Transcript εδώ

ΚΥΡΙΑΚΗ, 1 ΙΑΝΟΥΑΡΙΟΥ 2017 ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ ΜΙΑΝ Τῌ Α´ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ † Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καπ‐
παδοκίας τοῦ μεγάλου (†379). * * * * * ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, καὶ τὸ πρῶ‐
τον Κάθισμα τοῦ Ψαλτηρίου, εἰς τό, Κύριε, ἐ‐
κέκραξα, ἱστῶμεν Στίχους ι´, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ´, τῆς ἑορτῆς β´ εἰς γ´ καὶ τοῦ Ἁγίου γ´. Ἦχος γ´. Ἑωθινὸν Ϛ´. (τυπικὸν 1ης Ἰαν. §§4‐6). Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. * * * * * Στίχ. α´. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἐὰν τύχῃ ἐν Κυριακῇ ἡ παροῦσα ἡμέρα, τῷ Σαββάτῳ ἑσπέρας, μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὸ α´ Κάθισμα τοῦ Ψαλτηρίου. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱ‐
στῶμεν Στίχους ι´ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ´, τῆς Ἑορτῆς γ´ καὶ τοῦ Ἁγίου γ´. Δόξα, τοῦ Ἁγίου, Ἦχος πλ. δ´ Σοφίας ἐραστής. Καὶ νῦν, τό α´ τοῦ Ἤχου. Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα. — Εἰς τὸν Στίχον, τὰ Ἀναστάσιμα Στι‐
χηρά. Δόξα, τοῦ Ἁγίου, Ἦχος πλ. β´ Ὁ τὴν χάριν τῶν θαυμάτων. Καὶ νῦν, τῆς Ἑορτῆς, Ἦχος πλ. δ´ Οὐκ ἐπῃ‐
σχύνθη ὁ πανάγαθος Θεός. Ἀπολυτίκιον Ἀναστάσι‐
μον, τοῦ Ἁγίου, καὶ τῆς Ἑορτῆς. Εἰς τὸν Ὄρθρον, μετὰ τὸν Τριαδικὸν Κανόνα, ἡ Λιτὴ τοῦ Ἁγίου, τό, Ἄξιόν ἐστι, καὶ Τροπάριον τῆς Ἑορτῆς. Μετὰ τὴν Στιχολογίαν τοῦ Ψαλτηρίου, καὶ τοῦ Πολυε‐
λέου, Καθίσματα Ἀναστάσιμα κατὰ σειράν, καὶ τὰ τε‐
λευταῖα τοῦ Ἁγίου μετὰ τοῦ Θεοτοκίου αὐτῶν. Τὰ Εὐ‐
λογητάρια, ἡ Ὑπακοή, τὰ Ἀντίφωνα, καὶ Προκείμενον τοῦ Ἤχου. Κανόνες, ὁ Ἀναστάσιμος, τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου. Ἀπό γ´ ᾨδῆς, Κάθισμα τοῦ Ἁγίου, καὶ τῆς Ἑορτῆς. Ἀφ᾿ ἕκτης, Κοντάκιον, καὶ Οἶκος Ἀναστάσι‐
μος. Καταβασίαι διπλαῖ. Εὐαγγέλιον Ἑωθινόν. Ἀνά‐
στασιν Χριστοῦ, Ὁ Ν´. Δόξα, Ταῖς τῶν Ἀποστόλων. Καὶ νῦν, Ταῖς τῆς Θεοτόκου. Ἰδιόμελον, Ἀναστὰς ὁ Ἰησοῦς. Ἡ Τιμιωτέρα στιχολογεῖται· καὶ μετ᾿ αὐτήν, ἡ Θ´ ᾨδὴ τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου. Ἐξαποστειλάριον Ἀναστά‐
σιμον, τοῦ Ἁγίου καὶ τῆς Ἑορτῆς. Εἰς τοὺς Αἴνους, Ἀνα‐
στάσιμα δ´ καὶ τῆς Ἑορτῆς μετὰ τῶν τοῦ Ἁγίου δ´. Δό‐
ξα, τοῦ Ἁγίου. Καὶ νῦν, τῆς Ἑορτῆς. Δοξολογία Μεγά‐
λη. Εἰς τὴν Λειτουργίαν, εἰ βούλει, λέγε τὰ Ἀντίφωνα τῆς Ἑορτῆς. Εἰσοδικόν, Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡ‐
μᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν... Τρισάγιον. Ἀπό‐
στολος τοῦ Ἁγίου. Εὐαγγέλιον τῆς Ἑορτῆς, καὶ καθε‐
ξῆς ἡ θεία Λειτουργία τοῦ Μεγ. Βασιλείου. Κοινωνι‐
κόν, Αἰνεῖτε. Ἀντὶ δὲ τοῦ, Εἴδομεν τὸ φῶς, λέγε τό, Μορφὴν ἀναλλοιώτως, κ.τ.λ. Ἐὰν δὲ τύχῃ ἐν ἄλλῃ ἡμέρᾳ ἡ παροῦσα Ἑορτή, ἡ Ἀκο‐
λουθία ψάλλεται καθώς ἐστιν ἐφεξῆς τετυπωμένη. Ἦχος γ´. Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κρά‐
τος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργη‐
ται· γένος δὲ ἀνθρώπων, πίστει σωζόμενον, ὕμνον σοι καθ᾿ ἑκάστην προσφέρει. Στίχ. β´. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀν‐
ταποδῷς μοι. Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται· πᾶ‐
σα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ᾿ ἑκάστην προσφέρει. Στίχ. γ´. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύ‐
ριε, εἰσάκουσον τῆς φωνῆς μου. Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύνα‐
μιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσί‐
αν, ἀδιαίρετον, ἄκτιστον θεότητα, Τριάδα ὁ‐
μοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶ‐
νος. Ἕτερον Στιχηρὸν Ἀνατολικόν. Στίχ. δ´. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασίν σου, ὑμνοῦμεν καὶ δοξάζομεν· τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάν‐
τες ἰάθημεν. 1
Στιχηρὰ Ἰδιόμελα τῆς Ἑορτῆς, Ἦχος πλ. δ´. Ἀνατολίου. Στίχ. ε´. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλα‐
σμός ἐστιν. Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀν‐
θρώπων, κατεδέξατο σπαργάνων περιβολήν· οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀ‐
κταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κα‐
τὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Στίχ. Ϛ´. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λό‐
γον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Συγκαταβαίνων ὁ Σωτήρ, ... Ὁ αὐτός. Ἀνατολίου. Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Οὐκ ἐπῃσχύνθη ὁ πανάγαθος Θεός, τῆς σαρ‐
κὸς τὴν περιτομὴν ἀποτμηθῆναι· ἀλλ᾿ ἔδω‐
κεν ἑαυτόν, τύπον καὶ ὑπογραμμόν, πᾶσι πρὸς σωτηρίαν· ὁ γὰρ τοῦ Νόμου Ποιητής, τὰ τοῦ Νόμου ἐκπληροῖ, καὶ τῶν προφητῶν τὰ κηρυχθέντα περὶ αὐτοῦ. Ὁ πάντα περιέχων δρακί, καὶ ἐν σπαργάνοις εἱληθείς, Κύριε δό‐
ξα σοι. Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος δ´. Ὁ ἐξ ὑψίστου κληθείς. Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώ‐
σεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐ‐
τοῦ. Ὁ ἐπωνύμως κληθεὶς τῆς βασιλείας, ὅτε τὸ βασίλειον σὺ ἱεράτευμα, τὸ τοῦ Χριστοῦ ἔ‐
θνος ἅγιον, φιλοσοφίᾳ, καὶ ἐπιστήμῃ Πάτερ ἐποίμανας, τότε διαδήματι, σὲ κατεκόσμησε, τῆς βασιλείας Βασίλειε, βασιλευόντων, ὁ βα‐
σιλεύων καὶ πάντων Κύριος, ὁ τῷ τεκόντι συννοούμενος, ἀϊδίως Υἱὸς καὶ συνάναρχος· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡ‐
μῶν. Στίχ. θ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. Ἱεραρχίας στολαῖς ἠγλαϊσμένος, χαίρων ἀνε‐
κήρυξας τὸ Εὐαγγέλιον, τῆς βασιλείας Βασί‐
λειε, Ὀρθοδοξίας, τῇ Ἐκκλησίᾳ βλύσας δι‐
δάγματα· οἷς νῦν φωτιζόμενοι, μίαν Θεότητα, τὴν ἐν Πατρὶ παντοκράτορι, μονογενεῖ τε, τοῦ Θεοῦ Λόγῳ καὶ θείῳ Πνεύματι, θεολο‐
γοῦμεν καὶ δοξάζομεν, ἐν προσώποις τρισὶν ἀδιαίρετον· ἣν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Στίχ. ι´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Ὁ οὐρανίαις συνὼν χοροστασίαις, καὶ συναυ‐
λιζόμενος πάτερ Βασίλειε· ὧν καὶ τὸν βίον ἐ‐
ζήλωσας, τῇ λαμπροτάτῃ, εἰλικρινείᾳ τῆς πο‐
λιτείας σου, ἔτι μετὰ σώματος ἀναστρεφόμε‐
νος, τοῖς ἐπὶ γῆς ὥς τις ἄσαρκος· τοὺς ἐντρυ‐
φῶντας, τῆς θεοπνεύστου διδασκαλίας σου, ἐκ τῶν κινδύνων, καὶ τοῦ σκότους τῆς ἀγνω‐
σίας, Χριστὸν τὸν Θεὸν ἡμῶν, καθικέτευε σῶ‐
σαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Δόξα. Τοῦ Ἁγίου. Ἦχος πλ. δ´. Ἀνατολίου. Σοφίας ἐραστὴς γενόμενος Ὅσιε, καὶ πάντων τῶν ὄντων, τὴν πρὸς Θεὸν προκρίνας συμβί‐
ωσιν, μελέτην θανάτου, εἰκότως τῷ βίῳ κατέ‐
λιπες· τὰ γὰρ σαρκὸς πάθη, ἐγκρατείας πό‐
νοις, σεαυτῷ περιελόμενος, καὶ θείου μελέτῃ Νόμου, ἀδούλωτον τῆς ψυχῆς τηρήσας τὸ ἀ‐
ξίωμα, ἀρετῆς περιουσίᾳ, ὅλον τῆς σαρκὸς τὸ φρόνημα, καθυπέταξας τῷ πνεύματι· διὸ σάρκα μισήσας, καὶ κόσμον καὶ κοσμοκράτο‐
ρα, παριστάμενος τῷ Χριστῷ, αἴτησαι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Ἦχος γ´. Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου τό‐
κον πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δε‐
ξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέν‐
τα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ᾿ ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διό, μητρο‐
πάρθενε Δέσποινα, αὐτὸν ἱκέτευε σωθῆναι, 2
τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολο‐
γούντων σε. * * * Εἴσοδος καὶ ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα· Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ‐
γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι και‐
ροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει. Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας. Τῷ Σαββάτῳ ἑσπέρας. Ἦχος πλ. β´. Ψαλμὸς Ϟβ´ (92). Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσα‐
το. (Ϟβ´ 1) Στίχ. α´. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περι‐
εζώσατο. (Ϟβ´ 1) Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ´ 1) * * * Καὶ τὰ Ἀναγνώσματα. Γενέσεως τὸ Ἀνάγνωσμα (ιζ´ 1‐14). Ὤφθη Κύριος, τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Ἐ‐
γώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμπτος. Καὶ θήσομαι τὴν διαθή‐
κην μου ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον σοῦ, καὶ πληθυνῶ σε σφόδρα· καὶ ἔσῃ πατὴρ πλή‐
θους Ἐθνῶν. Καὶ οὐ κληθήσεται τὸ ὄνομά σου Ἄβραμ, ἀλλ᾿ ἔσται τὸ ὄνομά σου Ἀβρα‐
άμ, ὅτι πατέρα πολλῶν Ἐθνῶν τέθεικά σε. Καὶ αὐξανῶ σε σφόδρα σφόδρα, καὶ θήσω σε εἰς Ἔθνη, καί Βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται. Καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐ‐
μοῦ, καὶ ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐ‐
τῶν, εἰς διαθήκην αἰώνιον, καὶ ἔσομαι αὐτοῖς Θεός. Καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον αὐ‐
τοῦ, καὶ προσεκύνησε τῷ Κυρίῳ. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἀβραάμ· Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σύ, καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. Καὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. Περιτμηθήσεται ὑμῖν πᾶν ἀρσενικόν· καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυ‐
στίας ὑμῶν, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀναμέσον ἐμοῦ καὶ ὑμῶν. Καὶ παιδίον ὀκτὼ ἡμερῶν, περιτμηθήσεται ὑμῖν πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν. Καὶ ἀπερίτμητον ἄρσεν, ὃ οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυ‐
στίας αὑτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευ‐
θήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς· ὅτι τὴν διαθήκην μου διεσκέδασε. Παροιμιῶν τὸ Ἀνάγνωσμα (η´ 22‐30). Κύριος ἔκτισέ με ἀρχήν ὁδῶν αὑτοῦ εἰς ἔργα αὑτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρ‐
χῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι. Καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων. Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με. Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰ‐
κούμενα τῆς ὑπ᾿ οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀ‐
φώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ᾿ ἀνέμων. Ἡνί‐
κα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφα‐
λεῖς ἐτίθει πηγὰς τῆς ὑπ᾿ οὐρανόν. Ἐν τῷ τι‐
θέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὑτοῦ, καὶ ὕ‐
δατα οὐ παρελεύσεται στόμα αὐτοῦ, καὶ ἰσχυ‐
ρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ᾿ αὐ‐
