι‐
ψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕ‐
δατος. Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δρά‐
κοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθί‐
οψι. Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους, σὺ ἐξήρανας ποταμοὺς Ἠθάμ. Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. Σὺ ἐποίησας πάντα τὰ ὡραῖα τῆς γῆς· θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά. Μνήσθητι ταύτης· ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου. Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι· τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος. Ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐ‐
πληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν. Μὴ ἀποστραφήτω τεταπεινωμένος καὶ κατῃσχυμένος· πτωχὸς καὶ πένης αἰνέ‐
νουσι τὸ ὄνομά σου. Ἀνάστα ὁ Θεός, δίκασον τὴν δίκην σου· μνήσθητι τοῦ ὀνειδισμοῦ σου, τοῦ ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. Μὴ ἐπι‐
λάθῃ τῆς φωνῆς τῶν οἰκετῶν σου· ἡ ὑπερη‐
φανία τῶν μισούντων σε ἀνέβη διαπαντός. Ψαλμὸς οϚ´ (76). Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι. Ἐν ἡμέρᾳ θλίψεώς μου, τὸν Θεὸν ἐξεζήτησα, ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατή‐
θην· ἀπῃνήνατο παρακληθῆναι ἡ ψυχή μου. Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην· ἠδολέ‐
σχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου· ἐταράχθην, καὶ οὐκ ἐλάλησα. Διελογισάμην ἡμέρας ἀρχαίας, καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα. Νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά μου. Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προ‐
σθήσει τοῦ εὐδοκῆσαι ἔτι; Ἢ εἰς τέλος τὸ ἔλε‐
ος αὐτοῦ ἀποκόψει; συνετέλεσε ῥῆμα ἀπὸ γε‐
νεᾶς εἰς γενεάν; Μὴ ἐπιλήσεται τοῦ οἰκτειρῆ‐
σαι ὁ Θεός; ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; Καὶ εἶπα· Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ἐ‐
μνήσθην τῶν ἔργων Κυρίου· ὅτι μνησθήσο‐
μαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου. Καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω. Ὁ Θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια. Ἐγνώ‐
26
ρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· ἐλυτρώ‐
σω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱ‐
οὺς Ἰακὼβ καὶ Ἰωσήφ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, ἐ‐
ταράχθησαν ἄβυσσοι. Πλῆθος ἠχοῦς ὑδάτων, φωνὴν ἔδωκαν αἱ νεφέλαι· καὶ γὰρ τὰ βέλη σου διαπορεύονται· φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ· ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκου‐
μένῃ· ἐσαλεύθη, καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. Ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθή‐
σονται. Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου, ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών. Ψαλμὸς Ϟ´ (90). Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέ‐
πῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾿ αὐτόν. Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγμα‐
τος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώ‐
ματος καὶ δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξι‐
ῶν σου, πρὸς σὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλ‐
μοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁ‐
μαρτωλῶν ὄψει. Ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου· τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Οὐ προ‐
σελεύσεται πρὸ σὲ κακά, καὶ μάστιγξ οὐκ ἐγ‐
γιεῖ ἐν τῷ σκηνώματί σου. Ὅτι τοῖς Ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ᾿ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐ‐
τόν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ, μετ᾿ αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐ‐
τόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτόν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Δόξα. Καὶ νῦν. Ἀλληλούϊα (γ´). Κύριε, ἐλέησον (γ´). Εἶτα· Δόξα. Καὶ τὸ Τροπάριον. Ἀπεστρέφετό ποτε, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισσαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν· καὶ γέγο‐
νεν αὐτῷ ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀλη‐
θῶς τοῦ Βαπτίσματος, δι᾿ οὗ ἡμεῖς τὴν ῥέου‐
σαν, τοῦ βίου διαπερῶμεν διάβασιν. Χριστὸς ἐφάνη ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Καὶ νῦν. Θεοτοκίον. Ὅτι οὐκ ἔχομεν παῤῥησίαν διὰ τὰ πολλὰ ἡ‐
μῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον, Θεοτόκε Παρθένε· πολλὰ γὰρ ἰ‐
σχύει δέησις Μητρὸς πρὸς εὐμένειαν Δεσπό‐
του. Μὴ παρίδῃς ἁμαρτωλῶν ἱκεσίας ἡ πάν‐
σεμνος, ὅτι ἐλεήμων ἐστί, καὶ σῴζειν δυνάμε‐
νος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος. Εἶτα ψάλλομεν τὰ παρόντα Ἰδιόμελα. Ἦχος πλ. δ´. Τάδε λέγει Κύριος πρὸς Ἰωάννην· Προφῆτα, δεῦρο βάπτισόν με, τὸν σὲ δημιουργήσαντα· τόν φωτίζοντα χάριτι, καὶ καθαίροντα ἅπαν‐
τας· ἅψαι θείας κορυφῆς μου, καὶ μὴ διστά‐
σῃς. Προφῆτα ἄφες ἄρτι· καὶ γὰρ πληρῶσαι παραγέγονα δικαιοσύνην πᾶσαν. Σὺ οὖν μὴ διστάσῃς ὅλως· καὶ γὰρ τὸν κεκρυμμένον τοῖς ὕδασι πολέμιον, τὸν ἄρχοντα τοῦ σκότους, ἐ‐
πείγομαι ὀλέσαι· λυτρούμενος τὸν κόσμον, ἐκ τῶν αὐτοῦ παγίδων νῦν, παρέχων ὡς φιλάν‐
θρωπος, ζωὴν τὴν αἰώνιον. Ἦχος πλ. β´. Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕ‐
δατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσ‐
σοι, πλῆθος ἠχοῦς ὑδάτων. Σήμερον ἡ ψαλμικὴ Προφητεία, πέρας λα‐
βεῖν ἐπείγεται· ἡ θάλασσα γάρ φησιν, εἶδε καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπί‐
σω, ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ, ἐλθόντος ὑπὸ δούλου δέξα‐
σθαι Βάπτισμα· ἵνα ἡμεῖς, εἰδωλικῆς ἀκαθαρ‐
σίας ἐκπλυνθέντες, φωτισθῶμεν τὰς ψυχὰς δι᾿ αὐτοῦ. 27
Δόξα. Καὶ νῦν. Ἦχος πλ. α´. Τί ἀναχαιτίζεις σου τὰ ὕδατα ὦ Ἰορδάνη; Τί ἀ‐
ναποδίζεις τὸ ῥεῖθρον, καὶ οὐ προβαίνεις τὴν κατὰ φύσιν πορείαν; Οὐ δύναμαι φέρειν, φη‐
σί, πῦρ καταναλίσκον· ἐξίσταμαι, καὶ φρίττω τὴν ἄκραν συγκατάβασιν· ὅτι οὐκ εἴωθα τὸν καθαρὸν ἀποπλύνειν, οὐκ ἔμαθον τὸν ἀνα‐
μάρτητον ἀποσμήχειν, ἀλλὰ τὰ ῥερυπωμένα σκεύη ἐκκαθαίρειν. Ἀκάνθας φλέγειν με ἁ‐
μαρτημάτων διδάσκει, ὁ ἐν ἐμοὶ βαπτιζόμε‐
νος Χριστός· ὁ Ἰωάννης συμμαρτυρεῖ μοι· ἡ Φωνὴ τοῦ Λόγου βοᾷ· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Αὐτῷ πι‐
στοὶ βοήσωμεν· Ὁ ἐπιφανεὶς Θεός, εἰς τὴν ἡ‐
μῶν σωτηρίαν, δόξα σοι. Καὶ εὐθὺς τὸ προκείμενον τῆς Προφητείας. Προκείμενον. Ἦχος δ´. Ψαλμὸς κη´ (28). Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δό‐
ξης ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν. (κη´ 4) Στίχ. α´. Φωνὴ Κυρίου ἐν ἰσχύϊ, φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. (κη´ 4) Στίχ. β´. Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ, καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. (κη´ 10) Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (ιβ´ 3‐6). Τάδε λέγει Κύριος· Ἀντλήσατε ὕδωρ μετ᾿ εὐ‐
φροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Καὶ ἐ‐
ρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς Ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, μιμνήσκεσθε ὅτι ὑ‐
ψώθη τὸ ὄνομα αὐτοῦ. Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Ἀγαλλιᾶσθε, καὶ εὐ‐
φραίνεσθε οἱ κατοικοῦντες Σιών· ὅτι ὑψώθη ὁ Ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς. Καὶ εὐθὺς ὁ Ἀπόστολος. Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (Ϛ´ 3‐11). Ἀδελφοί· ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Συνετά‐
φημεν οὖν αὐτῷ διὰ τοῦ Βαπτίσματος εἰς τὸν θάνατον· ἵνα ὥς περ ἠγέρθη Χριστὸς ἐκ νε‐
κρῶν, διὰ τῆς δόξης τοῦ Πατρός, οὕτω καὶ ἡ‐
μεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐ‐
σόμεθα. Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡ‐
μῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργη‐
θῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύ‐
ειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανών, δεδι‐
καίωται ἀπό τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν, ὅτι καὶ συζήσομεν αὐτῷ. Εἰδότες, ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νε‐
κρῶν, οὐκ ἔτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκ ἔτι κυριεύει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτούς, νεκροὺς μὲν εἶ‐
ναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Μᾶρκον (α´ 9‐11). Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζα‐
ρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάν‐
νου εἰς τὸν Ἰορδάνην. Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρα‐
νοὺς καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν κατα‐
βαῖνον ἐπ᾿ αὐτόν· καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ ηὐδόκησα. Δόξα σοι, Κύριε, δόξα σοι. Μετὰ ταῦτα λέγει ὁ Ἀναγνώστης· Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα· βοή‐
θησον ἡμῖν ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Τὸ Τρισάγιον· Παναγία Τριάς... Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία... Εἶτα τὸ Κοντάκιον. Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγο‐
νὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· Μὴ δειλιά‐
σῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον. Τό, Κύριε ἐλέησον μ´. 28
Ὁ ἐν παντὶ καιρῷ, καὶ πάσῃ ὥρᾳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος, καὶ δοξαζόμε‐
νος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέ‐
λεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀ‐
γαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάν‐
τας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελί‐
ας τῶν μελλόντων ἀγαθῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐν‐
τεύξεις, καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι, καὶ ὁδηγούμενοι, κα‐
ταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους ἢ εἰς λογισμοὺς πονηρίας· ἀλλὰ τῷ πόθῳ σου τρῶσον ἡμῶν τὰς ψυχάς. Ἵνα διὰ παντὸς πρὸς σὲ ἀτενίζοντες καὶ τῷ παρὰ σοῦ φωτὶ ὁ‐
δηγούμενοι, σὲ τὸ ἀπρόσιτον καὶ ἀΐδιον κατο‐
πτεύοντες φῶς, ἀκατάπαυστόν σοι τὴν ἐξο‐
μολόγησιν καὶ εὐχαριστίαν ἀναπέμπωμεν, τῷ ἀνάρχῳ Πατρί, σὺν τῷ μονογενεῖ σου Υἱῷ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τό, Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέ‐
ραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθό‐
ρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεο‐
τόκον, σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, πάτερ. Ὁ ἱερεύς· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλο‐
γήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. Καὶ ἡ εὐχή· Θεὲ καὶ Κύριε τῶν δυνάμεων καὶ πάσης κτί‐
σεως Δημιουργέ, ὁ διὰ σπλάγχνα ἀνεικάστου ἐλέους σου τὸν μονογενῆ σου Υἱόν, τὸν Κύρι‐
ον ἡμῶν Ἰησοῦν Χριστόν, καταπέμψας ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν καὶ διὰ τοῦ τιμίου αὐτοῦ Σταυροῦ τὸ χειρόγραφον τῶν ἁμαρτι‐
ῶν ἡμῶν διαῤῥήξας καὶ θριαμβεύσας ἐν αὐτῷ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους· Αὐτός, Δέσποτα φιλάνθρωπε, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰς εὐχαριστηρίους ταύτας καὶ ἱκετηρίους ἐντεύξεις· καὶ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς ὀλεθρίου καὶ σκοτεινοῦ παραπτώμα‐
τος, καὶ πάντων τῶν κακῶσαι ἡμᾶς ζητούν‐
των ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν. Καθήλω‐
σον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ * * * ΩΡΑ ΕΝΑΤΗ Ἐπισυνάπτομεν καὶ τὴν Ἕκτην Ὥραν, λέγον‐
τες εὐθύς· Δεῦτε προσκυνήσωμεν, (ἐκ γ´). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐ‐
τῷ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Εἶτα τοὺς ἐφεξῆς τρεῖς Ψαλμούς. Ψαλμὸς Ϟβ´ (92). Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσα‐
το, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώτα‐
το. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Ἐπῆραν οἱ ποτα‐
μοί, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν. Ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεω‐
ρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Ψαλμὸς ριγ´ (113). Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαίᾳ ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. Ἡ θάλασσα εἶ‐
δε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀ‐
πίσω. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. Τί σοί ἐστι θά‐
29
λασσα, ὅτι ἔφυγες; Καὶ σὺ Ἰορδάνη, ὅτι ἐ‐
στράφης εἰς τὰ ὀπίσω; Τὰ ὄρη, ὅτι ἐσκιρτήσα‐
τε ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβά‐
των; Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῇ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ. Τοῦ στρέ‐
ψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρότομον, εἰς πηγὰς ὑδάτων. Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ᾿ ἢ τῷ ἐλέει σου καὶ τῇ ἀ‐
ληθείᾳ σου. Μήποτε εἴπωσι τὰ Ἔθνη, Ποῦ ἐ‐
στιν ὁ Θεὸς αὐτῶν; Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐ‐
ρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποί‐
ησε. Τὰ εἴδωλα τῶν Ἐθνῶν, ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Στόμα ἔ‐
χουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐκ ἀκού‐
σονται· ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφρανθήσον‐
ται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πό‐
δας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνή‐
σουσιν ἐν τῷ λάρυγγι αὐτῶν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά, καὶ πάντες οἱ πε‐
ποιθότες ἐπ᾿ αὐτοῖς. Οἶκος Ἰσραὴλ ἤλπισεν ἐ‐
πὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον, βοη‐
θὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἱ φο‐
βούμενοι τὸν Κύριον, ἤλπισαν ἐπὶ Κύριον, βο‐
ηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστι. Κύριος μνησθεὶς ἡμῶν, εὐλόγησεν ἡμᾶς. Εὐλόγησε τὸν οἶκον Ἰσραήλ, εὐλόγησε τὸν οἶκον Ἀα‐
ρών. Εὐλόγησε τοὺς φοβουμένους τὸν Κύρι‐
ον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Προ‐
σθείη Κύριος ἐφ᾿ ὑμᾶς, ἐφ᾿ ὑμᾶς, καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν. Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν· ὁ οὐρα‐
νὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ· τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. Οὐχ οἱ νεκροὶ αἰνέ‐
σουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνον‐
τες εἰς ᾅδου, ἀλλ᾿ ἡμεῖς οἱ ζῶντες εὐλογήσο‐
μεν τὸν Κύριον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰ‐
ῶνος. Ψαλμὸς πε´ (85). Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου, ὅτι πτωχός, καὶ πένης εἰμὶ ἐγώ. Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦ‐
λόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ. Ἐ‐
λέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅ‐
λην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου. Ὅτι σύ, Κύριε, χρηστὸς καὶ ἐπιεικής, καὶ πο‐
λυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἐνώτι‐
σαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι ἐπήκουσάς μου. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ Ἔθνη, ὅσα ἐποίησας, ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώ‐
πιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐ‐
φρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄ‐
νομά σου. Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ᾿ ἐμέ, καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κα‐
τωτάτου. Ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπ᾿ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. Καὶ σύ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Ἐπίβλεψον ἐπ᾿ ἐμέ, καὶ ἐλέησόν με· δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶ‐
σον τὸν υἱὸν τῆς παιδίσκης σου. Ποίησον μετ᾿ ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μι‐
σοῦντές με, καὶ αἰσχυνθήτωσαν. Ὅτι σύ, Κύ‐
ριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με. Δόξα. Καὶ νῦν. Ἀλληλούϊα (γ´). Κύριε, ἐλέησον (γ´). Εἶτα· Δόξα. Καὶ τὸ Τροπάριον. Ἀπεστρέφετό ποτε, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισσαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν· καὶ γέγο‐
νεν αὐτῷ ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀλη‐
θῶς τοῦ Βαπτίσματος, δι᾿ οὗ ἡμεῖς τὴν ῥέου‐
σαν, τοῦ βίου διαπερῶμεν διάβασιν. Χριστὸς ἐφάνη ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Καὶ νῦν. Θεοτοκίον. Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύ‐
ρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνα‐
τον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, 30
μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπε‐
γνωσμένον. Εἶτα ψάλλομεν τὰ παρόντα Ἰδιόμελα. Ἦχος βαρύς. Καὶ εὐθὺς τὸ προκείμενον τῆς Προφητείας. Προκείμενον. Ἦχος γ´. Ψαλμὸς λα´ (31). Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐ‐
