Transcript εδώ

Τῌ Λ´ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ † Τῶν τριῶν ἱεραρχῶν Βασιλείου τοῦ μεγάλου (†379), Γρηγορίου τοῦ θεολόγου (†391) καὶ Ἰω‐
άννου τοῦ Χρυσοστόμου (†407). Ἱππολύτου ἱε‐
ρομάρτυρος Πάπα Ῥώμης (†253)· ἀνάμνησις τῆς ἐν Τήνῳ εὑρέσεως τῆς εἰκόνος τῆς Θεοτό‐
κου (1823)· Αὔρας (τῆς καὶ Χρυσῆς) μάρτυρος. Τυπικὸν 30ῆς Ἰανουαρίου, §§1‐3. * * * * * ΤΥΠΙΚΟΝ Ἡ Ἀκολουθία τοῦ Ἱερομάρτυρος ψάλλεται ἐν τοῖς Ἀ‐
ποδείπνοις. Εἰς δὲ τὸν Ἑσπερινόν, καὶ τὸν Ὄρθρον, ψάλλομεν τὴν Ἀκολουθίαν τῶν Ἁγίων τριῶν Ἱεραρ‐
χῶν, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολό‐
γου, καὶ Ἰωάννου τοῦ Χρυσοστόμου. Ἐὰν ἡ παροῦσα Ἑορτὴ τύχῃ ἐν μιᾷ τῶν Κυριακῶν τοῦ Τριῳδίου, ἡ τῶν Ἁγίων Ἀκολουθία συμψάλλεται συνή‐
θως μετὰ τῆς Ἀναστασίμου, καὶ τῆς τοῦ Τριῳδίου. Ἐὰν τύχῃ τῷ Σαββάτῳ τῶν ψυχῶν, μετατίθεται ἡ τῶν Ἁγίων Ἀκολουθίᾳ, καὶ ψάλλεται κατὰ τὴν πρὸ τοῦ Σαββάτου τούτου Παρασκευήν· ἡ δὲ ἀργία γίνεται κατ᾿ αὐτὸ τὸ Σάββατον. Ἐὰν τύχῃ τῇ Τετάρτῃ, ἢ τῇ Παρασκευῇ τῆς Τυροφά‐
γου, τελεῖται Λειτουργία τοῦ Θείου Χρυσοστόμου. Χρὴ δὲ εἰδέναι, ὅτι ἡ Ἀκολουθία αὕτη τῶν Ἁγίων ἐμε‐
λουργήθη παρὰ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Μητροπολίτου Εὐχαΐτων. * * * * * ΕΝ ΤΟΙΣ ΑΠΟΔΕΙΠΝΟΙΣ Εἰς τὸ Ἀπόδειπνον, ἡ Ἀκολουθία τοῦ Ἁγίου Ἱππολύτου. Ὁ Κανών. Ἰωάννου Μοναχοῦ. ᾨδὴ α´. Ἦχος δ´. Ἅρματα Φαραώ. διπλῷ στεφάνῳ κεκόσμησαι. Δόξα. Τῷ ἱερατικῷ, ἐκ προστάγματος Θεοῦ, τῆς ἀ‐
γαλλιάσεως, προκεχρισμένος ἐλαίῳ, τῷ μαρ‐
τυρικῷ Ἱππόλυτε, ἐπεσφραγίσθης δι᾿ αἵμα‐
τος. Καὶ νῦν. Θεοτοκίον. Ἄφλεκτον Μωϋσῆς, ἐν τῷ ὄρει τῷ Σινᾷ, βά‐
τον ἐθεάσατο, σὲ ζωγραφοῦσαν Παρθένε, αἴ‐
γλῃ μὴ φλεχθεῖσαν θείου πυρός· καὶ γὰρ Θε‐
ὸν ἐκύησας. ᾨδὴ γ´. Τόξον δυνατῶν ἠσθένησε. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἄρνας λογικοὺς ἐποίμανας, καὶ ὥσπερ ἀρνί‐
ον, τῶν σῶν προβάτων προτέθυσαι, τὸν ἁ‐
πάντων Ἀρχιποίμενα, καὶ Θεοῦ ἀμνὸν μιμού‐
μενος. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Γάλα λογικὸν Ἱππόλυτε, τοὺς ποιμαινομέ‐
νους, θεοπνεύστως ἐπότισας· τὸ Χριστοῦ δὲ τῆς μαρτυρίας, χαίρων πέπωκας ποτήριον. Δόξα. Στίφους Ἀθλητῶν ἡγούμενος, ὑπὲρ εὐσεβεί‐
ας, ὑπέδυς τὸ μαρτύριον, ἕνα δοξάζων Θεὸν Πατέρα, σὺν Υἱῷ καὶ Θείῳ Πνεύματι. Καὶ νῦν. Θεοτοκίον. Χαίροις Μήτηρ ἀπειρόγαμε, ἡ τὸν Θεὸν Λό‐
γον, ἐν γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον. Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ. Δεῦτε μαρτυρικαῖς, εὐφημήσωμεν ᾠδαῖς, τὸν Ἱερομάρτυρα, θεοφεγγεῖ καθορῶντες, χάριτι φαιδρῶς ἐκλάμποντα, Χριστὸν δοξάζοντες πάντοτε. Φωστὴρ ἀειλαμπής, ἀνεδείχθης τῷ κόσμῳ, φωτίζων ἀστραπαῖς, τῶν ἐνθέων σου λόγων, ἡμῶν τὴν διάνοιαν, Ἱεράρχα Ἱππόλυτε. Ὅθεν ἅπαντες, τὴν ἱεράν σου καὶ θείαν, μνήμην σήμερον, χαρμονικῶς ἐκτελοῦμεν, καὶ πίστει γεραίρομεν. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. ᾨδὴ δ´. Τῆς σῆς ἐπὶ τῆς γῆς. Σὺ Ποίμνην λογικήν, πρὸς Χριστοῦ ἐγχειρι‐
σθείς, τοῦτον ἐκμιμούμενος, προκινδυνεύων ἀρίστως Πάτερ, τὴν ψυχὴν προτέθεικας, καὶ Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῶν ἀρετῶν σου ὡς πολύπλοκος ἡ θεία σει‐
ρά! ὡς Ποιμὴν γὰρ καὶ Μάρτυς Ἱππόλυτε, 1
παρὰ Θεοῦ τετίμησαι, σφόδρα ἐν αὐτῷ εὐ‐
φραινόμενος. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὴν προσφορὰν τοῦ Ἄβελ ὑπερβέβηκας· λογι‐
κοὺς γὰρ προσενήνοχας ἄρνας Θεῷ, καὶ τοῦ οἰκείου αἵματος, χαίρων τῷ Δεσπότῃ ἀπέ‐
σπεισας. Δόξα. Αἱρετιζόντων τὴν παλίμφημον κακόνοιαν, δι‐
ὰ τοῦ Πνεύματος τρεψάμενος μακάριε, Ἱερο‐
μάρτυς ἄριστος, πόθῳ τοῦ Δεσπότου γεγένη‐
σαι. Καὶ νῦν. Θεοτοκίον. Ὡς εἶδον οἱ Ἄγγελοι Παρθένε ἁγνή, ἐκ τῆς γαστρός σου προελθόντα τὸν Υἱὸν τοῦ Θεοῦ, ἐν εὐφροσύνῃ ἔλεγον· Δόξα τῇ κυήσει σου Δέσποινα. ᾨδὴ ε´. Σὺ Κύριέ μου φῶς. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Σὺ Μάρτυς ἀληθῶς, Ἱερεῦσι γεγένησαι, καὶ Μάρτυσιν Ἱεράρχης, καὶ διτταῖς ἀπαστρά‐
πτεις, ταῖς χάρισιν Ἱππόλυτε. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Εἴληφας, χαρισμάτων πληθὺν διὰ Πνεύμα‐
τος, Ἱερομάρτυς θεόθεν, ἐν ἀνοίξει θείων χει‐
λέων σου, καὶ προσάγεις, εὐχαρίστως σαυτὸν θανατούμενος. Δόξα. Ὡς θεῖον, τῶν Ἀθλητῶν σου Χριστὲ τὸ σύστη‐
μα, τῶν ἐν ἐλπίδι κειμένων, ὡς παρόντων ἤ‐
δη κατατρυφώντων, καὶ ἡδίῳ, τῆς ζωῆς ἡγου‐
μένων τὸν θάνατον. Καὶ νῦν. Θεοτοκίον. Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότε‐
ρον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαν‐
τα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησε. ᾨδὴ ζ´. Ὁ διασώσας ἐν πυρί. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Μαρτυρικαῖς μαρμαρυγαῖς, ἱερατικαῖς τε φω‐
τίζεις, Ἱερομάρτυς πεφηνώς, τοὺς βοῶντας Χριστῷ ἐν τῇ μνήμῃ σου· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Λίθοι μὲ διαυγεῖς, ἐν χρυσῷ διαπρέπουσιν, Ἱππόλυτε· τῷ δὲ φέγγει, τῆς σῆς ἱεραρχίας, ἡ αἴγλη τῆς ἀθλήσεως. Τὸν προγνωσθέντα τηλαυγῶς, ἆθλον ἱερώτα‐
τον Πάτερ, τοῦ μαρτυρίου καθορῶν, ἐφεστῶ‐
