1 25 μαρτιου 2016 τῃ παρασκευῃ της β´ εβδομαδος των νηστειων

Download Report

Transcript 1 25 μαρτιου 2016 τῃ παρασκευῃ της β´ εβδομαδος των νηστειων

25 ΜΑΡΤΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Β´ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ * * * * * ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν ψαλμόν, Συναπτὴ μεγάλη ὑπὸ τοῦ Διακόνου, καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… * * * Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς´, καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τῆς Ἑορτῆς γ´, καὶ τοῦ Ἀρχαγγέλου γ´. Τῆς Ἑορτῆς. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύρι‐
ε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐ‐
στιν. Βουλὴν προαιώνιον, ἀποκαλύπτων σοι Κόρη, Γαβριὴλ ἐφέστηκε, σὲ κατασπαζόμενος, καὶ φθεγγόμενος· Χαῖρε γῆ ἄσπορε· χαῖρε βάτε ἄ‐
φλεκτε· χαῖρε βάθος δυσθεώρητον· χαῖρε ἡ γέφυρα, πρὸς τοὺς οὐρανοὺς ἡ μετάγουσα· καὶ κλῖμαξ ἡ μετάρσιος, ἣν ὁ Ἰακὼβ ἐθεάσα‐
το· χαῖρε θεία στάμνε τοῦ Μάννα· χαῖρε λύ‐
σις τῆς ἀρᾶς· χαῖρε Ἀδὰμ ἡ ἀνάκλησις, μετὰ σοῦ ὁ Κύριος. Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Φαίνῃ μοι ὡς ἄνθρωπος, φησὶν ἡ ἄφθορος Κόρη, πρὸς τὸν Ἀρχιστράτηγον, καὶ πῶς φθέγγῃ ῥήματα ὑπὲρ ἄνθρωπον; μετ᾿ ἐμοῦ ἔ‐
φης γάρ, τὸν Θεὸν ἔσεσθαι, καὶ σκηνώσειν ἐν τῇ μήτρᾳ μου· καὶ πῶς γενήσομαι, λέγε μοι χωρίον εὐρύχωρον, καὶ τόπος ἁγιάσματος, τοῦ τοῖς Χερουβὶμ ἐπιβαίνοντος; Μή με δελε‐
άσῃς ἀπάτῃ· οὐ γὰρ ἔγνων ἡδονήν· γάμου ὑ‐
πάρχω ἀμύητος, πῶς οὖν παῖδα τέξομαι; Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Θεὸς ὅπου βούλεται, νικᾶται φύσεως τάξις, φησὶν ὁ ἀσώματος, καὶ τὰ ὑπὲρ ἄνθρωπον δι‐
απράττεται. Τοῖς ἐμοῖς πίστευε, ἀληθέσι ῥή‐
μασι, Παναγία ὑπεράμωμε. Ἡ δὲ ἐβόησε· Γέ‐
νοιτό μοι νῦν ὡς τὸ ῥῆμά σου, καὶ τέξομαι τὸν ἄσαρκον, σάρκα ἐξ ἐμοῦ δανεισάμενον, ὅπως ἀναγάγῃ, τὸν ἄνθρωπον ὡς μόνος δυ‐
νατός, εἰς τὸ ἀρχαῖον ἀξίωμα, διὰ τῆς συγ‐
κράσεως. Τοῦ Ἀρχαγγέλου. Ἦχος α´. Πανεύφημοι Μάρτυρες. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Γαβριὴλ ὁ μέγιστος ὁ νοῦς, ὁ θεοειδέστατος, ὁ φωταυγὴς καὶ οὐράνιος, φῶς τὸ τρισήλιον, καθορῶν καὶ βλέπων, σὺν ταῖς ἄνω τάξεσι, τὸ θεῖον καὶ φρικῶδες μυστήριον, εὐηγγελί‐
σατο, τῇ Παρθένῳ ἀφικόμενος, καὶ πρεσβεύ‐
ει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ‐
παινέσατε αὐτόν, πάντες οἱ λαοί. Τὸ μέγα μυστήριον τὸ πρίν, τοῖς Ἀγγέλοις ἄ‐
γνωστον, καὶ πρὸ αἰώνων ἀπόκρυφον, μόνος πεπίστευσαι, Γαβριὴλ καὶ τοῦτο, τῇ μόνῃ τε‐
θάῤῥηκας, Ἁγνῇ εἰς Ναζαρὲτ ἀφικόμενος· μεθ᾿ ἧς ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡ‐
μῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡ‐
μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Φωτὸς ὢν ἀνάπλεως ἀεί, καὶ ποιῶν τὸ θέλη‐
μα, καὶ ἐκτελῶν τὰ προστάγματα, τοῦ Παν‐
τοκράτορος, ἀρχηγὲ Ἀγγέλων, Γαβριὴλ πα‐
νάριστε, τοὺς πόθῳ σε τιμῶντας περίσωζε, ἀ‐
εὶ αἰτούμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. 1
Δόξα. Καὶ νῦν. Ἦχος πλ. β´. Ἰωάννου Μοναχοῦ. Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Ἀπεστάλη ἐξ οὐρανοῦ, Γαβριὴλ ὁ Ἀρχάγγε‐
λος, εὐαγγελίσασθαι τῇ Παρθένῳ τὴν σύλλη‐
ψιν· καὶ ἐλθὼν εἰς Ναζαρέτ, ἐλογίζετο ἐν ἑ‐
αυτῷ, τὸ θαῦμα ἐκπληττόμενος· ὅτι πῶς ὁ ἐν ὑψίστοις ἀκατάληπτος ὤν, ἐκ Παρθένου τί‐
κτεται! ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδι‐
ον τὴν γῆν, ἐν μήτρᾳ χωρεῖται γυναικός! ᾧ τὰ ἑξαπτέρυγα καὶ πολυόμματα, ἀτενίσαι οὐ δύ‐
νανται, λόγῳ μόνῳ ἐκ ταύτης σαρκωθῆναι ηὐδόκησε! Θεοῦ ἐστὶ Λόγος ὁ παρών. Τί οὖν ἵ‐
σταμαι, καὶ οὐ λέγω τῇ Κόρῃ; Χαῖρε Κεχαρι‐
τωμένη· ὁ Κύριος μετὰ σοῦ· χαῖρε Ἁγνὴ Παρ‐
θένε· χαῖρε Νύμφη ἀνύμφευτε· χαῖρε Μήτηρ τῆς ζωῆς· εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Ἰδοὺ ἡ ἀνάκλησις νῦν ἐπέφανεν ἡμῖν· ὑπὲρ λόγον ὁ Θεός, τοῖς ἀνθρώποις ἑνοῦται· Ἀρ‐
χαγγέλου τῇ φωνῇ, ἡ πλάνη ἐκμειοῦται· ἡ Παρθένος γὰρ δέχεται τὴν χαράν· τὰ ἐπίγεια γέγονεν οὐρανός· ὁ κόσμος λέλυται τῆς ἀρ‐
χαίας ἀρᾶς. Ἀγαλλιάσθω ἡ κτίσις, καὶ φω‐
