1 20 ΜΑΡΤΙΟΥ 2016 † Κυριακὴ Α´ Νηστειῶν. (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ

Download Report

Transcript 1 20 ΜΑΡΤΙΟΥ 2016 † Κυριακὴ Α´ Νηστειῶν. (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ

20 ΜΑΡΤΙΟΥ 2016 † Κυριακὴ Α´ Νηστειῶν. (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ). «Ἀνάμνησις τῆς ἀναστηλώσεως τῶν ἱερῶν εἰ‐
κόνων» (843). Τῶν ἐν τῇ μονῇ τοῦ ἁγίου Σάβ‐
βα ἀναιρεθέντων πατέρων (†796). Μύρωνος νεομάρτυρος τοῦ ἐξ Ἡρακλείου (†1793). Ἦχος α´, ἑωθινὸν θ´. (τυπικὸν Τριῳδίου §§28‐30). * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ γαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμά‐
των ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδό‐
κησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύ‐
σῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι, χαρᾶς ἐπλήρω‐
σας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμε‐
νος εἰς τὸ σῶσαι τὸν κόσμον. Καὶ νῦν. Θεοτοκίον. Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σά, Θεοτόκε μυστήρια· τῇ ἁγνείᾳ ἐσφραγι‐
σμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐ‐
γνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα... Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... Ἦχος πλ. α´. ΚΑΘΙΣΜΑΤΑ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρού‐
μενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυ‐
νάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δό‐
ξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλεί‐
ᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάν‐
θρωπε. Δόξα. Τοῦ Τριῳδίου. Ἦχος β´. Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀ‐
* * * Ἀναστάσιμον. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐ‐
γένοντο κηρύττοντος, γυναιξὶ τὴν ἀνάστα‐
σιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέ‐
την, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τά‐
φου, καὶ μόνῳ Θεῷ ἡμῶν. Δόξα. Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου. Σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾅδου· σὺ συνήγειρας, τοὺς ἀπ᾿ αἰῶνος θανόντας, ὡς μόνος φιλάνθρωπος. Καὶ νῦν. Θεοτοκίον. Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δί‐
καιος Δαυΐδ. Ἐδείχθης Πλατυτέρα τῶν οὐρα‐
νῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐ‐
νοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου. 1
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος. Γυναῖκες πρὸς τὸ μνῆμα, παρεγένοντο ὄρθρι‐
αι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔ‐
τρεμον· ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς Μαθηταῖς ἐκήρυττον τὴν ἔγερσιν. Τὸν ᾅ‐
δην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάν‐
τας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυ‐
νάμει σταυροῦ. Δόξα. Ἐν τῷ Σταυρῷ προσηλωθείς, ἡ ζωὴ τῶν ἁ‐
πάντων, καὶ ἐν νεκροῖς λογισθείς, ὁ ἀθάνα‐
τος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἤ‐
γειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς. Διὰ τοῦτο αἱ Δυ‐
νάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα. Δό‐
ξα τοῖς σοῖς παθήμασι Χριστέ· δόξα τῇ ἀνα‐
στάσει σου· δόξα τῇ συγκαταβάσει σου, μόνε Φιλάνθρωπε. Καὶ νῦν. Θεοτοκίον. Τὸν τάφον σου Σωτήρ. Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀ‐
νάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου. * * * ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ [Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια] Ἦχος πλ. α´. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶ‐
τερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐
λευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐
θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σω‐
τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐
σιν δὲ * ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐
γέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κρά‐
ζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐
νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐
ὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´) Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι ηὐλόγηταί Σου... * * * ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος α´. Ἡ τοῦ λῃστοῦ μετάνοια, τὸν Παράδεισον ἐσύ‐
λησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χα‐
ρὰν ἐμήνυσεν· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, πα‐
2
* * * ρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Οἱ Ἀναβαθμοί. Ἦχος α´. Ἀντίφωνον Α´. ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀ‐
δυνῶν, Κύριε σοὶ κράζω. Κύριε, ἐλέησον. Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγί‐
νεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός. Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾄσωμεν τῇ τρι‐
αδικῇ μονοκρατορίᾳ. Ἀντίφωνον Β´. Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρε‐
ταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε. Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ‐
μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας. Κύριε, ἐλέησον. (γ´) Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον· ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ. Ἀντίφωνον Γ´. Ἐπὶ τοῖς εἰρηκόσι μοι· Ὁδεύσωμεν εἰς τὰς αὐ‐
λὰς τοῦ Κυρίου· εὐφράνθη μου τὸ πνεῦμα, συγχαίρει ἡ καρδία. Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας· ἐκεῖ γὰρ θρό‐
νων ἐκτεθέντων, κριθήσονται, ἅπασαι αἱ φυ‐
λαὶ τῆς γῆς καὶ γλῶσσαι. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν· Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύ‐
σει, ἀλλ᾿ οὐ προσώποις. Προκείμενον. Ψαλμὸς ια´ (11). Νῦν ἀναστήσομαι, λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. (δίς) Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμέ‐
νον ἑπταπλασίως. Νῦν ἀναστήσομαι, λέγει Κύριος... Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁ‐
γίου Εὐαγγελίου. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγ‐
γελίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος· Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν Θ´ Ἐκ τοῦ κατὰ Ἰωάννην (κ´ 19‐31). Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅ‐
που ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φό‐
βον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μα‐
θηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλ‐
κέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, 3
ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκρά‐
τηνται. Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγό‐
μενος Δίδυμος, οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐ‐
ὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ᾿ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθη‐
ταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾿ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Εἶτα λέ‐
γει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπί‐
στευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύ‐
σαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐ‐
ποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐ‐
τοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τού‐
τῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵ‐
να πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐ‐
τοῦ. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης· Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνή‐
σωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ‐
ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προ‐
σκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡ‐
μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνο‐
μά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ‐
νάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλο‐
γοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστα‐
σιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον. Ἦχος πλ. δ´. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐
4
δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ἦχος πλ. δ´. Τῆς μετανοίας ἄνοιξόν μοι πύλας, ζωοδότα· * ὀρθρίζει γὰρ τὸ πνεῦμά μου * πρὸς ναὸν ἅγι‐
όν σου, * ναὸν φέρον τοῦ σώματος * ὅλον ἐ‐
σπιλωμένον· * ἀλλ᾿ ὡς οἰκτίρμων κάθαρον * εὐσπλάγχνῳ σου ἐλέει. Καὶ νῦν. Θεοτοκίον ὅμοιον. Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε· * αἰσχραῖς γὰρ κατερρύπωσα * τὴν ψυχὴν ἁ‐