τά σοι χαίρων ἐκραύγαζες· Ὑπερύμνητε Κύ‐
ριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ. Δόξα. Δόξα. Μύθους ἑλληνικούς, εὐσεβῶς σὺ διήλεγξας, ὦ ἄριστε τῶν Μαρτύρων, καὶ παράνομον πλάνην, Ἑβραίων θείᾳ χάριτι. Ὁ τὰς αἰκίας ἐνεγκών, ὑπὸ τῆς ἐμπύρου ἀγά‐
πης, τοῦ μαρτυρίου καρτερῶς, παῤῥησίᾳ ἐβόα Ἱππόλυτος· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Σὲ ὅπλον ἀῤῥαγές, κατ᾿ ἐχθρῶν προβαλλό‐
μεθα· σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σω‐
τηρίας, Θεόνυμφε κεκτήμεθα. Καὶ νῦν. Θεοτοκίον. ᾨδὴ Ϛ´. Θύσω σοι, μετὰ φωνῆς. Τὴν ἀλοχεύτως ἐν γαστρί, καὶ ὑπερφυῶς δε‐
ξαμένην, τὸν ἀναλλοίωτον Θεόν, εὐσπλαγ‐
χνίᾳ βροτοῖς ἐνδημήσαντα, ὑπερύμνητον Δέ‐
σποιναν, ἐπαξίως εὐφημοῦμεν ὡς Θεοτόκον. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. ᾨδὴ η´. Τὸν ἐν μορφῇ Ἀγγέλου. Τέθυκας, τῷ Σωτῆρι θυσίαν αἰνέσεως, ἐν ἐκ‐
κλησίᾳ Ὁσίων, ὡς Θεοῦ μεσίτης τε καὶ ἀν‐
θρώπων, καὶ προθύμως, τὴν ψυχήν σου προ‐
σῆξας δι᾿ αἵματος. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὡς λιπαρὰ καὶ πίων ἡ θυσία! ὁ καλὸς γὰρ Ποιμήν, προβάτου δίκην προσάγεται, Χριστῷ 2
κραυγάζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυ‐
ψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Μαρτυρικῷ στεφάνῳ ἐξαστράπτων, τῇ Ἐκ‐
κλησίᾳ σου Χριστέ, ὁ Ἱεράρχης ἀνέτειλεν, Ὑ‐
μνεῖτε παῖδες, γεγηθὼς ἀνακράζων, λαὸς ὑ‐
περυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Δόξα. Τῇ τοῦ ἀπειλουμένου ἀποφάσει, ὁ τοῦ Χρι‐
στοῦ ἀθλητής, θανάτου χαίρων Ἱππόλυτος, ἐβόα· Παῖδες, τὸν Χριστὸν εὐλογεῖτε, λαὸς ὑ‐
περυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Καὶ νῦν. Θεοτοκίον. Στιχηρὰ προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων. Ἱερωσύνης τὴν χάριν, Πάτερ δεξάμενος, θεί‐
αις διδασκαλίαις, κατεφώτισας πάντας, Ἱπ‐
πόλυτε θεόφρον, καὶ ἱεραῖς, συγγραφαῖς διε‐
σάφησας, τῶν Προφητῶν θείους λόγους τρα‐
νῶν ἡμῖν, τὰ ἐκεῖσε ἐμφερόμενα. Ὁμολογίας ἐνθέου, στέφει κοσμούμενος, καὶ σῶν αἱμάτων λύθρῳ, τὴν τῆς ἱερωσύνης, στο‐
λὴν καταποικίλας, ὅλος λαμπρός, καὶ ὡραῖος παρέστηκας, τῷ Βασιλεῖ καὶ Δεσπότῃ καὶ Ποιητῇ, παμμακάριστε Ἱππόλυτε. Δόξα. ᾨδὴ θ´. Ὁ τόκος σου ἄφθορος. Ὡς παῤῥησίαν παμμάκαρ, πρὸς τὸν Σωτῆρα Χριστόν, νῦν κεκτημένος πάντας, διάσῳζε κινδύνων, τοὺς πίστει σε τιμῶντας, καὶ πειρα‐
σμῶν, καὶ δεινῶν περιστάσεων, καὶ ἐκ παθῶν καὶ πταισμάτων καὶ ἀναγκῶν, εὐπροσδέκτοις ἱκεσίαις σου. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Ὡς πανευκλεὴς Ἱερομάρτυς, διττῷ κατελάμ‐
πρυνας τῷ φέγγει, τὴν Χριστοῦ Ἐκκλησίαν, καὶ εὐφραίνεις τὰς καρδίας τῶν σὲ ὑμνούν‐
των· ὅθεν σε πάντες, ἐπαξίως μακαρίζομεν. Ῥάβδῳ τῆς σῆς προστασίας, Θεοκυῆτορ Ἁ‐
γνή, τὰ θηριώδη πάθη, τῆς ἀθλίας ψυχῆς μου, ἀπέλασον ἐντεῦθεν, εἰρηνικῶς, πρὸς ζω‐
ήν με ἰθύνουσα, καὶ τῇ ἁγίᾳ με Ποίμνῃ τῶν ἐ‐
κλεκτῶν, σοῦ προβάτων συναρίθμησον. Τὴν ἀποῤῥήτως καὶ ἀσπόρως συλλαβοῦσαν, καὶ τεκοῦσαν τὴν χαράν, τῇ οἰκουμένῃ Χρι‐
στὸν τὸν Θεόν, ὑμνεῖτε παῖδες, λαὸς ὑπερυ‐
ψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. * * * * * Πηγὴν ἀναβλύσας διδαγμάτων, παμμάκαρ Χριστοῦ τῇ Ἐκκλησίᾳ, μαρτυρικῶν ἐξ αἱμά‐
των, τοὺς κρουνοὺς ποταμηδὸν τῷ Θεῷ προ‐
σφέρεις· ὅθεν σε πάντες, ἐπαξίως μακαρίζο‐
μεν. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια. Δόξα. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν. Ἐδίδαξας ἕνα θεηγόρε, Θεὸν προσκυνεῖσθαι ἐν Τριάδι, Δημιουργὸν ἁπάντων, ὁρατῶν τε ποιημάτων καὶ ἀοράτων, μαρτυρικῷ τε, ἐκο‐
σμήθης διαδήματι. Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Καὶ νῦν. Θεοτοκίον. Ἀστράπτων σοι Ἄγγελος ἐπέστη, καὶ μαρμα‐
ρυγαῖς τῆς παρθενίας, σφοδρῶς σου ἀντε‐
στράφη, ἑαυτοῦ ὡς τῆς οἰκείας ἐπιλελῆσθαι δόξης· τὸ Χαῖρε, διὸ φόβῳ σοι ἐφθέγξατο. ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Ἐν τῷ ὕψει Βασίλειε, τῆς Χριστοῦ ἀγαπήσε‐
ως, ἀναβὰς κατώπτευσας τὰ ἀπόῤῥητα, αὐ‐
τοῦ καὶ θεῖα μυστήρια· ἅπερ ἀνεκάλυψας, καὶ ἐτράνωσας λαοῖς, εὐσεβείας ὡς κήρυξ σοφός· διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυ‐
τρωθῆναι, τοὺς πιστῶς ἐφεπομένους, τοῖς σοῖς διδάγμασιν Ὅσιε. 3
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Τό· Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας Καταξίωσον Κύριε... καὶ τὰ πληρωτικά. Τοὺς συνδέσμους διέλυσας, τῶν αἱρέσεων Ὅ‐
σιε, τῇ σοφίᾳ λόγων καὶ τῶν δογμάτων σου, καὶ εἰς ὁμόνοιαν ἤθροισας, ὀθροδόξου Πίστε‐
ως, τοὺς εὐγνώμονας Χριστόν, εὐφημοῦντας Γρηγόριε· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς πιστῶς προσδεχομένους, τὰ σὰ θεόφθογγα δόγματα. Ἦχος πλ. β´. Τριήμερος ἀνέστης Χριστέ. Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ‐
παινέσατε αὐτόν, πάντες οἱ λαοί. Ἀῤῥαγῆ σε θεμέλιον, ὁ Χριστὸς ὑπεστήριξε, τῇ αὐτοῦ Ἐκκλησίᾳ Πάτερ Ὅσιε, τηροῦντα ταύτην ἀσάλευτον, καὶ ἀκαταμάχητον, τῶν ἐχθρῶν ταῖς προσβολαῖς, θεοῤῥῆμον Χρυσό‐
στομε, καὶ πρεσβεύοντα, ἐκ παθῶν ψυχοφθό‐
ρων λυτρωθῆναι, τοὺς διψῶντας τῶν σῶν λό‐