τῷ ἁρμόζουσα. Ἐγώ ἤμην, ᾗ προσέχαιρε· καθ᾿ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντί καιρῷ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Παροιμ. ι´ 31, ἐκλογή). Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸς δικαι‐
οσύνης τρυγήσει. Φῶς δικαίοις διὰ παντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδί‐
ᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι 3
ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνε‐
τοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑ‐
πὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτήν, οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐ‐
τήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξί‐
ους αὑτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σο‐
φίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐ‐
φίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν· μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς, εἰ‐
σὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕ‐
τη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρ‐
χαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· ση‐
μεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐ‐
στιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γε‐
νομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκι‐
μάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστι παρὰ σοί· καὶ ὁδηγήσει με ἐν γνώσει, καὶ φυλάξει με ἐν τῇ δόξῃ αὑτῆς. Λο‐
γισμοὶ γὰρ θνητῶν πάντες δειλοί καὶ ἐπισφα‐
λεῖς αἱ ἐπίνοιαι αὐτῶν. * * * Εἶτα ἡ συνήθης Ἐκτενής, τό, Καταξίωσον, τὰ Πληρωτικά, ἡ κεφαλοκλισία κ.λπ. Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα. Ἦχος γ´. Γερμανοῦ. Χριστὸν εἰσοικισάμενος ἐν τῇ ψυχῇ σου, διὰ τῆς καθαρᾶς σου πολιτείας, τὴν πηγὴν τῆς ζωῆς, ἱεροφάντα Βασίλειε, ποταμοὺς ἀνέβλυ‐
σας δογμάτων εὐσεβῶν τῇ οἰκουμένῃ· ἐξ ὧν ποτιζόμενος ὁ πιστὸς τῆς Ἐκκλησίας λαός, καρπὸν χειλέων ὁμολογούντων, τὴν χάριν προσφέρει, τῷ δοξάσαντι τὴν μνήμην σου, εἰς αἰῶνα αἰῶνος. Ὁ αὐτός. Γερμανοῦ. Μύρον ἐκκενωθὲν ἐπὶ σοὶ τῆς χάριτος, ἔχρισέ σε ἱερουργῆσαι, τὸ Εὐαγγέλιον τῆς βασιλείας τῶν οὐρανῶν, Βασίλειε θεοφάντορ· τοῦ Χρι‐
στοῦ γὰρ εὐωδία γενόμενος, τῆς ὀσμῆς τῆς γνώσεως αὐτοῦ, τὴν οἰκουμένην ἐπλήρωσας· διὸ τὰς φωνὰς τῶν οἰκετῶν σου εὐμενῶς δε‐
χόμενος, αἴτησαι ἡμῖν τοῖς τιμῶσί σε, τὸ μέγα ἔλεος. Ὁ αὐτός. Βύζαντος. Τὴν ἱερατικὴν στολὴν ἀμπεχόμενος, Τριάδος ὑπέρμαχε Βασίλειε, θρόνῳ παρέστης δικαστι‐
κῷ, προκινδυνεύων τῆς πίστεως· καὶ ἀθλητι‐
κὴν ἔνστασιν ἐπιδειξάμενος, θυμὸν ἐπάρχου κατῄσχυνας, θρασυνομένου τῷ κράτει τῆς ἀ‐
σεβείας· καὶ σπλάγχνων ἐκτομὴν ἀπειλοῦν‐
τος, προθύμως ταῦτα προέκρινας· καὶ μάρτυς γενόμενος τῇ προαιρέσει, τὸν στέφανον ἀνε‐
δήσω τῆς νίκης παρὰ Χριστοῦ, τοῦ ἔχοντος τὸ μέγα ἔλεος. Δόξα. Ἦχος πλ. β´. Βυζαντίου. Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ· καὶ γέγονας ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλη‐
σίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ´. Ἀνατολίου. Συγκαταβαίνων ὁ Σωτήρ τῷ γένει τῶν ἀν‐
θρώπων, κατεδέξατο σπαργάνων περιβολήν· οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀ‐
κταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κα‐
* * * 4
τὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. * * * Εἰς τὸν Στίχον. Ἀπόστιχα Στιχηρά. Τὸ Ἀναστάσιμον. Ἦχος γ´. Ὁ τῷ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλι‐
ον, καὶ τῷ φωτὶ τῆς σῆς ἀναστάσεως, φαιδρύ‐
νας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἑσπε‐
ρινὸν ὕμνον Φιλάνθρωπε. Τὰ κατ᾿ Ἀλφάβητον. Ἰωάννου τοῦ Δαμασκηνοῦ. Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνε‐
δύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιε‐
ζώσατο. (Ψαλμ. Ϟβ´ 1). Ἡ ζωοδόχος σου ἔγερσις Κύριε, τὴν οἰκουμέ‐
νην πᾶσαν ἐφώτισε, καὶ τὸ ἴδιον πλάσμα, φθαρὲν ἀνεκαλέσατο. Διὸ τῆς κατάρας τοῦ Ἀδάμ, ἀπαλλαγέντες βοῶμεν· παντοδύναμε Κύριε δόξα σοι. Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ψαλμ. Ϟβ´ 1) Θεὸς ὑπάρχων ἀναλλοίωτος, σαρκὶ πάσχων ἠλλοίωσαι· ὃν ἡ κτίσις μὴ φέρουσα, κρεμάμε‐
νον ὁρᾶν, τῷ φόβῳ ἐκλονεῖτο, καὶ στένουσα ὕμνει, τὴν σὴν μακροθυμίαν· κατελθὼν ἐν ᾅ‐
δῃ δέ, τριήμερος ἀνέστης, ζωὴν τῷ κόσμῳ δω‐
ρούμενος, καὶ τὸ μέγα ἔλεος. Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (Ψαλμ. Ϟβ´ 5). Ἵνα τὸ γένος ἡμῶν, ἐκ τοῦ θανάτου Χριστὲ λυτρώσῃς, θάνατον ὑπήνεγκας· καὶ τριήμε‐
ρος ἐκ νεκρῶν ἀναστάς, ἑαυτῷ συνανέστη‐
σας, τοὺς σὲ Θεὸν ἐπιγνόντας, καὶ κόσμον ἐ‐
φώτισας, Κύριε δόξα σοι. Δόξα. Τοῦ Ἁγίου. Ἦχος πλ. β´. Βυζαντίου. Ὁ τὴν χάριν τῶν θαυμάτων οὐρανόθεν κομι‐
σάμενος, καὶ τὴν πλάνην τῶν εἰδώλων στηλι‐
τεύσας ἐν τοῖς δόγμασιν, ἀρχιερέων ὑπάρχεις δόξα καὶ ἑδραίωμα, παμμακάριστε Βασίλειε, καὶ πάντων τῶν πατέρων διδασκαλίας ὑπό‐
δειγμα. Παῤῥησίαν ἔχων πρὸς Χριστόν, αὐ‐
τὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Ἦχος πλ. δ´. Ἀνατολίου. Οὐκ ἐπῃσχύνθη ὁ πανάγαθος Θεός, τῆς σαρ‐
κὸς τὴν Περιτομὴν ἀποτμηθῆναι· ἀλλ᾿ ἔδω‐
κεν ἑαυτόν, τύπον καὶ ὑπογραμμόν, πᾶσι πρὸς σωτηρίαν· ὁ γὰρ τοῦ Νόμου ποιητής, τὰ τοῦ Νόμου ἐκπληροῖ, καὶ τῶν προφητῶν τὰ κηρυχθέντα περὶ αὐτοῦ. Ὁ πάντα περιέχων δρακί, καὶ ἐν σπαργάνοις εἱληθείς, Κύριε δό‐
ξα σοι. Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὰ Ἀπολυτίκια. Ἀπολυτίκιον Ἀναστάσιμον. Ἧχος γ´. Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐ‐
πίγεια, ὅτι ἐποίησε κράτος ἐν βραχίονι αὑτοῦ, ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον· πρωτότοκος τῶν νεκρῶν ἐγένετο· ἐκ κοιλίας ᾅδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Τοῦ Ἁγίου. Ἦχος α´. Αὐτόμελον. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου· δι᾿ οὗ θεοπρε‐
πῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτρά‐
νωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμη‐
σας. Βασίλειον ἱεράτευμα, Πάτερ Ὅσιε, Χρι‐
στὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός. Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλα‐
βες, Θεὸς ὢν κατ᾿ οὐσίαν πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν περιτομήν, θελή‐
σει καταδέχει σαρκικήν, ὅπως παύσῃς τὰ σκι‐
ώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡ‐
μῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ· δόξα τῇ εὐ‐
σπλαγχνίᾳ σου· δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Καὶ Ἀπόλυσις. Ὁ ἱερεύς· Ὁ ἐν τῇ ὀγδόῃ ἡμέρᾳ σαρκὶ περι‐
τμηθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σω‐
τηρίαν, καὶ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀ‐
ληθινὸς Θεὸς ἡμῶν... Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν... * * * * * 5
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα... σπλαγχνίᾳ σου· δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... Ἦχος γ´. * * * Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ΚΑΘΙΣΜΑΤΑ Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος γ´. Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐ‐
πίγεια, ὅτι ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον· πρωτότοκος τῶν νεκρῶν ἐγένετο· ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Τοῦ Ἁγίου. Ἦχος α´. Αὐτόμελον. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου· δι᾿ οὗ θεοπρε‐
πῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτρά‐
νωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμη‐
σας. Βασίλειον ἱεράτευμα, Πάτερ Ὅσιε, Χρι‐
στὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός. Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλα‐
βες, Θεὸς ὢν κατ᾿ οὐσίαν πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν περιτομήν, θελή‐
σει καταδέχει σαρκικήν, ὅπως παύσῃς τὰ σκι‐
ώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡ‐
μῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ· δόξα τῇ εὐ‐
[Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος] Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος γ´. Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων· ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑ‐
αυτῷ ἀνεκαίνισεν. Οὐκέτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κα‐
τέλυσε. Δόξα. Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πι‐
κρὸν τοῦ θανάτου, ἐξέτεμες τῇ ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ᾿ αὐτοῦ ἐνίσχυσας, τῆς ἀρχαίας κατάρας τὴν ἧτταν ἀνακαλούμενος. Ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ. Ὁ πάντων Ποιητής, καὶ Δεσπότης τοῦ κό‐
σμου, ὁ ὢν σὺν τῷ Πατρί, καὶ τῷ Πνεύματι ἄ‐
νω, ὡς βρέφος περιτέμνεται, ἐπὶ γῆς ὀκταή‐
μερος. Ὄντως θεῖά τε, καὶ θαυμαστά σου τὰ ἔργα! Σὺ γὰρ Δέσποτα, ὑπὲρ ἡμῶν περιτέ‐
μνῃ, ὡς ὢν Νόμου πλήρωμα. Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα. Τὸ ἀναλλοίωτον τὸ τῆς θεότητος, καὶ τὸ ἑκού‐
σιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλα‐
γείς, ὁ ᾅδης ἐπωδύρετο· Τρέμω τὴν τοῦ σώμα‐
τος, μὴ φθαρεῖσαν ὑπόστασιν· βλέπω τὸν ἀό‐
ρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ ἀνα‐
στάσει σου. 6
Δόξα. Τὸ ἀκατάληπτον τὸ τῆς σταυρώσεως, καὶ ἀ‐
νερμήνευτον τὸ τῆς ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾅδης ἐσκύλευται, γένος δὲ ἀν‐
θρώπινον, ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐ‐
χαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ ἀνα‐
στάσει σου. σμὸν πταισμάτων, αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πά‐
σης κακώσεως, τοῦ δεινοῦ κοσμοκράτορος· δι‐
ὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν πανάγιον τόκον σου. * * * Καὶ νῦν. Τῆς ἑορτῆς. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος δ´. Ἐπεφάνης σήμερον. [Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια] Ὡς ὑπάρχων ἄβυσσος, φιλανθρωπίας, ἐνεδύ‐
σω Δέσποτα, μορφὴν τοῦ δούλου καὶ σαρκί, περιετμήθης δωρούμενος, ἀνθρώποις πᾶσι, τὸ μέγα σου ἔλεος. Ἦχος πλ. α´. Εἶτα τὰ διὰ τὸν Πολυέλεον, Καθίσματα. Τοῦ Ἁγίου. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. Τῇ δυνάμει τῶν λόγων τῶν θεϊκῶν, καθελὼν τὰς αἱρέσεις τὰς ζοφεράς, πάντα τὰ φρυάγ‐
ματα, τοῦ Ἀρείου ἐβύθισας· τοῖς γὰρ βροτοῖς τὸ Πνεῦμα, Θεὸν ἀνεκήρυξας, καὶ τῶν χειρῶν ἐκτάσει, ἐχθροὺς ἐθανάτωσας, πᾶσαν ἐκδιώ‐
ξας, Σαβελλίου λατρείαν· καὶ πάντα φρονή‐
ματα, Νεστορίου κατήργησας. Ἱεράρχα Βασί‐
λειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμά‐
των ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πό‐
θῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Ὅμοιον. Ἡ τῶν λόγων σου χάρις τῶν θεϊκῶν, καὶ δογ‐