μαρτίαις, * ὡς ῥαθύμως τὸν βίον μου * ὅλον ἐκδαπανήσας· * ταῖς σαῖς πρεσβείαις ῥῦσαί με * πάσης ἀκαθαρσίας. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος πλ. β´. Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν * ἐν‐
νοῶν ὁ τάλας, * τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως· * ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, * ὡς ὁ Δαυῒδ βοῶ σοι· * Ἐ‐
λέησόν με, ὁ Θεός, * κατὰ τὸ μέγα σου ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέη‐
σον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. * * * ΟΙ ΚΑΝΟΝΕΣ Ὁ ἀναστάσιμος καὶ ὁ τοῦ Τριῳδίου. ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ. Ἦχος α´. Ὁ Εἱρμός. Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθε‐
νὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ᾿ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθα‐
ρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Νέκρωσιν ὑπέστη δι᾿ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχήν μοι ἐνθείς· καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χαῖρε ἡ τῆς χάριτος Πηγή· χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος· χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν Ζωοδό‐
την, Χριστὸν τῷ κόσμῳ κυήσασα. Ὁ τοῦ Τριῳδίου, εἰς στ´, οὗ ἡ ἀκροστιχίς· Σήμερον εὐσεβίης θεοφεγγέος ἤλυθεν αἴγλη. Ποίημα τοῦ κυρίου Θεοφάνους. ᾨδὴ α´. Ἦχος δ´. Θαλάσσης τὸ ἐρυθραῖον. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σκιρτῶντες μετ᾿ εὐφροσύνης σήμερον, πιστοὶ βοήσωμεν· Ὡς θαυμαστὰ τὰ ἔργα σου Χριστέ, καὶ μεγάλη ἡ δύναμις, ὁ τὴν ἡμῶν ὁμόνοιαν, καὶ συμφωνίαν ἐργασάμενος! (δίς) Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἡμέραν χαρμονικὴν θεόφρονες, δεῦτε τελέ‐
σωμεν· νῦν Οὐρανὸς εὐφραίνεται καὶ γῆ, καὶ Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν συ‐
στήματα, διαφερόντως ἑορτάζοντα. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Μεγίστην εὐεργεσίαν βλέποντες, χεῖρας κρο‐
τήσωμεν, τὰ διεστῶτα μέλη τοῦ Χριστοῦ, συ‐
5
νηγμένα πρὸς ἕνωσιν· καὶ τὸν Θεὸν αἰνέσω‐
μεν, τὸν τὴν εἰρήνην πρυτανεύσαντα. Δόξα. Καὶ τοῦ Τριῳδίου. ᾨδὴ γ´. Ἦχος δ´. Εὐφραίνεται ἐπὶ σοί. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐδόθη τῇ Ἐκκλησίᾳ σήμερον, τὰ νικητήρια, θεοκινήτῳ νεύσει καὶ βουλῇ, Μιχαὴλ Θεοδώ‐
ρας τε, τῶν εὐσεβῶς τῆς Πίστεως, ἀντεχομέ‐
νων Βασιλέων ἡμῶν. Οὐκέτι τῶν ἀσεβῶν, αἱρετικῶν νῦν ἡ ὀφρὺς αἴρεται· ἡ γὰρ Θεοῦ δύναμις, τὴν Ὀρθοδοξίαν ἐκράτυνε. (δίς) Καὶ νῦν. Θεοτοκίον. Νεφέλαι προφητικῶς, ζωοποιὸν ἐξ οὐρανοῦ σήμερον, δρόσον ἡμῖν ῥανάτωσαν, ἐπὶ τῇ ἐ‐
γέρσει τῆς Πίστεως. Ῥομφαῖαι τῶν δυσσεβῶν ἐξέλιπον, σαφῶς αἱ‐
ρέσεων· τὸν γὰρ Ναόν σου Πάναγνε σεμνή, ἐν Εἰκόσι κοσμούμενον, πανευσεβῶς θεώμε‐
νοι, νῦν πανιέρως ἀγαλλόμεθα. ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος. Ἦχος α´. Ὁ Εἱρμός. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀ‐
σθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμε‐
νος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βο‐
ᾶν σοι. Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφρά‐
στου σου δόξης Φιλάνθρωπε. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳ‐
κτείρησας, καὶ καταβῆναι πρός με ηὐδόκη‐
σας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθα‐
ρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνη‐
τὸν διέῤῥηξας, καὶ νεκροὺς τριήμερος, ἀνα‐
στὰς ἀφθαρσίαν ἠμφίασας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ παναγίου ἔμεινας ἄφλεκτος· ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομέ‐
νη ἄκαυστα, σαφῶς προεμήνυσε, τὴν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Εὐήχως αἱ μυστικαί, τῶν Ἀποστόλων τοῦ Χρι‐
στοῦ σάλπιγγες, ὑπερφυῶς βοάτωσαν, τῶν σεπτῶν Εἰκόνων ἀνόρθωσιν. Δόξα. Ὑμνήσωμεν τὸν Χριστόν, τὸν ἀναδείξαντα ἡ‐
μῖν Ἄνασσαν, θεοσεβῆ φιλόχριστον, σὺν τῷ θεοστέπτῳ βλαστήματι. Καὶ νῦν. Θεοτοκίον. Σκηνήν σου τὴν ἱεράν, καταλαβόντες οἱ πι‐
στοὶ Πάναγνε, φωτοειδεῖ χάριτι, νῦν καταυ‐
γασθῆναι δεόμεθα. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... * * * ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος α´. Ὅταν ἔλθῃς ὁ Θεός. Ἐξανέστης ὡς Θεός, ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν, ὡς Θεόν σε ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα· Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν ἀνάστασιν. Ὁ Οἶκος. Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾅδου συντρίψαντα, καὶ τοὺς ἀπ᾿ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα, καθὼς ηὐ‐
6
δόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας· καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζω‐
οδότης. Ὅθεν πίστει αἱ γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στε‐
νάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀ‐
γάλλεται, καὶ πάντες συγχαίρουσι· Σὺ γὰρ παρέσχες πᾶσι Χριστέ, τὴν ἀνάστασιν. Καθίσματα τοῦ Τριῳδίου. Κάθισμα. Ἦχος α´. Χορὸς Ἀγγελικός. Τὴν θείαν σου μορφήν, ἐν Εἰκόνι τυποῦντες, τὴν Γέννησιν Χριστέ, ἀριδήλως βοῶμεν, τὰ θαύματα τὰ ἄῤῥητα, τὴν ἑκούσιον Σταύρω‐
σιν· ὅθεν δαίμονες, ἀποδιώκονται φόβῳ, καὶ κακόδοξοι, ἐν κατηφείᾳ θρηνοῦσιν, ὡς τού‐
των συμμέτοχοι. Δόξα. Ἕτερον. Μορφὰς τῶν Προφητῶν, Ἀποστόλων τὰ εἴδη, Μαρτύρων ἱερῶν, καὶ Ἁγίων ἁπάντων, Εἰκό‐
νας καὶ μορφώματα, ἱερῶς ὡραΐζεται· τοῦ Νυμφίου δέ, τοῦ νοητοῦ καὶ τῆς Νύμφης, ἀ‐
γλαΐζεται, ταῖς νοεραῖς ἀγλαΐαις, ἡ μήτηρ ἡ ἄνω Σιών. Καὶ νῦν. Θεοτοκίον. Τοῖς πόθῳ σου Σεμνή, τὴν ἁγίαν Εἰκόνα, τι‐
μῶσι καὶ Θεοῦ, ἀληθῆ σε Μητέρα, συμφώνως καταγγέλλουσι, καὶ πιστῶς προσκυνοῦσί σε· φύλαξ φάνηθι, καὶ κραταιὰ προστασία, ἀπο‐
τρέπουσα, πᾶν δυσχερὲς πόῤῥω τούτων, ὡς πάντα ἰσχύουσα. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ Βασιλεύς... * * * ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τοῦ Τριῳδίου. Κοντάκιον. Ἦχος πλ. δ´. Αὐτόμελον. Ὁ ἀπερίγραπτος Λόγος τοῦ Πατρός, ἐκ σοῦ Θεοτόκε περιεγράφη σαρκούμενος, καὶ τὴν ῥυπωθεῖσαν εἰκόνα εἰς τὸ ἀρχαῖον ἀναμορ‐
φώσας, τῷ θείῳ κάλλει συγκατέμιξεν. Ἀλλ᾿ ὁμολογοῦντες τὴν σωτηρίαν, ἔργῳ καὶ λόγῳ ταύτην ἀνιστοροῦμεν. Ὁ Οἶκος. Τοῦτο τὸ τῆς Οἰκονομίας μυστήριον, πάλαι Προφῆται θειωδῶς ἐμπνευσθέντες, δι᾿ ἡμᾶς, τοὺς εἰς τὰ τέλη τῶν αἰώνων καταντήσαντας, προκατήγγειλαν, τῆς τούτου τυχόντες ἐλ‐
λάμψεως. Γνῶσιν οὖν θείαν δι᾿ αὐτοῦ λαβόν‐
τες, ἕνα Κύριον τὸν Θεὸν γινώσκομεν, ἐν τρι‐
σὶν ὑποστάσεσι δοξαζόμενον, καὶ αὐτῷ μόνῳ λατρεύοντες, μίαν Πίστιν, ἓν Βάπτισμα ἔχον‐
τες, Χριστὸν ἐνδεδύμεθα. Ἀλλ᾿ ὁμολογοῦντες τὴν σωτηρίαν, ἔργῳ καὶ λόγῳ, ταύτην ἀνιστο‐
ροῦμεν. Συναξάριον. Τῇ Κ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Ἀβ‐
βάδων, τῶν ἀναιρεθέντων ὑπὸ τῶν Μαύρων ἐν τῇ Μονῇ τοῦ Ἁγίου Σάββα τοῦ Ἡγιασμέ‐
νου. Στίχ. Διπλοῦς στεφάνους χειρὸς ἐκ τοῦ Κυρίου, Πόνων χάριν δέχεσθε, καὶ τῶν αἱμάτων. Εἰκάδι Ἀββάδες ἐκ χθονὸς οὐρανὸν ἤλυθον εὐρύν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐
μῶν καὶ Ὁμολογητοῦ Νικήτα, Ἐπισκόπου Ἀ‐
πολλωνιάδος. Στίχ. Ὑπὲρ τύπου σοῦ δεινὰ Νικήτας φέρων, Νῦν σὸν πρόσωπον, Χριστέ, ἐν πόλῳ βλέπει. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρ‐
τύρων Γυναικῶν, τῶν ἐν Ἀμινσῷ, Ἀλεξανδρί‐
ας, Κλαυδίας, Εὐφρασίας, Ματρώνης, Ἰουλια‐
νῆς, Εὐφημίας, καὶ Θεοδοσίας. Στίχ. Δηλοῖ Γυναικῶν τῶν πεπυρπολημένων, Ἀριθμὸς ἑπτὰ παρθένος τῶν Παρθένων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ῥοδιανὸς ξί‐
φει τελειοῦται. Στίχ. Ὁ Ῥοδιανὸς ὡς ἐρυθρόν σοι ῥόδον, Χριστέ, προσήχθη, τὸ σῶμα βεβαμμένος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀκύλας ὁ Ἔπαρχος ξίφει τελειοῦται. Στίχ. Ἄμωμον ἱερεῖον ὤφθης, Ἀκύλα, Τμηθεὶς ἀμώμῳ Δεσπότῃ διὰ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Λολλίων πυγμαῖς βαλλόμενος τελειοῦται. Στίχ. Ὁ Λολλίων ἕστηκε τὰς πυγμὰς φέρων, Καὶ μὴ στεναγμόν, μηδὲ μυγμὸν ἐκφέρων. 7
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἐμμανουὴλ ξίφει τε‐
λειοῦται. Στίχ. Ξίφει χεθήτω, κἂν κοτύλη φησί μοι, Ἐμμανουὴλ πέφυκεν αἵματος μία. Ὁ Ἅγιος Νεομάρτυς Μύρων ὁ Κρής, ὁ μαρτυ‐
ρήσας ἐν Κρήτῃ ἐν ἔτει ͵αψϞγ´ (1793), ἀγχόνῃ τελειοῦται. Στίχ. Μύρον νοητὸν ὡράθης ἐξ ἀγχόνης, Μύρων ἀθλητά, δόξα Κρήτης καὶ κλέος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας ἐνδόξου Μάρτυρος Μαρίας τῆς ἐν Πέργῃ. Στίχ. Τίς εἶ Μαρία; Ἀθλήτρια Κυρίου. Εὖγε! εἴσελθε ληψομένη τὰ στέφη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν καὶ Ἰσαποστόλου Μαρτίνου, Ἐπισκό‐