γων, καὶ νοημάτων τὸ πέλαγος. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡ‐
μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Τῆς Τριάδος ἐκλόγια, ἀκηράτου λειμῶνός τε, ἄνθη τὰ μυρίπνοα καὶ τερπνότατα, τοῦ νοη‐
τοῦ ὡς ὑπάρχοντας, ἀκτῖνας Ἡλίου τε, καὶ φωτίζοντας τὴν γῆν, ταῖς αὐτῶν θείαις λάμ‐
ψεσιν, εὐφημήσωμεν, Ἰωάννην τὸν μέγαν σὺν τῷ θείῳ, Θεολόγῳ Γρηγορίῳ, καὶ τὸν ὑψί‐
νουν Βασίλειον. Δόξα. Ἦχος πλ. β´. Ἄνθρωποι τοῦ Θεοῦ, καὶ πιστοὶ ἱκέται, λει‐
τουργοὶ Κυρίου, ἄνδρες ἐπιθυμιῶν, σκεύη ἐ‐
κλογῆς, στῦλοι καὶ στηρίγματα τῆς Ἐκκλησί‐
ας, βασιλείας κληρονόμοι, μὴ παρασιωπᾶτε, τοῦ βοᾶν ὑπὲρ ἡμῶν πρὸς Κύριον. Καὶ νῦν. Θεοτοκίον. Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλα‐
στήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύο‐
μεν· Πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀποστό‐
λων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἡ χάρις ὑπερίσχυσεν, ἡ πίστις ἐπεκράτησεν, ἐπληρώθη, πάντα γνώσεως Θεοῦ, διὰ τῶν Ἀ‐
ποστόλων, διὰ τῶν Διδασκάλων, καὶ σωτηρί‐
αν ἐπλουτήσαμεν. Στίχ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλι‐
άσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Οὐράνια μυστήρια, ἀνθρώπινα μαθήματα, χαρισμάτων, συνδρομὴ παντοδαπῶν, μετὰ κατορθωμάτων, νικώντων πάντα λόγον, τοὺς τρεῖς Ἁγίους ἐθαυμάστωσεν. Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιο‐
σύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Βασίλειος ὁ ἔνθεος νοῦς, Γρηγόριος ἡ θεία φωνή, Ἰωάννης ὁ παγκόσμιος λαμπτήρ, οἱ τρεῖς τῆς ἀνωτάτω, θεράποντες Τριάδος, καὶ λειτουργοὶ συνδοξαζέσθωσαν. Δόξα. Ἦχος πλ. β´. Εὖ δοῦλοι ἀγαθοὶ καὶ πιστοί· εὖ ἐργάται τοῦ ἀμπελῶνος Χριστοῦ, οἱ καὶ τὸ βάρος τῆς ἡμέ‐
ρας βαστάσαντες, καὶ τὸ δεδομένον τάλαν‐
τον αὐξήσαντες, καὶ τοῖς μεθ᾿ ὑμᾶς ἐλθοῦσι μὴ φθονήσαντες· διὸ ἤνοικται πύλη βασιλεί‐
ας ὑμῖν. Εἰσελθόντες οὖν εἰς τὴν χαρὰν τοῦ ποιήσαντος, πρεσβεύσατε ὑπὲρ ἡμῶν, Ἅγιοι Διδάσκαλοι. Καὶ νῦν. Θεοτοκίον. Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀ‐
πὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε· ἀλλ᾿ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώ‐
ρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως. Ἀπολυτίκιον. Ἦχος δ´. Ὡς τῶν Ἀποστόλων ὁμότροποι, καὶ τῆς οἰκου‐
μένης Διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσα‐
σθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος. Καὶ Ἀπόλυσις. * * * * * 4
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακόν, Συναπτὴ μεγάλη ὑπὸ τοῦ Διακόνου· ΤΑ ΕΙΡΗΝΙΚΑ Ὁ διάκονος· Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν κτλ. Οἱ δὲ χοροὶ εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέη‐
σον μέχρι καὶ τῆς Ἀντιλαβοῦ, σῶσον... Ὁ διάκονος· Τῆς Παναγίας, ἀχράντου... Ὁ χορός· Σοί, Κύριε. Ὁ ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα... Ὁ χορός· Ἀμήν. * * * Η ΣΤΙΧΟΛΟΓΙΑ ΤΟΥ ΨΑΛΤΗΡΙΟΥ Στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὴν α´ στάσιν. Εἶτα· ΟΙ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ Ψαλμὸς ρμ´ (140). Ἦχος δ´. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰ‐
σάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δε‐
ήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰ‐
σάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κρι‐
ταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορ‐
πίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοί μου· ἐ‐
πὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρ‐
τωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω. Ψαλμὸς ρμα´ (141). Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγί‐
δα μοι. Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκ‐
ζητῶν τὴν ψυχήν μου. Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύ‐
ραν περιοχῆς περὶ τὰ χείλη μου. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώ‐
θην σφόδρα. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πο‐
νηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁ‐
μαρτίαις, Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκρα‐
ταιώθησαν ὑπὲρ ἐμέ. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐ‐
τῶν. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κε‐
φαλήν μου. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξο‐
μολογήσασθαι τῷ ὀνόματί σου. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσά‐
κουσον τῆς φωνῆς μου. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. 5
Ἱστῶμεν στίχους Ϛ´, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύρι‐
ε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐ‐
στιν. Τὰ τῆς χάριτος ὄργανα, τὰς κιθάρας τοῦ Πνεύματος, τὰς εὐσήμους σάλπιγγας τοῦ κη‐
ρύγματος, τὰς φοβερὸν καὶ ἐξάκουστον, ἐξ ὕ‐
ψους ἠχούσας βροντάς, καὶ τὴν δόξαν τοῦ Θεοῦ, γνωριζούσας τοῖς πέρασι, τοὺς τρεῖς Κήρυκας, τῆς μεγάλης Τριάδος Ἰωάννην, καὶ Βασίλειον ἀξίως, σὺν Γρηγορίῳ τιμήσωμεν. Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Τὰ τῆς χάριτος ὄργανα, ... Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Τῆς Τριάδος οἱ πρόμαχοι, εὐσεβείας οἱ πρόβο‐