μάτων τὸ ὕψος τὸ μυστικόν, θείας ἡμῖν γέγο‐
νεν, ἀναβάσεως κλῖμαξ· πνευματικὴν γὰρ Πάτερ, κτησάμενος σάλπιγγα, ἐν αὐτῇ ἐκή‐
ρυξας, τὰ θεῖα διδάγματα. Ὅθεν καὶ εἰς τό‐
πον, κατεσκήνωσας χλόης, μισθοὺς τῶν ἀγώ‐
νων σου, κομισάμενος Ὅσιε. Ἱεράρχα Βασί‐
λειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμά‐
των ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πό‐
θῳ, τὴν ἁγίαν μνήμην σου. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀ‐
χράντου σου μήτρας σάρκα λαβών, προστά‐
τιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διά τοῦτο πάντες, πρὸς σὲ καταφεύγομεν, ἱλα‐
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶ‐
τερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐
λευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐
θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σω‐
τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐
σιν δὲ * ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐
γέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. 7
Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κρά‐
ζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε. Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱο‐
ποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτε εἰσί. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης, σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν· αὐτῷ λα‐
τρεύσωμεν, Θεὸς γὰρ ὡς Πατρί τε, καὶ Λόγῳ. Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐
νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐
ὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´) Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα... * * * ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος γ´. Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμα‐
σιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς Μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἠγέρ‐
θη κενώσας τὰ μνήματα· τῆς φθορᾶς ἀλλοιω‐
τήν, γνῶτε τὸν ἀναλλοίωτον· εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων. Οἱ Ἀναβαθμοί. Ἦχος γ´. Δόξα. Καὶ νῦν. Ἀντίφωνον Γ´. Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι, τρίβους βαδιοῦνται τῶν ἐντολῶν, φάγονται, ζωηρὰν γὰρ παγκαρπίαν. Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθο‐
ρῶν σου ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ. Προκείμενον. Ψαλμὸς Ϟε´ (95). Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευ‐
σε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (δίς) Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Εἴπατε ἐν τοῖς ἔθνεσιν... Ἀντίφωνον Α´. * * * Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυ‐
λῶνος, κἀμὲ ἐκ τῶν παθῶν, πρὸς ζωὴν ἕλκυ‐
σον Λόγε. ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Ἐν τῷ νότῳ οἱ σπείροντες, δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας. Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει· ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται. Ἀντίφωνον Β´. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρε‐
τῶν, μάτην κοπιῶμεν· τὴν δὲ ψυχὴν σκέπον‐
τος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν. Κύριε, ἐλέησον. Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ‐
μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. 8
Κύριε, ἐλέησον. (γ´) Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁ‐
γίου Εὐαγγελίου. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγε‐
λίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος· Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν Ϛ´ Ἐκ τοῦ κατὰ Λουκᾶν (κδ´ 36‐53). Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νε‐
κρῶν ἔστη ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρ‐
δίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πό‐
δας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔ‐
χει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰ‐
πὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πό‐
δας. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χα‐
ρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύ‐
ος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου· καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐ‐
τοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προ‐
φήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, καὶ εἶπεν αὐτοῖς· Ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νε‐
κρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτι‐
ῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερου‐
σαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. Καὶ ἰ‐
δοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πα‐
τρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βη‐
θανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγη‐
σεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐ‐
τὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χα‐
ρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης· Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνή‐
σωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ‐
ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προ‐
σκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡ‐
μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνο‐
μά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ‐
νάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλο‐
γοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστα‐
σιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον. Ἦχος β´. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 9
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ‐
ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐
δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημά‐
των. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέη‐
σον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. * * * ΟΙ ΚΑΝΟΝΕΣ Ὁ ἀναστάσιμος, τῆς ἑορτῆς καὶ τοῦ Ἁγίου. ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´. Ἦχος γ´. Ὁ εἱρμός. Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συ‐
ναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν, Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξα‐
σμένος ὑπάρχει· αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δε‐
δόξασται. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὁ τὴν γῆν κατακρίνας τῷ παραβάντι, ἱδρῶ‐
τος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τὴν κατάραν ἔλυσεν, ὅτι δεδόξασται. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Νικητὴς τροπαιοῦχος κατὰ θανάτου, ὁ θάνα‐
τον δεδυκὼς ἀνεδείχθη· παθητὴν σάρκα γὰρ ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστη‐
σεν, ὅτι δεδόξασται. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀληθῆ Θεοτόκον πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν· ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ Καὶ νῦν. 10
καθ᾿ ἡμᾶς οὐσιώθη, καὶ Θεὸς καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται. ράτευμα Πάτερ, σαφῶς τὸ τῆς Τριάδος, φῶς ἀπαστράψας ἡμῖν. Ὁ Κανὼν τῆς Ἑορτῆς. Ποίημα Στεφάνου. Καὶ νῦν. Θεοτοκίον. ᾨδὴ α´. Ἦχος β´. Δεῦτε λαοί. Τίς ἐξειπεῖν, σοῦ κατ᾿ ἀξίαν δυνήσεται, τὴν ὑ‐
πὲρ λόγον σύλληψιν; Θεὸν γὰρ τέτοκας, ἐν σαρκὶ Παναγία, ἡμῖν ἐπιφανέντα, Σωτῆρα πάντων ἡμῶν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἡ ὀγδοάς, φέρουσα τύπον τοῦ μέλλοντος, τῇ σῇ Χριστὲ λαμπρύνεται, καὶ ἁγιάζεται, ἑκου‐
σίῳ πτωχείᾳ· ἐν ταύτῃ γὰρ νομίμως, περιε‐
τμήθης σαρκί. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Περιτομήν, δέχεται τῇ ὀγδοάδι Χριστός, τῆς ἑ‐
αυτοῦ γεννήσεως· καὶ ταύτης σήμερον, τὴν σκιὰν καταστέλλει, τὸ φῶς ἐξανατέλλων, τῆς νέας χάριτος. Τοῦ Ἁγίου. Ὁ αὐτός. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Σοῦ τὴν φωνήν, ἔδει παρεῖναι Βασίλειε, τοῖς ἐγχειρεῖν ἐθέλουσι, τοῖς ἐγκωμίοις σου· ἀλλὰ πάτερ συγγνώμων, γενόμενος τὴν χάριν, νέ‐
μοις ἀφθόνως ἡμῖν. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὸ ἐμπαθές, σκίρτημα τῆς τυραννούσης σαρ‐
κός, φιλοσοφίας ἔρωτι, ἐπαιδαγώγησας· διὸ ἐν ἀκηράτοις, αὐλίζῃ βασιλείοις, Πάτερ Βασί‐
λειε. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῶν ἀρετῶν, σὺ τὴν ταχεῖαν βαδίσας ὁδόν, ἐ‐
πὶ τὴν λείαν ἔφθασας, καὶ ἀστασίαστον, τὴν οὐράνιον βάσιν, καὶ πᾶσιν ἀνεδείχθης, τύπος Βασίλειε. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὰ τῆς ψυχῆς, πάθη χρησίμως Βασίλειε, ἅμα δὲ καὶ τοῦ σώματος, ἐν τῷ τοῦ Πνεύματος, περιέτεμες ξίφει· σαυτὸν δὲ τῷ Δεσπότῃ, θῦ‐
μα προσήνεγκας. Δόξα. Σὺ γεγονώς, μύστης ἀῤῥήτων Βασίλειε, τὸ τοῦ Χριστοῦ βασίλειον, ἐμυσταγώγησας, ἱε‐
Καταβασία. Βυθοῦ ἀνεκάλυψε πυθμένα * καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, * ἐν αὐτῷ κατακαλύψας ἀντι‐
πάλους, * ὁ κραταιὸς * ἐν πολέμοις Κύριος· * ὅτι δεδόξασται. Ἰαμβική. Στείβει θαλάσσης * κυματούμενον σάλον, Ἤπειρον αὖθις, * Ἰσραήλ, δεδειγμένον. Μέλας δὲ πόντος * τριστάτας Αἰγυπτίων Ἔκρυψεν ἄρδην * ὑδατόστρωτος τάφος Ῥώμῃ κραταιᾷ * δεξιᾶς τοῦ Δεσπότου. ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος. Ἦχος γ´. Ὁ εἱρμός. Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λό‐
γῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντο‐
κράτορ ὕψιστε, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής· εἰργά‐
σατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε· τα‐
πεινῶν ὑψώθη δέ, Χριστὲ τὸ κέρας ἐν τῇ σῇ ἀ‐
ναστάσει. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕ‐
δωρ ἐκάλυψε τὰς θαλάσσας Φιλάνθρωπε· ἀ‐
ναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκά‐
λυψας φέγγος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος· διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη. 11
Τῆς ἑορτῆς. ᾨδὴ γ´. Ἦχος β´. Στερέωσον ἡμᾶς. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὁ Λόγος σαρκωθεὶς ὁ ὑπερούσιος, εἰς λῆξιν τοῦ Νόμου περιετμήθη· ἀπαρχὰς δὲ θείας χά‐
ριτος, καὶ ζωῆς ἀκηράτου ἡμῖν δέδωκεν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τοῦ Νόμου πληρωτὴς ὡς οὐκ ἀντίθεος, ὑπάρ‐
χων Χριστὸς ὁ σεσαρκωμένος, ἀνεδείχθη καὶ ἠξίωσεν, ἑκὼν περιτμηθῆναι ὀκταήμερος. Τοῦ Ἁγίου. ᾨδὴ γ´. Ἦχος β´. Ὁ αὐτός. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Παιδείας γεγονὼς ἁπάσης ἔμπλεως, οὐ μό‐
νον τῆς κάτω καὶ πατουμένης, πολλῷ μᾶλ‐