που Μπράγκας τῆς ἐν Πορτογαλίᾳ. (†579) Στίχ. Μοναστὴς σεπτὸς καὶ κλεινὸς ἱεράρχης ὁ Μαρτῖνος δέδεικται ποιμὴν τῆς Μπράγκας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κουθβέρτου, Ἐπισκόπου Λινδισφάρνου τῆς Ἀγγλίας. (†687) Στίχ. Ποιμὴν ἀλόγων προβάτων ὢν τὸ πρῴην, Γκούθμπερτ ἐφάνη ἄριστος ποιμενάρχης. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Ὁσιομάρτυς Μιχαὴλ ὁ ἐκ τῆς Λαύρας τοῦ Ὁσίου Σάββα τοῦ Ἡγιασμένου, τὴν κεφαλὴν τμηθεὶς ἐν Ἱε‐
ροσολύμοις τελειοῦται. Στίχ. Χαίροις Μιχαήλ, τέκνον ὁσίου Σάββα, ἀσκήσεως γὰρ καὶ αἵματος εἶ μάρτυς. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Ἀρτσὶλ τοῦ Β´, τοῦ εὐσεβεστάτου βασιλέως τῆς Γεωργίας. Στίχ. Στέμμα ἔβαψας αἵματι μαρτυρίου, καὶ ἄλλο λαμπρόν, Ἀρτσίλ, εἴληφας στέφος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Ὁ‐
σιομάρτυρος Εὐφροσύνου, τοῦ ἀσκήσαντος ἐν τῇ Κυανῇ Λίμνῃ καὶ μαρτυρικῶς ἀναιρε‐
θέντος ὑπὸ Πολωνῶν ἐπιδραμόντων στρατι‐
ωτῶν. (†1655) Στίχ. Πλέων ἐν λίμνῃ τῆς Χριστοῦ ἡσυχίας, ὁ Εὐφρόσυνος ἤθλησεν εὐφροσύνως. Καὶ τοῦ Τριῳδίου. Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πρώτῃ τῶν Νηστει‐
ῶν, ἀνάμνησιν ποιούμεθα τῆς ἀναστηλώσε‐
ως τῶν ἁγίων καὶ σεπτῶν Εἰκόνων, γενομέ‐
νης παρὰ τῶν ἀειμνήστων Αὐτοκρατόρων Κωνσταντινουπόλεως, Μιχαὴλ καὶ τῆς μη‐
τρὸς αὐτοῦ Θεοδώρας, ἐπὶ τῆς Πατριαρχείας τοῦ ἁγίου καὶ ὁμολογητοῦ Μεθοδίου. Στίχ. Τὰς οὐ πρεπόντως ἐξορίστους Εἰκόνας, Χαίρω, πρεπόντως προσκυνουμένας βλέπων. * Τῇ δ᾿ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ἄγομεν ἐπ᾿ ἴ‐
σης καὶ τῆς εὑρέσεως τῆς ἐν τῇ νήσῳ τῶν Κυ‐
κλάδων Σικίνῳ θαυματουργοῦ εἰκόνος τῆς Ὑ‐
περαγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀει‐
παρθένου Μαρίας, τῆς Παντανάσσης, τῆς καὶ προστάτιδος τῆς αὐτῆς νήσου τελούσης. Στίχ. Ἀγαλλομένη Σίκινος σήμερον γεραίρει Πλοῦτον ἄσυλον Παντανάσσης τὸ σέλας. Τῇ δ᾿ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ἔτι τοῦ μαρτυρί‐
ου τῶν μοναχῶν ἐν Μανδαμάδῳ Λέσβου καὶ τῆς κατασκευῆς τῆς αὐτόσε Εἰκόνος τοῦ Ταξι‐
άρχου. Στίχ. Ἐβουλόμην σοι, Μιχαήλ, ᾆσμα πρέπον. Ἄσαι πρεπόντως, ἀλλ᾿ ἄϋλον, οὐκ ἔχω. Ἡ ἀπαράλλακτος Εἰκὼν τοῦ Πατρός, πρε‐
σβείαις τῶν ἁγίων σου Ὁμολογητῶν, ἐλέη‐
σον καὶ σῶσον ἡμᾶς. Ἀμήν. * * * ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Α´ Κυριακῆς τῶν νηστειῶν (Τῆς Ὀρθοδοξίας) ᾨδὴ α´. Ἦχος δ´. Θαλάσσης * τὸ ἐρυθραῖον πέλαγος * ἀβρό‐
χοις ἴχνεσιν * ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, * σταυροτύποις Μωσέως χερσὶ * τοῦ Ἀμαλὴκ τὴν δύναμιν * ἐν τῇ ἐρήμῳ ἐτροπώσατο. ᾨδὴ γ´. Εὐφραίνεται ἐπὶ σοὶ * ἡ Ἐκκλησία σου, Χρι‐
στέ, κράζουσα· * Σύ μου ἰσχύς, Κύριε, * καὶ καταφυγὴ καὶ στερέωμα. 8
ᾨδὴ δ´. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία * ἐπὶ Σταυ‐
ροῦ τὸν ἥλιον * τῆς δικαιοσύνης, * ἔστη ἐν τῇ τάξει αὐτῆς, * εἰκότως κραυγάζουσα· * Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε´. Σύ, Κύριέ μου, φῶς * εἰς τὸν κόσμον ἐλήλυ‐
θας· * φῶς ἅγιον, ἐπιστρέφον * ἐκ ζοφώδους ἀγνοίας * τοὺς πίστει ἀνυμνοῦντάς σε. ᾨδὴ Ϛ´. Θύσω σοι * μετὰ φωνῆς αἰνέσεως, Κύριε, * ἡ Ἐκκλησία βοᾷ σοι, * ἐκ δαιμόνων λύθρου κε‐
καθαρμένη * τῷ δι᾿ οἶκτον * ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι. ᾨδὴ ζ´. Ἐν τῇ καμίνῳ * Ἀβραμιαῖοι παῖδες τῇ περσι‐
κῇ, * πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογὶ * πυρπολούμενοι, ἐκραύγαζον· * Εὐλογημένος εἶ * ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε. ᾨδὴ η´. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Χεῖρας ἐκπετάσας Δανιήλ, * λεόντων χάσμα‐
τα * ἐν λάκκῳ ἔφραξε· * πυρὸς δὲ δύναμιν ἔ‐
σβεσαν * ἀρετὴν περιζωσάμενοι * οἱ εὐσεβεί‐
ας ἐρασταὶ * παῖδες, κραυγάζοντες· * Εὐλο‐
γεῖτε, * πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον. Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐
καριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐
τόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐
θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ´. Λίθος ἀχειρότμητος ὄρους * ἐξ ἀλαξεύτου σου, Παρθένε, * ἀκρογωνιαῖος ἐτμήθη * Χρι‐
στός, συνάψας * τὰς διεστώσας φύσεις. * Διὸ ἐπαγαλλόμενοι * σέ, Θεοτόκε μεγαλύνομεν. * * * Συναπτὴ μικρά, μεθ᾿ ἣν Ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... Ὁ διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. * * * Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος δ´. Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐
ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐
φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β´. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν. 9
Ἀναστάσιμον Ἐξαποστειλάριον Θ´. Συγκεκλεισμένων Δέσποτα, τῶν θυρῶν ὡς εἰ‐
σῆλθες, τοὺς Ἀποστόλους ἔπλησας, Πνεύμα‐
τος παναγίου, εἰρηνικῶς ἐμφυσήσας, οἷς δε‐
σμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας εἴρηκας· καὶ ὀκτὼ μεθ᾿ ἡμέρας, τὴν σὴν πλευράν, τῷ Θω‐
μᾷ ὑπέδειξας καὶ τὰς χεῖρας, μεθ᾿ οὗ βοῶμεν· Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις. Εἶτα τὰ παρόντα τοῦ Τριῳδίου. Ἦχος β´. Γυναῖκες ἀκουτίσθητε. Σκιρτήσατε, κροτήσατε, μετ᾿ εὐφροσύνης ᾄ‐
σατε· Ὡς θαυμαστά σου καὶ ξένα, Χριστὲ βο‐
ῶντες τὰ ἔργα! καὶ τίς ἰσχύσει ἐξειπεῖν, Σῶ‐
τερ τὰς δυναστείας σου, τοῦ τὴν ἡμῶν ὁμό‐
νοιαν, καὶ συμφωνίαν εἰς μίαν, ἑνώσαντος Ἐκκλησίαν; Θεοτοκίον. Ῥομφαῖαι νῦν ἐξέλιπον, τῆς δυσμενοῦς αἱρέ‐
σεως, καὶ τὸ μνημόσυνον ταύτης, ἐξηφανί‐
σθη μετ᾿ ἤχου· τὸν γὰρ Ναόν σου Πάναγνε, πανευπρεπῶς θεώμενοι, κεκοσμημένον χάρι‐
σι, τῶν σεβασμίων Εἰκόνων, χαρᾶς πληρού‐
μεθα πάντες. Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον κα‐
ταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρή‐
νευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παν‐
τοδύναμος. Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. Ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀ‐
ναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε. Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐
νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζον‐
τες, ὑμνοῦμέν σε Χριστέ· ἐτέχθης ἐκ Παρθέ‐
νου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί· ἔπα‐
θες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρόν· ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ πα‐
στάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον· Κύ‐
ριε δόξα σοι. * * * Καὶ τοῦ Τριῳδίου Προσόμοια γ´ εἰς δ´. ΑΙΝΟΙ Ἦχος δ´. Ἔδωκας σημείωσιν. Ἦχος α´. Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐
νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. α´. Στιχηρὰ Ἀναστάσιμα. Ἦχος α´. Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐
πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὑμνοῦμέν σου Χριστέ, τὸ σωτήριον πάθος, καὶ δοξάζομέν σου τὴν ἀνάστασιν. Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐ‐
τοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμε‐
ως αὐτοῦ. Ἐν σοὶ νῦν ἀγάλλεται, ἡ Ἐκκλησία φιλάν‐
θρωπε, τῷ Νυμφίῳ καὶ Κτίστῃ αὐτῆς τῷ ταύ‐
την θελήματι, θεοπρεπεστάτῳ, ἐξ εἰδώλων πλάνης, λυτρωσαμένῳ καὶ σαὐτῷ, ἁρμοσα‐
μένῳ τιμίῳ Αἵματι, φαιδρῶς ἀπολαμβάνου‐
σα, τὴν ἱερὰν ἀναστήλωσιν, τῶν Εἰκόνων, καὶ χαίρουσα, σὲ ὑμνεῖ καὶ δοξάζει πιστῶς. Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἐν σοὶ νῦν ἀγάλλεται, ... Στίχ. ζ´. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθή‐
τω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. 10
Σαρκὸς τὸ ἐκτύπωμα, ἀναστηλοῦντές σου Κύριε, σχετικῶς ἀσπαζόμεθα, τὸ μέγα μυστή‐
ριον, τῆς Οἰκονομίας, τῆς σῆς ἐκδηλοῦντες· οὐ γὰρ δοκήσει, ὥς φασιν, οἱ θεομάχοι παῖδες τοῦ Μάνεντος, ἡμῖν ὤφθης Φιλάνθρωπε, ἀλλ᾿ ἀληθείᾳ καὶ φύσει σαρκός, δι᾿ αὐτοῦ ἀ‐
ναγόμενοι, πρὸς σὸν πόθον καὶ ἔρωτα. Στίχ. η´. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Ἡμέρα χαρμόσυνος, καὶ εὐφροσύνης ἀνά‐
πλεως, πεφανέρωται σήμερον· φαιδρότης δογμάτων γάρ, τῶν ἀληθεστάτων, ἀστράπτει καὶ λάμπει, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, κεκο‐
σμημένη ἀναστηλώσεσιν, Εἰκόνων τῶν ἁγί‐
ων νῦν, ἐκτυπωμάτων καὶ λάμψεσι· καὶ ὁμό‐
νοια γίνεται, τῶν πιστῶν θεοβράβευτος. Δόξα. Τοῦ Τριῳδίου. Ἦχος πλ. β´. Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας, Νόμον ἐδέ‐
ξατο, καὶ λαὸν ἐπεσπάσατο. Ἠλίας νηστεύ‐
σας, Οὐρανοὺς ἀπέκλεισε· τρεῖς δὲ Παῖδες Ἀ‐
