Δεκεμβρίου ΚΕ´. εἰς τὴν κατὰ σάρκα Γέννησιν τοῦ Κυρίου ἡμ

Download Report

Transcript Δεκεμβρίου ΚΕ´. εἰς τὴν κατὰ σάρκα Γέννησιν τοῦ Κυρίου ἡμ

Δεκεμβρίου ΚΕ´. εἰς τὴν κατὰ σάρκα Γέννησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ἦχος α´. Πᾶσα ἡ γῆ. Ἀλληλούϊα. Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ, ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ. Ἀλληλούϊα. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἀλληλούϊα. Διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ. Ἀλληλούϊα. Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ. Ἀλληλούϊα. ᾌσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ. Ἀλληλούϊα. Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐ‐
τοῦ. Ἀλληλούϊα. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶ‐
να τοῦ αἰῶνος. Ἀλληλούϊα. Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα. Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ. Ἀλληλούϊα. Δεξιὰ Κυρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με. Ἀλληλούϊα. Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Ἀλληλούϊα. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἀλληλούϊα. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Ἀλληλούϊα. Τὰ βέλη σου ἠκονημένα, δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ Βασιλέως. Ἀλληλούϊα. Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἀλληλούϊα. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. Ἀλληλούϊα. Διὰ τοῦτο ἔχρισέ σε, ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἀλ‐
ληλούϊα. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ἀλληλούϊα. Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Ἀλληλούϊα. Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης. Ἀλληλούϊα. Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς. Ἀλληλούϊα. Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σύ εἶ Θεός, ὁ ποιῶν θαυμάσια μόνος. Ἀλληλούϊα. Ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. Ἀλληλούϊα. Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. Ἀλληλούϊα. Αἴτησαι παρ᾿ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέ‐
ρατα τῆς γῆς. Ἀλληλούϊα. Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Ἀλληλούϊα. Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ἀλληλούϊα. Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται· Σύ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ἀλληλούϊα. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. Ἀλληλούϊα. Ὅτι σύ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν. Ἀλληλούϊα. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. Ἀλληλούϊα. Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Ἀλληλούϊα. Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σύ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Ἀλ‐
ληλούϊα. Κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Ἀλληλούϊα. Θήσομαι εἰς τὸν αἰῶνα τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Ἀλληλούϊα. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει. Ἀλληλούϊα. Ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα. Ἀλ‐
ληλούϊα. Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα. Γένοιτο, γένοιτο. Ἀλληλούϊα. Δόξα. Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ τὸ πανάγιον ὁμοῦ πάντες Πνεῦμα ἀνυμνήσωμεν, κράζοντες καὶ λέγοντες· Παναγία Τριάς, σῶσον πάντας ἡμᾶς. Καὶ νῦν. Τὴν μητέρα σου προσάγει σοι εἰς ἱκεσίαν ὁ λαός σου, Χριστέ· ταῖς παρακλήσεσιν αὐτῆς τοὺς οἰκτιρμούς σου δὸς ἡμῖν, ἀγαθέ, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.