πεκαλύφθησαν αἱ ἁμαρτίαι. (λα´ 1) Στίχ. α´. Μακάριος ἀνήρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. (λα´ 2) Θάμβος ἦν κατιδεῖν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, ἐν ποταμῷ γυμνωθέντα, Βάπτισμα ὑπὸ δούλου, εἰς ἡμῶν σωτηρίαν, δεχόμενον ὡς δοῦλον· καὶ χοροὶ Ἀγγέλων ἐξεπλήττοντο, φόβῳ καὶ χαρᾷ. Μεθ᾿ ὧν προσκυνοῦμέν σε, σῶσον ἡμᾶς Κύριε. Στίχ. β´. Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλι‐
άσθε, δίκαιοι, καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. (λα´ 11) Ἦχος β´. Τάδε λέγει Κύριος· καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλασά σε, καὶ ἔδωκά σε, καὶ ἔθηκά σε εἰς διαθήκην Ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κατακληρονομῆσαι κληρονομίας ἐ‐
ρήμους. Λέγοντα τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύπτεσθε· ἐν πά‐
σαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν. Οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς ὁ καύ‐
σων, οὐδὲ ὁ ἥλιος· ἀλλ᾿ ὁ ἐλεῶν αὐτοὺς παρα‐
καλέσει αὐτούς, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς. Καὶ θήσω πᾶν ὄρος εἰς ὁδόν, καὶ πᾶ‐
σαν τρίβον εἰς βόσκημα αὐτοῖς. Ἰδοὺ οὗτοι πόῤῥωθεν ἥξουσιν· οὗτοι ἀπὸ Βοῤῥᾶ καὶ Θα‐
λάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Εὐφραινέ‐
σθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ· ῥηξάτω τὰ ὄρη εὐφροσύνην, καὶ οἱ βουνοὶ δι‐
καιοσύνην· ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐ‐
τοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ πα‐
ρεκάλεσεν. Εἶπε δὲ Σιών· Ἐγκατέλιπέ με Κύ‐
ριος, καὶ ὁ Κύριος ἐπελάθετό μου. Μὴ ἐπιλή‐
σεται γυνὴ τοῦ παιδίου αὐτῆς; ἢ τοῦ μὴ ἐλεῆ‐
σαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνή, ἀλλ᾿ ἐγὼ οὐκ ἐπιλή‐
σομαί σου, λέγει Κύριος Παντοκράτωρ. Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορ‐
δάνου καὶ Ἐρμωνιεὶμ ἀπὸ ὄρους μικροῦ. Ὅτε πρὸς αὐτὸν ἐρχόμενον ὁ Πρόδρομος, τὸν Κύριον τῆς δόξης, ἐβόα θεωρῶν· Ἴδε, ὁ λυ‐
τρούμενος τὸν κόσμον, παραγέγονεν ἐκ φθο‐
ρᾶς· ἴδε, ῥύεται ἡμᾶς ἐκ θλίψεως· ἰδού, ὁ ἁ‐
μαρτημάτων ἄφεσιν χαριζόμενος, ἐπὶ γῆς ἐκ Παρθένου ἁγνῆς ἐλήλυθε δι᾿ ἔλεον· καὶ ἀντὶ δούλων, υἱοὺς Θεοῦ ἐργάζεται· ἀντὶ δὲ σκό‐
τους, φωτίζει τὸ ἀνθρώπινον, διὰ τοῦ ὕδατος τοῦ θείου Βαπτισμοῦ αὑτοῦ. Λοιπὸν δεῦτε, συμφώνως αὐτὸν δοξολογήσωμεν, σὺν Πα‐
τρί, καὶ Ἁγίῳ Πνεύματι. Δόξα. Καὶ νῦν. Ἦχος πλ. α´. Ἰστέον, ὅτι τὸ παρὸν Ἰδιόμελον ἀναγινώσκεται πρότε‐
ρον εὐλαβῶς, καὶ μεγαλοφώνως παρὰ τοῦ Κανονάρ‐
χου ἐν τῷ μέσῳ τοῦ Ναοῦ· εἶτα ψάλλεται μελῳδικῶς ἀ‐
πὸ τῶν δύω Χορῶν. Τὴν χεῖρά σου τὴν ἁψαμένην, τὴν ἀκήρατον Κορυφήν τοῦ Δεσπότου (ἐκ γ´) μεθ᾿ ἧς καὶ δα‐
κτύλῳ αὐτόν, ἡμῖν καθυπέδειξας, ἔπαρον ὑ‐
πὲρ ἡμῶν πρὸς αὐτὸν Βαπτιστά, ὡς παῤῥησί‐
αν ἔχων πολλήν· καὶ γὰρ μείζων τῶν Προφη‐
τῶν ἁπάντων, ὑπ᾿ αὐτοῦ μεμαρτύρησαι. Τοὺς ὀφθαλμούς σου πάλιν δέ, τοὺς τὸ Πανάγιον Πνεῦμα κατιδόντας, ὡς ἐν εἴδει περιστερᾶς κατελθόν, ἀναπέτασον πρὸς αὐτὸν Βαπτι‐
στά, ἵλεων ἡμῖν ἀπεργασάμενος. Καὶ δεῦρο στῆθι μεθ᾿ ἡμῶν (ἐκ γ´), ἐπισφραγίζων τὸν ὕ‐
μνον, καὶ προεξάρχων τῆς πανηγύρεως. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (μθ´ 8‐15). Καὶ εὐθὺς ὁ Ἀπόστολος. Πρὸς Τίτον Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (β´ 11‐14, γ´ 4‐7). Τέκνον Τίτε, ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σω‐
τήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵ‐
31
να, ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμι‐
κὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐ‐
σεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι. Προσδεχό‐
μενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡ‐
μῶν Ἰησοῦ Χριστοῦ. Ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνο‐
μίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡ‐
μῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενε‐
σίας, καὶ ἀνακαινίσεως Πνεύματος Ἁγίου· Οὗ ἐξέχεεν ἐφ᾿ ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ Χρι‐
στοῦ τοῦ Σωτῆρος ἡμῶν. Ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γενώμεθα κατ᾿ ἐλπίδα ζωῆς αἰωνίου. Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (γ´ 1‐18). Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τι‐
βερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πι‐
λάτου τῆς Ἰουδαίας, καὶ τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τρα‐
χωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆ‐
μα Θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχω‐
ρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετα‐
νοίας εἰς ἄφεσιν ἁμαρτιῶν,ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄ‐
χλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, Γεννήματα ἐχι‐
δνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελ‐
λούσης ὀργῆς; ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυ‐
τοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἤδη δὲ καὶ ἡ ἀξί‐
νη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκό‐
πτεται καὶ εἰς πῦρ βάλλεται. Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖν ποιήσωμεν; ἀποκριθεὶς δὲ λέγει αὐτοῖς· Ὁ ἔχων δύο χιτῶ‐
νας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώ‐
ματα ὁμοίως ποιείτω. Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν· Διδάσκα‐
λε, τί ποιήσωμεν; ὁ δὲ εἶπεν πρὸς αὐτούς· Μη‐
δὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευό‐
μενοι λέγοντες· Τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπε πρὸς αὐτοὺς· Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν. Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλο‐
γιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χρι‐
στός, ἀπεκρίνατο ὁ Ἰωάννης ἅπασι λέγων· Ἐ‐
γὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰ‐
σχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί· οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλω‐
να αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀ‐
ποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυ‐
ρὶ ἀσβέστῳ. Πολλὰ μὲν οὖν καὶ ἕτερα παρα‐
καλῶν εὐηγγελίζετο τὸν λαόν. Δόξα σοι, Κύριε, δόξα σοι. Μετὰ ταῦτα λέγει ὁ Ἀναγνώστης· Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνο‐
μά σου τὸ Ἅγιον· καὶ μὴ διασκεδάσῃς τὴν δια‐
θήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ᾿ ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσρα‐
ὴλ τὸν Ἅγιόν σου. Τὸ Τρισάγιον· Παναγία Τριάς... Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία... Εἶτα τὸ Κοντάκιον. Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγο‐
νὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· Μὴ δειλιά‐
σῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον. Τό, Κύριε ἐλέησον μ´. 32
Ὁ ἐν παντὶ καιρῷ, καὶ πάσῃ ὥρᾳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος, καὶ δοξαζόμε‐
νος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέ‐
λεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀ‐
γαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάν‐
τας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελί‐
ας τῶν μελλόντων ἀγαθῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐν‐
τεύξεις, καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι, καὶ ὁδηγούμενοι, κα‐
ταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τό, Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέ‐
ραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθό‐
ρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεο‐
τόκον, σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, πάτερ. Ὁ ἱερεύς· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλο‐
γήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. Καὶ ἡ εὐχή· Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾗ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου κρεμάμενος, τῷ εὐγνώμονι ληστῇ τὴν εἰς τὸν Παράδεισον ὡ‐
δοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου. Ἡμάρτομεν γὰρ καὶ ἠ‐
νομήσαμεν, καὶ οὐκ ἐσμὲν ἄξιοι ἆραι τὰ ὄμ‐
ματα ἡμῶν, καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρα‐
νοῦ· διὸτι κατελίπομεν τὴν ὁδὸν τῆς δικαιο‐
σύνης σου, καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμα‐