λοι, οἱ μετὰ τοὺς δώδεκα τρεῖς Ἀπόστολοι, οἱ ἐξ Ἐδὲμ ἀναβλύζοντες, τὸ ζῶν ὕδωρ ποταμοί, καὶ τὸ πρόσωπον τῆς γῆς, ζωηῤῥύτως ποτί‐
ζοντες, θείοις ῥεύμασι, τὰ μεγάλα στοιχεῖα τὰ τὴν πίστιν, ὥσπερ κτίσιν συνιστῶντα, ἀξι‐
οχρέως τιμάσθωσαν. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Τῆς Τριάδος οἱ πρόμαχοι, ... Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡ‐
μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Τὰ τοῦ Πνεύματος ὄργανα, ἀληθείας τὰς σάλπιγγας, τοὺς τοῦ Λόγου Ῥήτορας εὐφημή‐
σωμεν, φωναῖς ᾀσμάτων τοῖς δόγμασιν, αὐ‐
τῶν οἱ ἑπόμενοι, ἱκετεύοντες αὐτούς, παῤῥη‐
σίαν ὡς ἔχοντας, πρὸς τὸν Κύριον, τοῦ αἰτῆ‐
σαι εἰρήνην σταθηρὰν μέν, εἰς ἀεὶ τῇ οἰκου‐
μένῃ, ἡμῖν δὲ πᾶσι συγχώρησιν. Δόξα. Ἦχος πλ. β´. Γεωργίου Νικομηδείας. Τὰς μυστικὰς σήμερον τοῦ Πνεύματος σάλ‐
πιγγας, τοὺς θεοφόρους Πατέρας ἀνευφημή‐
σωμεν· τοὺς μελῳδήσαντας ἐν μέσῳ τῆς Ἐκ‐
κλησίας, μέλος ἐναρμόνιον Θεολογίας, Τριά‐
δα μίαν ἀπαράλλακτον, οὐσίαν τε καὶ Θεότη‐
τα· τοὺς καθαιρέτας Ἀρείου, καὶ Ὀρθοδόξων προμάχους· τοὺς πρεσβεύοντας πάντοτε Κυ‐
ρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μο‐
νογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυ‐
άδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐ‐
τὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. * * * ΕΙΣΟΔΟΣ ‐ ΕΠΙΛΥΧΝΙΟΣ ΕΥΧΑΡΙΣΤΙΑ Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ‐
παινέσατε αὐτόν, πάντες οἱ λαοί. Ψαλλομένου τοῦ Καὶ νῦν γίνεται ἡ εἴσοδος ὑ‐
πὸ τοῦ ἱερέως καὶ τοῦ διακόνου. Οὐκ εἰσὶ λαλιαί φησιν, οὐδὲ λόγοι λεγόμενοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν· εἰς πᾶ‐
σαν γῆν γὰρ καὶ θάλασσαν, ὁ φθόγγος ἐξέ‐
δραμε, τῶν ἐνθέων καὶ σοφῶν, Διδασκάλων τῆς κτίσεως· ὅθεν ἄριστα, τοῖς αὐτῶν θείοις νόμοις συγκροτεῖται, καὶ συνέχεται πρὸς μί‐
αν, ὀρθοδοξίαν τὰ πέρατα. Ὁ διάκονος· Σοφία· ὀρθοί. Ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα· Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ‐
γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι και‐
6
ροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει. σωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐ‐
στιν. Ἐὰν δὲ εἰσοδεύουν δύο ἢ περισσότεροι ἱερεῖς, ψάλλουν αὐτοὶ τὴν ἐπιλύχνιον εὐχαριστίαν. Δευτερονομίου τὸ Ἀνάγνωσμα (ι´ 14‐18, 20‐21). ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· Ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρα‐
νὸς τοῦ οὐρανοῦ, ἡ γῆ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς. Πλὴν τοὺς Πατέρας ὑμῶν προείλε‐
το Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτούς, ὑμᾶς, παρὰ πάν‐
τα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ πε‐
ριτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι. Ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων· ὁ Θεὸς ὁ μέγας καὶ ἰ‐
σχυρὸς καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρό‐
σωπον, οὐ δ᾿ οὐ μὴ λάβῃ δῶρον· ποιῶν κρίσιν προσηλύτῳ, καὶ ὀρφανῷ, καὶ χήρᾳ, καὶ ἀγα‐
πᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱ‐
μάτιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολ‐
ληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεός σου· ὅς τις ἐ‐
ποίησέ σοι τὰ μεγάλα καὶ ἔνδοξα ταῦτα, ἃ εἶ‐
δον οἱ ὀφθαλμοί σου. Ὁ διάκονος· Ἑσπέρας προκείμενον. Τῇ Κυριακῇ ἑσπέρας. Ἦχος πλ. δ´. Ψαλμὸς ρλγ´. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦ‐
λοι Κυρίου. (ρλγ´ 1) Στίχ. α´. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐ‐
λαῖς οἴκου Θεοῦ ἡμῶν. (ρλγ´ 1) Στίχ. β´. Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑ‐
μῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον. (ρλγ´ 2) ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ Δευτερονομίου τὸ Ἀνάγνωσμα (α´ 8‐11, 15‐17). Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· Ἴδετε, παραδέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσελ‐
θόντες κληρονομήσατε τὴν γῆν, ἣν ὥμοσε Κύριος τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς αὐτήν, καὶ τῷ σπέρματι αὐτῶν μετ᾿ αὐτούς. Καὶ εἶ‐
πον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς· Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ἡμῶν προσθείη ὑμῖν, ὡς ἐστέ, χιλιοπλασίως· καὶ εὐλογήσαι ὑμᾶς, κα‐
θότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄν‐
δρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ᾿ ὑμῶν· χι‐
λιάρχους, καὶ ἑκατοντάρχους, καὶ πεντηκον‐
τάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισα‐
γωγεῖς τοῖς κριταῖς ὑμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνετε δικαίως ἀνὰ μέσον ἀνδρός, καὶ ἀ‐
νὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀνὰ μέσον τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσεσθε πρόσωπον ἐν κτίσει· κατὰ τὸν μικρὸν καὶ κα‐