βραμιαῖοι, τύραννον παρανομοῦντα, διὰ νη‐
στείας ἐνίκησαν. Δι᾿ αὐτῆς καὶ ἡμᾶς Σωτὴρ ἀξίωσον, τῆς Ἀναστάσεως τυχεῖν, οὕτω βο‐
ῶντας· Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀ‐
θάνατος, ἐλέησον ἡμᾶς. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρ‐
θένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐
ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐
τὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκή‐
σας, δόξα σοι. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐
ματά σου. (ἐκ γ´) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. * * * Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐
στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐
ποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
11
νων. Ἀμήν. Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ· Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. Μετὰ τὸ ᾀσματικὸν τῆς δοξολογίας «Ἅγιος ὁ Θεὸς» κ.λπ. (ἢ μετὰ τὴν ὀπισθάμβωνον εὐ‐
χὴν τῆς θείας λειτουργίας), τελεῖται ἡ λιτά‐
νευσις τοῦ τιμίου Σταυροῦ καὶ τῶν ἱ. εἰκόνων πέριξ ἢ ἔσωθεν τοῦ ἱ.ναοῦ κατὰ τὴν διάταξιν. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· * ᾄσω‐
μεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· * καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος. Εἰς τὴν Α´ Ὥραν. Ἑωθινὸν θ´. Ἦχος πλ. α´. Ὡς ἐπ᾿ ἐσχάτων τῶν χρόνων, οὔσης ὀψίας Σαββάτων, ἐφίστασαι τοῖς φίλοις Χριστέ, καὶ θαύματι θαῦμα βεβαιοῖς, τῇ κεκλεισμένῃ εἰ‐
σόδῳ τῶν θυρῶν, τὴν ἐκ νεκρῶν σου ἀνάστα‐
σιν· ἀλλ᾿ ἔπλησας χαρᾶς τοὺς Μαθητάς, καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς, καὶ ἐ‐
ξουσίαν ἔνειμας ἀφέσεως ἁμαρτιῶν, καὶ τὸν Θωμᾶν οὐ κατέλιπες, τῷ τῆς ἀπιστίας κατα‐
βαπτίζεσθαι κλύδωνι. Διὸ παράσχου καὶ ἡ‐
μῖν, γνῶσιν ἀληθῆ, καὶ ἄφεσιν πταισμάτων, εὔσπλαγχνε Κύριε. * * * * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τῶν Κανόνων ἡ γ´ καὶ ἡ Ϛ´ ᾠδή. Εἰ δὲ μή, τὰ Ἀντίφωνα τῆς ἑορτῆς. Ἀντίφωνον Α´. Ἦχος β´. (Ἐκλογή). Στίχ. α´. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ πε‐
ριεζώσατο. (Ϟβ´ 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐
σον ἡμᾶς. Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ´ 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ´. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυ‐
ρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; (ρε´ 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ´. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυ‐
ρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ. (ρϚ´ 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β´. Ἦχος β´. (Ἐκλογή). Στίχ. α´. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. (ρϚ´ 8) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νε‐
κρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β´. Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτω‐
σαν αὐτόν. (ρϚ´ 32) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Στίχ. γ´. Ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμέ‐
νους αὐτόν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐ‐
τοῦ. (λβ´ 18) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Στίχ. δ´. Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πε‐
πεδημένων, τοῦ λῦσαι τοῦς υἱοὺς τῶν τεθα‐
νατωμένων. (ρα´ 21) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐
νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς 12
ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐
μᾶς. Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ´. Ἦχος β´. (Ἐκλογή). Στίχ. α´. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ. (ξη´ 35) Τὸ ἀπολυτίκιον τῆς ἑορτῆς. Τὴν ἄχραντον εἰκόνα σου... Στίχ. β´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. (ριζ´ 24) Τὴν ἄχραντον εἰκόνα σου... Στίχ. γ´. Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξο‐
μολογήσομαί σοι. (κθ´ 13) Τὴν ἄχραντον εἰκόνα σου... * * * ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. * * * Τὸ ἀναστάσιμον ἀπολυτίκιον. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Εἶτα τῆς ἑορτῆς. Εἶτα τὸ ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον. Ἦχος πλ. δ´. Αὐτόμελον. (Κατὰ τὰς Α´, Β´, Γ´, Δ´ Κυριακὰς τῆς Μ. Τεσσαρακοστῆς καὶ τῷ Σαββάτῳ τοῦ Ἀκαθίστου). (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε, νύμφη ἀνύμφευτε. * * * ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ * * * ΑΠΟΣΤΟΛΟΣ Προκείμενον καὶ Ἀλληλούϊα τὰ ἐν τῷ Τριῳδίῳ εἰδικὰ τῆς Κυριακῆς. Τοῦ Τριῳδίου (Κυριακῆς τῆς Ὀρθοδοξίας). (Ἑβρ. ια´ 24‐26, 32‐40). Προκείμενον. Ἦχος δ´. Ὕμνος τριῶν Παίδων (Δανιὴλ γ´). Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὐ‐
θεῖαι αἱ ὁδοί σου. Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνά‐
γνωσμα. Ἀδελφοί, πίστει Μωϋσῆς «μέγας γενόμενος» ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπό‐
λαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χρι‐
στοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμε‐
νον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμ‐
ψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαν‐
το βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέ‐
τυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόν‐
των, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόμα‐
τα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενεί‐
ας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβο‐
λὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐ‐
τυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπο‐
λύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχω‐
σιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖ‐
ραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλι‐
13
θάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μη‐
λωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗ‐
τοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Ἀλληλούϊα (γ´). Ἦχος πλ. δ´. (Ψαλμὸς Ϟη´). Στίχ. Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐ‐
τοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκου‐
εν αὐτῶν, ἐν στύλω νεφέλης ἐλάλει πρὸς αὐ‐
τούς. ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς Α´ Νηστειῶν (Ἰω. α´ 44‐52). Ἐκ τοῦ κατὰ Ἰωάννην Ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. Τῷ καιρῷ ἐκείνῳ, ἠθέλησεν ὁ Ἰησοῦς ἐξελ‐
θεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀν‐
δρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Να‐
θαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰη‐
σοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύ‐
ναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐ‐
τῷ· Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασι‐
λεὺς τοῦ Ἰσραήλ. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. Καὶ λέ‐
γει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄ‐
ψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέ‐
λους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαί‐
νοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου. * * * Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας… Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, * πᾶσα ἡ κτί‐
σις, * ἀγγέλων τὸ σύστημα * καὶ ἀνθρώπων τὸ γένος, * ἡγιασμένε ναὲ * καὶ παράδεισε λο‐
γικέ, * παρθενικὸν καύχημα, * ἐξ ἧς Θεὸς ἐ‐
σαρκώθη * καὶ παιδίον γέγονεν * ὁ πρὸ αἰώ‐
νων ὑπάρχων Θεὸς ἡμῶν· * τὴν γὰρ σὴν μή‐
τραν * θρόνον ἐποίησε * καὶ τὴν σὴν γαστέρα * πλατυτέραν οὐρανῶν ἀπειργάσατο. * Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, * πᾶσα ἡ κτίσις· δό‐
ξα σοι. * * * Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλλη‐
λούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… Ἦχος β´. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐
σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐
καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐
ληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) 14
Ἀπόλυσις· Ὁ ἀναστὰς ἐκ νεκρῶν... Δι᾿ εὐχῶν... Ἀμήν. * * * * * ΣΥΜΠΛΗΡΩΜΑ ᾨδαὶ δ´‐θ´ τῶν κανόνων. ᾨδὴ δ´. Ὁ ἀναστάσιμος. Ἦχος α´. Ὁ Εἱρμός. Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προ‐
βλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλ‐
μοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προα‐
νεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀ‐
νάπλασιν. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τίς οὗτος, Σωτήρ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στε‐
φηφορῶν ἐξ ἀκανθῶν, πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑ‐
πάρχει οὗτος ὁ Ἅγιος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Βιαιοτάτης ῥυσάμενος δυσσεβείας, τὸν σὸν λαὸν ἀνάδειξον τῷ τῆς εὐσεβείας, ζήλῳ πυρ‐
πολούμενον, καὶ πίστει κραυγάζοντα· Δόξα τῇ δυνάμει σου Κύριε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἱεροτύποις μορφώσεσι τῶν Εἰκόνων, τῶν τοῦ Χριστοῦ θεώμενοι, καὶ τῆς Θεοτόκου, τύποις καταλάμποντα, τὰ θεῖα σκηνώματα, ἱεροπρε‐
πῶς ἀγαλλόμεθα. Δόξα. Ἡ Βασίλισσα στεφάνῳ κεκοσμημένη, τὴν ἀ‐
ληθῆ ποθήσασα, Χριστοῦ Βασιλείαν, τούτου ἀνιστόρησεν, Εἰκόνα τὴν ἄχραντον, καὶ τὰ τῶν Ἁγίων μορφώματα. Καὶ νῦν. Θεοτοκίον. Σεσαρκωμένον τεκοῦσα τὸν Θεὸν Λόγον, θε‐
οπρεπὲς ἁγίασμα, Κεχαριτωμένη, τούτου ἀ‐
ναδέδειξαι· διό σου τὸ τέμενος, τὸ φωτοειδὲς ἐγκαινίζομεν. ᾨδὴ ε´. Ὁ ἀναστάσιμος. Ἦχος α´. Ὁ Εἱρμός. Ἴδετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε· ὃν ὡς κακοῦργον γὰρ ὑμεῖς, ἀναρτηθῆναι ἐν σταυρῷ, Πιλάτῳ ᾐτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν, θεοπρεπῶς ἐξα‐
νέστη τοῦ μνήματος. Ὁ φωτίσας τῇ ἐλλάμψει τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φω‐
τὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑ‐
μνούντων σε. Θεοτοκίον. Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ξύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάμεθα· οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε. Τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανά‐
τωσαν· ἀλλ᾿ αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ᾅ‐
δῃ τεθαμμένους, κράτους θανάτου ἐῤῥύσατο. Καὶ τοῦ Τριῳδίου. Τῷ Σταυρῷ σου τὴν εἰρήνην, εὐαγγελισάμε‐
νος, καὶ κηρύξας αἰχμαλώτοις Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ᾔσχυνας, Χριστέ, γυ‐
μνὸν ἠπορημένον, δείξας τῇ θείᾳ ἐγέρσει σου. ᾨδὴ δ´. Ἦχος δ´. Ἐπαρθέντα σε ἰδοῦσα. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐπιφοιτήσει τῇ θείᾳ τοῦ Παρακλήτου, τὸν σὸν Ναὸν ἁγίασον, καὶ τῇ παρουσίᾳ, τούτου τῆς αἱρέσεως, τὴν πλάνην ἀπέλασον, Λόγε τοῦ Θεοῦ πολυέλεε. (δίς) Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. 15
Τὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύ‐
μνητε, μὴ παρίδῃς, ἀλλὰ δέχου, καὶ ταύτας προσάγαγε, τῷ Υἱῷ σου Ἄχραντε Θεῷ, τῷ μό‐
νῳ εὐεργέτη· σὲ γὰρ προστάτιν κεκτήμεθα. Ἀνήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε, τὸ κῆτος χει‐
ρωσάμενος, τὸ παμφάγον παντοδύναμε, τῷ σῷ κράτει καθελὼν αὐτοῦ τὴν δύναμιν· σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις, καὶ ἡ ἀνάστασις. Καὶ τοῦ Τριῳδίου. Θεοτοκίον. ᾨδὴ ε´. Ἦχος δ´. Σὺ Κύριέ μου φῶς. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Θοῦ Κύριε τῇ σῇ, Ἐκκλησίᾳ κραταίωμα, ἀ‐
κλόνητον διαμένειν, εἰς αἰῶνα αἰῶνος, τῷ σά‐
λῳ τῶν αἱρέσεων. (δίς) Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Εἰς ἅπασαν τὴν γῆν, ἡ φαιδρότης ἐξέλαμψε, τῆς ἄνωθεν δεδομένης, τοῖς πιστοῖς εὐφροσύ‐
νης, καὶ θείας ἀντιλήψεως. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὁ μόνος ἀγαθός, καὶ πηγὴ ἀγαθότητος, σὺ ὕ‐
ψωσον ὀρθοδόξων, Βασιλέων τὸ κέρας, τι‐
μώντων τὴν Εἰκόνα σου. Δόξα. Φῶς ἄδυτον ἡμῖν, εὐσεβείας ἀνέτειλε, θεσπί‐
σματι θεοπνεύστῳ, τῶν πιστῶν Βασιλέων, καὶ νεύματι θεόφρονι. Καὶ νῦν. Θεοτοκίον. Ἐγκαίνισον ἡμῖν, τὴν ἀρχαίαν εὐπρέπειαν, πανάχραντε Θεομῆτορ, καὶ τὸν Οἶκόν σου τοῦτον, ἁγίασον σῇ χάριτι. ᾨδὴ στ´. Ὁ ἀναστάσιμος. Ἦχος α´. Ὁ Εἱρμός. Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος· οὐκ ἔστιν ὁ ῥυόμενος· ἐλογίσθημεν ὡς πρόβατα σφα‐
γῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθω‐
σις. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τῷ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δει‐
νῶς ἐτραυματίσθημεν· τῷ δὲ μώλωπι ἰάθη‐
μεν τῷ σῷ, ᾧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χρι‐
στέ· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπα‐
νόρθωσις. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Εὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόν‐
τες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου, καὶ μετὰ γέννη‐
σιν. Καὶ τοῦ Τριῳδίου. ᾨδὴ Ϛ´. Ἦχος δ´. Θύσω σοι, μετὰ φωνῆς. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Γράφεται, καὶ τιμᾶται πιστῶς προσκυνούμε‐
νος, ὁ χαρακτὴρ τοῦ Δεσπότου· καὶ λαμβάνει πάλιν ἡ Ἐκκλησία, παῤῥησίαν, εὐσεβῶς τὸν Σωτῆρα δοξάζουσα. (δίς) Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Γυμνοῦται, κατηφείας καὶ σκότους αἱρέσεως, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, καὶ φορεῖ χιτῶνα τῆς εὐφροσύνης, καὶ τῇ θείᾳ, καὶ φωσφόρῳ πυκάζεται χάριτι. (δίς) Δόξα. Εὐκλείας, τῆς ἀρχαίας ἐλλάμψεως ἔτυχε, τῶν Ὀρθοδόξων ὁ δῆμος, Θεοδώρας νεύσει τῆς Βασιλίδος, καὶ τοῦ ταύτης, εὐσεβοῦς Μιχαὴλ Αὐτοκράτορος. Καὶ νῦν. Θεοτοκίον. Ὁ πάλαι, μαρτυρίου προστάξας γενέσθαι σκηνήν, ὡς ἐν σκηνῇ λογικῇ σοι, κατοικεῖ ὁ μόνος δεδοξασμένος, ὁ δοξάζων, τὸν Ναόν σου Παρθένε τοῖς θαύμασι. ᾨδὴ ζ´. Ὁ ἀναστάσιμος. Ἦχος α´. Ὁ Εἱρμός. Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυ‐
ψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γα‐
στρί σου ἀνέπλασεν, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος. 16
Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἔφριξε γῆ, ἀπεστράφη ἥλιος, καὶ συνεσκότα‐
σε τὸ φῶς, διεῤῥάγη τὸ τοῦ Ναοῦ θεῖον κατα‐
πέτασμα, πέτραι δὲ ἐσχίσθησαν· διὰ Σταυροῦ γὰρ ᾖρται ὁ δίκαιος, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σὺ γεγονώς, ὡσεὶ ἀβοήθητος, καὶ τραυματίας ἐν νεκροῖς, ἑκουσίως τὸ καθ᾿ ἡμᾶς, ὁ ὑπερυ‐
ψούμενος, πάντας ἠλευθέρωσας, καὶ κραταιᾷ χειρὶ συνανέστησας, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χαῖρε πηγή, ἀειζώου νάματος· Χαῖρε Παρά‐
δεισε τρυφῆς· Χαῖρε τεῖχος τὸ τῶν πιστῶν· Χαῖρε Ἀπειρόγαμε· Χαῖρε ἡ παγκόσμιος χα‐
ρά, δι᾿ ἧς ἡμῖν ἐξανέτειλεν, ὁ αἰνετὸς τῶν πα‐
τέρων, Θεὸς καὶ ὑπερένδοξος. Καὶ τοῦ Τριῳδίου. ᾨδὴ ζ´. Ἦχος δ´. Ἐν τῇ καμίνῳ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Συγχορευέτω, τῆς Ἐκκλησίας τῇ φαιδρότητι, πόθῳ θεϊκῷ Ἀγγέλων ἡ στρατιά, θεοφρόνως ἀναμέλπουσα· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε. (δίς) Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἡ Ἐκκλησία, τῶν πρωτοτόκων καὶ πανήγυ‐
ρις, χαίρει θεωμένη νῦν τὸν θεῖον λαόν, ὁμο‐
φρόνως ἀναμέλποντα· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε. (δίς) Δόξα. Λελυτρωμένοι, τῆς πρὶν ἀχλύος τῆς αἱρέσε‐
ως, νεύσει Θεοδώρας τῆς ἀξιοπρεποῦς, Βασι‐
λίδος ἀναμέλπομεν· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε. Καὶ νῦν. Θεοτοκίον. Ὑπὲρ τὰς ἄνω, χοροστασίας, ἤρθης Πάναγνε, μόνη γενομένη Μήτηρ τοῦ Παντουργοῦ γε‐
γηθότες οὖν κραυγάζομεν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε Δέσποινα. ᾨδὴ η´. Ὁ ἀναστάσιμος. Ἦχος α´. Ὁ Εἱρμός. Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυ‐
σοῦ, ἀπέστιλβον ψάλλοντες· Εὐλογεῖτε πάν‐
τα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυ‐
ψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὁ βουλήσει ἅπαντα ποιῶν, ὁ καὶ μετασκευά‐
ζων, ἐκτρέπων σκιὰν θανάτου, εἰς αἰώνιον ζωήν, τῷ πάθει σου Λόγε Θεοῦ, σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦμεν, καὶ ὑπε‐
ρυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σὺ καθεῖλες σύντριμμα Χριστέ, καὶ τὴν τα‐
λαιπωρίαν, ἐν πύλαις, καὶ ὀχυρώμασι τοῦ ᾅ‐
δου, ἀναστὰς ἐκ τάφου τριήμερος. Σὲ ἀπαύ‐
στως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὴν ἀσπόρως καὶ ὑπερφυῶς, ἐξ ἀστραπῆς τῆς θείας, τεκοῦσαν τὸν μαργαρίτην, τὸν πο‐
λύτιμον Χριστόν, ὑμνήσωμεν λέγοντες· Εὐλο‐
γεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Καὶ τοῦ Τριῳδίου. ᾨδὴ η´. Ἦχος δ´. Χεῖρας ἐκπετάσας Δανιήλ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Θεσμοὺς Ἐκκλησίας πατρικούς, διαφυλάτ‐
τοντες, εἰκόνας γράφομεν, καὶ ἀσπαζόμεθα στόμασι, καὶ καρδίᾳ καὶ θελήματι, τῶν τοῦ Χριστοῦ, καὶ τῶν αὐτοῦ Ἁγίων κράζοντες· Εὐ‐
λογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. (δίς) Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐπὶ τὸ πρωτότυπον σαφῶς, τὴν τῆς Εἰκόνος τιμήν, καὶ τὴν προσκύνησιν, ἀναβιβάζοντες 17
σέβομεν· θεηγόρων τοῖς διδάγμασιν ἀκολου‐
θοῦντες, τῷ Χριστῷ πίστει κραυγάζομεν· Εὐ‐
λογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. (δίς) Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. Νοῦν καταυγασθεῖσα φωτισμῷ, τοῦ θείου Πνεύματος, σεπτὴ Βασίλισσα, καρποὺς θεό‐
φρονας ἔχουσα, τὴν εὐπρέπειαν ἠγάπησε, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, καὶ ὡραιότητα, εὐλογοῦσα, ἅμα πιστοῖς Ἰησοῦν τὸν Θεάν‐
θρωπον. Καὶ νῦν. Θεοτοκίον. Ἀκτῖσι φωτὸς τοῦ νοητοῦ, καταλαμπόμενος ὁ θεῖος Οἶκός σου, κατασκιάζει νῦν ἅπαντας, τῇ νεφέλῃ τῇ τοῦ Πνεύματος, καὶ ἁγιάζει τοὺς πιστούς, συμφώνως ψάλλοντας· Εὐλο‐
γεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. ᾨδὴ θ´. Ὁ ἀναστάσιμος. Ἦχος α´. Ὁ Εἱρμός. Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθ᾿ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκα‐
ταπαύστως μεγαλύνωμεν. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὢ πῶς ὁ λαὸς ὁ ἄνομος, ὁ ἀπειθὴς καὶ πονη‐
ρὰ βουλευσάμενος, τὸν ἀλάστορα καὶ ἀσεβῆ ἐδικαίωσε, τὸν δὲ δίκαιον ξύλῳ κατέκρινε, τὸν Κύριον τῆς δόξης! Ὃν ἐπαξίως μεγαλύ‐
νομεν. Σῶσον τὸν λαόν σου Κύριε, ὅν περ ἐκτήσω τῷ τιμίῳ σου αἵματι, κατ᾿ ἐχθρῶν ἰσχὺν τῷ βασι‐
λεῖ χαριζόμενος, καὶ ταῖς σαῖς Ἐκκλησίαις Φι‐
λάνθρωπε, βραβεύων τὴν εἰρήνην, τῆς Θεο‐
τόκου ταῖς ἐντεύξεσιν. Καὶ τοῦ Τριῳδίου. ᾨδὴ θ´. Ἦχος δ´. Λίθος ἀχειρότμητος. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἱερογραφίαις Εἰκόνων, κεκοσμημένην καθο‐
ρῶντες, πάλιν τὴν σεπτὴν Ἐκκλησίαν, μετ᾿ εὐλαβείας πάντες προσδράμωμεν, καὶ τῷ Χριστῷ βοήσωμεν· Σὲ μεγαλύνομεν Τρισάγιε. (δίς) Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Γέρας καὶ τιμὴν κεκτημένη, ἡ Ἐκκλησία τὸν Σταυρόν σου, καὶ τὰς σεβασμίους Εἰκόνας, καὶ τῶν Ἁγίων τὰ ἐκτυπώματα, μετ᾿ εὐφρο‐
σύνης Δέσποτα, καὶ θυμηδίας μεγαλύνει σε. (δίς) Δόξα. Λάμπρυνον τῇ θείᾳ σου δόξῃ, τοὺς Βασιλεῖς ἡμῶν Οἰκτίρμον, καὶ παρεμβολαῖς ἀγγελι‐
καῖς, καὶ πανοπλίαις τούτους περίφραξον, τὴν τῶν ἐθνῶν θρασύτητα, καθυποτάσσων αὐτοῖς Δέσποτα. Καὶ νῦν. Θεοτοκίον. Ἤρθη τῆς προμήτορος Εὔας, ἡ καταδίκη Θεο‐
τόκε, ὅτι σὺ τὸν πάντων Δεσπότην, ἀνερμη‐
νεύτως Ἁγνὴ γεγέννηκας· οὗ νῦν τὴν ἐμφέ‐
ρειαν, ἐν ταῖς Εἰκόσιν ἀσπαζόμεθα. * * * * * Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σῶτερ, ὁ ἀμνὸς ὁ ἄμωμος, ὁ τὴν τοῦ κόσμου ἁμαρτίαν ἀράμενος, σὲ δοξάζομεν τὸν ἀνα‐
στάντα τριήμερον, σὺν Πατρί τε καὶ τῷ θείῳ σου Πνεύματι· καὶ Κύριον τῆς δόξης, θεολο‐
γοῦντες μεγαλύνομεν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 18
Ἡ λιτανεία τῶν ἱερῶν εἰκόνων κατὰ τὴν συνήθη τάξιν Ἐξελθόντες τοῦ ἱ. ναοῦ, ὅ τε ἱ. κλῆρος καὶ ὁ λαὸς μετὰ τοῦ τιμίου σταυροῦ καὶ τῶν ἱ. εἰκό‐
νων, καὶ τάξιν λιτανεύσεως ἀποτελέσαντες κατὰ τὰ εἰωθότα, περιερχόμεθα ἅπαξ τὸν ἱε‐
ρὸν ναόν, τῶν κωδώνων αὐτοῦ χαρμοσύνως κρουομένων, τῶν δὲ χορῶν ψαλλόντων τὸ ἀ‐
πολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου», εἰς τέσσαρας στάσεις. Εἰς ἑκάστην δὲ τοῦ ναοῦ πλευρὰν γίνονται αἱ κάτωθι δεήσεις. α´) Ἐν τῇ νοτίᾳ πλευρᾷ τοῦ ναοῦ δέησις ὑπὲρ τῶν ζώντων. β´) Ὄπισθεν τοῦ ἱεροῦ γίνεται δέησις ὑπὲρ τῶν ἀπ᾿ αἰῶνος κεκοιμημένων εὐσεβῶν βασι‐
λέων, ὀρθοδόξων πατριαρχῶν, ἀρχιερέων κ.τ.λ.· οἱ χοροὶ «Αἰωνία ἡ μνήμη» (γ´) καὶ ἡ ἐκ‐
φώνησις «Ὅτι σὺ εἶ ἡ ἀνάστασις». γ´) Ἐν τῇ βορείᾳ πλευρᾷ τοῦ ναοῦ δέησις ὑ‐
πὲρ τῶν ζώντων, ὡς ἐν τῇ πρώτῃ στάσει. δ´) Πρὸ τῆς δυτικῆς θύρας ἢ ἐντὸς τοῦ ναοῦ (ἐν τῷ σολέᾳ) ὑπὲρ τῶν ζώντων καὶ εἰς τὸ τέ‐
λος «Ὑπὲρ τοῦ διαφυλαχθῆναι» κ.λπ., «Ἐπά‐
κουσον ἡμῶν» καὶ ἀναγινώσκει ὁ προεξάρ‐
χων ἱερεὺς (ἢ ἂν ᾖ προεξάρχων ὁ ἀρχιερεὺς) τὰς ἑξῆς περικοπὰς τοῦ ὑπὲρ τῆς ὀρθοδοξίας συνοδικοῦ: Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδα‐
ξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ διδάσκα‐
λοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπε‐
φρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβρά‐
βευσεν, οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕ‐
τω κηρύσσομεν Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ τοὺς αὐτοῦ ἁγίους ἐν λόγοις τιμῶν‐
τες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν ναοῖς, ἐν εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν δεσπότην ὡς αὐτοῦ γνησίους θερά‐
ποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προ‐
σκύνησιν ἀπονέμοντες. Αὕτη ἡ πίστις τῶν ἀ‐
ποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰ‐
κουμένην ἐστήριξεν. Ἐπὶ τούτοις τοὺς τῆς εὐ‐
σεβείας κήρυκας ἀδελφικῶς τε καὶ πατροπο‐
θήτως εἰς δόξαν καὶ τιμὴν τῆς εὐσεβείας, ὑ‐
πὲρ ἧς ἠγωνίσαντο, ἀνευφημοῦμεν καὶ λέγο‐
μεν· Τῶν τῆς ὀρθοδοξίας προμάχων εὐσεβῶν βασιλέων, ἁγιωτάτων πατριαρχῶν, ἀρχιερέ‐
ων, διδασκάλων, μαρτύρων, ὁμολογητῶν, αἰ‐
ωνία ἡ μνήμη. Ὁ χορὸς «Αἰωνία ἡ μνήμη» γ´. Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καὶ διδασκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρατύνεσθαι Θεὸν ἐ‐
κλιπαροῦντες καὶ μιμητὰς τῆς ἐνθέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδείκνυσθαι ἐκδυ‐
σωποῦντες, ἀξιωθείημεν τῶν ἐξαιτουμένων, οἰκτιρμοῖς καὶ χάριτι τοῦ μεγάλου καὶ πρώ‐
του ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡ‐
μῶν, πρεσβείαις τῆς ὑπερενδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν ἀγγέλων καὶ πάντων τῶν ἁγί‐
ων. Ὁ χορὸς «Ἀμήν». Εἰσερχομένων δὲ ἡμῶν εἰς τὸν ἱ. ναὸν ψάλλεται τὸ μέγα προκείμενον «Τίς Θεὸς μέγας», καὶ εἶτα τὸ «Σήμερον σω‐
τηρία». * * * * * Ἡ λιτανεία τῶν ἱερῶν εἰκόνων κατὰ τὴν τάξιν τῶν Πατριαρχείων Ἀλεξανδρείας καὶ Ἰεροσολύμων Σχηματίζεται ἱερὰ πομπὴ ὡς ἑξῆς· προπορεύ‐
ονται οἱ κρατοῦντες κηρολαμπάδας, εἶτα οἱ φέροντες τὰ λάβαρα, τοὺς φανούς, τὰ ἑξα‐
πτέρυγα· ἀκολουθοῦν οἱ χοροὶ τῶν ψαλτῶν· εἶτα οἱ ἱερεῖς καὶ οἱ φερόντες τὰς ἱ. εἰκόνας χριστιανοί, καὶ τέλος διάκονοι μετὰ θυμιατη‐
ρίων θυμιῶντες τὸν εἰς χεῖρας τοῦ ἀρχιερέως εὑρισκόμενον τίμιον Σταυρόν (ἢ τὴν μικρὰν φορητὴν εἰκόνα τοῦ Χριστοῦ). Κατὰ τὴν ἔναρ‐
ξιν τῆς λιτανείας ἵστανται πάντες εἰς τὸν σο‐
λέα. ΕΝΑΡΞΙΣ. Ἐκφωνεῖ ὁ διάκονος· «Εὐλόγησον, δέσποτα, τὴν ἁγίαν εἴσοδον». Ὁ ἀρχιερεὺς ἀ‐
πὸ τῶν βημοθύρων· «Εὐλογημένη ἡ εἴσοδος 19
τῶν ἁγίων σου πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων». Ὁ χορὸς «Ἀμήν». Ὁ χορὸς «Αἰωνία ἡ μνήμη» (γ´). Καὶ ὁ ἀρχιερεὺς ἀναγινώσκει ἀπὸ τῶν βημο‐
θύρων τὸ προοίμιον τοῦ ὑπὲρ τῆς ὀρθοδοξίας συνοδικοῦ· Τῶν πιστευόντων καὶ διακηρυκευομένων, ἤ τοι εὐαγγελιζομένων τοὺς λόγους ἐπὶ γραμ‐
μάτων, τὰ πράγματα ἐπὶ σχημάτων, καὶ εἰς μίαν ἑκάτερον συντελεῖν ὠφέλειαν, τήν τε δι‐
ὰ λόγων ἀνακήρυξιν καὶ τὴν δι᾿ εἰκόνων τῆς ἀληθείας βεβαίωσιν, αἰωνία ἡ μνήμη. Ἐποφειλομένη πρὸς Θεὸν ἐτήσιος εὐχαριστί‐
α, καθ᾿ ἣν ἡμέραν ἀπελάβομεν τὴν τοῦ Θεοῦ Ἐκκλησίαν σὺν ἀποδείξει τῶν τῆς εὐσεβείας δογμάτων καὶ καταστροφῇ τῶν τῆς κακίας δυσσεβημάτων. Προφητικαῖς ἑπόμενοι ῥήσεσιν ἀποστολικαῖς τε παραινέσεσιν εἴκοντες καὶ εὐαγγελικαῖς ἱ‐
στορίαις στοιχειούμενοι, τῶν ἐγκαινίων τὴν ἡμέραν ἑορτάζομεν. Καὶ ταύτῃ εὐχαῖς καὶ λι‐
τανείαις συνευφραινόμενοί τε καὶ συναγαλ‐
λόμενοι ψαλμοῖς ἐκβοῶμεν καὶ ᾄσμασιν. Καὶ ἐκκινεῖ ἡ ἱερὰ πομπὴ πρὸς τὴν βορείαν πύλην τοῦ ναοῦ, ἐνῷ ὁ χορὸς ψάλλει τὸ ἀπο‐
λυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου», εἰς χρό‐
νον ἀνάλογον, ὥστε ὁ ἀρχιερεὺς νὰ φθάσῃ εἰς τὸν χῶρον τῆς ἑπομένης στάσεως. ΣΤΑΣΙΣ ΠΡΩΤΗ. Ἱσταμένης τῆς πομπῆς, ἀ‐
ναγινώσκει ὁ προϊστάμενος τὸ α´ ἄρθρον τοῦ συμβόλου τῆς πίστεως· Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτο‐
ρα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάν‐
των καὶ ἀοράτων. Ὁ ἀρχιερεὺς ἐκφώνως· Τῶν τὴν ἔνσαρκον τοῦ Θεοῦ Λόγου παρουσί‐
αν, λόγῳ, στόματι, καρδίᾳ καὶ νῷ, γραφῇ τε καὶ εἰκόσιν ὁμολογούντων, αἰωνία ἡ μνήμη. Ὁ χορὸς «Αἰωνία ἡ μνήμη» (γ´). Ὁ ἀρχιερεύς· Τῶν εἰδότων τῆς τοῦ Χριστοῦ μιᾶς καὶ τῆς αὐ‐
τῆς ὑποστάσεως τὸ ἐν οὐσίαις διάφορον, καὶ ταύτης τὸ κτιστόν τε καὶ ἄκτιστον, τὸ ὁρατὸν καὶ ἀόρατον, τὸ παθητὸν καὶ ἀπαθές, τὸ πε‐
ριγραπτὸν καὶ ἀπερίγραπτον, καὶ τῇ μὲν θεϊ‐
κῇ οὐσίᾳ τὸ ἄκτιστον καὶ τὰ ὅμοια προσαρμο‐
ζόντων, τῇ δὲ ἀνθρωπίνῃ φύσει τά τε ἄλλα καὶ τὸ περιγραπτὸν ἀνομολογούντων καὶ λό‐
γῳ καὶ εἰκονίσμασιν, αἰωνία ἡ μνήμη. Ὁ ἀρχιερεύς· Ὁ χορὸς «Αἰωνία ἡ μνήμη» γ´. Καὶ ἐκκινεῖ πάλιν ἡ πομπὴ πρὸς τὴν δυτικὴν θύραν (ἤ τοι πρὸς τὰς βασιλικὰς πύλας) τοῦ ναοῦ, ἐνῷ ψάλλει τὸ ἀπολυτίκιον «Τὴν ἄ‐
χραντον εἰκόνα σου» (εἰς χρόνον ἀνάλογον). ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ. Τοῦ ἀρχιερέως φθάσαν‐
τος πρὸ τῶν βασιλικῶν πυλῶν, ἵσταται ἡ λι‐