λον δὲ τῆς κρείττονος, ἀνεδείχθης τῷ κόσμῳ φῶς Βασίλειε. (δίς) Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῷ φόβῳ τοῦ Κυρίου στοιχειούμενος· ἀρχὴ γὰρ σοφίας, οὗτος ὑπάρχει· τῇ φιλίᾳ τῆς ἀ‐
μείνονος, ἐπτερώθης σοφίας ὦ Βασίλειε. ὁ Θεὸς ἡμῶν * καὶ οὐκ ἔστι δίκαιος * πλήν σου, Κύριε. Ἰαμβική. Ὅσοι παλαιῶν * ἐκλελύμεθα βρόχων, Βορῶν λεόντων * συντεθλασμένων μύλας, Ἀγαλλιῶμεν * καὶ πλατύνωμεν στόμα, Λόγῳ πλέκοντες * ἐκ λόγων μελῳδίαν, ᾯ τῶν πρὸς ἡμᾶς * ἥδεται δωρημάτων. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... * * * ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος γ´. Ἡ παρθένος σήμερον. Ἐξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρ‐
μον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου· σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται σὺν Πατριάρ‐
χαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου. Ὁ Οἶκος. Συνέδραμε Χριστοῦ καὶ συνεξέλαμψεν, ἡ μνήμη σου Πάτερ τοῖς γενεθλίοις, ὧν τὸ ἄ‐
φραστον μυστήριον, ταῖς σαῖς διδασκαλίαις ἐφανέρωσας. Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτω‐
σαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστη‐
σε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐ‐
πάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρω‐
τῇ ἡμῶν· ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὡς ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταρράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὑτοῦ. Καὶ νῦν. Θεοτοκίον. Καθίσματα τοῦ Μηναίου. Ἀσπόρως ἐν γαστρὶ Θεὸν συνέλαβες, καὶ τί‐
κτεις ἀφράστως σεσαρκωμένον, εἰς ὃν βλέ‐
πειν οὐ τολμῶσιν Ἁγνή, οὐρανῶν αἱ Δυνά‐
μεις ἀειπάρθενε. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Βασίλειε σοφῶς ἐπέβης πράξεως, καὶ πρᾶξιν ἐπίβασιν θεωρίας, θειοτέρας ἐπιδέδειξαι, καὶ τῶν ὄντων τὴν γνῶσιν ἐμυήθης σαφῶς. Δόξα. Καταβασία. Ἰσχὺν ὁ διδοὺς * τοῖς βασιλεῦσιν ἡμῶν Κύριος * καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, * Παρθένου ἀποτίκτεται, * μολεῖ δὲ πρὸς τὸ βάπτισμα· * διό, πιστοί, βοήσωμεν· * Οὐκ ἔστιν ἅγιος * ὡς Ἐξανοίξας τὸ στόμα λόγῳ Θεοῦ, ἐξηρεύξω σοφίαν κήρυξ φωτός, καὶ φρόνημα ἔνθεον, τῇ οἰκουμένῃ κατέσπειρας· τῶν γὰρ πατέρων ὄντως, κυρώσας τὰ δόγματα, κατὰ Παῦλον ὤφθης, τῆς πίστεως πρόμαχος· ὅθεν καὶ Ἀγ‐
γέλων, συμπολίτης ὑπάρχεις, καὶ τούτων συ‐
νόμιλος, ἀνεδείχθης μακάριε. Θεοφάντορ Βα‐
σίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πται‐
12
σμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Ἦχος γ´. Θείας πίστεως. Πᾶσαν ἤρδευσας τὴν οἰκουμένην, ὥσπερ ὕ‐
δασι ταῖς διδαχαῖς σου, τῆς εὐσεβείας ἐνσπεί‐
ρας τὰ δόγματα· ἡ τῆς ζωῆς γὰρ πηγὴ ὁ Χρι‐
στὸς ἐν σοί, ἐπανεπαύσατο ὄντως Βασίλειε· Ὃν ἱκέτευε, ὡς παῤῥησίαν κεκτημένος θεό‐
πνευστε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Καὶ νῦν. Ἡ Παρθένος σήμερον. Ὁ τῶν ὅλων Κύριος, Περιτομὴν ὑπομένει, καὶ βροτῶν τὰ πταίσματα, ὡς ἀγαθὸς περιτέμνει· δίδωσι τὴν σωτηρίαν, σήμερον κόσμῳ, χαίρει δὲ ἐν τοῖς ὑψίστοις, καὶ ὁ τοῦ Κτίστου, ἱεράρ‐
χης καὶ φωσφόρος, ὁ θεῖος μύστης Χριστοῦ Βασίλειος. * * * Εἶτα αἱ δ´, ε´ καὶ Ϛ´ ᾠδαὶ τῶν κανόνων. ᾨδὴ δ´. Ὁ ἀναστάσιμος. Ἦχος γ´. Ὁ εἱρμός. Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε, τὸν μονογενῆ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διό σοι κραυγάζομεν εὐχα‐
ριστοῦντες, δόξα τῇ δυνάμει σου Κύριε. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Στίγματα Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤ‐
νεγκας, ὕβριν ῥαπισμάτων καρτερῶν, καὶ μα‐
κροθύμως φέρων ἐμπτύσματα, δι᾿ ὧν κατειρ‐
γάσω μοι τὴν σωτηρίαν, δόξα τῇ δυνάμει σου Κύριε. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. συμπαθεῖς ἐντεύξεις δεξάμενος, καὶ ἐπισκε‐
ψάμενος, κεκακωμένην ῥῦσαι, τῇ δυνάμει σου Κύριε. Τῆς ἑορτῆς. ᾨδὴ δ´. Ἦχος β´. Εἰσακήκοα Κύριε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Περιτέμνεσθαι πέπαυται, ἀφοῦ Χριστὸς ἑκὼν περιετμήθη, τῶν Ἐθνῶν τὰ πλήθη σῴζων τῇ χάριτι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὴν τοῦ μέλλοντος ἄληκτον, ἡ ὀγδοὰς ζωὴν ἐξεικονίζει, ἐν ᾗ ὁ Δεσπότης περιετμήθη Χρι‐
στός. Τοῦ Ἁγίου. Ὁ αὐτός. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Καλλωπίζεται ὥσπερ, τῷ τόκῳ Χριστοῦ ἡ Νύμφη Ἐκκλησία, οὕτω καὶ τῇ μνήμῃ σου Παμμακάριστε. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Σεμνυνόμενος τέκνον, ὑπάρχειν Θεοῦ, θεό‐
τητα εἰς κτίσιν, εὐσεβῶς Βασίλειε οὐ κατήγα‐
γες. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἀταπείνωτος ὤφθης, Θεῷ συμμαχῶν, Βασί‐
λειε ὁ πᾶσι, τῷ αὐτοῦ προστάγματι ταπεινού‐
μενος. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῇ Ἐκκλησίᾳ δέδοσαι, παρὰ Θεοῦ χαράκωμα καὶ τεῖχος, ὀχυρὸν Βασίλειε παμμακάριστε. Δόξα. Σώματι θνητῷ, ἡ ζωὴ θανάτῳ, ὡμίλησας, τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ στεναγμοῦ πε‐
νήτων σου ἕνεκεν· καὶ φθείρας τὸν φθείραν‐
τα δεδοξασμένε, πάντας συνανέστησας, μόνε Φιλάνθρωπε. Τοῖς ἀντιθέοις πέλεκυς, ἐκκοπτικός, καὶ πῦρ καταναλίσκον, τὴν ἀπάτην ὤφθης Πάτερ Βα‐
σίλειε. Θεοτοκίον. Δυσωποῦμέν σε Ἄχραντε, ἡ τὸν Θεόν, ἀσπό‐
ρως συλλαβοῦσα, τοῦ ἀεὶ πρεσβεύειν ὑπὲρ τῶν δούλων σου. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Καὶ νῦν. Θεοτοκίον. Μνήσθητι Χριστέ, ἧς ἐκτήσω ποίμνης τῷ πά‐
θει σου, τῆς δεδοξασμένης σου Μητρός, τὰς 13
Καταβασία. Ἀκήκοε, Κύριε, φωνῆς σου, * ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, * ὅτε ἐβρόντησας * πολ‐
λῶν ἐπὶ ὑδάτων, * τῷ σῷ μαρτυρούμενος Υἱῷ· * ὅλος γεγονὼς τοῦ παρόντος * Πνεύματος δὲ ἐβόησε· * Σὺ εἶ Χριστός, * Θεοῦ σοφία καὶ δύ‐
ναμις. Ἰαμβική. Πυρσῷ καθαρθεὶς * μυστικῆς θεωρίας, Ὑμνῶν προφήτης * τὴν βροτῶν καινουργίαν, Ῥήγνυσι γῆρυν * Πνεύματι κροτουμένην, Σάρκωσιν ἐμφαίνουσαν * ἀρρήτου Λόγου, ᾯ τῶν δυναστῶν * τὰ κράτη συνετρίβη. ᾨδὴ ε´. Ὁ ἀναστάσιμος. Ἦχος γ´. Ὁ εἱρμός. Πρὸς σὲ ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουρ‐
γόν, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην· διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς με κα‐
θοδήγησον. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Κριτῇ ἀδίκῳ, Ἑβραίων φθόνῳ προδοθεὶς ὁ Παντεπόπτης, καὶ ἅπασαν δικαίως, κρίνων τὴν γῆν, τὸν Ἀδὰμ τῆς πάλαι, ἐῤῥύσω κατα‐
κρίσεως. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τὴν σὴν εἰρήνην, ταῖς Ἐκκλησίαις σου Χριστέ, τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ σου, ὁ ἐκ νεκρῶν ἀναστὰς παράσχου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σκηνὴ ἁγία, καὶ Πλατυτέρα οὐρανῶν, ὡς τὸν ἐν πάσῃ ἀχώρητον τῇ κτίσει, Λόγον Θεοῦ δε‐
ξαμένη, μόνη ἐδείχθης Ἀειπάρθενος. Τῆς ἑορτῆς. ᾨδὴ ε´. Ἦχος β´. Ὁ τοῦ φωτὸς χορηγός. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σὺ ἐκ Παρθένου Μητρός, ἀνερμηνεύτως προ‐
ελθὼν Κύριος, καὶ τὴν βροτῶν μὴ ἀπαξιώ‐
σας, ἐνδύσασθαι μορφήν, ὡς βρέφος νομί‐
μως, τὸν Νόμον ἐπλήρωσας. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Νυκτὶ ἐξωμοίωται, ὡς τὴν σκιὰν τὴν νομικὴν στέργουσα, τὸν Ἰσραὴλ ἡ γεννησαμένη· ἐξ ἧς ἀπαστράψαν, τὸ φῶς τὸ τοῦ κόσμου, Χριστὸς πεφανέρωται. Τοῦ Ἁγίου. Ὁ αὐτός. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἄγει διπλῆν ἀληθῶς, ἡ Ἐκκλησία ἑορτὴν σή‐
μερον· Περιτομῆς, ὡς βρέφος Δεσπότου, ὀ‐
φθέντος ἐπὶ γῆς, καὶ μνήμης οἰκέτου, σοφοῦ καὶ τρισμάκαρος. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὸ ἀκατάληπτον φῶς, ἀναπαυσάμενον ἐν σοὶ ὅσιε, φωτιστικὴν λαμπάδα τῷ κόσμῳ, σὲ ἔδειξε Χριστός· διό σου τὴν μνήμην, ὑμνοῦ‐
μεν Βασίλειε. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Οὐ νομοθέτης Μωσῆς, οὐ πρὸ τοῦ Νόμου Ἰω‐
σὴφ γέγονε, τῆς κατὰ σὲ τροφῆς σιτομέτρης· τῆς θείας γὰρ σαρκός, αὐτὸς ἑστιάτωρ, ἐδεί‐
χθης Βασίλειε. Δόξα. Τὴν τοῦ παντὸς ἀμυδρῶς, ἱστορηθεῖσαν ἐν Σινᾷ Γένεσιν, τῷ Μωϋσεῖ αὐτὸς ἑρμηνεύων, ἐκ θείων θησαυρῶν, ἀνέπτυξας πᾶσι, παμ‐
μάκαρ Βασίλειε. Καὶ νῦν. Θεοτοκίον. Σοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς δημι‐
ουργὸν κράζομεν· Χαῖρε ἁγνή· Χαῖρε ἡ τὸ φῶς, ἀνατείλασα ἡμῖν· Χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον. Καταβασία. Ἰησοῦς ὁ ζωῆς ἀρχηγὸς * λῦσαι τὸ κατάκριμα ἥκει * Ἀδὰμ τοῦ πρωτοπλάστου· * καθαρσίων δὲ ὡς Θεὸς μὴ δεόμενος, * τῷ πεσόντι καθαί‐
ρεται * ἐν τῷ Ἰορδάνῃ· * ἐν ᾧ τὴν ἔχθραν κτεί‐
νας, * ὑπερέχουσαν πάντα νοῦν * εἰρήνην χα‐
ρίζεται. 14
Ἰαμβική. Ἐχθροῦ ζοφώδους * καὶ βεβορβορωμένου, Ἰὸν καθάρσει * Πνεύματος λελουμένοι, Νέαν προσωρμίσθημεν * ἀπλανῆ τρίβον, Ἄγουσαν ἀπρόσιτον * εἰς θυμηδίαν, Μόνοις προσιτήν, * οἷς Θεὸς κατηλλάγη. ᾨδὴ στ´. Ὁ ἀναστάσιμος. Ἦχος γ´. Ὁ εἱρμός. Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν, ἐκύκλωσέ με καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ᾿ ἐκτείνας Δέ‐
σποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἄβυσσος ἐλέους καὶ οἰκτιρμῶν, ἐκύκλωσέ με, τῇ εὐσπλάγχνῳ καθόδῳ σου· σαρκωθεὶς γὰρ Δέσποτα, καὶ γεγονὼς ἐν δούλου μορφῇ, ἐθε‐
ούργησας, καὶ σεαυτῷ συνεδόξασας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Νέκρωσιν ὑπέστη ὁ νεκρωτής, τὸν νεκρωθέν‐
τα ζωωθέντα θεώμενος· τῆς σῆς ἀναστάσε‐
ως, ταῦτα Χριστὲ τὰ σύμβολα, καὶ τοῦ πά‐
θους σου, τοῦ ἀχράντου τὰ ἔπαθλα. Θεοτοκίον. Πάναγνε ἡ μόνη τῷ Πλαστουργῷ, καὶ τοῖς ἀνθρώποις, ὑπὲρ νοῦν μεσιτεύσασα, τὸν Υἱόν σου ἵλεων, τοῖς ἐπταικόσι δούλοις σου, καὶ ὑ‐
πέρμαχον, χρηματίσαι δυσώπησον. Τῆς ἑορτῆς. ᾨδὴ Ϛ´. Ἦχος β´. Ἄβυσσος ἁμαρτημάτων. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Εἴληφε τέλος ὁ Νόμος, ἀφοῦ Χριστὸς νηπιά‐
σας, καὶ πληρωτὴς τοῦ Νόμου δειχθείς, περι‐
τομὴν κατεδέξατο, καὶ ἔλυσε τὴν τοῦ Νόμου κατάραν. Ἔθρεψας λιμῷ τακείσας, ψυχὰς πενήτων ἀ‐
φθόνως, καὶ τὰς τῶν πεινώντων καρδίας, πά‐
σης ἐνέπλησας, Βασίλειε θεϊκῆς εὐφροσύνης. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἔθρεψας ψυχὰς πεινώσας, τροφῇ τῇ ἐπουρα‐
νίῳ· ἄρτος γὰρ Ἀγγέλων ὑπάρχει, ὁ Λόγος Βασίλειε· οὗ ἄριστος σιτοδότης ἐγένου. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἤθροισας τῷ τῆς μελίσσης, Βασίλειε φιλοπό‐
νῳ, ἀρετῆς ἁπάσης τὸ ἄνθος· καὶ περιδέξιος, γενόμενος ἐν αὐταῖς μακαρίζῃ. Δόξα. Ἔσπευσας κόσμου ῥαγῆναι, καὶ Θεῷ συμβιο‐
τεῦσαι· διὸ τοῖς ἀστάτοις καὶ ῥευστοῖς, Πάτερ Βασίλειε, τὰ μένοντα ὡς σοφὸς κατεκτήσω. Καὶ νῦν. Θεοτοκίον. Βάτος σε ἐν τῷ Σιναίῳ, ἀφλέκτως προσομι‐
λοῦσα, τῷ πυρὶ προγράφει Μητέρα, τὴν ἀει‐