σι τῶν καρδιῶν ἡμῶν. Ἀλλ᾿ ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα· Φεῖσαι ἡμῶν, Κύριε, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά σου τὸ ἅγιον, ὅτι ἐ‐
ξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν. Ἐξε‐
λοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρός, καὶ ἄ‐
φες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα· ἵνα τὸν παλαιὸν ἀ‐
ποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ σοὶ ζήσωμεν τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κη‐
δεμόνι. Καὶ οὕτω τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐ‐
φραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγα‐
πώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωο‐
ποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἶτα τὰ Τυπικά, χῦμα. [συνήθως παραλείπονται ἐν ταῖς ἐνορίαις] Ψαλμὸς ρβ´ (102). Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Εὐλογητὸς εἶ, Κύριε. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπι‐
λανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου. Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου· ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὑτοῦ. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυ‐
μος καὶ πολυέλεος· οὐκ εἰς τέλος ὀργισθήσε‐
ται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. 33
Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν, ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Μὴ πεποίθατε ἐπ᾿ ἄρχοντας, ἐπὶ υἱοὺς ἀν‐
θρώπων, οἷς οὐκ ἔστι σωτηρία. Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέ‐
ψει εἰς τὴν γῆν αὐτοῦ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ δι‐
αλογισμοὶ αὐτοῦ. Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύ‐
ριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν. Τὸν ποιήσαντα τόν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡ‐
σεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει. Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρ‐
ξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος, καὶ ἕ‐
ως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνη‐
μένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐ‐
τάς. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπό‐
ζει. Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ Ἄγγελοι αὐ‐
τοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐ‐
τοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐ‐
τοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ Δυνάμεις αὐ‐
τοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλη‐
μα αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Εὐλό‐
γει, ἡ ψυχή μου τὸν Κύριον. Κύριος λύει πεπεδημένους· Κύριος σοφοῖ τυ‐
φλούς· Κύριος ἀνορθοῖ κατεῤῥαγμένους· Κύ‐
ριος ἀγαπᾷ δικαίους· Κύριος φυλάσσει τοὺς προσηλύτους. Ὀρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδὸν ἁ‐
μαρτωλῶν ἀφανιεῖ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθά‐
νατος ὑπάρχων, καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγί‐
ας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέ‐
πτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὣν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Καὶ ἀρχόμεθα εὐθὺς τῶν Μακαρισμῶν. Εἶτα· Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Δόξα τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι. Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακλη‐
θήσονται. Ψαλμὸς ρμε´ (145). Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσου‐
σι τὴν γῆν. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρ‐
χω. Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δι‐
καιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. 34
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσον‐
ται. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν, πολὺς ἐν τοῖς οὐρανοῖς. Δόξα. Καὶ νῦν. Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βα‐
σιλείᾳ σου. Μνήσθητι ἡμῶν, Δέσποτα, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Μνήσθητι ἡμῶν, Ἅγιε, ὅταν ἔλθῃς ἐν τῇ βασι‐
λείᾳ σου. Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐ‐
ρανός, καὶ ἡ γῆ τῆς δόξης σου. Στίχ. Προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθη‐
τε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυν‐
θῇ. Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐ‐
ρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Δόξα. Χορὸς Ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, με‐
τὰ πασῶν τῶν ἐπουρανίων Δυνάμεων ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σα‐
βαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Καὶ νῦν. Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτο‐
ρα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάν‐
των καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡ‐
μετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρα‐
νῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πι‐
λάτου καὶ παθόντα, καὶ ταφέντα. Καὶ ἀνα‐
στάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμε‐
νον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμε‐
νον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζό‐
μενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μί‐
αν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκ‐
κλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν. Ἄνες, ἄφες, συγχώρησον, ὁ Θεός, τὰ παρα‐
πτώματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν ἔργῳ καὶ λόγῳ, τὰ ἐν γνώσει καὶ ἀγνοί‐
ᾳ, τὰ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, τὰ κατὰ νοῦν καὶ διάνοιαν· τὰ πάντα ἡμῖν συγχώρησον, ὡς ἀ‐
γαθὸς καὶ φιλάνθρωπος. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενη‐
θήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡ‐
μῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡ‐
μῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡ‐
μῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον. Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγο‐
νὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· μὴ δειλιάσῃς 35
βαπτίσαι με, σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρω‐
τόπλαστον. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐ‐
τοῦ εἰς δέησιν αὐτῶν. Τό, Κύριε ἐλέησον, ιβ´. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ´) Δόξα. Καὶ νῦν. Ψαλμὸς λγ´ (33). Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀ‐
κουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώ‐
σωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐρρύσατό με. Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσή‐
κουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐ‐
τοῦ ἔσωσεν αὐτόν. Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φο‐
βουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος· μα‐
κάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ᾿ αὐτόν. Φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐ‐
τόν. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκου‐
σεν αὐτῶν καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο αὐτούς. Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρ‐
δίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦν‐
τες τὸν δίκαιον πλημμελήσουσι. Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ᾿ αὐτόν. Καὶ Ἀπόλυσις. Δόξα, καὶ νῦν. Κύριε, ἐλέησον γ´. Πάτερ ἅγιε, εὐλόγησον. Ὁ ἱερεὺς τὴν ἀπόλυσιν καὶ τὸ Δι᾿ εὐχῶν... Οἱ χοροὶ καὶ σύμπας ὁ λαός· Ἀμήν. * * * * * ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Ὁ ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ χορός· Ἀμήν. Καὶ ἄρχεται ὁ Ἀναγνώστης ἀναγινώσκων τὸν Προοιμιακὸν Ψαλμόν, λέγων οὕτω· Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. 36
Ψαλμὸς ργ´ (103). Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον· Κύριε ὁ Θε‐
ός μου, ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμε‐
νος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λει‐
τουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθή‐
σεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύ‐
ξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσου‐
σιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πε‐
δία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅρι‐
ον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέ‐