τὰ τὸν μέγαν κρινεῖς· Οὐ μὴ ὑποστείλῃ πρό‐
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1‐9). Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψη‐
ται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀ‐
φρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔ‐
ξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμ‐
μα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀν‐
θρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀ‐
θανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπεί‐
ρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυ‐
τοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέ‐
ξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν Ἔθνη, καὶ κρατή‐
σουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνή‐
σουσιν ἀλήθειαν· καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προ‐
σμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁ‐
7
σίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. * * * ΑΙ ΔΕΗΣΕΙΣ Ὁ διάκονος τὴν ἐκτενῆ δέησιν· Εἴπωμεν πάν‐
τες ἐξ ὅλης τῆς ψυχῆς κτλ. Ὁ χορὸς εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέη‐
σον τρίς, εἰς δὲ τὴν τελευταίαν ἅπαξ. Ὁ ἱερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος... Ὁ χορός· Ἀμήν. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Ὁ χορός· Καὶ τῷ πνεύματί σου. Ὁ διάκονος· Τὰς κεφαλὰς ἡμῶν... Ὁ χορός· Σοί, Κύριε. Ὁ ἱερεὺς τὴν εὐχὴν τῆς κεφαλοκλισίας καὶ τὴν ἐκφώνησιν· Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ὁ χορός· Ἀμήν. * * * Εἰς τὴν Λιτήν. Ὁ προεστώς ἢ ὁ ἀναγνώστης· Στιχηρὰ Ἰδιόμελα Νείλου τοῦ Ξανθοπούλου. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀνα‐
μαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνε‐
τὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλο‐
γητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ πα‐
ρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγί‐
ῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἦχος β´. Ὁ χορός· Ἀμήν. Ὁ διάκονος· Πληρώσωμεν τὴν ἑσπερινὴν δέη‐
σιν... Ὁ χορός· Κύριε, ἐλέησον. Ὁ διάκονος· Ἀντιλαβοῦ, σῶσον... Ὁ χορός· Κύριε, ἐλέησον. Ὁ διάκονος· Τὴν ἑσπέραν πᾶσαν... Ὁ χορὸς εἰς ἑκάστην δέησιν· Παράσχου, Κύρι‐
ε. Ὁ διάκονος· Τῆς Παναγίας, ἀχράντου... Ὁ χορός· Σοί, Κύριε. Ὁ ἱερεύς· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ὁ χορός· Ἀμήν. Δεῦτε τῆς οὐρανίου Τριάδος οἱ λατρευταί, τὴν ἐπίγειον τριάδα, τῶν θείων Ἱεραρχῶν εὐφη‐
μήσωμεν· τὸν Γρηγόριον, τῆς θεολογίας τὸν ἐπώνυμον· τὸν Βασίλειον, τῆς βασιλείας τὸν φερώνυμον· καὶ Ἰωάννην, τὸν ὄντως χαριτώ‐
νυμον· τοὺς τῆς σοφίας βυθούς· τοῦ Πνεύμα‐
τος τὰ ῥεῖθρα τὰ ὠκεάνεια· τὰς πηγὰς τὰς ἀεὶ βλυζούσας, τὸ ὕδωρ τὸ ζῶν τὸ ἁλλόμενον· τοὺς διαυγεῖς μαργαρίτας· τοὺς ἐπιγείους φω‐
στῆρας· τῆς Ἐκκλησίας τοὺς οἴακας· τὰ ἀγλα‐
όκαρπα δένδρα· τοὺς οἰκονόμους τῆς χάριτος· Χριστοῦ μου τὸ στόμα, καὶ τῆς Τριάδος τοὺς ὑπερμάχους, τοὺς ἐξ αὐτῆς ἀμέσως ἐλλαμπο‐
μένους, καὶ πρεσβεύοντας ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ὁ αὐτός. Τοὺς ἀναφθέντας ἄνθρακας, ἐκ τοῦ ἀστέ‐
κτου πυρός, οἱ δι᾿ αὐτῶν φωτισθέντες, πιστῶς ἀνευφημήσωμεν. Οὗτοι γὰρ τῇ πρὸς αὐτὸ ἑ‐
νώσει ἐκπυρωθέντες, φωστῆρες τοῦ κόσμου ἐγένοντο, ζωτικὴ τοῖς πτωχοῖς χρηματίζοντες δύναμις, Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα Ἅγιον, εὐσεβῶς ἀνακηρύττοντες, οἷς καὶ ἡμεῖς προ‐
σείπωμεν· Χαίροις Τριάδος, τριὰς ἡ θεόσοφος. Ἦχος πλ. β´. Τοῦ Δαυῒδ τὴν σφενδόνην τὴν τρίπλοκον, τοῦ Σολομῶντος σπαρτίον τὸ κόκκινον, τὸ τοῦ Λόγου φραγγέλιον τρίπλοκον, τοὺς σοφοὺς Ἱεράρχας, Βασίλειον τὸν Μέγαν, Γρηγόριον 8
τὸν Θεῖον, καὶ Ἰωάννην τὸν Χρυσόστομον, πι‐
στῶς ἀνευφημήσωμεν· τὸν νοητὸν γὰρ Γολι‐
άθ, τῷ ἀκρογωνιαίῳ λίθῳ καταβαλόντες, τὴν Πίστιν πρὸς ὁμόνοιαν ἤγαγον, τῷ ἐρυθραίῳ τοῦ Χριστοῦ περιτειχίσαντες αἵματι· καὶ τοὺς θεοκαπήλους αἱρεσιάρχας, τῶν περιβόλων τῆς θείας τοῦ Χριστοῦ Ποίμνης, μακρὰν ἀπε‐
λάσαντες διὰ τῶν λόγων, καὶ ἔτι τὴν πίστιν στηρίζουσι, καὶ πρεσβεύουσι Κυρίῳ, ἐλεηθῆ‐
ναι τὰς ψυχὰς ἡμῶν. Ἦχος πλ. δ´. Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς διὰ τῶν Διδασκάλων, τὰ ἤ‐
θη κοσμηθέντας, τοὺς τρόπους βελτιωθέν‐
τας, θεογνωσίας αἴγλῃ, τὸν νοῦν περιλαμ‐
φθῆναι· διὸ κράξωμεν· Τριὰς Ἁγία, Κυρία τοῦ παντός, ταῖς τῶν τριῶν σου Ποιμένων προ‐
σευχαῖς, τὸ σὸν Ποίμνιον τοῦτο, ἐν εἰρήνῃ συντήρησον, ἀσφαλῶς καὶ ἀλύπως, καὶ σῶ‐
σον ὡς φιλάνθρωπος. Ἦχος πλ. β´. Τριὰς Ἁγία καὶ προσκυνητή, δόξα τῇ σοφῇ προνοίᾳ σου· ὅτι τρισσοὺς μεγάλους φωστῆ‐
ρας, τοῖς ἀνθρώποις ἐξ ἀνθρώπων ἐχαρίσω, τῷ φωτὶ λαμπαδουχοῦντας, τῆς σῆς ἐπιγνώ‐
σεως, καὶ τῇ αἴγλῃ φρυκτωροῦντας, τῶν σω‐
τηρίων σου καὶ σεπτῶν θελημάτων· δι᾿ ὧν ἡ οἰκουμένη, φῶς γνώσεως πλουτοῦσα, τὴν σὴν δόξαν αὐγάζεται, καὶ πρὸς τὴν βασιλεί‐
αν σου τὴν μακαρίαν σπεύδει, τούτων ἡμᾶς ταῖς θείαις ὑπακούειν πείθουσα διδασκαλί‐
αις· καὶ αὐτὴ τῶν εὐχῶν τῶν ὑπὲρ ἡμῶν ἐπά‐