πάρθενον, ἀνύμφευτε Θεοτόκε Μαρία. Καταβασία. Ἡ φωνὴ τοῦ Λόγου, * ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, * ὁ τοῦ ἡλίου Πρόδρομος, * ἐν τῇ ἐ‐
ρήμῳ * Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, * καὶ προκαθαίρεσθε· * ἰδοὺ γὰρ πάρεστι Χριστὸς * ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος. Ἰαμβική. Ἱμερτὸν ἐξέφηνε * σὺν πανολβίῳ Ἤχῳ Πατήρ, * ὃν γαστρὸς ἐξηρεύξατο. Ναί, φησίν, οὗτος * συμφυὴς γόνος πέλων, Φώταυγος ἐξώρουσεν * ἀνθρώπων γένους, Λόγος τέ μου ζῶν * καὶ βροτὸς προμηθείᾳ. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... * * * Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σάββατα περιτομή τε, τὸ φρύαγμα τῶν Ἑ‐
βραίων, τοῦ ἐπιφανέντος Χριστοῦ, τῷ νεύμα‐
τι πέπαυται, καὶ ἔλαμψε τὸ τῆς χάριτος ἔαρ. Τοῦ Ἁγίου. Ὁ αὐτός. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 15
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τοῦ Ἱεράρχου. Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον. Ρωμανοῦ τοῦ Μελωδοῦ. Ὤφθης βάσις ἄσειστος τῇ Ἐκκλησίᾳ, νέμων πᾶσιν ἄσυλον, τὴν κυριότητα βροτοῖς, ἐπι‐
σφραγίζων σοῖς δόγμασιν, Οὐρανοφάντορ Βασίλειε ὅσιε. Ὁ Οἶκος. Τῇ Γαλιλαίᾳ τῶν Ἐθνῶν. Τῆς σωφροσύνης ὁ κρατήρ, τὸ στόμα τῆς σο‐
φίας, καὶ βάσις τῶν δογμάτων, Βασίλειος ὁ μέγας, πᾶσιν ἀστράπτει νοερῶς. Δεῦτε οὖν καὶ στῶμεν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, θερμῶς ἐνα‐
τενίζοντες, τοῖς θαύμασι τοῖς τούτου τερπό‐
μενοι· καὶ ὥσπερ λαμπηδόνι ἀστραφθέντες τῷ φωτὶ αὐτῶν, θαλφθῶμεν τῷ τοῦ βίου κα‐
θαρτικῷ πνεύματι, μιμούμενοι αὐτοῦ τὴν πί‐
στιν, τὴν ζέσιν τὴν ταπείνωσιν· δι᾿ ὧν οἶκος ἐ‐
δείχθη τοῦ ὄντως Θεοῦ· πρὸς ὃν βοῶντες ὑ‐
νοῦμεν· Οὐρανοφάντορ Βασίλειε Ὅσιε. Συναξάριον. Μὴν Ἰανουάριος, ἔχων ἡμέρας λα´. Ἡ ἡμέρα ἔχει ὥρας ι´ καὶ ἡ νὺξ ὥρας ιδ´. Τῇ Α´ τοῦ αὐτοῦ μηνός, ἑορτάζομεν τὴν κατὰ σάρκα Περιτομὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Στίχ. Χριστοῦ περιτμηθέντος, ἐτμήθη Νόμος· Καὶ τοῦ Νόμου τμηθέντος, εἰσήχθη Χάρις. Τὴν κατὰ σάρκα Περιτομὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν εἰς ἀναίρεσιν τῆς Νομικῆς διατάξεως κα‐
τεδέξατο, ἵνα τὴν ἐν πνεύματι ἀχειροποίητον περιτο‐
μὴν εἰσαγάγῃ, ταύτην ἐξ ἐκείνου τῇ κατὰ κύκλον τοῦ χρόνου περιελεύσει, ὑπὸ τῶν Ἁγίων Πατέρων πανηγυ‐
ρίζειν παρελάβομεν. Καὶ μέν τοι καὶ πανηγυρίζομεν αὐτήν, Ἑορτήν, καὶ Δεσποτικὴν ἡμέραν ποιούμενοι, δι‐
ὰ τὸν ἡμᾶς τιμήσαντα Κύριον, ταύτην καταδεξάμενον. Ὥσπερ γὰρ ἔνσαρκον Γέννησιν δι᾿ ἡμᾶς, καὶ τ᾿ ἄλλα πάντα τῆς φύσεως, ὅσα παντελῶς τὸν μῶμον ἐκπέ‐
φευγε, καὶ τὸ ἄληπτον ἔλαχεν, οὕτω καὶ Περιτομὴν ἐ‐
δέξατο ἔννομον· ὥστε καὶ τὰ τῶν αἱρετικῶν ἐμφράξαι στόματα, σάρκα μὴ ἀνειληφέναι κατατολμώντων λέ‐
γειν αὐτόν, ἀλλὰ κατὰ φαντασίαν γεγενῆσθαι· πῶς γὰρ περιετέμνετο, ἂν σάρκα μὴ ἀνειληφὼς ἦν; καὶ τοὺς ἀγνώμονας Ἰουδαίους ἐπιστομῆσαι, τὸ Σάββατον μὴ τηρεῖν καὶ τὸν Νόμον λύειν, συκοφαντοῦντας, τόν, μέχρι καὶ τῆς Περιτομῆς, τὴν τοῦ Νόμου διασώσαντα φυλακήν. Διάτοι τοῦτο, μετὰ ἡμέρας ὀκτὼ τῆς Ἁγίας αὑτοῦ ἐκ Παρθένου Γεννήσεως, ηὐδόκησεν ἀχθῆναι παρὰ τῆς Μητρὸς καὶ Ἰωσὴφ εἰς τόπον, ἐν ᾧ τοῖς Ἰουδαίοις ἔθος ἦν τό περιτέμνεσθαι. Καὶ περιετμήθη, καὶ ἐκλήθη τὸ ὄ‐
νομα αὐτοῦ, Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ Ἀγγέλου, πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ τῆς Παρθένου. Καὶ πάλιν ἀπελθὼν μετὰ τῶν γονέων, διῆγεν ἀνθρω‐
πίνως, προκόπτων ἐν ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι, εἰς σωτηρίαν ἡμῶν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ Μεγάλου. Στίχ. Ζῇ Βασίλειος, καὶ θανών, ἐν Κυρίῳ. Ζῇ καὶ παρ᾿ ἡμῖν, ὡς λαλῶν ἐκ τῶν βίβλων. Ἰανουαρίοιο θάνες, Βασίλειε, πρώτῃ. Οὗτος ἤκμασεν ἐν τοῖς χρόνοις Οὐάλεντος· πρὸς ὃν καὶ ὑπὲρ τῆς ὑγιοῦς ἐπαῤῥησιάσατο πίστεως, τῆς Ἀρεί‐
ου κακοδοξίας, ᾗ προσετέθη ὁ Βασιλεύς, πυρὸς δίκην λυμαινομένης τὰς Ἐκκλησίας. Ἦν δὲ πρὸς πατρὸς ἐκ Πόντου, πρὸς δὲ μητρός, Καππαδόκης. Ἐν δὲ λόγοις, οὐ μόνον τοὺς καθ᾿ αὐτόν, ἀλλὰ καὶ τοὺς παλαιοὺς ὑ‐
περέβαλε· διὰ γὰρ πάσης ἐλθὼν ἰδέας παιδεύσεως, ἐν ἑκάστῃ τὸ κράτος ἐκτήσατο· οὐχ ἧττον δὲ τὴν διὰ πρά‐
ξεως ἀσκήσας φιλοσοφίαν, καὶ διὰ ταύτης τῇ θεωρίᾳ τῶν ὄντων προβάς, ἐπὶ τὸν Ἀρχιερατικὸν θρόνον ἀνή‐
χθη. Ἔνθα δὴ πολλοὺς ἀγῶνας ὑπὲρ τῆς Ὀρθοδόξου Πίστεως διανύσας, καὶ τῷ σταθερῷ τοῦ φρονήματος καὶ ἀτρέπτῳ τὸν Ἔπαρχον καταπλήξας, καὶ λόγους συνθείς, δι᾿ ὧν τὰ τῶν ἑτεροδόξων φρονήματα κατε‐
βρόντησε, καὶ τὴν ἐν ἤθει κατάστασιν ἐξεπαίδευσε, καὶ τῶν ὄντων τὴν γνῶσιν κατέστησεν ἐναργῆ· καὶ διὰ πάσης ἀρετῆς τὴν τοῦ Χριστοῦ Ποίμνην ὁδηγήσας, πρὸς Κύριον ἐξεδήμησεν. Ἦν δὲ τὸν τύπον τοῦ σώματος, ἐπὶ πολὺ μῆκος τοῦ ὀρ‐
θίου σχήματος ἀναδραμών· ξηρὸς καὶ λιπόσαρκος, μέ‐
λας τὸ χρῶμα, ὠχρότητι τὸ πρόσωπον σύγκρατος, ἐ‐
πίῤῥιν, εἰς κύκλον τὰς ὀφρῦς περιηγμένος· τὸ ἐπισκύ‐
νιον συνεσπακώς, φροντιστικῷ ἑοικώς, ὀλίγαις τὸ μέ‐
τωπον ἀμαρυγαῖς ῥυτιδούμενος· ἐπιμήκης τὰς παρει‐
άς, κοῖλος τοὺς κροτάφους, ἠρέμα ἐν χρῷ κουρίας, τὴν ὑπήνην ἀρκούντως καθειμένος, μεσαιπόλιος· υἱὸς Βα‐
σιλείου καὶ Ἐμμελείας. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόδοτος ξί‐
φει τελειοῦται. Στίχ. Ὁ Θεόδοτος, οὐκ ἀνέξομαι, λέγει, Εἰ μὴ κεφαλὴν τοῦ Θεοῦ τμηθῶ χάριν. 16
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γρηγόριος, ὁ πατὴρ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρή‐
νῃ τελειοῦται. Στίχ. Ἐγκωμιαστὴν οἴκοθεν πλουτεῖς, Πάτερ, Τῆς σῆς τελευτῆς, σοῦ τὸν ἐκ μηροῦ γόνον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας Ἐμμελείας, μητρὸς τοῦ ἁγίου Βασιλείου, τοῦ ἁγίου Γρη‐
γορίου Νύσσης, τῆς ἁγίας Μακρίνης καὶ τοῦ ἁγίου Πέτρου Σεβαστείας. Στίχ. Ὡς σοφή τις μέλισσα γλύκιστον μέλι, Ἔδωκας, Ἐμμέλεια, τέκνα Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Φουλγεντίου ἐπισκόπου Ῥουσπῶν. Στίχ. Ὀρθοδόξως ἤσκησας καὶ ποιμενάρχης, Τῶν Ῥουσπῶν Φουλγέντιε, γέγονας μέγας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ὁσιομάρτυ‐
ρος Τηλεμάχου. Στίχ. Ὁ Τηλέμαχος φιλαδελφίας θῦμα, Ὡς ζήλῳ ἐλέγξας τὰς μονομαχίας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐
ρου Πατρὸς ἡμῶν Πέτρου τῆς Ἀτρώας, τοῦ ὁ‐
μολογητοῦ καὶ θαυματουργοῦ, τοῦ ἐν τῷ ὄρει τοῦ Ὀλύμπου ἀσκήσαντος. Στίχ. Ἡ πέτρα τῆς πίστεως Πέτρος Ἀτρώας, χρόαις ἐρυθραῖς μαρτυρίας ἐβάφη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡ‐
μῶν Θεοδοσίου, ἡγουμένου τῆς Μονῆς Τρι‐
γλίας τῆς ἐν Βιθυνίᾳ. Στίχ. Ὀφθεὶς Θεοδόσιος ἀρεταῖς μέγας, Ἄρχειν ἐκρίθη καὶ Μονῆς σεβασμίας. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος νεομάρτυς Πέτρος ὁ Πελοποννήσιος, ἀρνηθεὶς τοῦ ἀσπάσασθαι τὸ Κοράνιον, ἀγχόνῃ τελειοῦται εἰς Ὀδεμήσι‐
ον τῆς Μικρᾶς Ἀσίας ἐν ἔτει ‚αψοϚ´ (1776). Στίχ. Πέτρᾳ ἱδρυθεὶς πίστεως, Πέτρε μάκαρ, Ἐκ γῆς ἀνῆλθες εἰς πόλον δι᾿ ἀγχόνης. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Πέτρου τοῦ Μογίλα, μητροπολίτου Κιέ‐
βου. Στίχ. Πολλὰ μοχθήσας ὑπὲρ Ὀρθοδοξίας, Πέτρος ἀναπέπαυται ὁ τοῦ Κιέβου. Ἐσθονίας, καὶ τῶν σὺν αὐτῷ μαρτυρησάντων Νικολάου καὶ Μιχαὴλ τῶν πρεσβυτέρων ὑπὸ τῶν ἀθέων Μπολσεβίκων ἐν ἔτει ‚αϠιθ´ (1919). Στίχ. Πλατύνας Πλάτων τὴν ἀρχιερωσύνην, Καὶ ἱερομάρτυρος φορεῖ μανδύαν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέη‐
σον ἡμᾶς. Ἀμήν. * * * Εἶτα αἱ ζ´ καὶ η´ ᾠδαὶ τῶν κανόνων. ᾨδὴ ζ´. Ὁ ἀναστάσιμος. Ἦχος γ´. Ὁ εἱρμός. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὡς πάλαι τοὺς εὐσεβεῖς, τρεῖς παῖδας ἐδρόσι‐
σας, ἐν τῇ φλογὶ τῇ χαλδαϊκῇ, τῷ φωτιστικῷ τῆς θεότητος πυρί, καὶ ἡμᾶς καταύγασον, εὐ‐
λογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἐῤῥάγη τὸ τοῦ ναοῦ, φαιδρὸν καταπέτασμα, ἐν τῷ Σταυρῷ τοῦ Δημιουργοῦ, τὴν ἐγκε‐
κρυμμένην τῷ γράμματι δηλοῦν, τοῖς πιστοῖς ἀλήθειαν, εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Νυγείσης σου τῆς πλευρᾶς, ῥανίδες θεόῤῥυ‐
τοι, ζωοποιοῦ αἵματος Χριστέ, οἰκονομικῶς ἀ‐
ποστάζουσαι εἰς γῆν, τοὺς ἐκ γῆς ἀνέπλα‐
σαν, εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν. Τριαδικόν. Στίχ. Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Τὸ Πνεῦμα τὸ ἀγαθόν, Πατρὶ συνδοξάσωμεν, καὶ τῷ Υἱῷ τῷ μονογενεῖ, μίαν ἐν τρισὶ πιστοὶ σέβοντες ἀρχήν, καὶ μίαν θεότητα, εὐλογη‐
τὸς εἶ κράζοντες, ὁ Θεὸς ὁ τῶν πατέρων ἡ‐
μῶν. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου νέου ἱερο‐
μάρτυρος Πλάτωνος, ἐπισκόπου Ταλλὶν τῆς 17
Τῆς ἑορτῆς. ᾨδὴ ζ´. Ἦχος β´. Εἰκόνος χρυσῆς. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Λαμπρὰ παμφαῆ, τὰ Γενέθλια Χριστοῦ καὶ τῆς τοῦ μέλλοντος, ἀνακαινίσεως ὑπογρά‐
φοντα, τὸ μυστήριον σήμερον· ὅτι νομικῇ δια‐
τάξει, ὁ Σωτὴρ περιτέμνεται, οὐχ ὡς Θεός, ἀλλ᾿ ὡς βροτός, καὶ Νόμου πλήρωμα. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὸν Νόμον πληρῶν, ὁ τοῦ Νόμου Ποιητὴς τὴν σάρκα σήμερον, ἐθελουσίως περιτέμνε‐
ται, περιτομὴν ἐργαζόμενος, τοῦ τῆς ἁμαρτί‐
ας χειμῶνος, καὶ κραυγάζειν δωρούμενος· Εὐ‐
λογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Τοῦ Ἁγίου. Ὁ αὐτός. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Εἰκὼν τοῦ Πατρός, ὁ Υἱὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα πέφηνε· σὺ δὲ τοῦ Πνεύματος ὦ Βα‐
σίλειε, ἀκηλίδωτον ἔσοπτρον, οἶκός τε τῆς ὅ‐
λης Τριάδος· μακαρία ἡ μνήμη σου· καὶ οἱ δο‐
ξάζοντες αὐτήν, ἀντιδοξάζονται. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Βυθίσας τὸν νοῦν, εἰς τὰ βάθη τοῦ Θεοῦ τὰ ἀ‐
κατάληπτα, καὶ συλλεξάμενος τὸν πολύτι‐
μον, σὺ μαργαρίτην τῆς γνώσεως, ἐπλούτι‐
σας τὸν κόσμον σοφίᾳ, καὶ κραυγάζειν ἐδίδα‐
ξας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡ‐
μῶν. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὦ σύμπνοια νοῦ, ἱερά τε ξυνωρὶς ἡ ὥσπερ μί‐
α ψυχή, ἐν δυσὶ σώμασιν ἀδιαίρετος, ἐν Γρη‐
γορίῳ Βασίλειος, πόθῳ θεϊκῷ συνημμένοι, ἐν Βασιλείῳ Γρηγόριος, νῦν ἱκετεύσατε Χριστόν, ὑπὲρ τῆς ποίμνης ὑμῶν. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Πατὴρ ὀρφανῶν, καὶ χηρῶν προασπιστὴς καὶ πλοῦτος πένησι, τῶν ἀσθενούντων ἡ παρά‐
κλησις, καὶ τῶν ἐν πλούτῳ κυβέρνησις, γή‐
ρως βακτηρία ἐδείχθης, παιδαγωγία νεότη‐
τος, καὶ μοναζόντων ἀρετῆς, κανὼν Βασίλειε. Δόξα. Καθάρας τὸν νοῦν, ἰλυώδους μολυσμοῦ παν‐
τὸς Βασίλειε, συνδιεσκέψω τὰ τοῦ Πνεύμα‐
τος, τῷ ποθουμένῳ σοι Πνεύματι· ὅθεν ἀνυ‐
μνῶν τὴν Τριάδα, ἐν παῤῥησίᾳ ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Σὲ βάτον Μωσῆς, ἐν τῷ ὄρει τῷ Σινᾷ πυρπο‐
λουμένην Ἁγνή, προεθεώρει τὴν ἐνέγκασαν, ἀκαταφλέκτως τὴν ἄστεκτον, αἴγλην τῆς ἀῤ‐