τανεία· ὁ δὲ προϊστάμενος ἀναγινώσκει τὰ χριστολογικὰ ἄρθρα τοῦ συμβόλου τῆς πίστε‐
ως· Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πα‐
τρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτη‐
ρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκω‐
θέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρω‐
θέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρί‐
τῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Εἶτα ὁ ἀρχιερεὺς ἐκφώνως· Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδα‐
ξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ διδάσκα‐
λοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπε‐
φρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβρά‐
βευσεν· οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕ‐
20
τω κηρύσσομεν Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ τοὺς αὐτοῦ ἁγίους ἐν λόγοις τιμῶν‐
τες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν ναοῖς, ἐν εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν δεσπότην ὡς αὐτοῦ γνησί‐
ους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέ‐
σιν προσκύνησιν ἀπονέμοντες. Αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξε. Καὶ ἐκκινεῖ ἡ ἱ. πομπὴ πρὸς τὴν μεσημβρινὴν (νοτίαν) θύραν τοῦ ναοῦ, ἐνῷ ὁ χορὸς ψάλλει τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου» (εἰς χρόνον ἀνάλογον). ΣΤΑΣΙΣ ΤΡΙΤΗ. Ὅταν ὁ ἀρχιερεὺς φθάσῃ εἰς τὸν ὡρισμένον τόπον, ἵσταται ἡ πομπή, καὶ ὁ προϊστάμενος ἀναγινώσκει τὰ λοιπὰ ἄρθρα τοῦ συμβόλου τῆς πίστεως· Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζω‐
οποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφη‐
τῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστο‐
λικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νε‐
κρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν. Εἶτα ὁ ἀρχιερεὺς ἐκφώνως· Μιχαὴλ τοῦ ὀρθοδόξου βασιλέως καὶ Θεοδώ‐
ρας τῆς ἁγίας αὐτοῦ μητρός, αἰωνία ἡ μνήμη. Ὁ χορὸς «Αἰωνία ἡ μνήμη» γ´. Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καὶ διδασκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρατύνεσθαι Θεὸν ἐ‐
κλιπαροῦντες καὶ μιμητὰς τῆς ἐνθέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδείκνυσθαι ἐκδυ‐
σωποῦντες, ἀξιωθείημεν τῶν ἐξαιτουμένων, οἰκτιρμοῖς καὶ χάριτι τοῦ μεγάλου καὶ πρώ‐
του ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡ‐
μῶν, πρεσβείαις τῆς ὑπερενδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν ἀγγέλων καὶ πάντων τῶν ἁγί‐
ων. Ὁ χορὸς «Ἀμὴν» καὶ ψάλλει τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου» (εἰς χρόνον ἀνά‐
λογον) [ἢ τὸ ἀκροτελεύτιον αὐτοῦ «Χαρᾶς ἐ‐
πλήρωσας τὰ πάντα» κ.λπ.], ἐνῷ ἡ ἱ. πομπὴ ἐπιστρέφει εἰς τὸν σολέα. ΣΤΑΣΙΣ ΤΕΤΑΡΤΗ. Ὁ ἀρχιερεὺς ψάλλει ἀπὸ τῶν βημοθύρων τὸν ψαλμικὸν στίχον «Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν· σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος». Τὸν αὐτὸν στίχον ἐ‐
παναλαμβάνουν οἱ χοροὶ ἀνὰ μίαν, καὶ εἶτα τὸ «Σήμερον σωτηρία», ἢ τὸ «Εἴη τὸ ὄνομα Κυρίου». * * * * * Ἡ λιτανεία τῶν ἱερῶν εἰκόνων κατὰ τὴν τάξιν τῆς Ἐκκλησίας τῆς Κύπρου Ὁ χορὸς «Αἰωνία ἡ μνήμη» (γ´). Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν, γίνεται λιτά‐
νευσις τῶν ἁγίων εἰκόνων πέριξ τοῦ ναοῦ κα‐
τὰ τὴν ἀκόλουθον τάξιν. Ὁ ἀρχιερεύς· Ὁ ἱερεύς, ἱστάμενος ἐν τῷ σωλέᾳ, ἐκφωνεῖ· Βασιλείου, Κωνσταντίνου, Λέοντος, Ἀλεξάν‐
δρου, Χριστοφόρου, Νικηφόρου, Ἀνδρονίκου, Ἰσαακίου, Ἀλεξίου καὶ Θεοδώρου, τῶν τὴν οὐ‐
ράνιον βασιλείαν τῆς ἐπιγείου ἀνταλλαξαμέ‐
νων, αἰωνία ἡ μνήμη. Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου τοῦ ἁγίου αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ χορὸς «Αἰωνία ἡ μνήμη» (γ´). Ἰγνατίου, Φωτίου, Στεφάνου, Ἀντωνίου, Ἰω‐
σὴφ καὶ πάντων τῶν ἁγιωτάτων πατριαρχῶν τῶν ὑπὲρ τῆς πίστεως ἡμῶν ἀγωνισαμένων, αἰωνία ἡ μνήμη. Ὁ χορός· Ἀμήν. Καὶ ὁ ἱερεὺς ἀναγινώσκει μεγαλοφώνως τὸ προοίμιον τοῦ Συνοδικοῦ τῆς ἁγίας Ζ´ οἰκου‐
μενικῆς συνόδου· Ἐποφειλομένη πρὸς Θεὸν ἐτήσιος εὐχαριστί‐
α, καθ᾿ ἣν ἡμέραν ἐπελάβομεν τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, σὺν ἀποδείξεσι τῶν τῆς εὐσεβεί‐
21
ας δογμάτων καὶ καταστροφῇ τῶν τῆς κακίας δυσσεβημάτων. Προφητικαῖς ἑπόμενοι ῥήσε‐
σι, ἀποστολικαῖς τε παραινέσεσιν εἴκοντες καὶ εὐαγγελικαῖς ἱστορίαις στοιχειούμενοι, ταύτην σήμερον τὴν πανήγυριν ἑορτάζομεν καὶ ταύτῃ, εὐχαῖς καὶ λιτανείαις συνευφραι‐
νόμενοί τε καὶ συναγαλλόμενοι, ψαλμοῖς ἐκ‐
βοῶμεν καὶ ᾄσμασιν. Εἶθ᾿ οὕτω κλῆρος καὶ λαὸς ἐξέρχονται τοῦ ναοῦ διὰ τῆς δυτικῆς πύλης. Προηγοῦνται τὰ ἑξαπτέρυγα, ἕπονται οἱ ψάλται, οἱ κρατοῦν‐
τες τὰς εἰκόνας, ὁ διάκονος μετὰ τοῦ θυμια‐
τοῦ, ὁ ἱερεὺς μετὰ τοῦ ἱεροῦ Εὐαγγελίου καὶ τέλος ὁ λαός. Ψάλλεται δὲ ἅπαξ (ἢ πολλάκις) τὸ ἀπολυτίκιον· Ἦχος β´. Τὴν ἄχραντον εἰκόνα σου προσκυνοῦμεν ἀ‐
γαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμά‐
των ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδό‐
κησας, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον. Καὶ ἀμέσως ἀπαγγέλλουσιν ἅπαντες· Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτο‐
ρα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάν‐
των καὶ ἀοράτων. Καὶ ὁ ἱερεὺς ἀναγινώσκει μεγαλοφώνως τὰ κάτωθι ἐκ τοῦ Συνοδικοῦ· Τῶν τὴν ἔνσαρκον τοῦ Θεοῦ Λόγου παρουσί‐
αν, λόγῳ, στόματι, καρδίᾳ καὶ νῷ, γραφῇ τε καὶ εἰκόσιν ὁμολογούντων, αἰωνία ἡ μνήμη». Ὁ χορός· Αἰωνία ἡ μνήμη (γ´). Ὁ ἱερεύς· Τῶν εἰδότων τῆς τοῦ Χριστοῦ μιᾶς καὶ τῆς αὐτῆς ὑποστάσεως, τὸ ἐν οὐσίαις διά‐
φορον, καὶ ταύτης τὸ κτιστόν τε καὶ ἄκτιστον, τὸ ὁρατὸν καὶ ἀόρατον, τὸ παθητὸν καὶ ἀπα‐
θές, τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον, καὶ τῇ μὲν θεϊκῇ οὐσίᾳ τὸ ἄκτιστον καὶ τὰ ὅμοια προσαρμοζόντων, τῇ δὲ ἀνθρωπίνῃ φύσει τά τε ἄλλα καὶ τὸ περιγραπτὸν ἀνθομολογούν‐
των καὶ λόγῳ καὶ εἰκονίσμασιν, αἰωνία ἡ μ‐
νήμη. Ὁ χορός· Αἰωνία ἡ μνήμη (γ´). Ὁ διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. Ὁ ἱερεύς· Τῶν πιστευόντων καὶ διακηρυκευο‐
μένων, ἤτοι εὐαγγελιζομένων, τοὺς λόγους ἐ‐
πὶ γραμμάτων, τὰ πράγματα ἐπὶ σχημάτων, καὶ εἰς μίαν ἑκάτερον συντελεῖν ὠφέλειαν, τήν τε διὰ λόγων διακήρυξιν καὶ τὴν δι᾿ εἰκό‐
νων τῆς ἀληθείας βεβαίωσιν, αἰωνία ἡ μνήμ‐
η. Ὁ χορός· Κύριε, ἐλέησον (γ´). Ὁ χορός· Αἰωνία ἡ μνήμη (γ´). Ὁ διάκονος· Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Καὶ ἐκκινούσης αὖθις τῆς λιτανείας, ψάλλε‐
ται ἅπαξ (ἢ πολλάκις) τὸ ἀπολυτίκιον· Τὴν ἄ‐
χραντον εἰκόνα σου. Φθάσαντες εἰς τὴν νοτίαν πύλην, γίνεται στάσις καὶ ἐκφωνεῖ Ὁ χορός· Κύριε, ἐλέησον (γ´). Ὁ διάκονος· Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπι‐
σκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χρι‐
στῷ ἡμῶν ἀδελφότητος. Ὁ χορός· Κύριε, ἐλέησον (γ´). Ὁ ἱερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θε‐
ὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ χορός· Ἀμήν. Φθάσαντες δὲ ὄπισθεν τοῦ ἱεροῦ, γίνεται στάσις καὶ ἐκφωνεῖ Ὁ διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. Ὁ χορός· Κύριε, ἐλέησον (γ´). Ὁ διάκονος· Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνή‐
μης καὶ αἰωνίου ἀναπαύσεως τῶν ψυχῶν πάντων τῶν ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰ‐
22
ωνίου κεκοιμημένων εὐσεβῶν βασιλέων, πα‐
τριαρχῶν, ἀρχιεπισκόπων, ἀρχιερέων, ἱερέ‐
ων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μονα‐
χῶν, καὶ πάντων τῶν ὀρθοδόξων χριστιανῶν. Ὁ χορός· Κύριε, ἐλέησον (γ´). Ὁ διάκονος· Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνή‐
μης καὶ αἰωνίου ἀναπαύσεως τῶν ψυχῶν πάντων τῶν ὑπὲρ πίστεως καὶ πατρίδος ἐνδό‐
ξως ἀγωνισαμένων καὶ πεσόντων πατέρων καὶ ἀδελφῶν ἡμῶν. Ὁ χορός· Κύριε, ἐλέησον (γ´). Ὁ ἱερεύς· Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις τῶν κεκοιμημένων δούλων σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀνα‐
πέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύμ‐
ατι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ὁ χορός· Ἀμήν. Καὶ ἀμέσως ἀπαγγέλλουσιν ἅπαντες· Καὶ εἰς ἕνα Κύριον ᾿Ιησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πα‐
τρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτη‐
ρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκω‐
θέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέν‐
τα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρί‐
τῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς Βασιλείας οὐκ ἔσται τέλος. Καὶ ὁ ἱερεὺς ἀναγινώσκει μεγαλοφώνως τὰ κάτωθι ἐκ τοῦ Συνοδικοῦ· Τῶν τῷ λόγῳ ἁγιαζόντων τὰ χείλη, εἶτα τοὺς ἀκροατὰς διὰ τοῦ λόγου, εἰδότων τε καὶ κη‐
ρυσσόντων, ὡς ἁγιάζεται μὲν ὁμοίως διὰ τῶν σεπτῶν εἰκόνων τὰ ὄμματα τῶν ὁρώντων, ἀ‐
νάγεται δὲ αὐτῶν ὁ νοῦς πρὸς θεογνωσίαν, ὥσπερ καὶ διὰ τῶν θείων ναῶν καὶ τῶν ἱερῶν σκευῶν καὶ τῶν ἄλλων κειμηλίων, αἰωνία ἡ μνήμη. Ὁ χορός· Αἰωνία ἡ μνήμη (γ´). Ὁ ἱερεύς· Τῶν ἐπισταμένων, ὡς ἡ ῥάβδος καὶ αἱ πλάκες, ἡ κιβωτὸς καὶ ἡ λυχνία καὶ ἡ τρά‐
πεζα καὶ τὸ θυμιατήριον, τὴν Παναγίαν προ‐
έγραφέ τε καὶ προδιετύπου Παρθένον, τὴν Θεοτόκον Μαρίαν, καὶ ὡς ταῦτα μὲν προετύ‐
που ταύτην, οὐ γέγονε δὲ ἐκείνη ταῦτα, γέγο‐
νε δὲ κόρη καὶ διαμένει μετὰ τὴν θεογεννησί‐
αν παρθένος, καὶ διὰ τοῦτο μᾶλλον Κόρην αὐτὴν τοῖς εἰκονίσμασι γραφόντων, ἢ τοῖς τύ‐
ποις σκιαγραφούντων, αἰωνία ἡ μνήμη. Ὁ χορός· Αἰωνία ἡ μνήμη (γ´). Ὁ ἱερεύς· Τῶν τὰς προφητικὰς ὁράσεις, ὡς αὐτὸ τὸ θεῖον αὐτὰς ἐσχημάτισε καὶ διετύ‐
που, εἰδότων καὶ ἀποδεχομένων καὶ πιστευ‐
όντων, ἅπερ ὁ τῶν προφητῶν χορὸς ἑωρακό‐
τες διηγήσαντο, καὶ τὴν τῶν ἀποστόλων καὶ εἰς τοὺς πατέρας διήκουσαν ἔγγραφόν τε καὶ ἄγραφον παράδοσιν κρατούντων καὶ διὰ τοῦ‐
το εἰκονιζόντων τὰ ἅγια καὶ τιμώντων, αἰωνί‐
α ἡ μνήμη. Ὁ χορός· Αἰωνία ἡ μνήμη (γ´). Καὶ ἐκκινούσης πάλιν τῆς πομπῆς, ψάλλεται ἅπαξ (ἢ πολλάκις) τὸ ἀπολυτίκιον· Τὴν ἄ‐
χραντον εἰκόνα σου. Φθάσαντες εἰς τὴν βορείαν πύλην, γίνεται στάσις καὶ ἐκφωνεῖ Ὁ διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. Ὁ χορός· Κύριε, ἐλέησον (γ´). Ὁ διάκονος· Ἔτι δεόμεθα ὑπὲρ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῇ νήσῳ ἡμῶν καὶ ὑπὲρ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ καὶ σύμπαντος τοῦ εὐλογημέ‐
νου ἡμῶν γένους. Ὁ χορός· Κύριε, ἐλέησον (γ´). 23
Ὁ διάκονος· Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγ‐
χωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ κώμῃ, ἢ μονῇ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συν‐
δρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου καὶ παν‐
σέπτου ναοῦ τούτου, καὶ πάντων τῶν κοπι‐
ώντων καὶ ψαλλόντων ἐν αὐτῷ. Ὁ χορός· Κύριε, ἐλέησον (γ´). Ὁ ἱερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θε‐
ὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Καὶ ἀμέσως ἀπαγγέλλουσιν ἅπαντες· Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζω‐
οποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφη‐
τῶν. Καὶ ὁ ἱερεὺς ἀναγινώσκει μεγαλοφώνως τὰ κάτωθι ἐκ τοῦ Συνοδικοῦ· Τῶν ὁμολογούντων ἕνα Θεὸν τρισυπόστατον, παντοδύναμον, οὐ μόνον ἄκτιστον κατὰ τὴν οὐσίαν καὶ τὰς ὑποστάσεις, ἀλλὰ καὶ κατὰ τὴν ἐνέργειαν, καὶ λεγόντων προϊέναι μὲν τὴν θείαν ἐνέργειαν ἐκ τῆς θείας οὐσίας, προϊέναι δὲ ἀδιαιρέτως, διὰ μὲν τοῦ προϊέναι τὴν ἀπόῤῥητον διάκρισιν παριστώντων, διὰ δὲ τοῦ ἀδιαιρέτως ὑπερφυᾶ δεικνυόντων τὴν ἕνωσιν, ὡς καὶ ἡ ἁγία καὶ οἰκουμενικὴ ἕκτη Σύνοδος ἀπεφήνατο, αἰωνία ἡ μνήμη. Ὁ χορός· Αἰωνία ἡ μνήμη (γ´). Ὁ ἱερεύς· Τῶν ὁμολογούντων τὸν Θεόν, ὥ‐
σπερ κατ᾿ οὐσίαν ἄκτιστον καὶ ἄναρχον, οὕ‐
τω δὴ καὶ κατ᾿ ἐνέργειαν, τοῦ ἀνάρχου δηλα‐
δὴ οὐ κατὰ χρόνον λαμβανομένου, κατὰ μὲν τὴν θείαν οὐσίαν ἀμέθεκτον καὶ ἀπερινόητον πάντῃ τὸν Θεὸν λεγόντων, μεθεκτὸν δὲ αὐ‐
τὸν εἶναι τοῖς ἀξίοις, κατὰ τὴν θείαν καὶ θεο‐
ποιὸν ἐνέργειαν, ὡς οἱ τῆς Ἐκκλησίας θεολό‐
γοι φασίν, αἰωνία ἡ μνήμη. Ὁ χορός· Αἰωνία ἡ μνήμη (γ´). Ὁ ἱερεύς· Τῶν δοξαζόντων τὸ φῶς τῆς τοῦ Κυ‐
ρίου Μεταμορφώσεως ἄκτιστον μέν, μὴ μέν‐
τοιγε αὐτὸ εἶναι λεγόντων τὴν ὑπερούσιον τοῦ Θεοῦ οὐσίαν, ὡς ἐκείνης ἀοράτου παντά‐
πασι καὶ ἀμεθέκτου μενούσης· Θεὸν γὰρ οὐ‐
δεὶς ἑώρακε πώποτε, δηλαδὴ καθὼς ἔχει φύ‐
σεως, οἱ θεολόγοι φασίν· δόξαν δὲ μᾶλλον αὐτὸ λεγόντων φυσικὴν τῆς ὑπερουσίου οὐ‐
σίας ἐξ ἐκείνης προϊοῦσαν ἀδιαιρέτως καὶ ἐ‐
πιφαινομένην διὰ φιλανθρωπίαν Θεοῦ τοῖς κεκαθαρμένοις τὸν νοῦν· μεθ᾿ ἧς δόξης ὁ Κύ‐
ριος ἡμῶν καὶ Θεὸς ἥξει κατὰ τὴν δευτέραν καὶ φρικτὴν αὐτοῦ παρουσίαν κρῖναι ζῶντας καὶ νεκρούς, ὡς οἱ θεολόγοι τῆς Ἐκκλησίας φασίν, αἰωνία ἡ μνήμη. Ὁ χορός· Αἰωνία ἡ μνήμη (γ´). Καὶ ἐκκινούσης πάλιν τῆς λιτανείας, ψάλλε‐
ται ἅπαξ (ἢ πολλάκις) τὸ ἑξῆς ἀπολυτίκιον· Ἦχος β´. Καὶ ὁ χορὸς τῶν προφητῶν, μετὰ Μωσῆ καὶ Ἀαρών, εὐφροσύνῃ εὐφραίνεται σήμερον· ὅτι πέρας τῆς προφητείας προαγαγὼν λάμπει ὁ σταυρός, ἐν ᾧ ἡμᾶς ἔσωσας. Αὐτῶν ταῖς ἱκε‐
σίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Φθάσαντες εἰς τὴν δυτικήν πύλην, γίνεται στάσις καὶ ἐκφωνεῖ Ὁ διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. Ὁ χορός· Κύριε, ἐλέησον (γ´). Ὁ διάκονος· Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλα‐
χθῆναι τὴν πόλιν (ἢ κώμην, ἢ μονὴν) ταύτην καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λοιμοῦ, λιμ‐
οῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαί‐
ρας, ἐπιδρομῆς ἀλλοφύλων καὶ ἐμφυλίου πο‐
λέμου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλα‐
κτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν τὴν καθ᾿ ἡμῶν κινουμένην καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς καὶ ἐλεῆσαι ἡμᾶς. 24
Ἐν τῷ λέγειν ταῦτα τὸν διάκονον, ψάλλεται ὑπὸ τῶν χορῶν ἐναλλὰξ τὸ «Κύριε, ἐλέησον» μ´, ἤτοι τετράκις ἀνὰ δέκα. Καὶ ἐξακολουθεῖ Ὁ διάκονος· Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσα‐
κοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς. Ὁ χορός· Κύριε, ἐλέησον (γ´). Ὁ ἱερεύς· Ἐπάκουσον ἡμῶν ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμ‐
ῶν καὶ ἐλέησον ἡμᾶς· ἐλεήμων γὰρ καὶ φι‐
λάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁ‐
γίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ χορός· Ἀμήν. Καὶ ἀμέσως ἀπαγγέλλουσιν ἅπαντες· Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφε‐
σιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν. Καὶ ὁ ἱερεὺς ἀναγινώσκει μεγαλοφώνως τὰ κάτωθι ἐκ τοῦ Συνοδικοῦ· Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδα‐
ξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ διδάσκα‐
λοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπε‐
φρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαῤῥησιάσατο, ὁ Χριστὸς ὡς ἐβρά‐
βευσεν· οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕ‐
τω κηρύσσομεν, Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν καὶ τοὺς αὐτοῦ ἁγίους ἐν λόγοις τιμῶν‐
τες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν ναοῖς, ἐν εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ Δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν Δεσπότην ὡς αὐτοῦ γνησί‐
ους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέ‐
σιν προσκύνησιν ἀπονέμοντες. Αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξεν. Ἐπὶ τούτοις τοὺς τῆς εὐσεβείας κήρυκας ἀ‐
δελφικῶς τε καὶ πατροποθήτως εἰς δόξαν καὶ τιμὴν τῆς εὐσεβείας, ὑπὲρ ἧς ἠγωνίσαντο, ἀ‐
νευφημοῦμεν καὶ λέγομεν· Τῶν τῆς ὀρθοδοξί‐
ας προμάχων εὐσεβῶν βασιλέων, ἁγιωτάτων πατριαρχῶν, ἀρχιερέων, διδασκάλων, μαρτύ‐
ρων, ὁμολογητῶν, αἰωνία ἡ μνήμη. Ὁ χορός· Αἰωνία ἡ μνήμη (γ´). Ὁ ἱερεύς· Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καὶ διδα‐
σκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρατύνε‐
σθαι Θεὸν ἐκλιπαροῦντες καὶ μιμητὰς τῆς ἐν‐
θέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδεί‐
κνυσθαι ἐκδυσωποῦντες, ἀξιωθείημεν τῶν ἐ‐
ξαιτουμένων, οἰκτιρμοῖς καὶ χάριτι τοῦ μεγά‐
λου καὶ πρώτου ἀρχιερέως Χριστοῦ τοῦ ἀλη‐
θινοῦ Θεοῦ ἡμῶν, πρεσβείαις τῆς ὑπερενδό‐
ξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθέ‐
νου Μαρίας, τῶν θεοειδῶν ἀγγέλων, τῶν ἁγί‐
ων, ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πάντων τῶν ἁγίων. Ὁ χορός· Ἀμήν. Εὐθὺς δὲ εἰσέρχονται ἐν τῷ ναῷ, τοῦ κλήρου ψάλλοντος τὸ μέγα προκείμενον· Ἦχος βαρύς. Ψαλμὸς οστ´ (76). Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος. (οστ´ 14‐15) Τοῦτο ἐπαναλαμβάνεται ὑπὸ τῶν χορῶν τρίς· Στίχ. α´. Ὁ Θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· ἐ‐
γνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου. (15) Τίς Θεὸς μέγας... Στίχ. β´. Καὶ εἶπα· Νῦν ἠρξάμην· αὕτη ἡ ἀλ‐
λοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. (οστ´ 11) Τίς Θεὸς μέγας... Στίχ. γ´. Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου. (οστ´ 12) Τίς Θεὸς μέγας... Εἶτα, ψάλλεται τὸ «Εἴη τὸ ὄνομα Κυρίου» καὶ γίνεται ἡ ἀπόλυσις. * * * * * 25