κουσον, ὡς Θεὸς πανοικτίρμων, καὶ τὰς ψυ‐
χὰς ἡμῶν σῶσον Φιλάνθρωπε. Δόξα. Ἦχος πλ. β´. Τοὺς Ἱεράρχας τοῦ Χριστοῦ, καὶ τῶν Πατέρων κλέος, τῆς Πίστεως τοὺς πύργους, καὶ τῶν Πι‐
στῶν Διδασκάλους καὶ φύλακας, συνελθόν‐
τες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις, ὑμνή‐
σωμεν λέγοντες· Χαίροις, τῆς Ἐκκλησίας φω‐
στήρ, Βασίλειε σοφέ, καὶ στῦλε ἀπερίτρεπτε. Χαίροις, ὁ νοῦς ὁ οὐράνιος, Ἀρχιερεῦ μέγιστε, Θεολόγε Γρηγόριε. Χαίροις, ὦ Χρυσολόγε πάγχρυσε Ἰωάννη, ὁ τῆς μετανοίας διαπρύσι‐
ος κήρυξ. Ἀλλ᾿ ὦ Πατέρες τρισόλβιοι, μὴ παύσησθε ἀεὶ πρεσβεύειν Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ὑμῶν, τὴν πανίε‐
ρον, καὶ θείαν πανήγυριν. Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός. Τὴν τῶν παρθένων καλλονήν, καὶ χαρμονὴν τῶν Νόων, τὴν μόνην Θεοτόκον, καὶ τῶν Πι‐
στῶν ἀῤῥαγὲς περιτείχισμα, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις, ὑμνήσωμεν λέγοντες· Χαίροις, Παρθενομῆτορ ἁγνή, λυ‐
χνία χρυσαυγής, καὶ πύλη ἐπουράνιε. Χαίροις σκηνὴ ἁγιάσματος, ἡ τὸν Θεὸν χωρήσασα ἐν μήτρᾳ σου Πανάχραντε. Χαίροις τῶν οὐρανί‐
ων Ταγμάτων ὑπερτέρα, ἁπάντων ἀσυγκρί‐
τως. Διὸ Μητράνανδρε Δέσποινα, μὴ λίπῃς φρουροῦσα τοὺς δούλους σου, τοὺς ἀνυ‐
μνοῦντάς σε πίστει καί πόθῳ ἀεί, καὶ τὸν τό‐
κον σου προσκυνοῦντας τὸν ἄσπορον. * * * Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Νείλου τοῦ Ξανθοπούλου. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν. Χαίροις Ἱεραρχῶν ἡ τριάς, τῆς Ἐκκλησίας τά μεγάλα προπύργια, οἱ στῦλοι τῆς εὐσεβείας, ὁ τῶν πιστῶν ἑδρασμός, τῶν αἱρετιζόντων ἡ κατάπτωσις· Χριστοῦ οἱ ποιμάναντες, τόν λα‐
ὸν θείοις δόγμασι, καὶ ταῖς ποικίλαις, ἀρεταῖς οἱ ἐκθρέψαντες· οἱ τῆς χάριτος, διαπρύσιοι κήρυκες· νόμους οἱ προεκθέμενοι, Χριστοῦ τῷ πληρώματι· οἱ ὁδηγοὶ πρὸς τὰ ἄνω· τοῦ Παρα‐
δείσου αἱ εἴσοδοι. Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε, τὸ μέγα ἔλεος. Στίχ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλι‐
άσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Χαίροις Ἱεραρχῶν ἡ τριάς, οὐρανοβάμονες ἐ‐
πίγειοι Ἄγγελοι· τοῦ κόσμου ἡ σωτηρία· ἡ τῶν ἀνθρώπων χαρά, καὶ τῆς οἰκουμένης οἱ Διδά‐
σκαλοι· τοῦ Λόγου οἱ πρόμαχοι· ἰατροὶ ἐπι‐
στήμονες, τῶν νοσημάτων, τῆς ψυχῆς καὶ τοῦ σώματος· οἱ ἀείῤῥοοι, ποταμοὶ οἱ τοῦ Πνεύμα‐
τος· λόγοις οἱ καταρδεύσαντες, τῆς γῆς ἅπαν πρόσωπον· οἱ Θεολόγοι αἱ Βάσεις, οἱ Χρυσο‐
9
λόγοι οἱ ἔνθεοι. Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε, τὸ μέγα ἔλεος. Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιο‐
σύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Χαίροις Ἱεραρχῶν ἡ τριάς, τοῦ ἐπιγείου στε‐
ρεώματος Ἥλιος· ἀκτῖνες καὶ δᾳδουχίαι, ἐκ τρισηλίου αὐγῆς· τῶν ἐσκοτισμένων ἡ ἀνά‐
βλεψις· τὰ ἄνθη τὰ εὔοσμα, Παραδείσου τὰ κάλλιστα· ὁ Θεολόγος, ὁ σοφός τε Βασίλειος, ὁ Χρυσόστομος, τὰ πυξία τοῦ Πνεύματος· πλάκες αἱ θεοχάρακτοι· μαζοὶ οἱ ἐκβλύζον‐
τες, τῆς σωτηρίας τό γάλα· τὸ τῆς σοφίας ἀ‐
γλάϊσμα· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡ‐
μῶν δοθῆναι, τὸ μέγα ἔλεος. Δόξα. Ἦχος πλ. α´. Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· χορεύσω‐
μεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, ἐν τῇ πανδήμῳ πανηγύρει τῶν Διδασκάλων ἡμῶν. Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτω‐
σαν, καὶ τοὺς Ἱεράρχας κροτείτωσαν ἐν ὕ‐
μνοις, ὡς δογμάτων βλύσαντας, ποταμοὺς ὑ‐
περμεγέθεις, τρεῖς καλλιῤῥόους ἀειζώους τοῦ Πνεύματος· Ποιμένες καὶ Διδάσκαλοι, τοὺς τῆς σεπτῆς Τριάδος, τρισσοὺς Ἱερομύστας, συνελθόντες εὐφημήσωμεν· οἱ φιλόσοφοι τοὺς Σοφούς, οἱ Ἱεροῖς τοὺς Ποιμένας, οἱ ἁ‐
μαρτωλοὶ τοὺς Προστάτας, οἱ πένητες τοὺς πλουτιστάς, οἱ ἐν θλίψεσι τοὺς παραμυθοῦν‐
τας· τοὺς συνοδίτας οἱ ὁδοιπόροι, οἱ ἐν θα‐
λάσσῃ τοὺς κυβερνήτας· οἱ πάντες τοὺς παν‐
ταχοῦ θερμῶς προφθάνοντας, θείους Ἀρχιε‐
ράρχας, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Πα‐
νάγιοι Διδάσκαλοι, σπεύσατε, ἐξελεῖν τοὺς πιστούς, ἐκ τῶν τοῦ βίου σκανδάλων, καὶ ῥῦ‐
σαι κολάσεων, τῶν αἰωνίων ἡμᾶς. Καὶ νῦν. Θεοτοκίον. Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δο‐
ξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρ‐
ραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυ‐
χῶν ἡμῶν. Ἕτερον, ψαλλόμενον εἰ βούλῃ. Ἦχος πλ. α´. Γερμανοῦ Πατριάρχου. Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· προκύ‐
ψασα γὰρ ἄνωθεν, ἡ παντάνασσα Μητρο‐
πάρθενος, ταῖς εὐλογίαις καταστέφει τοὺς εὐφημοῦντας αὐτήν. Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτω‐
σαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανά‐
τῳ κρατουμένους πρίν, ἀπολῦσαι φιλανθρώ‐
πως εὐδοκήσαντα. Ποιμένες καὶ Διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν· τὴν λυχνίαν τὴν χρυσαυγῆ, τὴν φωτοφόρον νεφέλην, τὴν τῶν Χερουβὶμ ὑπερτέραν, τὴν ἔμψυχόν τε κιβω‐
τόν, τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν στάμνον, τὴν ζωη‐
φόρον τοῦ Λόγου πλάκα· ἁπάντων Χριστια‐