ψουσι καλῦψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πη‐
γὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διε‐
λεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ᾿ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κα‐
τασκηνώσει· ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ· ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγα‐
γεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ· καὶ ἄρτος καρδίαν ἀνθρώπου στη‐
ρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κα‐
τοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐ‐
λάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ἐποί‐
ησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτει‐
λεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάν‐
δρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐρ‐
γασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίη‐
σας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπε‐
τά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ με‐
γάλων. Ἐκεῖ πλοῖα διαπορεύονται· δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐ‐
τῶν εἰς εὔκαιρον. Δόντος σου αὐτοῖς, συλλέ‐
ξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμ‐
παντα πλησθήσονται χρηστότητος· ἀποστρέ‐
ψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψου‐
σι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐ‐
ξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσον‐
ται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤ‐
τω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας· εὐφρανθή‐
σεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέ‐
πων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕ‐
ως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐ‐
γὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλεί‐
ποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥ‐
στε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Καὶ πάλιν. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. Δόξα. Καὶ νῦν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλ‐
ληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ´). Ἡ ἐλπὶς ἡ‐
μῶν, Κύριε, δόξα σοι. Εἶτα, Συναπτὴ μεγάλη ὑπὸ τοῦ Διακόνου, καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… * * * ΟΙ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ Ψαλμὸς ρμ´ (140). Ἦχος β´. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰ‐
σάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δε‐
ήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ· εἰ‐
σάκουσόν μου, Κύριε. 37
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή· εἰσάκουσόν μου, Κύριε. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύ‐
ραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πο‐
νηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁ‐
μαρτίαις. Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώ‐
θην σφόδρα. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκρα‐
ταιώθησαν ὑπὲρ ἐμέ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐ‐
ξομολογήσασθαι τῷ ὀνόματί σου. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐ‐
τῶν. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με· ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κε‐
φαλήν μου. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσά‐
κουσον τῆς φωνῆς μου. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κρι‐
ταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορ‐
πίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρ‐
τωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ψαλμὸς ρκθ´ (129). Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἱστῶμεν Στίχους στ´, καὶ ψάλλομεν Στιχηρὰ ἰδιόμελα. Ἦχος β´. Ἰωάννου Μοναχοῦ. Στίχ. α´. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλα‐
σμός ἐστιν. Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λα‐
οῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθε‐
ρῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χρι‐
στὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου· τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Στίχ. β´. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λό‐
γον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Τὸν φωτισμὸν ἡμῶν, ... Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγί‐
δα μοι. Κατενόουν εἰς τά δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκ‐
ζητῶν τὴν ψυχήν μου. Στίχ. γ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομέ‐
νου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυ‐
ρουμένου, ἔφριξαν ὁρῶσαι Ἀγγέλων στρατι‐
αί· φωνὴ δέ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός· Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου 38
ὑπάρχει ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. δ´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώ‐
σεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐ‐
τοῦ. Τοῦ Λυτρωτοῦ ἡμῶν, ... Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ‐
γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι και‐
ροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει. Ψαλμὸς ριϚ´ (116). Καὶ τὰ Ἀναγνώσματα, κατὰ τὴν τάξιν αὐτῶν, μετὰ τῶν Τροπαρίων καὶ τῶν στίχων αὐτῶν. Στίχ. ε´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. Α´. Γενέσεως τὸ Ἀνάγνωσμα (α´ 1‐13). Τὰ Ἰορδάνεια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξατο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρ‐
χετο· κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς· κράζει καὶ βοᾷ, πηλός τῷ πλαστουργῷ· Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ Βαπτισμοῦ. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θε‐
ὸς ἡμῶν, δόξα σοι. Στίχ. Ϛ´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Σῶσαι βουλόμενος, τὸν πλανηθέντα ἄνθρω‐
πον, οὐκ ἀπηξίωσας δούλου μορφὴν ἐνδύσα‐
σθαι· ἔπρεπε γὰρ σοὶ τῷ Δεσπότῃ καὶ Θεῷ, ἀ‐
ναδέξασθαι τὰ ἡμῶν ὑπὲρ ἡμῶν· σὺ γὰρ βα‐
πτισθεὶς σαρκὶ Λυτρωτά, τῆς ἀφέσεως ἠξίω‐
σας ἡμᾶς· διὸ βοῶμέν σοι· Εὐεργέτα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δόξα. Καὶ νῦν. Ὁ αὐτός. Βύζαντος. Ὑπέκλινας κάραν τῷ Προδρόμῳ, συνέθλα‐
σας κάρας τῶν δρακόντων, ἐπέστης ἐν τοῖς ῥείθροις, ἐφώτισας τὰ σύμπαντα, τοῦ δοξά‐
ζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν ψυχῶν ἡ‐
μῶν. * * * ΕΙΣΟΔΟΣ ‐ ΕΠΙΛΥΧΝΙΟΣ ΕΥΧΑΡΙΣΤΙΑ Ψαλλομένου τοῦ Καὶ νῦν γίνεται ἡ εἴσοδος ὑ‐
πὸ τοῦ ἱερέως καὶ τοῦ διακόνου μετὰ τοῦ Εὐ‐
αγγελίου. Ὁ διάκονος· Σοφία· ὀρθοί. Ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύα‐
στος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀνὰ μέσον τοῦ σκότους. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς Ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε Νύ‐
κτα· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωί, ἡ‐
μέρα μία. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέ‐
ωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρί‐
ζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένε‐
το οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος, τοῦ ὑποκάτω τοῦ στερεώματος. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα, Οὐρανόν· καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν· καὶ ἐγένετο ἑσπέ‐
ρα, καὶ ἐγένετο πρωί, ἡμέρα δευτέρα. Καὶ εἶ‐
πεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθή‐
τω ἡ ξηρά· καὶ ἐγένετο οὕτως· καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ Οὐρανοῦ εἰς τὰς συνα‐
γωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. Καὶ ἐκάλε‐
σεν ὁ Θεὸς τὴν ξηράν, Γῆν· καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε, Θαλάσσας. Καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. Καὶ εἶπεν ὁ Θεός· Βλαστησά‐
τω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κα‐
τὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρ‐
πιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς· καὶ ἐγένετο οὕ‐
τως. Καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιό‐
τητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ 39
τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς· καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωί, ἡμέρα τρίτη.* ‐‐‐‐‐‐‐‐‐‐‐‐‐‐‐‐‐‐‐‐‐‐‐‐‐‐‐‐ * Σημειωτέον, ὅτι κατὰ τὴν διάταξιν τοῦ νεοτυπώτου Τυπικοῦ τῆς τοῦ Χριστοῦ Μ. Ἐκκλησίας ἀναγινώσκον‐