ῥήτου Οὐσίας, ἑνωθείσης παχύτητι, σαρκὸς μιᾶς τῶν ἐν αὐτῇ, ἁγίων ὑποστάσεων. Καταβασία. Νέους εὐσεβεῖς * καμίνῳ πυρὸς προσομιλή‐
σαντας * διασυρίζον πνεῦμα δρόσου * ἀβλα‐
βεῖς διεφύλαξε * καὶ θείου ἀγγέλου συγκατά‐
βασις· * ὅθεν ἐν φλογὶ δροσιζόμενοι * εὐχαρί‐
στως ἀνέμελπον· * Ὑπερύμνητε, * ὁ τῶν πα‐
τέρων Κύριος * καὶ Θεὸς εὐλογητὸς εἶ. Ἰαμβική. Ἔφλεξε ῥείθρῳ * τῶν δρακόντων τὰς κάρας, Ὁ τῆς καμίνου * τὴν μετάρσιον φλόγα, Νέους φέρουσαν * εὐσεβεῖς κατευνάσας· Τὴν δυσκάθεκτον * ἀχλὺν ἐξ ἁμαρτίας Ὅλην πλύνει δὲ * τῇ δρόσῳ τοῦ Πνεύματος. ᾨδὴ η´. Ὁ ἀναστάσιμος. Ἦχος γ´. Ὁ εἱρμός. Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προ‐
εστῶτες νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔρ‐
γα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἐῤῥάγη ναοῦ ἡ φαιδρότης, ὅτε ὁ Σταυρός σου ἐπάγη ἐν Κρανίῳ, καὶ ἡ κτίσις συνεκλονεῖτο, φόβῳ ἀναμέλπουσα, εὐλογεῖτε πάντα τὰ ἔρ‐
γα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἀνέστης Χριστὲ ἐκ τοῦ τάφου, καὶ τὸν πεπτω‐
κότα τῇ ἀπάτῃ, διὰ ξύλου ἀνωρθώσω θείᾳ δυνάμει, κράζοντα καὶ λέγοντα, εὐλογεῖτε 18
πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ναὸς τοῦ Θεοῦ ἀνεδείχθης, ἔμψυχον χωρίον κιβωτός τε· τὸν ποιητήν, τοῖς βροτοῖς γὰρ Θε‐
ογεννῆτορ, ἄχραντε κατήλλαξας, καὶ ἀξίως πάντα τὰ ἔργα ὑμνοῦμέν σε, καὶ ὑπερυψοῦ‐
μεν εἰς πάντας τοὺς αἰῶνας. Τῆς ἑορτῆς. ᾨδὴ η´. Ἦχος β´. Τὸν ἀῤῥήτῳ σοφίᾳ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τῇ ὀγδόῃ ἡμέρᾳ, περιτέμνεται ὡς βρέφος ὁ Δεσπότης, τὴν Ἰησοῦ τε, δέχεται προσηγορί‐
αν· ὅτι τοῦ κόσμου Σωτήρ, ὑπάρχει καὶ Κύρι‐
ος. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τῶν Χριστοῦ Γενεθλίων, ἐπαξίως τῇ ὀγδόῃ συνεζεύχθη, τοῦ Ἱεράρχου, ἡ πανένδοξος μνήμη· ἣν γεραίροντες πίστει, ὑμνοῦμεν τὸν Κύριον. Τοῦ Ἁγίου. Ὁ αὐτός. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὸν ἀφράστῳ προνοίᾳ, δωρησάμενον Βασί‐
λειον τῷ κόσμῳ, φῶς εὐσεβείας, σάλπιγγά τε Θεολογίας, εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὸν δαψιλεῖ ἐνεργείᾳ, ἐνοικήσαντα τῷ σοφῷ Βασιλείῳ, καὶ δ᾿ αὐτοῦ, εὐσεβῶς θεολογηθέν‐
τα, εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὰς ἀκτῖνας τῶν λόγων, ἐξαπέστειλας Βασί‐
λειε τῷ κόσμῳ, φωταγωγούσας, μίαν σέβειν Τριάδος φύσιν, Εὐλογεῖτε τὰ ἔργα, κραυγά‐
ζων, τὸν Κύριον. Καὶ νῦν. Θεοτοκίον. Τὸν ἐκ Πατρὸς προελθόντα, προαιώνιον καὶ ἄχρονον Θεὸν Λόγον, καὶ ἐπ᾿ ἐσχάτων, ἀνα‐
τείλαντα ἐκ Παρθένου, εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον. Καταβασία. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Μυστήριον παράδοξον * ἡ Βαβυλῶνος ἔδειξε κάμινος * πηγάσασα δρόσον· * ὅτι ῥείθροις ἔ‐
μελλεν * ἄυλον πῦρ εἰσδέχεσθαι * ὁ Ἰορδά‐
νης, καὶ στέγειν * σαρκὶ βαπτιζόμενον τὸν Κτίστην· * ὃν εὐλογοῦσι λαοὶ * καὶ ὑπερυψοῦ‐
σιν * εἰς πάντας τοὺς αἰῶνας. Ἰαμβική. Ἐλευθέρα μὲν * ἡ κτίσις γνωρίζεται· Υἱοὶ δὲ φωτὸς * οἱ πρὶν ἐσκοτισμένοι. Μόνος στενάζει * τοῦ σκότους ὁ προστάτης. Νῦν εὐλογείτω * συντόνως τὸν αἴτιον Ἡ πρὶν τάλαινα * τῶν ἐθνῶν παγκληρία. Παρατίθενται ἐνταῦθα ἅπασαι αἱ· ΚΑΤΑΒΑΣΙΑΙ Τῶν Θεοφανείων (Πεζαὶ καὶ ἰαμβικαὶ) Ψάλλονται ἀπὸ 2ας μέχρι 5ης Ἰανουαρίου μόναι αἱ πε‐
ζαί, ἀπὸ 7ης μέχρι 13ης Ἰανουαρίου μόναι αἱ ἰαμβικαί, τῇ δὲ 1ῃ, 6ῃ καὶ 14ῃ Ἰανουαρίου ἀμφότεραι. ᾨδὴ α´. Ἦχος β´. Οἱ τῶν θείων σου λόγων, ἀπολαβόντες Βασί‐
λειε ἀπαύστως, ἐν τῇ σῇ μνήμῃ, πανηγυρί‐
ζοντες βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον. Βυθοῦ ἀνεκάλυψε πυθμένα * καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, * ἐν αὐτῷ κατακαλύψας ἀντι‐
πάλους, * ὁ κραταιὸς * ἐν πολέμοις Κύριος· * ὅτι δεδόξασται. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐ‐
τὸν εἰς τοὺς αἰῶνας. Ἰαμβική. Στείβει θαλάσσης * κυματούμενον σάλον, Ἤπειρον αὖθις, * Ἰσραήλ, δεδειγμένον. Μέλας δὲ πόντος * τριστάτας Αἰγυπτίων 19
Ἔκρυψεν ἄρδην * ὑδατόστρωτος τάφος Ῥώμῃ κραταιᾷ * δεξιᾶς τοῦ Δεσπότου. ᾨδὴ γ´. Ἰσχὺν ὁ διδοὺς * τοῖς βασιλεῦσιν ἡμῶν Κύριος * καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, * Παρθένου ἀποτίκτεται, * μολεῖ δὲ πρὸς τὸ βάπτισμα· * διό, πιστοί, βοήσωμεν· * Οὐκ ἔστιν ἅγιος * ὡς ὁ Θεὸς ἡμῶν * καὶ οὐκ ἔστι δίκαιος * πλήν σου, Κύριε. Ἰαμβική. Ὅσοι παλαιῶν * ἐκλελύμεθα βρόχων, Βορῶν λεόντων * συντεθλασμένων μύλας, Ἀγαλλιῶμεν * καὶ πλατύνωμεν στόμα, Λόγῳ πλέκοντες * ἐκ λόγων μελῳδίαν, ᾯ τῶν πρὸς ἡμᾶς * ἥδεται δωρημάτων. ᾨδὴ δ´. Ἀκήκοε, Κύριε, φωνῆς σου, * ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, * ὅτε ἐβρόντησας * πολ‐
λῶν ἐπὶ ὑδάτων, * τῷ σῷ μαρτυρούμενος Υἱῷ· * ὅλος γεγονὼς τοῦ παρόντος * Πνεύματος δὲ ἐβόησε· * Σὺ εἶ Χριστός, * Θεοῦ σοφία καὶ δύ‐
ναμις. Ἰαμβική. Πυρσῷ καθαρθεὶς * μυστικῆς θεωρίας, Ὑμνῶν προφήτης * τὴν βροτῶν καινουργίαν, Ῥήγνυσι γῆρυν * Πνεύματι κροτουμένην, Σάρκωσιν ἐμφαίνουσαν * ἀρρήτου Λόγου, ᾯ τῶν δυναστῶν * τὰ κράτη συνετρίβη. ᾨδὴ στ´. Ἡ φωνὴ τοῦ Λόγου, * ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, * ὁ τοῦ ἡλίου Πρόδρομος, * ἐν τῇ ἐ‐
ρήμῳ * Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, * καὶ προκαθαίρεσθε· * ἰδοὺ γὰρ πάρεστι Χριστὸς * ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος. Ἰαμβική. Ἱμερτὸν ἐξέφηνε * σὺν πανολβίῳ Ἤχῳ Πατήρ, * ὃν γαστρὸς ἐξηρεύξατο. Ναί, φησίν, οὗτος * συμφυὴς γόνος πέλων, Φώταυγος ἐξώρουσεν * ἀνθρώπων γένους, Λόγος τέ μου ζῶν * καὶ βροτὸς προμηθείᾳ. ᾨδὴ ζ´. Νέους εὐσεβεῖς * καμίνῳ πυρὸς προσομιλή‐
σαντας * διασυρίζον πνεῦμα δρόσου * ἀβλα‐
βεῖς διεφύλαξε * καὶ θείου ἀγγέλου συγκατά‐
βασις· * ὅθεν ἐν φλογὶ δροσιζόμενοι * εὐχαρί‐
στως ἀνέμελπον· * Ὑπερύμνητε, * ὁ τῶν πα‐
τέρων Κύριος * καὶ Θεὸς εὐλογητὸς εἶ. Ἰαμβική. Ἔφλεξε ῥείθρῳ * τῶν δρακόντων τὰς κάρας, Ὁ τῆς καμίνου * τὴν μετάρσιον φλόγα, Νέους φέρουσαν * εὐσεβεῖς κατευνάσας· Τὴν δυσκάθεκτον * ἀχλὺν ἐξ ἁμαρτίας Ὅλην πλύνει δὲ * τῇ δρόσῳ τοῦ Πνεύματος. ᾨδὴ η´. ᾨδὴ ε´. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Ἰησοῦς ὁ ζωῆς ἀρχηγὸς * λῦσαι τὸ κατάκριμα ἥκει * Ἀδὰμ τοῦ πρωτοπλάστου· * καθαρσίων δὲ ὡς Θεὸς μὴ δεόμενος, * τῷ πεσόντι καθαί‐
ρεται * ἐν τῷ Ἰορδάνῃ· * ἐν ᾧ τὴν ἔχθραν κτεί‐
νας, * ὑπερέχουσαν πάντα νοῦν * εἰρήνην χα‐
ρίζεται. Μυστήριον παράδοξον * ἡ Βαβυλῶνος ἔδειξε κάμινος * πηγάσασα δρόσον· * ὅτι ῥείθροις ἔ‐
μελλεν * ἄυλον πῦρ εἰσδέχεσθαι * ὁ Ἰορδά‐
νης, καὶ στέγειν * σαρκὶ βαπτιζόμενον τὸν Κτίστην· * ὃν εὐλογοῦσι λαοὶ * καὶ ὑπερυψοῦ‐
σιν * εἰς πάντας τοὺς αἰῶνας. Ἰαμβική. Ἰαμβική. Ἐχθροῦ ζοφώδους * καὶ βεβορβορωμένου, Ἰὸν καθάρσει * Πνεύματος λελουμένοι, Νέαν προσωρμίσθημεν * ἀπλανῆ τρίβον, Ἄγουσαν ἀπρόσιτον * εἰς θυμηδίαν, Μόνοις προσιτήν, * οἷς Θεὸς κατηλλάγη. Ἐλευθέρα μὲν * ἡ κτίσις γνωρίζεται· Υἱοὶ δὲ φωτὸς * οἱ πρὶν ἐσκοτισμένοι. Μόνος στενάζει * τοῦ σκότους ὁ προστάτης. Νῦν εὐλογείτω * συντόνως τὸν αἴτιον Ἡ πρὶν τάλαινα * τῶν ἐθνῶν παγκληρία. * * * 20
Ὁ διάκονος· Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύ‐
νομεν. σα, εὐλογημένη Πάναγνε, σὲ Θεοτόκε μεγα‐
λύνομεν. Η Θ´ ῼΔΗ Τροπάρια. Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται. Ἀντ᾿ αὐτῆς, ψάλλεται ἡ θ´ ᾠδὴ ἀμφοτέρων τῶν κανόνων τοῦ Μηναίου μετὰ τῶν μεγαλυναρίων, καὶ ἐν τέλει οἱ δύο εἱρμοὶ τῆς θ´ ᾠδῆς. Ὑπερβὰς τοὺς ὅρους Χριστός, τῆς ἀνθρωπί‐
νης ὅλης φύσεως, ὑπερφυῶς ἐκ Παρθένου ἀ‐
ποτίκτεται, καὶ τὸ γράμμα τὸ νομικόν, καθὼς διακελεύεται, τὴν σάρκα περιτέμνεται, καὶ πληρωτὴς τοῦ Νόμου δείκνυται. ᾨδὴ θ´. Μεγαλυνάρια, Ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ. Ἦχος β´. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων. (δίς) Μεγάλυνον ψυχή μου, τὸν κατὰ τὸν Νόμον, σαρκὶ περιτμηθέντα. Μεγάλυνον ψυχή μου, τὸν ἐν τῇ ὀγδόῃ, περι‐
τομὴν λαβόντα. Σήμερον ὁ Δεσπότης, τέμνεται τὴν σάρκα, ὡς βρέφος πληρῶν τὸν Νόμον. Σήμερον ὁ Δεσπότης, σαρκὶ περιετμήθη, καὶ Ἰησοῦς ἐκλήθη. Ἕτερα εἰς τὸν Κανόνα τοῦ Ἁγίου. Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἱεράρχαις, Βα‐
σίλειον τὸν Μέγαν. Μεγάλυνον ψυχή μου, τὸν ἐκ Καισαρείας, Βα‐
σίλειον τὸν Μέγαν. Μεγάλυνον ψυχή μου, τὸν τῆς οἰκουμένης, ὑ‐
πέρλαμπρον φωστῆρα. Μεγάλυνον ψυχή μου, τὸν κεκοσμηκότα, Χρι‐
στοῦ τὴν Ἐκκλησίαν. Δόξα. Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος. Καὶ νῦν. Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡ‐
μᾶς ἐκ τῆς κατάρας. Ἐκ τοῦ κανόνος τῆς ἑορτῆς. Ὁ εἱρμός. Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἐξανα‐
τείλασα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσα‐
Δεῦτε τοῦ Δεσπότου τὰ ἔνδοξα, Χριστοῦ ὀνο‐
μαστήρια, ἐν ἁγιότητι πανηγυρίσωμεν· Ἰη‐
σοῦς γάρ θεοπρεπῶς, ἀνηγόρευται σήμερον· σὺν τούτοις καὶ τὴν μνήμην δέ, τοῦ Ἱεράρχου μεγαλύνωμεν. Τοῦ Ἁγίου. Ὁ αὐτός. Τοῦ Ἀρχιποίμενος ὡς πρόβατον, πιστὸν Χρι‐
στοῦ Βασίλειε, τοῖς ζωηφόροις ἴχνεσιν ἐπηκο‐
λούθησας· τῷ τυράννῳ γὰρ τὴν σαυτοῦ, ψυ‐
χὴν Πάτερ προδέδωκας, προκινδυνεύων ἄρι‐
στα, τῆς Ἐκκλησίας παμμακάριστε. Τὸ τῆς Ἐκκλησίας πανίερον, Χριστοῦ κατιδὼν σύστημα, ὑπὸ τῆς σῆς κοσμούμενον Ἱεραρχί‐
ας σοφέ, ὁ πανώλης ἐμβροντηθείς, καταπέ‐
πτωκε τύραννος· τὴν γὰρ ἐν σοὶ τοῦ Πνεύμα‐
τος, αἴγλην οὐκ ἤνεγκε Βασίλειε. Δόξα. Τῆς τῶν Ἀποστόλων καθέδρας, τῆς χορείας τε τῶν Ἀθλοφόρων, Χριστοῦ Πατριαρχῶν σκηνῆς, καὶ τῶν Δικαίων τρυφῆς, τῆς χορείας τε τῶν Προφητῶν, ἠξιώθης Βασίλειε· τῆς Θε‐
οτόκου μύστης γάρ, καὶ τῆς Τριάδος λάτρις γέγονας. Καὶ νῦν. Θεοτοκίον. Ὁ τὰ ὑπερῷα ἐν ὕδασι, στεγάζων μόνος Κύρι‐
ος, ἀναχαιτίζων θάλασσαν ἀβύσσους τε, ὁ ξηραίνων ἐκ σοῦ Ἁγνὴ τὴν σάρκα προσλαβό‐
μενος, ἐκ Βηθλεὲμ ἐπείγεται, πρὸς Ἰορδάνην βαπτισθῆναι σαρκί. Εἶτα οἱ δύο εἱρμοὶ τῆς θ´ ᾠδῆς. Ἦχος β´. Μεγάλυνον, ψυχή μου, * τὴν τιμιωτέραν * τῶν ἄνω στρατευμάτων. 21
Ἀπορεῖ πᾶσα γλῶσσα * εὐφημεῖν πρὸς ἀξίαν· * ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος * ὑμνεῖν σε, Θεοτόκε· * ὅμως, ἀγαθὴ ὑπάρχουσα, * τὴν πί‐
στιν δέχου· * καὶ γὰρ τὸν πόθον οἶδας * τὸν ἔνθεον ἡμῶν· * σὺ γὰρ Χριστιανῶν εἶ προστά‐
τις· * σὲ μεγαλύνομεν. Ἰαμβική. Μεγάλυνον, ψυχή μου, * τὴν λυτρωσαμένην * ἡμᾶς ἐκ τῆς κατάρας. Ὢ τῶν ὑπὲρ νοῦν* τοῦ τόκου σου θαυμάτων,* Νύμφη πάναγνε, * Μῆτερ εὐλογημένη! Δι᾿ ἧς τυχόντες * παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν * ὡς εὐεργέτῃ, Δῶρον φέροντες * ὕμνον εὐχαριστίας. Συναπτὴ μικρά, μεθ᾿ ἣν Ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... * * * ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Τῆς Ἑορτῆς. Ὅμοιον. Τὴν σάρκα περιτέμνεται, ὁ τὸν Νόμον πλη‐