ναῖς ἀνυμνείτω. Ὁ ποιητὴς καὶ λυτρωτὴς ἡ‐
μῶν, Κύριε, δόξα σοι. Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας. Ἐκτενής· Καταξίωσον Κύριε... καὶ τὰ πληρωτικά. * * * Εἰς τὸν Στίχον, ψάλλομεν τὰ παρόντα Ἰδιόμελα Στιχηρά, ἐκ τῆς ἑορτῆς. Ἦχος δ´. Τῷ ἕκτῳ Μηνί, ἀπεστάλη ὁ Ἀρχάγγελος πρὸς Παρθένον ἁγνήν· καὶ χαίρειν αὐτῇ προσει‐
πών, εὐηγγελίσατο ἐξ αὐτῆς, τὸν Λυτρωτὴν προελθεῖν. Ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπα‐
σμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν, τὸν ἀφράστως εὐδοκήσαντα ἐνανθρωπῆσαι, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Στίχ. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Γλῶσσαν ἣν οὐκ ἔγνω, ἤκουσεν ἡ Θεοτόκος· ἐλάλει γὰρ πρὸς αὐτὴν ὁ Ἀρχάγγελος, τοῦ Εὐαγγελισμοῦ τὰ ῥήματα· ὅθεν πιστῶς δεξα‐
μένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαι‐
ώνιον Θεόν. Διὸ καὶ ἡμεῖς ἀγαλλόμενοι βοῶ‐
μέν σοι· Ὁ ἐξ αὐτῆς σαρκωθεὶς ἀτρέπτως Θε‐
ός, εἰρήνην τῷ κόσμῳ δώρησαι, καὶ ταῖς ψυ‐
χαῖς ἡμῶν τὸ μέγα ἔλεος. Δόξα. Καὶ νῦν. Ἦχος δ´. Ἀνδρέου Ἱεροσολυμίτου. Σήμερον χαρᾶς Εὐαγγέλια· παρθενικὴ πανή‐
γυρις· τὰ κάτω τοῖς ἄνω συνάπτεται· ὁ Ἀδὰμ καινουργεῖται· ἡ Εὔα τῆς πρώτης λύπης ἐλευ‐
θεροῦται· καὶ ἡ σκηνὴ τῆς καθ᾿ ἡμᾶς οὐσίας, τῇ θεώσει τοῦ προσληφθέντος φυράματος, ναὸς Θεοῦ κεχρημάτικεν. Ὢ Μυστήριον! ὁ τρόπος τῆς κενώσεως ἄγνωστος, ὁ τρόπος τῆς συλλήψεως ἄφραστος. Ἄγγελος λειτουρ‐
γεῖ τῷ θαύματι· παρθενικὴ γαστὴρ τὸν Υἱὸν ὑποδέχεται· Πνεῦμα Ἅγιον καταπέμπεται· Πατὴρ ἄνωθεν εὐδοκεῖ, καὶ τὸ συνάλλαγμα, κατὰ κοινὴν πραγματεύεται βούλησιν· ἐν ᾧ καὶ δι᾿ οὗ σωθέντες, συνῳδὰ τῷ Γαβριήλ, πρὸς τὴν Παρθένον βοήσωμεν· Χαῖρε Κεχαρι‐
τωμένη ὁ Κύριος μετὰ σοῦ· ἐξ ἧς ἡ σωτηρία, Χριστὸς ὁ Θεὸς ἡμῶν, τὴν καθ᾿ ἡμᾶς προσλα‐
βόμενος φύσιν, πρὸς ἑαυτὸν ἐπανήγαγεν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τό, Νῦν ἀπολύεις... καί· * * * Εἶτα τὸ Κοντάκιον δίχορον ἀργῶς. Αὐτόμελον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, Ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε. * * * 2
Ὁ ἱερεὺς ἱστάμενος εἰς τὸν σωλέα πρὸ τῆς εἰ‐
κόνος τῆς Θεοτόκου, ἀπαγγέλλει ἐμμελῶς τὴν Β´ Στάσιν τῶν «Χαιρετισμῶν». ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ Ἤκουσαν οἱ Ποιμένες, τῶν Ἀγγέλων ὑμνούν‐
των, τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦ‐
τον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες, εἶπον· Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ· χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας. Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα. Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χρι‐
στόν. Χαῖρε, ἀμνοῦ καὶ ποιμένος Μήτηρ· χαῖρε, αὐλὴ λογικῶν προβάτων. Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκεί‐
ας· χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων. Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον· χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον. Χαῖρε, πυρὸς προσκύνησιν παύσασα· χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα. Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ· χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς. Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης· χαῖρε, πασῶν γενεῶν εὐφροσύνη. Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος. Χαῖρε, στεῤῥὸν τῆς Πίστεως ἔρεισμα· χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα. Χαῖρε, δι᾿ ἧς ἐγυμνώθη ὁ ᾍδης· χαῖρε, δι᾿ ἧς ἐνεδύθημεν δόξαν. Χαῖρε, Νύμφη ἀνύμφευτε. Ὁ μὲν ἱερεὺς θυμιᾷ τὴν εἰκόνα τῆς Θεοτόκου, ὁ δὲ χορὸς ψάλλει, τό· Χαῖρε, Νύμφη ἀνύμ‐
φευτε. Μεθ᾿ ὃ ὁ ἱερεὺς συνεχίζει· Θεοδρόμον Ἀστέρα, θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι᾿ αὐτοῦ ἠρεύνων κραται‐
ὸν Ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον, ἐ‐
χάρησαν, αὐτῷ βοῶντες· Χαῖρε, Νύμφη ἀνύμφευτε. Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέ‐
στρεψαν εἰς τὴν Βαβυλῶνα· ἐκτελέσαντές σου τὸν χρησμόν, καὶ κηρύξαντές σε τὸν Χρι‐
στὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώ‐
δη, μὴ εἰδότα ψάλλειν· Ἀλληλούϊα. Λάμψας ἐν τῇ Αἰγύπτῳ, φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδω‐
λα ταύτης Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰ‐
σχύν, πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέντες, ἐβό‐
ων πρὸς τὴν Θεοτόκον· Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιμόνων. Ἀλληλούϊα. Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα. Ὁ μὲν ἱερεὺς θυμιᾷ τὴν εἰκόνα τῆς Θεοτόκου, ὁ δὲ χορὸς ψάλλει τό· Ἀλληλούϊα, μεθ᾿ ὃ ὁ ἱε‐
ρεὺς συνεχίζει τὴν ἀπαγγελίαν. Τὸ αὐτὸ ἐπα‐
ναλαμβάνεται μεθ᾿ ἕκαστον Οἶκον. Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοη‐
τόν· χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν. Ἴδον παῖδες Χαλδαίων, ἐν χερσὶ τῆς Παρθέ‐
νου, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θερα‐
πεῦσαι, καὶ βοῆσαι τῇ Εὐλογημένῃ· Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέ‐
λης. Χαῖρε, τροφὴ τοῦ μάννα διάδοχε· χαῖρε, τρυφῆς ἁγίας διάκονε. 3
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα. Χαῖρε, Νύμφη ἀνύμφευτε. Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ᾿ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διό περ ἐξεπλάγη, σοῦ τὴν ἄῤῥητον σοφίαν, κράζων· Ἀλληλούϊα. Εἶτα οἱ χοροὶ ἐναλλάξ, εἰς μέλος σύντομον τό· Αὐτόμελον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, Ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε. * * * Ὁ ἀναγνώστης· Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ τρίτου). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλά‐
σθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώ‐
ρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόμα‐
τός σου. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέη‐
σον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενη‐
θήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡ‐
μῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡ‐
μῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡ‐
μῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὁ ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύ‐
ναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ ἀναγνώστης· Ἀμήν. * * * Καὶ τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ´. Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ᾿ αἰῶνος Μυστηρίου ἡ φανέρωσις· ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ. (ἐκ γ´) Ὁ ἱερεὺς τὴν Ἀπόλυσιν· Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμε‐
τέραν σωτηρίαν ἐκ Πνεύματος ἁγίου καὶ Μα‐
ρίας τῆς παρθένου σαρκωθῆναι καταδεξάμε‐
νος Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν... Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν... Ὁ χορός· Ἀμήν. * * * * * ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ (ἄνευ χαιρετισμῶν) Ὁ ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ ἀναγνώστης· Ἀμήν. Ὁ ἱερεύς· Δόξα σοι Χριστέ, ὁ Θεός, ἡ ἐλπὶς ἡ‐
μῶν, δόξα σοι. Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ κα‐
θάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν. Ὁ ἀναγνώστης· Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ τρίτου). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 4
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλά‐
σθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώ‐
ρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόμα‐
τός σου. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέη‐
σον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενη‐
θήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡ‐
μῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡ‐
μῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡ‐
μῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὁ ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύ‐
ναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ ἀναγνώστης· Ἀμήν. Κύριε, ἐλέησον (ιβ´). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐ‐
τῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μετανοίας (γ´) καὶ τοὺς ψαλμούς· Ψαλμὸς ν´ (50). Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτί‐
ας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐ‐
γὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πο‐
νηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιω‐
θῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρί‐
νεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰ‐
δοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπό‐
στρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτι‐
ῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλει‐
ψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκά‐
τοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώ‐
που σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀν‐
τανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλία‐
σιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονι‐
κῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιο‐
σύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅ‐
τι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώ‐
ματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰ καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσι‐
αστήριόν σου μόσχους. Ψαλμὸς ξθ´ (69). Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτω‐
σαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυ‐
χήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζη‐
τοῦντές σε, ὁ Θεός. Καὶ λεγέτωσαν διὰ παν‐
τός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεός, βοήθησόν μοι. Βοηθός μου καὶ ῥύστης 5
μου εἶ σύ, Κύριε, μὴ χρονίσῃς. Ψαλμὸς ρμβ´ (142). Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτι‐
σαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσά‐
κουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰ‐
σέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κα‐
τεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνω‐
σεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκο‐
τεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρ‐
δία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέ‐
τησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς κατα‐
βαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώ‐
ρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου· Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδη‐
γήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυ‐
χήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί. Δοξολογία μικρά. Σοὶ δόξα πρέπει, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱ‐
ῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δόξα ἐν ὑψί‐
στοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προ‐
σκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦ‐
μέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύ‐
ριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ᾿ ἑκάστην ἑσπέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐ‐
γεννήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρός σε κατέφυγον, δίδα‐
ξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοί πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέ‐
ρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπί‐
σαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύ‐
ριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τὸ Σύμβολον τῆς Πίστεως. Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτο‐
ρα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάν‐
των καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡ‐
μετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρα‐
νῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πι‐
λάτου καὶ παθόντα, καὶ ταφέντα. Καὶ ἀνα‐
στάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμε‐
6
νον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμε‐
νον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζό‐
μενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μί‐
αν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκ‐
κλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώ‐
μητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμι‐
ωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀ‐
συγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν. * * * Ὁ ἀναγνώστης· Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ τρίτου). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλά‐
σθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώ‐
ρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόμα‐
τός σου. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέη‐
σον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενη‐
θήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡ‐
μῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡ‐
μῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡ‐
μῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὁ ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύ‐
ναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ ἀναγνώστης· Ἀμήν. Καὶ ἀναγινώσκει τὸ Κοντάκιον. Αὐτόμελον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, Ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε. * * * Εἶτα τὸ Κύριε, ἐλέησον (μ´), καὶ τὴν εὐχὴν ταύτην. Ὁ ἐν παντὶ καιρῷ, καὶ πάσῃ ὥρᾳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος, καὶ δοξαζόμε‐
νος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέ‐
λεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀ‐
γαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάν‐
τας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελί‐
ας τῶν μελλόντων ἀγαθῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐν‐
τεύξεις, καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι, καὶ ὁδηγούμενοι, κα‐
ταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέη‐
σον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέ‐
ραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθό‐
ρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτό‐
κον, σὲ μεγαλύνομεν. 7
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ. Ὁ ἱερεύς· Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς, καὶ εὐλο‐
γῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐλεῆσαι ἡμᾶς. Καὶ τὰς ἑπομένας εὐχάς· [Ὁ ἀναγνώστης· Ἀμήν. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Καὶ σῶσον ἡμᾶς Παναγία Παρθένε.] Εὐχὴ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον. (Ποίημα Παύλου Μοναχοῦ Μονῆς τῆς Εὐεργέτιδος) Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις, τῇ παραδόξῳ σου κυήσει, ἑ‐
νώσασα, καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γέ‐
νους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπίς, καὶ τῶν πολεμου‐
μένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον, μὴ βδελύξῃ με τὸν ἁμαρτω‐
λόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώ‐
σαντα, καὶ τῇ τῶν ἡδονῶν τοῦ βίου ῥᾳθυμίᾳ γνώμης, δοῦλον γενόμενον. Ἀλλ᾿ ὡς τοῦ φι‐
λανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀ‐
σώτῳ, καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν, καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παῤῥησίᾳ χρωμένη, δυσώπησον, ἵνα ἀ‐
νοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὑτοῦ ἀγαθότητος, καί, παριδών μου τὰ ἀνα‐
ρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς με‐
τάνοιαν, καὶ τῶν αὑτοῦ ἐντολῶν ἐργάτην δό‐
κιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐ‐
λεήμων, καὶ συμπαθής, καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ, θερμὴ προστάτις καὶ βο‐
ηθός, τὰς τῶν ἐναντίων ἐφόδους ἀποτειχί‐
ζουσα, καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με, καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου, τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα, καὶ τὰς σκοτεινὰς ὄ‐
ψεις τῶν πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀ‐
πελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρί‐
σεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καὶ τῆς ἀποῤῥήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινά μου, ὑπεραγία Θεοτόκε, δι‐
ὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως· χάριτι καὶ φιλανθρωπίᾳ, τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰη‐
σοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐ‐
τοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εὐχὴ ἑτέρα εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. (Ποίημα Ἀντιόχου μοναχοῦ τοῦ Πανδέκτου) Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς· καὶ διαφύλα‐
ξον ἡμᾶς ἀπὸ τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτί‐
ας, καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, τὰ καθ᾿ ἡμῶν δολίως κινούμενα· τὰς τῆς σαρ‐
κὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον, καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμη‐
σον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφου‐
σαν, ὕπνον ἐλαφρόν, καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς, ἐστηριγμέ‐
νους ἐν ταῖς ἐντολαῖς σου, καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυ‐
στον ἔχοντας. Παννύχιον ἡμῖν τὴν σὴν δοξο‐
λογίαν χάρισαι εἰς τὸ ὑμνεῖν, καὶ εὐλογεῖν, καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰ‐
ῶνας τῶν αἰώνων. Ἀμήν. Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτό‐
κε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν. Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον, Τριὰς ἁγία, δόξα σοι. Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆ‐
8
τερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην σου. πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐ‐
σεβῶς κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων. * * * Καὶ ὑπὲρ πάσης ψυχῆς χριστιανῶν ὀρθοδό‐
ξων. ΑΠΟΛΥΣΙΣ Ὁ ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν. Ὁ δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμε‐
τέραν σωτηρίαν ἐκ Πνεύματος ἁγίου καὶ Μα‐
ρίας τῆς παρθένου σαρκωθῆναι καταδεξάμε‐
νος Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρε‐
σβείαις τῆς παναχράντου καὶ παναμώμου ἁ‐
γίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ὁσίων καὶ θεο‐
φόρων πατέρων ἡμῶν, τοῦ ἁγίου (τοῦ ναοῦ καὶ τῆς ἡμέρας), καὶ πάντων τῶν ἁγίων, ἐλε‐
ήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάν‐
θρωπος. Εἶτα ὁ ἱερεὺς λέγει (ἀποκρινομένων ἡμῶν τὸ Κύριε, ἐλέησον, συνεχῶς). Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου. Μακαρίσωμεν τοὺς εὐσεβεῖς βασιλεῖς. Τοὺς ὀρθοδόξους ἀρχιερεῖς. [Τοὺς κτίτορας τῆς ἁ‐
γίας ἐκκλησίας (ἢ μονῆς) ταύτης], τοὺς γο‐
νεῖς ἡμῶν καὶ διδασκάλους καὶ πάντας τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡ‐
μῶν, τοὺς ἐνθάδε εὐσεβῶς κειμένους καὶ τοὺς ἁπανταχοῦ ὀρθοδόξους. Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τό· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον. Ὁ ἱερεὺς ποιῶν τὸ σημεῖον τοῦ τιμίου Σταυ‐
ροῦ μεθ᾿ ὑποκλίσεως, ἐπιλέγει· Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ὁ χορός· Ἀμήν. * * * * * Ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους. Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, πάσης ἀρ‐
χῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν. Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλο‐
χρίστου στρατοῦ. Ὑπὲρ τῶν ἀπολειφθέντων πατέρων καὶ ἀδελ‐
φῶν ἡμῶν. Ὑπὲρ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν. Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς. Ὑπὲρ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις, εὔχεσθαι ὑπὲρ αὐτῶν. Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων. Ὑπὲρ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων. Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων. Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς. Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων 9