ται τρία μόνον Ἀναγνώσματα, δηλ. τὸ Α´ καὶ μετ᾿ αὐ‐
τό, τὸ Τροπάριον τῆς προφητείας, Ἐπεφάνης ἐν τῷ κό‐
σμῳ. Εἶτα τὸ E´ Ἀνάγνωσμα, καὶ μετ᾿ αὐτό, τὸ ἕτερον Τροπάριον τῆς Προφητείας, Ἁμαρτωλοῖς καὶ τελώναις. Τελευταῖον, τὸ Ϛ´ Ἀνάγνωσμα, καὶ μετὰ τοῦτο, εἴτε ψάλλεται Τρισάγιον εἴτε μή, εὐθὺς ὁ Ἀπόστολος, τὸ Εὐαγγέλιον, κ.τ.λ. Β´. Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα (ιδ´ 15‐29). Εἶπε Κύριος πρὸς Μωϋσῆν· Τί βοᾷς πρός με; λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἀναζευξάτω‐
σαν. Καὶ σὺ ἔπαρον τὴν ῥάβδον σου, καὶ ἔ‐
κτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, καὶ ῥῆξον αὐτήν, καὶ εἰσελθέτωσαν οἱ υἱοὶ Ἰσρα‐
ὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν. Καὶ ἰδοὺ ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραώ, καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ τῶν Αἰγυπτί‐
ων πάντων, καὶ εἰσελεύσονται ὀπίσω αὐτῶν, καὶ ἐνδοξασθήσομαι ἐν Φαραώ, καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ, καὶ ἐν τοῖς ἅρμασι, καὶ ἐν τοῖς ἵπποις αὐτοῦ. Καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι, ὅτι ἐγώ εἰμι Κύριος, ἐνδοξαζομέ‐
νου μου ἐν Φαραώ, καὶ ἐν τοῖς ἅρμασι, καὶ ἐν τοῖς ἵπποις αὐτοῦ. Ἐξέτεινε δὲ Μωϋσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ἐπήγαγε Κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ βιαίῳ ὅλην τὴν νύ‐
κτα, καὶ ἐποίησε τὴν θάλασσαν ξηράν, καὶ δι‐
εσχίσθη τὸ ὕδωρ. Καὶ εἰσῆλθον οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν· καὶ τὸ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων. Κατεδίωξαν δὲ οἱ Αἰγύπτιοι, καὶ εἰσῆλθον ὀπίσω αὐτῶν πᾶσα ἡ ἵππος Φαραώ, καὶ τὰ ἅρματα, καὶ οἱ ἀναβάται εἰς μέσον τῆς θαλάσσης. Ἐξέτεινε δὲ Μωϋσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκατεστάθη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας. Οἱ δὲ Αἰγύπτιοι ἔφυ‐
γον ἐπὶ τὸ ὕδωρ· καὶ ἐξετίναξε Κύριος τοὺς Αἰγυπτίους εἰς μέσον τῆς θαλάσσης. Καὶ ἐ‐
παναστραφὲν τὸ ὕδωρ ἐκάλυψε τὰ ἅρματα, καὶ τοὺς ἀναβάτας, καὶ πᾶσαν τὴν δύναμιν Φαραώ, τοὺς εἰσπορευομένους ὀπίσω αὐτῶν εἰς τὴν θάλασσαν· οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης. Γ´. Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα (ιε´ 22‐27, ις´ 1). Ἐξῆρε Μωϋσῆς τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ θα‐
λάσσης Ἐρυθρᾶς, καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ· καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ, καὶ οὐχ εὕρισκον ὕδωρ ὥς τε πιεῖν. Ἦλθον δὲ εἰς Μεῤῥᾶν· καὶ οὐκ ἠδύναντο πι‐
εῖν ὕδωρ ἐκ Μεῤῥᾶς· πικρὸν γὰρ ἦν· διὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Πι‐
κρία. Καὶ διεγόγγυζεν ὁ λαὸς κατὰ Μωϋσῆ, λέγοντες· Τί πιώμεθα; Ἐβόησε δὲ Μωϋσῆς πρὸς Κύριον, καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάν‐
θη· ἐκεῖ ἔθετο αὐτῷ ὁ Θεὸς δικαιώματα καὶ κρίσεις, καὶ ἐκεῖ αὐτὸν ἐπείρασε, καὶ εἶπεν· Ἐ‐
ὰν ἀκοῇ ἀκούσῃ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ τὰ ἀρεστά ἐνώπιον αὐτοῦ ποιήσῃς, καὶ ἐνωτίσῃ τὰς ἐντολὰς αὐτοῦ, καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι Κύριος ὁ ἰώμενός σε. Καὶ ἦλ‐
θον εἰς Αἰλείμ, καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑ‐
δάτων, καὶ ἑβδομήκοντα στελέχη φοινίκων· παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα. Ἀπῆραν δὲ ἐξ Αἰλείμ, καὶ ἦλθε πᾶσα ἡ Συναγωγὴ υἱ‐
ῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Σίν, ὅ ἐστιν ἀναμέ‐
σον Αἰλείμ, καὶ ἀναμέσον Σινᾶ. Εἶτα ἀνιστάμενοι λέγομεν· Τροπάριον. Ἦχος πλ. α´. Ἐπεφάνης ἐν τῷ κόσμῳ, ὁ τὸν κόσμον ποιή‐
σας, ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· Φιλάνθρωπε δόξα σοι. Οἱ στίχοι. Ψαλμὸς ξγ´. Στίχ. α´. Ὁ Θεός οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλο‐
γήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. Ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· Φι‐
λάνθρωπε δόξα σοι. Στίχ. β´. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου. 40
Ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· Φι‐
λάνθρωπε δόξα σοι. ως συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰ‐
ορδάνην. Στίχ. γ´. Ἐξολογησάσθωσάν σοι λαοὶ ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες· γῆ ἔ‐
δωκε τὸν καρπὸν αὐτῆς. Ε´. Βασιλειῶν τετάρτης τὸ Ἀνάγνωσμα (β´ 6‐14). Ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· Φι‐
λάνθρωπε δόξα σοι. Στίχ. δ´. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, ὁ Θεὸς ἡ‐
μῶν, εὐλογήσαι ἡμᾶς ὁ Θεός. Καὶ φοβηθήτω‐
σαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς. Ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· Φι‐
λάνθρωπε δόξα σοι. Δόξα. Καὶ νῦν. Τὸ ὅλον. Ἐπεφάνης ἐν τῷ κόσμῳ, ὁ τὸν κόσμον ποιή‐
σας, ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· Φιλάνθρωπε δόξα σοι. Εἶτα, τὰ ἐφεξῆς Ἀναγνώσματα. Δ´. Ἰησοῦ τοῦ Ναυῆ τὸ Ἀνάγνωσμα (γ´ 7‐8, 15‐17). Εἶπε Κύριος πρὸς Ἰησοῦν· Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι τοῦ ὑψῶσαί σε κατενώπιον πάντων τῶν υἱῶν Ἰσραήλ· ἵνα γνῶσιν, ὅτι καθὼς ἤ‐
μην μετὰ Μωϋσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ. Καὶ νῦν ἔντειλαι τοῖς Ἱερεῦσι, τοῖς αἴρου‐
σι τὴν Κιβωτὸν τῆς Διαθήκης, λέγων· Ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ Ἰορδά‐
νου, καὶ ἐν τῷ Ἰορδάνῃ στήσεσθε. Ὡς δὲ ἐπο‐
ρεύοντο οἱ Ἱερεῖς, οἱ αἴροντες τὴν Κιβωτὸν τῆς Διαθήκης Κυρίου ἐπὶ τὸν Ἰορδάνην, καὶ οἱ πόδες τῶν Ἱερέων, τῶν αἰρόντων τὴν Κιβω‐
τόν, ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ἰορ‐
δάνου, (ὁ δὲ Ἰορδάνης ἐπληροῦτο καθ᾿ ὅλην τὴν κρηπῖδα αὐτοῦ, ὡς ἐν ἡμέραις θερισμοῦ πυρῶν)· καὶ ἔστη τὰ ὕδατα, τὰ καταβαίνοντα ἄνωθεν, εἰς πῆγμα ἕν, ἀφεστηκὸς μακρὰν σφόδρα, ἀπὸ Ἀδαμὶ τῆς πόλεως, ἕως μέρους Καριαθιαρίμ· τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Ἄραβα, μέχρι θαλάσσης τῶν ἁλῶν, ἕως τέλους ἐξέλιπε. Καὶ ὁ λαὸς εἱστή‐
κει ἀπέναντι Ἱεριχώ· καὶ ἔστησαν οἱ Ἱερεῖς, οἱ αἴροντες τὴν Κιβωτὸν τῆς Διαθήκης Κυρίου, ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου ἕτοιμοι· καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβησαν διὰ ξηρᾶς, ἕ‐
Εἶπεν Ἠλίας τῷ Ἐλισσαιέ· Κάθου δὴ ἐνταῦ‐
θα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως τοῦ Ἰορδά‐
νου. Καὶ εἶπεν Ἐλισσαιέ· Ζῇ Κύριος, καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθη‐
σαν ἀμφότεροι. Καὶ πεντήκοντα ἄνδρες ἀπὸ τῶν υἱῶν τῶν Προφητῶν ἦλθον, καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν, ἀμφότεροι δὲ ἔστησαν ἐπὶ τοῦ Ἰορδάνου. Καὶ ἔλαβεν Ἠλίας τὴν μη‐
λωτὴν αὐτοῦ, καὶ εἵλησεν αὐτήν, καὶ ἐπάτα‐
ξεν ἐν αὐτῇ τὰ ὕδατα, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθεν καὶ ἔνθεν, καὶ διέβησαν ἀμφότεροι διὰ ξηρᾶς. Καὶ ἐγένετο ὡς διῆλθον, εἶπεν Ἠλίας τῷ Ἐλισσαιέ· Αἴτησαι, τί ποιήσω σοι, πρὶν ἢ ἀ‐
ναληφθῆναί με ἀπὸ σοῦ. Καὶ εἶπεν Ἐλισσαιέ· Γενηθήτω δὴ τὸ Πνεῦμα τὸ ἐπὶ σοί, δισσῶς ἐπ᾿ ἐμοί. Καὶ εἶπεν Ἠλίας· Ἐσκλήρυνας τοῦ αἰτήσασθαι· πλὴν ἐὰν ἴδῃς με ἀναλαμβανό‐
μενον ἀπὸ σοῦ, ἔσται σοι οὕτως· ἐὰν δὲ μὴ ἴ‐
δῃς, οὐ μὴ γένηται. Καὶ ἐγένετο αὐτῶν πο‐
ρευομένων καὶ λαλούντων, καὶ ἰδοὺ ἅρμα πυ‐
ρός, καὶ ἵπποι πυρός, καὶ διεχώρισεν ἀναμέ‐
σον ἀμφοτέρων, καὶ ἀνελήφθῃ Ἠλίας ἐν συσ‐
σεισμῷ ὡς εἰς τὸν οὐρανόν. Καὶ Ἐλισσαιὲ ἑώ‐
ρα, καὶ αὐτὸς ἐβόα· Πάτερ, Πάτερ, ἅρμα Ἰσ‐
ραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν οὐκ ἔτι· καὶ ἐκράτησεν Ἐλισσαιὲ τοῦ ἱματίου αὐτοῦ, καὶ διέῤῥηξεν αὐτὸ εἰς δύω. Καὶ ἀνεί‐
λετο τὴν μηλωτὴν Ἠλιοὺ Ἐλισσαιέ, τὴν πε‐
σοῦσαν ἐπάνωθεν αὐτοῦ. Καὶ ἐπέστρεψεν Ἐ‐
λισσαιέ, καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδά‐
νου· καὶ ἔλαβεν Ἐλισσαιὲ τὴν μηλωτὴν Ἠλι‐
ού, τὴν πεσοῦσαν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπά‐
ταξε τὰ ὕδατα, καὶ οὐ διῃρέθη· καὶ εἶπεν Ἐ‐
λισσαιέ. Ποῦ ἐστιν ὁ Θεὸς Ἠλιοὺ Ἀπφώ; καὶ ἐπάταξεν Ἐλισσαιὲ τὰ ὕδατα ἐκ δευτέρου, καὶ διῃρέθη τὰ ὕδατα, καὶ διῆλθε διὰ ξηρᾶς. Ϛ´. Βασιλειῶν τετάρτης τὸ Ἀνάγνωσμα (ε´ 9‐14). Παρεγένετο Νεεμάν, Ἄρχων Βασιλέως Ἀσσυ‐
ρίων, σὺν τοῖς ἅρμασι αὐτοῦ, καὶ ἵπποις αὐ‐
τοῦ, καὶ ἔστη ἐπὶ τῆς θύρας τοῦ οἴκου Ἐλισ‐
41
σαιέ. Καὶ ἀπέστειλεν Ἐλισσαιὲ ἄγγελον πρὸς αὐτόν, λέγων· Πορευθείς, λοῦσαι ἐν τῷ Ἰορ‐
δάνῃ ἑπτάκις, καὶ ἐπιστρέψει ἡ σάρξ σου ἐπὶ σοί, καὶ καθαρισθήσῃ. Καὶ ἐθυμώθη Νεεμάν, καὶ ἀπῆλθε, καὶ εἶπεν· Ἰδοὺ δὴ ἔλεγον, ὅτι ἐ‐