ρώσας, ὡς βρέφος ὀκταήμερον, τῶν αἰώνων ὁ Κτίστης· καὶ σπάργανα εἱλίσσεται, ὡς βροτὸς καὶ γάλακτι, ἐκτρέφεται ὁ τὰ πάντα, τῇ ἀπεί‐
ρῳ ἰσχύϊ, ὡς Θεὸς διακρατῶν, καὶ τῇ ῥοπῇ διε‐
ξάγων. * * * ΑΙΝΟΙ Ἦχος γ´. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐
νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἱστῶμεν Στίχους η´ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ´ καὶ Στιχηρὰ Προσόμοια δ´ ἐκ τοῦ Μηναίου. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Στιχηρὰ Ἀναστάσιμα. Ἦχος γ´. Ἦχος β´. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Ϛ´. Δεικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατ᾿ οὐσί‐
αν, ἀναστὰς ἐκ τοῦ μνήματος, βρώσεως συμ‐
μετέσχες, καὶ μέσον στὰς ἐδίδασκες, μετάνοι‐
αν κηρύσσειν· εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνε‐
λήφθης Πατέρα, καὶ Μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω. Ὑπέρθεε, Θεάνθρω‐
πε, δόξα τῇ σῇ ἐγέρσει. Ἐκ τοῦ Μηναίου. Ἐξαποστειλάριον. Ἦχος γ´. Ἐν Πνεύματι τῷ ἱερῷ. Φιλοσοφίας ἔρωτι, περιέτεμες Πάτερ, τὸ τῆς ψυχῆς σου κάλυμμα, καὶ τῷ κόσμῳ ἐδείχθης, ὡς ἥλιος τοῖς θαύμασι, καὶ πιστῶν κατηύγα‐
σας, τὰς διανοίας θεόφρον, τῆς Τριάδος ὁ λά‐
τρις, ὦ Βασίλειε σοφέ, καὶ μύστης τῆς Θεοτό‐
κου. Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐
πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυ‐
στηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡ‐
μῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι᾿ ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν. Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐ‐
τοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμε‐
ως αὐτοῦ. Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε· ἀλλὰ τὸ συνέδριον τῆς ματαιότη‐
τος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς. Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς ἀναστάσε‐
ως τὴν πεῖραν εἰληφότα· Μαρία γὰρ ἡ Μα‐
22
γδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγε‐
λον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐ‐
ξαστράπτοντα, καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ᾧδε, ἀλλ᾿ ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλι‐
λαίᾳ. Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐
νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φι‐
λάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σω‐
τηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον ἀνα‐
μάρτητον. Ἐλέησον ἡμᾶς. Στιχηρὰ Προσόμοια δ´ ἐκ τοῦ Μηναίου. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν. Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Φέρει περιτομὴν ἐν σαρκί, ὁ ἐκ Πατρὸς ἄνευ τομῆς τε καὶ ῥεύσεως, ἀφράστως τεχθεὶς ὡς Λόγος, καὶ ὡς Θεὸς ἐκ Θεοῦ, ἐν ἀτρέπτῳ μέ‐
νων τῇ Θεότητι· διὸ κατὰ Νόμον, ὁ ὑπὲρ Νό‐
μον γενόμενος, κατάρας Νόμου, ἐκλυτροῦται τοὺς ἅπαντας, καὶ τὴν ἄνωθεν, εὐλογίαν δε‐
δώρηται. Ὅθεν τὴν ὑπεράγαθον, αὐτοῦ συγ‐
κατάβασιν, ἀνευφημοῦντες ὑμνοῦμεν, καὶ εὐχαρίστως δοξάζομεν, αὐτὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. Θέσει υἱὸς Θεοῦ γεγονώς, ἀναγεννήσει τῇ τοῦ θείου Βαπτίσματος, τὸν φύσει καὶ ἀλη‐
θείᾳ, καὶ πρὸ αἰώνων Υἱόν, τοῦ Θεοῦ καὶ Λό‐
γον ὁμοούσιον, Πατρὶ καὶ συνάναρχον, ὡμο‐
λόγησας Ὅσιε· αἱρετικῶν δέ, τὰ ἀπύλωτα στόματα, τῇ λαμπρότητι, τῶν σῶν λόγων ἐνέ‐
φραξας. Ὅθεν καὶ τὰ Βασίλεια, τὰ ἄνω κατῴ‐
κησας, συμβασιλεύων τῷ μόνῳ, καί φυσικῶς βασιλεύοντι, Χριστῷ τῷ πλουσίως, διανέμον‐
τι τῷ κόσμῳ, τὸ μέγα ἔλεος. Στίχ. ζ´. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἔνδον ἐπουρανίου Ναοῦ, ὡς Ἱεράρχης ἱερὸς προσεχώρησας, τὴν πρᾶξιν καὶ θεωρίαν, τὰς τῆς σοφίας ἀρχάς, ὡς στολὴν ἁγίαν περικεί‐
μενος, καὶ νῦν εἰς τὸ ἄνω, θυσιαστήριον Ὅσι‐
ε, ἱερατεύων, καὶ Θεῷ παριστάμενος, καὶ τὴν ἄϋλον, λειτουργίαν τελούμενος, μέμνησο συμπαθέστατε, παμμάκαρ Βασίλειε, τῶν ἐ‐
κτελούντων τὴν μνήμην, τὴν ἱεράν σου καὶ πάντιμον, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος. Στίχ. η´. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Ὅλος ἱερωμένος Θεῷ, καὶ ὁλοτρόπως ἐκ παι‐
δὸς ἀνακείμενος, σοφίας τῆς ὑπερσόφου, κα‐
ταυγασθεὶς ταῖς αὐγαῖς, τὴν τῶν ὄντων γνῶ‐
σιν διετράνωσας· λαμπρῶς ἐξηγούμενος, καὶ σοφῶς διηγούμενος, τὴν ἐν τοῖς οὖσιν, εὐτα‐
ξίαν ποιούμενος, ἐπιγνώσεως, θειοτέρας ὑ‐
πόθεσιν. Ὅθεν σε θεοῤῥήμονα, καὶ θεῖον δι‐
δάσκαλον, καὶ φωτοφόρον φωστῆρα, τῆς Ἐκ‐
κλησίας κηρύττομεν, Χριστὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος. Δόξα. Τοῦ Ἁγίου. Ἦχος πλ. β´. Βυζαντίου. Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, ὅσιε Πάτερ· καὶ γέγονας ποιμήν, τῆς τοῦ Χριστοῦ Ἐκκλη‐
σίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ θεότητι. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ´. Ἀνατολίου. Συγκαταβαίνων ὁ Σωτὴρ τῷ γένει τῶν ἀν‐
θρώπων, κατεδέξατο σπαργάνων περιβολήν· οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀ‐
κταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κα‐
τὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. * * * Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐
στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐
ποις εὐδοκία. 23
Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ· Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· * ᾄσω‐
μεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· * καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος. * * * * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. [Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τῶν Κανόνων ἡ γ´ καὶ ἡ Ϛ´ ᾠδή.] Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Εἰ δὲ βούλει, εἰπὲ τὰ Ἀντίφωνα τῆς ἑορτῆς. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. Στίχ. α´. Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ, ψά‐
λατε δὴ τῷ ὀνόματι αὐτοῦ , δότε δόξαν αἰνέ‐
σει αὐτοῦ. (ξε´ 1‐2) Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐
ματά σου. (ἐκ γ´) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ἀντίφωνον Α´. Ἦχος α´. (Ἐκλογή). Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐
σον ἡμᾶς. Στίχ. β´. Ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ· διηγήσασθε πάντα τὰ θαυμάσια αὐ‐
τοῦ. (ρδ´ 1‐2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. Στίχ. γ´. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. (ξε´ 3) Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´) Στίχ. δ´. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου. (ξε´ 4) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. 24
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β´. Ἦχος β´. (Ἐκλογή). Στίχ. α´. Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀ‐
γαλλιάσθω ἡ γῆ, σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς. (Ϟε´ 11) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ σαρκὶ περιτμηθείς, * ψάλλοντάς σοι, Ἀλληλούϊα. σει καταδέχει σαρκικήν, ὅπως παύσῃς τὰ σκι‐
ώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡ‐
μῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ· δόξα τῇ εὐ‐
σπλαγχνίᾳ σου· δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Στίχ. β´. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων. (πη´ 6) Μορφὴν ἀναλλοιώτως ... Στίχ. β´. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσα‐
τε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. (Ϟε´ 1) Στίχ. γ´. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίση‐
σας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς με‐
τόχους σου. (μδ´ 8) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς, .. Μορφὴν ἀναλλοιώτως ... Στίχ. γ´. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. (μθ´ 2) * * * Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς, .. Στίχ. δ´. Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν. (ριγ´ 11) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς, .. Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐
νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐
μᾶς. Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ´. Ἦχος α´. (Ἐκλογή). Στίχ. α´. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄ‐
σομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. (πη´ 2) Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α´. Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλα‐
βες, Θεὸς ὢν κατ᾿ οὐσίαν πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν περιτομήν, θελή‐
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περι‐
τμηθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. * * * Τὸ ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α´. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλα‐
βες, Θεὸς ὢν κατ᾿ οὐσίαν πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν περιτομήν, θελή‐
σει καταδέχει σαρκικήν, ὅπως παύσῃς τὰ σκι‐
ώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡ‐
μῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ· δόξα τῇ εὐ‐
σπλαγχνίᾳ σου· δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Τοῦ Ἁγίου. Ἦχος α´. Αὐτόμελον. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου· δι᾿ οὗ θεοπρε‐
πῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτρά‐
νωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμη‐
σας. Βασίλειον ἱεράτευμα, Πάτερ Ὅσιε, Χρι‐
στὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 25
Εἶτα τὸ τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς ἑορτῆς. (τῇ α´ Ἰανουαρίου). (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσ‐
σα αὐτοῦ λαλήσει κρίσιν. ΕΥΑΓΓΕΛΙΟΝ Ἦχος γ´. Ἡ Παρθένος σήμερον. Ἐκ τοῦ κατὰ Λουκᾶν (β´ 20‐21, 40‐52). Ὁ τῶν ὅλων Κύριος * περιτομὴν ὑπομένει * καὶ βροτῶν τὰ πταίσματα * ὡς ἀγαθὸς περι‐
τέμνει· * δίδωσι τὴν σωτηρίαν * σήμερον κό‐
σμῳ· * χαίρει δὲ ἐν τοῖς ὑψίστοις * καὶ ὁ τοῦ κτίστου * ἱεράρχης καὶ φωσφόρος, * ὁ θεῖος μύστης * Χριστοῦ Βασίλειος. Τῷ καιρῷ ἐκείνῳ, ὑπέστρεψαν οἱ ποιμένες δο‐
ξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πληρού‐
μενον σοφίᾳ, καὶ χάρις Θεοῦ ἦν ἐπ᾽ αὐτό. Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς Ἱε‐
ρουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. Καὶ ὅτε ἐγέ‐
νετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν κα‐
τὰ τὸ ἔθος τῆς ἑορτῆς καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνω‐
σαν οἱ γονεῖς αὐτοῦ. Νομίσαντες δὲ αὐτὸν εἶ‐
ναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀ‐
νεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς, καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς Ἱ‐
ερουσαλὴμ ἀναζητοῦντες αὐτόν. Καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀ‐
κούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· ἐξί‐
σταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. Καὶ ἰ‐
δόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπεν· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐ‐
ζητοῦμέν σε. Καὶ εἶπεν πρὸς αὐτούς· Τί ὅτι ἐ‐
ζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; καὶ αὐτοὶ οὐ ᾔ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. Καὶ κατέβη μετ᾽ αὐ‐
τῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσό‐
μενος αὐτοῖς. Ἡ δὲ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ Ἰη‐
σοῦς προέκοπτεν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις. * * * ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ * * * ΑΠΟΣΤΟΛΟΣ Προκείμενον καὶ Ἀλληλούϊα τῆς ἡμέρας. Προκείμενον. Ἦχος α´. (Ψαλμὸς μη´). Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Στίχ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτί‐
σασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμέ‐
νην. Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ Ἀ‐
νάγνωσμα. (Κολ. β´ 8‐12) Ἀδελφοί, βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλα‐
γωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότη‐
τος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρω‐
μένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐ‐
ξουσίας, ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀ‐
χειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτί‐
σματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν. Ἀλληλούϊα (γ´). Ἦχος πλ. δ´. (Ψαλμ. οθ´‐λϚ´). Στίχ. Ὁ ποιμαίνων τὸν Ἰσραήλ, πρόσχες, ὁ ὁ‐
δηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. * * * 26
Ἰστέον δέ, ὅτι κατὰ τὴν σήμερον τελεῖται ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου, διὰ τὴν ἱερὰν αὐτοῦ καὶ σεβάσμιον μνήμην. * * * Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας… Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, * πᾶσα ἡ κτί‐
σις, * ἀγγέλων τὸ σύστημα * καὶ ἀνθρώπων τὸ γένος, * ἡγιασμένε ναὲ * καὶ παράδεισε λο‐
γικέ, * παρθενικὸν καύχημα, * ἐξ ἧς Θεὸς ἐ‐
σαρκώθη * καὶ παιδίον γέγονεν * ὁ πρὸ αἰώ‐
νων ὑπάρχων Θεὸς ἡμῶν· * τὴν γὰρ σὴν μή‐
τραν * θρόνον ἐποίησε * καὶ τὴν σὴν γαστέρα * πλατυτέραν οὐρανῶν ἀπειργάσατο. * Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, * πᾶσα ἡ κτίσις· δό‐
ξα σοι. * * * Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλλη‐
λούϊα. Μετὰ τὴν μετάδοσιν, ἀντὶ τοῦ· Εἴδομεν… Μορφὴν ἀναλλοιώτως ... Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… Ἦχος β´. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐
σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐
καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐
ληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) ΣΥΜΠΛΗΡΩΜΑ ᾨδὴ θ´. Ὁ ἀναστάσιμος. Ἦχος γ´. Ὁ εἱρμός. Καινὸν τὸ θαῦμα καὶ θεοπρεπές· τῆς Παρθέ‐
νου γὰρ τὴν κεκλεισμένην πύλην, σαφῶς διο‐
δεύει Κύριος, γυμνὸς ἐν εἰσόδῳ, καὶ σαρκοφό‐
ρος ὤφθη ἐν ἐξόδῳ Θεός, καὶ μένει ἡ πύλη κεκλεισμένη· ταύτην ἀφράστως, ὡς Θεομήτο‐
ρα μεγαλύνομεν. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Φρικτὸν ἰδέσθαι σὲ τὸν Ποιητήν, ἐπὶ ξύλου ἀ‐
ναρτηθέντα Λόγε Θεοῦ, σαρκικῶς δὲ πά‐
σχοντα, Θεὸν ὑπὲρ δούλων, καὶ ἐν μνημείῳ ἄπνουν κατακείμενον, νεκροὺς δὲ τοῦ ᾅδου λελυκότα· ὅθεν Χριστέ σε, ὡς παντοδύναμον μεγαλύνομεν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Φθορᾶς θανάτου ἔσωσας Χριστέ, τοὺς προ‐
πάτορας, κατατεθεὶς ἐν τάφῳ νεκρός, καὶ ζω‐
ὴν ἐξήνθησας, νεκροὺς ἀναστήσας, χειραγω‐
γήσας φύσιν τὴν βροτείαν πρὸς φῶς, καὶ θεί‐
αν ἐνδύσας ἀφθαρσίαν· ὅθεν πηγήν σε, φω‐
τὸς ἀειζώου μεγαλύνομεν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ναὸς καὶ θρόνος ὤφθης τοῦ Θεοῦ, ἐν ᾧ ᾤκη‐
σεν ὁ ἐν ὑψίστοις πέλων, τεχθεὶς ἀπειράν‐
δρως Πάναγνε, σαρκὸς μὴ ἀνοίξας ὅλως σου πύλας· ὅθεν ταῖς ἀλήκτοις σεμνὴ λιταῖς σου, τὰ φῦλα τῶν βαρβάρων, θᾶττον εἰς τέλος, τῷ βασιλεῖ ἡμῶν καθυπόταξον. * * * * * Ἀπόλυσις· Ὁ ἐν τῇ ὀγδόῃ ἡμέρᾳ σαρκὶ περι‐
τμηθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σω‐
τηρίαν, καὶ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀ‐
ληθινὸς Θεὸς ἡμῶν... Δι᾿ εὐχῶν... Ἀμήν. * * * * * 27
Τάξις τῆς δοξολογίας ἐπὶ τῇ ἐνάρξει τοῦ νέου ἔτους Ὁ διάκονος· Εὐλόγησον, Δέσποτα. Ὁ ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ χορός· Ἀμήν. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡ‐
μῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐
τά σου. (ἅπαξ) Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α´. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλα‐
βες, Θεὸς ὢν κατ᾿ οὐσίαν πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν περιτομήν, θελή‐
σει καταδέχει σαρκικήν, ὅπως παύσῃς τὰ σκι‐
ώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡ‐
μῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ· δόξα τῇ εὐ‐
σπλαγχνίᾳ σου· δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνα‐
τος, ἐλέησον ἡμᾶς. (ἅπαξ) Ἀπολυτίκιον τοῦ Ἱεράρχου. Ἦχος α´. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου· δι᾿ οὗ θεοπρε‐
πῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτρά‐
νωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμη‐
σας. Βασίλειον ἱεράτευμα, Πάτερ Ὅσιε, Χρι‐
στὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Εἶτα τὸ κοντάκιον τῆς ἰνδίκτου. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ὁ τῶν αἰώνων ποιητὴς καὶ δεσπότης, * Θεὲ τῶν ὅλων ὑπερούσιε ὄντως, * τὴν ἐνιαύσιον εὐλόγησον περίοδον * σῴζων τῷ ἐλέει σου τῷ ἀπείρῳ, οἰκτίρμον, * πάντας τοὺς λατρεύον‐
τας σοὶ τῷ μόνῳ δεσπότῃ * καὶ ἐκβοῶντας φόβῳ· Λυτρωτά, * εὔφορον πᾶσι τὸ ἔτος χορή‐
γησον. Εὐθὺς ἡ δοξολογία (ἐπιλογὴ στίχων). Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψί‐
στοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου Κύριε. Εἶτα αἱ ἑξῆς αἰτήσεις τῆς ἐκτενοῦς, τῶν χο‐
ρῶν ψαλλόντων ἐκ περιτροπῆς ἀνὰ ἓν τρι‐
πλοῦν Κύριε, ἐλέησον, ἐξαιρέσει τῆς ἕκτης αἰ‐
τήσεως Ὑπὲρ τοῦ διαφυλαχθῆναι, μεθ᾿ ἣν ψάλλουν αὐτὸ ἀνὰ δέκα ἀμοιβαδὸν τετράκις, πραείᾳ τῇ φωνῇ. Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδό‐
ξων Χριστιανῶν. Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀ‐
δελφότητος. Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Γένους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡ‐
μῶν, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φι‐
λοχρίστου ἡμῶν στρατοῦ καὶ ὑπὲρ τοῦ Κύρι‐
ον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσιν. Ἔτι δεόμεθα ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορί‐
ας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνι‐
κῶν καὶ ὑπὲρ τοῦ εὐλογηθῆναι τὸν νέον ἐνι‐
αυτὸν τῆς χρηστότητος τοῦ Κυρίου. Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁ‐
γίαν Ἐκκλησίαν (ἢ τὴν Μονὴν) καὶ τὴν πόλιν (ἢ χώραν, ἢ νῆσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, κατα‐
ποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλ‐
λοφύλων, καὶ ἐμφυλίου πολέμου· ὑπὲρ τοῦ ἵ‐
λεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀ‐
ποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ 28
νόσον, τὴν καθ᾿ ἡμῶν κινουμένην· καὶ ῥύσα‐
σθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Ὁ ἱερεὺς τὴν Ἀπόλυσιν· Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁ‐
μαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Ὁ ἐν τῇ ὀγδόῃ ἡμέρᾳ σαρκὶ περιτμηθῆναι κα‐
ταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν, [καὶ ἀ‐
ναστὰς ἐκ νεκρῶν] Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν... Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν... Ὁ χορός· Κύριε, ἐλέησον. Ὁ χορός· Ἀμήν. Ὁ ἱερεὺς τὴν εὐχὴν ταύτην· Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, ὁ ἄναρχος καὶ ἀτε‐
λεύτητος καὶ ἐπέκεινα παντὸς χρόνου νοού‐
μενός τε καὶ ὑπάρχων, ὁ πάσης ἐκτὸς μετα‐
βολῆς τε τῶν ὄντων καὶ ἀλλοιώσεως, ὁ τὸν πάντα χρόνον τόν τε γεγονότα τόν τε ὄντα καὶ τὸν ἐσόμενον πληρῶν, ὁ ἐν τῇ ἀφάτῳ σου μακροθυμίᾳ καταξιώσας ἡμᾶς εἰς νέον ἐνι‐
αυτὸν τοῦ πλούτου τῆς χρηστότητός σου εἰ‐
σελθεῖν, αὐτός, πανάγαθε Δέσποτα, τὴν εἴσο‐
δον ταύτην τῇ θείᾳ σου χάριτι εὐλόγησον· ὄμ‐
βρους εἰρηνικοὺς πρὸς καρποφορίαν τῇ γῇ δώρησαι· τοὺς ἀέρας ὑγιεινοὺς καὶ εὐκράτους ἀνθρώποις τε καὶ κτήνεσι κατασκεύασον· δὸς ἡμῖν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ βεβαίᾳ τὸν κύ‐
κλον αὐτοῦ διελθεῖν, τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν κοσμουμένους, τῷ φωτὶ τῶν ἐν‐
τολῶν σου εὐσχημόνως ὡς ἐν ἡμέρᾳ καλῶς ὁδεύοντας· τὸ εὐσεβὲς ἡμῶν ἔθνος τῇ δυνά‐
μει σου κραταίωσον· τὴν νεότητα παιδαγώ‐
γησον· τὸ γῆρας περικράτησον· τοὺς ὀλιγο‐
ψύχους παραμύθησον· τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε· τοὺς πεπλανημένους ἐπανά‐
γαγε καὶ σύναψον τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ, ἣν τῇ θείᾳ σου χάριτι καλῶς διαφύλαξον· λάλη‐
σον ἀγαθὰ ἐν ταῖς καρδίαις τῶν ἀρχόντων ἡ‐
μῶν, ἐνίσχυσον καὶ ἐνδυνάμωσον αὐτούς τε καὶ τὸν φιλόχριστον ἡμῶν στρατόν· ἐλθέτω ἐφ᾿ ἡμᾶς, Κύριε, ἡ βασιλεία σου, βασιλεία ἀ‐
γάπης, χρηστότητος, δικαιοσύνης καὶ εἰρή‐
νης, καὶ ἀξίωσον ἡμᾶς ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ ὑμνεῖν σε καὶ δοξάζειν σε τὸν ἐν Τριά‐
δι ἄναρχον καὶ αἰώνιον Θεὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. * * * * * Εἰδήσεις. 1. Εν ταῖς καθημεριναῖς ἡ Παρακλη‐
τικὴ σχολάζει μέχρι τῆς 14ης τοῦ μηνὸς πλὴν τῶν Κυριακῶν. Διὰ τὰς ἀκολουθίας τῶν προ‐
εορτίων καὶ τῶν μεθεόρτων καθημερινῶν βλέπε ἔμπροσθεν εἰς τὰς «γενικὰς τυπικὰς διατάξεις» §§52‐63. 2. Εἰς τοὺς ἑσπερινοὺς τῶν προεορτίων ἡμε‐
ρῶν ψάλλονται μετὰ τὸ «Νῦν ἀπολύεις» οἱ δι‐
ὰ τὰ ἀπόδειπνα κανόνες τοῦ Μηναίου (βλέπε Τ.Μ.Ε., Δεκ. 25 §23), μεθ᾿ οὓς λέγεται τὸ τρι‐
σάγιον. 3. Ἀπὸ 2 μέχρι 5 Ἰανουαρίου, ἐὰν ἑορτάζεται ἅγιος, ψάλλονται καταβασίαι οἱ εἱρμοὶ τοῦ α´ κανόνος τῶν Θεοφανείων «Βυθοῦ ἀνεκάλυψε πυθμένα», εἰς δὲ τὴν θ. λειτουργίαν (καὶ εἰς τὰς ὥρας μετὰ τὸ τρισάγιον) ψάλλεται τὸ προεόρτιον κοντάκιον «Ἐν τοῖς ῥείθροις σή‐
μερον». * * * * * Ὁ χορός· Ἀμήν. 29