ξελεύσεται πρός με, καὶ ἐπικαλέσεται ἐν ὀνό‐
ματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ λεπρόν, καὶ ἀποσυνά‐
ξει αὐτὸ ἀπὸ τῆς σαρκός μου. Οὐκ ἀγαθός Ἀ‐
βανὰ καὶ Φαρφάρ, ποταμοὶ Δαμασκοῦ, ὑπὲρ τὸν Ἰορδάνην καὶ πάντα τὰ ὕδατα Ἰσραήλ; οὐχὶ πορευθείς λούσομαι ἐν αὐτοῖς, καὶ κα‐
θαρισθήσομαι; Καὶ ἀπέστρεψε, καὶ ἀπῆλθεν ἐν θυμῷ. Καὶ προσῆλθον οἱ παῖδες αὐτοῦ, καὶ εἶπον πρὸς αὐτόν· Πάτερ, εἰ μέγαν λόγον ἐ‐
λάλησε πρὸς σὲ ὁ Προφήτης, οὐκ ἂν ἐποίη‐
σας; καὶ ὅ,τι εἶπε πρὸς σέ, λοῦσαι, καὶ καθα‐
ρίσθητι. Καὶ κατέβη Νεεμάν, καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις, κατὰ τὸ ῥῆμα τοῦ ἀν‐
θρώπου τοῦ Θεοῦ· καὶ ἐπέστρεψεν ἡ σὰρξ αὐ‐
τοῦ ἐπ᾿ αὐτὸν ὡς παιδαρίου μικροῦ, καὶ ἐκα‐
θαρίσθη. Εἶτα ἀνιστάμενοι λέγομεν· Τροπάριον. Ἦχος πλ. β´. Ἁμαρτωλοῖς καὶ τελώναις, διὰ πλήθους ἐλέ‐
ους σου ἐπεφάνης Σωτὴρ ἡμῶν· ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθη‐
μένοις; δόξα σοι. Οἱ στίχοι. Ψαλμὸς Ϟβ´. Στίχ. α´. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ πε‐
ριεζώσατο. Ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθημένοις; δόξα σοι. Στίχ. β´. Ἐπῆραν οἱ ποταμοί, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, ἀροῦσιν οἱ ποταμοὶ ἐ‐
πιτρίψεις αὐτῶν ἀπὸ φωνῶν ὑδάτων πολλῶν. Ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθημένοις; δόξα σοι. Στίχ. γ´. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θα‐
λάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα. Ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθημένοις; δόξα σοι. Στίχ. δ´. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφό‐
δρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθημένοις; δόξα σοι. Δόξα. Καὶ νῦν. Τὸ ὅλον. Ἁμαρτωλοῖς καὶ τελώναις, διὰ πλήθους ἐλέ‐
ους σου ἐπεφάνης Σωτὴρ ἡμῶν· ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθη‐
μένοις; δόξα σοι. Εἶτα, τὰ ἐφεξῆς Ἀναγνώσματα. Ζ´. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (α´ 16‐20). Τάδε λέγει Κύριος· Λούσασθε, καὶ καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν· ἀπέναντι τῶν ὀφθαλμῶν μου παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Μά‐
θετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσα‐
σθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαι‐
ώσατε χήραν. Καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέ‐
γει Κύριος· καὶ ἐάν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φά‐
γεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Η´. Γενέσεως τὸ Ἀνάγνωσμα (λβ´ 1‐10). Ἀναβλέψας Ἰακώβ, εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν· καὶ συνήντησαν αὐτῷ οἱ Ἄγγελοι τοῦ Θεοῦ. Εἶπε δὲ Ἰακώβ, ἡνίκα εἶδεν αὐτούς· Παρεμβολὴ Θεοῦ αὕτη· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολή. Ἀ‐
πέστειλε δὲ Ἰακὼβ ἀγγέλους ἔμπροσθεν αὐ‐
τοῦ πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηείρ, εἰς χώραν Ἐδώμ. Καὶ ἐνετείλατο αὐ‐
τοῖς, λέγων· Οὕτως ἐρεῖτε τῷ Κυρίῳ μου Ἡ‐
σαῦ· Οὕτω λέγει ὁ παῖς σου Ἰακώβ. Μετὰ Λά‐
βαν παρῴκησα, καὶ ἐχρόνισα ἕως τοῦ νῦν. Καὶ ἐγένοντό μοι πρόβατα, καὶ βόες, καὶ ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι· καὶ ἀπέστειλα ἀ‐
42
ναγγεῖλαι τῷ Κυρίῳ μου Ἡσαῦ, ἵνα εὕρῃ χά‐
ριν ὁ παῖς σου ἐναντίον σου. Καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρὸς Ἰακώβ, λέγοντες· Ἤλθομεν πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου, καὶ ἰδοὺ αὐτός ἔρχεται εἰς συνάντησίν σου, καὶ τετρακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ. Ἐφοβήθη δὲ Ἰακὼβ σφό‐
δρα, καὶ ἠπορεῖτο· καὶ διεῖλε τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ, καὶ τοὺς βόας, καὶ τὰ πρόβατα, εἰς δύω παρεμβολάς. Καὶ εἶπεν Ἰακώβ· Ἐὰν ἔλθῃ Ἡσαῦ εἰς παρεμβολὴν μίαν, καὶ κόψῃ αὐτήν, ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σώζεσθαι. Καὶ εἶπεν Ἰακώβ· Ὁ Θεὸς τοῦ Πα‐
τρός μου Ἀβραάμ, καὶ ὁ Θεὸς τοῦ Πατρός μου Ἰσαάκ, Κύριε, σὺ ὁ εἰπών μοι· Ἀπότρεχε εἰς τὴν γῆν τῆς γεννήσεώς σου, καὶ εὖ σοι ποιή‐
σω· ἱκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης, καὶ ἀπὸ πάσης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην. Θ´. Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα (β´ 5‐10). Κατέβη ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἐπὶ τὸν ποταμόν, καὶ αἱ ἅβραι παρεπορεύοντο αὐτῇ παρὰ τὸν ποταμόν· καὶ ἰδοῦσα θῖβιν ἐν τῷ ἕ‐
λει, ἀποστείλασα τὴν ἅβραν, ἀνείλετο αὐτήν. Ἀνοίξασα δέ, ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβει· καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ Φαραώ, καὶ εἶ‐
πεν· Ἀπὸ τῶν παιδίων τῶν Ἑβραίων τοῦτο. Καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγατρὶ Φαραώ· Θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Ἑβραίων, καὶ θηλάσει σοι τὸ παιδίον; καὶ εἶπεν αὐτῇ ἡ θυγάτηρ Φαραώ· Πορεύου. Ἐλ‐
θοῦσα δὲ ἡ νεᾶνις, ἐκάλεσε τὴν μητέρα τοῦ παιδίου. Εἶπε δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ Φαρα‐
ώ· Διατήρησόν μοι τὸ παιδίον τοῦτο, καὶ θή‐
λασόν μοι αὐτό· ἐγὼ δὲ δώσω σοι τὸν μισθόν. Ἔλαβε δὲ ἡ γυνὴ τὸ παιδίον, καὶ ἐθήλαζεν αὐτό. Ἀδρυνθέντος δὲ τοῦ παιδίου, εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραώ, καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Μωϋσῆν, λέγουσα· Ἐκ τοῦ ὕδατος αὐτὸν ἀ‐
νειλόμην. Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς οθ´ (79). Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμε‐
θα. (οθ´ 8) Στίχ. α´. Ὁ ποιμαίνων τὸν Ἰσραήλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ἰωσήφ. (οθ´ 2) Ὁ Θεὸς τῶν δυνάμεων, ... Στίχ. β´. Ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ἐμ‐
φάνηθι·ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλ‐
θὲ εἰς τὸ σῶσαι ἡμᾶς. (οθ´ 2‐3) Ὁ Θεὸς τῶν δυνάμεων, ... Στίχ. γ´. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ἕως πό‐
τε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σου; (οθ´ 5) Ὁ Θεὸς τῶν δυνάμεων, ... Στίχ. δ´. Ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε, καὶ ἐ‐
πίσκεψαι τὴν ἄμπελον ταύτην καὶ κατάρτι‐
σαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου. (οθ´ 15) Ὁ Θεὸς τῶν δυνάμεων, ... Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Ὁ Θεὸς τῶν δυνάμεων, ... Εἶτα, τὰ ἐφεξῆς Ἀναγνώσματα. Ι´. Κριτῶν τὸ Ἀνάγνωσμα (ς´ 36‐39). Εἶπε Γεδεὼν πρὸς τὸν Θεόν· Εἰ σῴζεις ἐν τῇ χειρί μου τὸν Ἰσραήλ, ὃν τρόπον ἐλάλησας, ἰ‐
δοὺ ἐγὼ ἀπερείδομαι τὸν πόκον τῶν ἐρίων ἐν τῇ ἅλωνι· καὶ ἐὰν γένηται δρόσος ἐπὶ τὸν πό‐
κον μόνον, ἐπὶ δὲ πᾶσαν τὴν γῆν ξηρασία, γνώσομαι, ὅτι σῴζεις ἐν τῇ χειρί μου τὸν Ἰσ‐
ραήλ, ὃν τρόπον ἐλάλησας. Καὶ ἐγένετο οὕ‐
τω· καὶ ὀρθρίσας Γεδεὼν τῇ ἐπαύριον, ἀπεπί‐
εσε τὸν πόκον, καὶ ἀπεῤῥύη δρόσος ἐκ τοῦ πόκου, πλήρης λεκάνη ὕδατος. Καὶ εἶπε Γεδε‐
ὼν πρὸς τὸν Θεόν· Μὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί· καὶ λαλήσω ἔτι ἅπαξ, καὶ πειρά‐
σω ἔτι ἅπαξ ἐν τῷ πόκῳ· γενηθήτω δὴ ξηρα‐
σία ἐπὶ τὸν πόκον μόνον, ἐπὶ δὲ πᾶσαν τὴν γῆν δρόσος. Καὶ ἐποίησεν ὁ Θεὸς οὕτως ἐν τῇ νυκτὶ ἐκείνῃ· καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πό‐
κον μόνον, ἐπὶ δὲ πᾶσαν τὴν γῆν ἐγένετο δρόσος. ΙΑ´. Βασιλειῶν τρίτης τὸ Ἀνάγνωσμα (ιη´ 30‐39). Εἶπεν Ἠλίας πρὸς τὸν λαόν· Προσαγάγετε πρός με· καὶ προσήγαγε πᾶς ὁ λαὸς πρὸς αὐ‐
43
τόν. Καὶ ἔλαβεν Ἠλίας δώδεκα λίθους, κατὰ ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ὡς ἐλάλησε Κύριος πρὸς αὐτόν, λέγων· Ἰσραὴλ ἔσται τὸ ὄνομά σου. Καὶ ᾠκοδόμησε τοὺς λί‐
θους ἐν ὀνόματι Κυρίου, καὶ ἰάσατο τὸ θυσια‐
στήριον τὸ κατεσκαμμένον· καὶ ἐποίησε θα‐
λαά, χωροῦσαν δύο μετρητὰς σπέρματος, κυ‐
κλόθεν τοῦ θυσιαστηρίου. Καὶ ἐπέθηκε τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησε· καὶ ἐμέλισε τὸ ὁλοκαύτωμα, καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας, καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσια‐
στήριον. Καὶ εἶπεν Ἠλίας· Λάβατέ μοι τέσσα‐
ρας ὑδρίας ὕδατος, καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλο‐
καύτωμα, καὶ ἐπὶ τὰς σχίδακας. Καὶ εἶπε· Δευτερώσατε· καὶ ἐδευτέρωσαν· καὶ εἶπε· Τρισσεύσατε· καὶ ἐτρίσσευσαν. Καὶ διεπορεύ‐
ετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θαλαὰ ἔπλησεν ὕδατος. Καὶ ἀνεβόησεν Ἠλί‐
ας εἰς τὸν οὐρανόν, καὶ εἶπε· Κύριε, ὁ Θεὸς Ἀ‐
βραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἐπάκουσόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ μόνος Κύριος, ὁ Θεὸς Ἰσραήλ, καὶ ἐγὼ δοῦλος σός, καὶ διὰ σὲ πεποίηκα ταῦ‐
τα πάντα, καὶ σὺ ἐπέστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω σου. Καὶ ἔπεσε πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὰ ὁλοκαυτώματα, καὶ τὰς σχίδακας, καὶ τὸ ὕδωρ τὸ ἐν θαλαά, καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλειξε τὸ πῦρ· Καὶ ἔπεσε πᾶς ὁ λαὸς ἐ‐
πὶ πρόσωπον αὐτῶν, καὶ εἶπον· Ἀληθῶς Κύρι‐
ος ὁ Θεός, αὐτός ἐστιν ὁ Θεός. Τάδε λέγει Κύριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλασά σε, καὶ ἔδωκά σε, καὶ ἔθηκά σε εἰς διαθήκην Ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κατακληρονομῆσαι κληρονομίας ἐ‐
ρήμους. Λέγοντα τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύπτεσθε· ἐν πά‐
σαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν. Οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς ὁ καύ‐
σων, οὐδὲ ὁ ἥλιος· ἀλλ᾿ ὁ ἐλεῶν αὐτούς, πα‐
ρακαλέσει αὐτούς, καὶ διὰ πηγῶν ὑδάτων ἄ‐
ξει αὐτούς. Καὶ θήσω πᾶν ὄρος εἰς ὁδόν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Ἰδοὺ οὗτοι πόῤῥωθεν ἥξουσιν· οὗτοι ἀπὸ Βοῤῥᾶ καὶ θα‐
λάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Εὐφραινέ‐
σθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ· ῥηξάτω τὰ ὄρη εὐφροσύνην, καὶ οἱ βουνοὶ δι‐
καιοσύνην· ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐ‐
τοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ πα‐
ρεκάλεσεν. Εἶπε δὲ Σιών· Ἐγκατέλιπέ με Κύ‐
ριος, καὶ ὁ Κύριος ἀπελάθετό μου. Μὴ ἐπιλή‐
σεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆ‐
σαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰδὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνή, ἀλλ᾿ ἐγὼ οὐκ ἐπιλή‐
σομαί σου, λέγει Κύριος παντοκράτωρ. ΙΒ´. Βασιλειῶν τετάρτης τὸ Ἀνάγνωσμα (β´ 19‐22). Εἶτα Συναπτὴ μικρὰ παρὰ τοῦ Ἱερέως, καὶ ψάλλομεν τὸν Τρισάγιον ὕμνον· Εἶπον οἱ ἄνδρες τῆς πόλεως Ἱεριχὼ πρὸς Ἐ‐
λισσαιέ· Ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ταύ‐
της ἀγαθή, καθώς σὺ Κύριε βλέπεις· καὶ τὰ ὕ‐
δατα πονηρά, καὶ ἡ γῆ ἀτεκνουμένη. Καὶ εἶ‐
πεν Ἐλισσαιέ· Λάβετέ μοι ὑδρίσκην καινήν, καὶ θέσθε ἐκεῖ ἅλας. Καὶ ἔλαβεν αὐτό, καὶ ἐ‐
ξῆλθεν ἐπὶ τὴν διέξοδον τῶν ὑδάτων, καὶ ἔῤ‐
ῥιψεν ἐκεῖ τὸ ἅλας, καὶ εἶπε· Τάδε λέγει Κύρι‐
ος· ἴαμαι τὰ ὕδατα ταῦτα· οὐκ ἔτι ἔσται ἐκεῖ‐
θεν ἀποθνήσκων, οὐδὲ ἀτεκνουμένη δι᾿ αὐ‐
τά. Καὶ ἰάθη τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύ‐
της, κατὰ τὸ ῥῆμα, ὃ ἐλάλησεν Ἐλισσαιέ. * * * ΙΓ´. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (μθ´ 8‐15). * * * ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Προκείμενον καὶ Ἀλληλούϊα τῆς ἡμέρας. Προκείμενον. Ἦχος γ´. Ψαλμὸς κϚ´ (26). Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φο‐
βηθήσομαι; (κϚ´ 1) Στίχ. α´. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; (κϚ´ 1) Στίχ. β´. Ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον. (κϚ´ 14) 44
Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ Ἀ‐
νάγνωσμα (θ´ 19‐27). Ἀδελφοί, ἐλεύθερος ὢν ἐκ πάντων, πᾶσιν ἐ‐
μαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδή‐
σω. Καὶ ἐγενόμην τοῖς Ἰουδαίους ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον, ὡς ὑ‐
πὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος (μὴ ὢν ἄνομος Θεῷ, ἀλλ᾿ ἔννομος Χριστῷ), ἵνα κερδήσω ἀνόμους. Ἐγε‐
νόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσι γέγονα τὰ πάν‐
τα, ἵνα πάντως τινάς σώσω. Τοῦτο δὲ ποιῶ δι‐
ὰ τὸ Εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γέ‐
νωμαι. Οὐκ οἴδατε, ὅτι οἱ ἐν σταδίῳ τρέχον‐
τες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτω τρέχετε, ἵνα καταλάβητε. Πᾶς δὲ ὁ ἀγωνιζόμενος, πάντα ἐγκρατεύεται· ἐκεῖνοι μὲν οὖν, ἵνα φθαρτὸν στέφανον λά‐
βωσιν· ὑμεῖς δὲ ἄφθαρτον. Ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως· οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων. Ἀλλ᾿ ὑποπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐ‐
τὸς ἀδόκιμος γένωμαι. Ἀλληλούϊα. Ἦχος γ´. Ψαλμὸς μδ´ (44). Στίχ. α´. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀ‐
γαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ, ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγρά‐
φου. Στίχ. β´. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Στίχ. α´. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀ‐
γαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ, ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγρά‐
φου. (μδ´ 2) Στίχ. β´. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου. (μδ´ 3) Στίχ. γ´. Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. (μδ´ 7) Στίχ. δ´. Διὰ τοῦτο ἔχρισέ σε, ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετό‐
χους σου. (μδ´ 8) ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Λουκᾶν (γ´ 1‐18). Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τι‐
βερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πι‐
λάτου τῆς Ἰουδαίας, καὶ τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τρα‐
χωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆ‐
μα Θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχω‐
ρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετα‐
νοίας εἰς ἄφεσιν ἁμαρτιῶν,ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄ‐
χλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, Γεννήματα ἐχι‐
δνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελ‐
λούσης ὀργῆς; ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυ‐
τοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἤδη δὲ καὶ ἡ ἀξί‐
νη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκό‐
πτεται καὶ εἰς πῦρ βάλλεται. Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖν ποιήσωμεν; ἀποκριθεὶς δὲ λέγει αὐτοῖς· Ὁ ἔχων δύο χιτῶ‐
νας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώ‐
ματα ὁμοίως ποιείτω. Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν· Διδάσκα‐
λε, τί ποιήσωμεν; ὁ δὲ εἶπεν πρὸς αὐτούς· Μη‐
δὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευό‐
μενοι λέγοντες· Τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπε πρὸς αὐτοὺς· Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις 45
ὑμῶν. Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλο‐
γιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χρι‐
στός, ἀπεκρίνατο ὁ Ἰωάννης ἅπασι λέγων· Ἐ‐
γὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰ‐
σχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί· οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλω‐
να αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀ‐
ποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυ‐
ρὶ ἀσβέστῳ. Πολλὰ μὲν οὖν καὶ ἕτερα παρα‐
καλῶν εὐηγγελίζετο τὸν λαόν. Δόξα σοι, Κύριε, δόξα σοι. Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… Ἦχος β´. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐
σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐
καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐
ληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. * * * [Ο ΜΕΓΑΣ ΑΓΙΑΣΜΟΣ] (ἐν ταῖς ἐνορίαις) Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. * * * * * * Εἶτα·Ἦχος β´. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου. * * * Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας… Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, * πᾶσα ἡ κτί‐
σις, * ἀγγέλων τὸ σύστημα * καὶ ἀνθρώπων τὸ γένος, * ἡγιασμένε ναὲ * καὶ παράδεισε λο‐
γικέ, * παρθενικὸν καύχημα, * ἐξ ἧς Θεὸς ἐ‐
σαρκώθη * καὶ παιδίον γέγονεν * ὁ πρὸ αἰώ‐
νων ὑπάρχων Θεὸς ἡμῶν· * τὴν γὰρ σὴν μή‐
τραν * θρόνον ἐποίησε * καὶ τὴν σὴν γαστέρα * πλατυτέραν οὐρανῶν ἀπειργάσατο. * Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, * πᾶσα ἡ κτίσις· δό‐
ξα σοι. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) Ἀπόλυσις· Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτι‐
σθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρί‐
αν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν... Δι᾿ εὐχῶν... Ἀμήν. * * * * * Εἴδησις. Ἐν τῇ τραπέζῃ νηστεία. * * * Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλλη‐
λούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. 46