νῶν τὸ καταφύγιον, ᾄσμασι θεηγόροις ἐγκω‐
μιάζοντες, οὕτως εἴπωμεν· Παλάτιον τοῦ Λό‐
γου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρα‐
νῶν βασιλείας· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσι‐
τείᾳ σου. * * * Τό, Νῦν ἀπολύεις... τὸ Τρισάγιον· καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α´. Τοὺς τρεῖς μεγίστους φωστῆρας, τῆς τρισηλί‐
ου Θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι, δογμάτων θείων πυρσεύσαντας· τοὺς μελιῤ‐
ῥύτους ποταμοὺς τῆς σοφίας, τοὺς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας· Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρη‐
γόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλῶτ‐
ταν χρυσοῤῥήμονι· πάντες οἱ τῶν λόγων αὐ‐
τῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν· αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύ‐
ουσιν. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δί‐
καιος Δαυΐδ. Ἐδείχθης Πλατυτέρα τῶν οὐρα‐
νῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐ‐
10
νοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου. Η ΑΠΟΛΥΣΙΣ Ὁ ἱερεύς· Δόξα σοι, Χριστὲ ὁ Θεός... Ὁ ἀναγνώστης· Δόξα, καὶ νῦν. Κύριε, ἐλέη‐
σον γ´. Πάτερ ἅγιε, εὐλόγησον. Ὁ ἱερεύς· Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν... Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν... Ὁ χορός· Ἀμήν. * * * * * ΜΕΣΟΝΥΚΤΙΚΟΝ Μετὰ τὸν ν´ ψαλμόν, τὰ διὰ τὴν λιτὴν ἰδιόμε‐
λα,· τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον τῶν Ἁγί‐
ων. Καὶ Ἀπόλυσις. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος α´. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Δόξα. Ἕτερον. Ἦχος δ´. Ὡς τῶν Ἀποστόλων ὁμότροποι, καὶ τῆς οἰκου‐
μένης Διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσα‐
σθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄ‐
γνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡ‐
μῶν καταδεξάμενος· δι᾿ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυ‐
χὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... * * * ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον τῆς ἡμέρας καὶ ὁ πολυέλεος τῶν ἁγίων] Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Φωστῆρες ὑπέρλαμπροι, τῆς Ἐκκλησίας Χρι‐
σοῦ, τὸν κόσμον ἐφωτίσατε, ταῖ διδαχαῖς ὑ‐
μῶν, Πατέρες θεόσοφοι, τήξαντες τὰς αἱρέ‐
σεις, πάντων τῶν κακοδόξων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς. ΑΠΟΛΥΤΙΚΙΑ Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Ἦχος α´. Παρθένε πανύμνητε, Μήτηρ Χριστοῦ τοῦ Θε‐
οῦ, Μαρία θεόνυμφε, καὶ ἀπειρόγαμε, πιστῶν ἡ ἀντίληψις· ῥῦσαι παντὸς κινδύνου, καὶ παν‐
τοίας ἀνάγκης, Δέσποινα Θεοτόκε, τοὺς ἐν 11
Τοὺς τρεῖς μεγίστους φωστῆρας, τῆς τρισηλί‐
ου Θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι, δογμάτων θείων πυρσεύσαντας· τοὺς μελιῤ‐
ῥύτους ποταμοὺς τῆς σοφίας, τοὺς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας· Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρη‐
γόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλῶτ‐
ταν χρυσοῤῥήμονι· πάντες οἱ τῶν λόγων αὐ‐
τῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν· αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύ‐
ουσιν. ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ πίστει καὶ πόθῳ, τῇ σκέπῃ σου προσφεύγον‐
τας, μόνη θεόνυμφε. Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου. Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἀντίφωνον Α´. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. Ἐκ νεότητός μου * πολλὰ πολεμεῖ με πάθη· * ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, * καὶ σῶσον Σωτήρ μου. (δίς) Ἐν λειμῶνι τῶν Γραφῶν, καθάπερ μέλισσαι σοφοί, προσιπτάμενοι ὑμεῖς, περιεδρέψασθε καλῶς, καὶ τῶν ἀνθέων τὰ ἄριστα καὶ τὸ μέ‐
λι, πᾶσι τοῖς πιστοῖς, τῶν διδαγμάτων ὑμῶν, προτίθεσθε ὁμοῦ, εἰς πανδαισίαν αὐτῶν· καὶ διὰ τοῦτο ἅπας γλυκαινόμενος, μετ᾿ εὐφρο‐
σύνης κραυγάζει· Πάρεστε πάλιν, καὶ μετὰ πότμον, τοῖς ὑμᾶς εὐφημοῦσι μακάριοι. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Τρικυμίαις τῶν παθῶν, ὁ ἀσυνείδητος ἐγώ, χειμαζόμενος Ἁγνή, ἐπικαλοῦμαί σε θερμῶς· Μή με παρίδῃς τὸν δείλαιον ἀπολέσθαι, ἄ‐
βυσσον ἐλέους ἡ τέξασα· πλήν σου γὰρ ἄλ‐
λην ἐλπίδα οὐ κέκτημαι. Μὴ οὖν ἐχθροῖς ἐπί‐
χαρμα καὶ γέλως, ὁ πεποιθώς σοι ὀφθήσομαι· καὶ γὰρ ἰσχύεις, ὅσα καὶ βούλει, ὡς Μήτηρ οὖσα τοῦ πάντων Θεοῦ. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ἐπεφάνης σήμερον. Οἱ σοφοὶ Διδάσκαλοι, τῆς οἰκουμένης, οἱ Θε‐
ὸν δοξάσαντες, ἔργοις καὶ λόγοις ἐπὶ γῆς, με‐
γαλυνέσθωσαν σήμερον, ὡς σωτηρίας ἡμῖν ὄντες πρόξενοι. Δόξα. Ὅμοιον. Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, τὴν σεπτὴν πανήγυριν, τῶν Διδασκάλων τῶν τριῶν· καὶ γὰρ αὐτοὶ ἐστερέωσαν, τὴν Ἐκκλησίαν αὑτῶν θείοις δόγμασι. Καὶ νῦν. Θεοτοκίον. Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ θερ‐
μὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ σέ, ἐκ τῶν κινδύνων με λύτρωσαι· σὺ γὰρ ὑπάρχεις ἡ πάντων βοήθεια. * * * Οἱ μισοῦντες Σιών, * αἰσχύνθητε ἀπὸ τοῦ Κυ‐
ρίου· * ὡς χόρτος γάρ, πυρὶ * ἔσεσθε ἀπεξηρα‐
μένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι * πᾶσα ψυχὴ ζωοῦται, * καὶ καθάρσει ὑψοῦται, * λαμπρύνεται, * τῇ τρια‐
δικῇ μονάδι * ἱεροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, * ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, * ἀρδεύοντα, * ἅπασαν τὴν κτίσιν * πρὸς ζωογονίαν. Προκείμενον. Ἦχος δ´. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ με‐
λέτη τῆς καρδίας μου σύνεσιν. * * * ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΟΡΘΡΟΥ Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ‐
μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ´) 12
Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁ‐
γίου Εὐαγγελίου. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγ‐
γελίου τὸ ἀνάγνωσμα. (ι´ 9‐16) Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. (Ζήτει τῇ ΙΓ´ Νοεμβρίου, εἰς τὴν Λειτουργίαν). Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀ‐
πολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισ‐
σὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑ‐
πὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γι‐
νώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα με δεῖ ἀ‐
γαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γε‐
νήσεται μία ποίμνη, εἷς ποιμήν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν ν´ ψαλμόν, χύμα. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐
δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. Δόξα. Ἦχος β´. Ταῖς τῶν Διδασκάλων, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 13
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐ‐
ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐξεχύθη ἡ χάρις ἐν χείλεσιν ὑμῶν, Ὅσιοι Πα‐
τέρες· καὶ γεγόνατε Ποιμένες τῆς τοῦ Χρι‐
στοῦ Ἐκκλησίας, διδάσκοντες τὰ λογικὰ πρό‐
βατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέη‐
σον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. * * * ΟΙ ΚΑΝΟΝΕΣ Οἱ Κανόνες, ὁ τῆς Θεοτόκου μετὰ τῶν εἱρ‐
μῶν, εἰς ς´, καὶ οἱ τῶν Ἁγίων, εἰς η´. Κανὼν τῆς Θεοτόκου. Ποίημα Ἰωάννου Εὐχαΐτων· οὗ ἡ Ἀκροστιχίς, ἄνευ τῶν Εἱρμῶν· Τοὺς προστρέχοντας εἰς σὲ σῷζε, Παρθένε. ᾨδὴ α´. Ἦχος β´. Ὁ εἱρμός. Δεῦτε λαοί, ᾄσωμεν ᾄσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λα‐
ὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξα‐
σται. Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὸν εὐσεβῶς, σὲ Θεοτόκον κυρίως ἁγνήν, ὁ‐
μολογοῦντα Ἄχραντε, ψυχῆς καὶ σώματος, χαλεπῶν ἐκ κινδύνων, καὶ νόσων καὶ πται‐
σμάτων, σύ με διάσωσον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὅλην ἐν σοί, τῶν χαρισμάτων τὴν ἄβυσσον, ἀποκειμένην ἔγνωμεν· διὸ προσφεύγοντες, Θεοτόκε προθύμως, τῇ σκέπῃ σου τῇ θείᾳ, δι‐
ασῳζόμεθα. σου, καὶ τιμίων αἱμάτων, ῥυσθῆναι ἐκ πται‐
σμάτων, καὶ νοσημάτων πικρῶν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὲ οἱ πιστοί, καύχημα πάντες κεκτήμεθα, κα‐
ταφυγὴν καὶ στήριγμα, καὶ ἀγαλλίαμα, καὶ ψυχῶν σωτηρίαν, ἐλπίδα τε καὶ τεῖχος, Θεο‐
χαρίτωτε. Κανὼν τῶν Ἁγίων. Ποίημα τοῦ αὐτοῦ Ἰωάννου· οὗ ἡ ἀκροστιχίς· Τρισήλιον Φῶς τρεῖς ἀνῆψεν ἡλίους. ᾨδὴ α´. Ἦχος καὶ εἱρμὸς ὁ αὐτός. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τίς ἀμοιβή; τίς ἀνταπόδοσις πρέπουσα, τοῖς ἡμετέροις ἄνθρωποι, προσενεχθήσεται, παρ᾿ ἡμῶν εὐεργέταις; δι᾿ ὧν πρὸς τὸ εὖ εἶναι, χει‐
ραγωγούμεθα. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ῥητορικαί, γλῶσσαι καὶ τέχναι καὶ μέθοδοι, καὶ πᾶσα λόγων δύναμις, νῦν εἰς ὑπόθεσιν, συγκινείσθωσαν μίαν, καὶ τοὺς τετιμηκότας, ἀντιτιμάτωσαν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἴδιον μέν, οὐδὲν ἠνέσχοντο κτήσασθαι, ἐν γῇ οἱ οὐρανόφρονες, φύλακες δ᾿ ὤφθησαν, τοῦ κοινοῦ καὶ προστάται· κοινῶν οὖν καὶ τῶν ὕ‐
μνων, καταξιούσθωσαν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὲ τὴν κοινήν, φιλοτιμίαν Πανάμωμε, τῆς ἡ‐
μετέρας φύσεως, πάντες δοξάζομεν, χεῖλος ἓν γεγονότες, καὶ μίαν συμφωνίαν, ἀποτελέ‐
σαντες. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὑπὲρ ἡμῶν, τῶν σὲ ὑμνούντων δυσώπησον, τὸν σαρκωθέντα Πάναγνε, ἐκ τῶν ἀχράντων 14
Ἕτερος Κανὼν τῶν Ἁγίων. Ποίημα τοῦ αὐτοῦ. ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Οὐκ ἀνθρωπίνης τὸ παρὸν ἐγχείρημα, σπου‐
δῆς κατόρθωμα, ἀλλ᾿ ἡ τοῦ σοῦ θρόνου, πά‐
ρεδρος Φιλάνθρωπε, σοφία συνεργείτω μοι, λόγου χάριν διδοῦσα, δι᾿ ἧς δοξάσαι δυνήσο‐
μαι, οὓς αὐτὴ καλῶς προεδόξασεν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὥσπερ κρατὴρ ὑπερεῤῥύη Δέσποτα, ἡ ἀγαθό‐
της σου, καὶ ὁ πολὺς πλοῦτος, τῆς φιλανθρω‐
πίας σου, ἐκχεῖται καὶ διώδευσεν, ὡς καὶ ἄλ‐
λους Ἀγγέλους, μετὰ σαρκὸς ὑποστήσασθαι, τοὺς νῦν προκειμένους εἰς ἔπαινον. Δόξα. Ἐξ οὐρανοῦ τοῖς οὐρανίοις ἔπρεπε, καὶ τὰ ἐγ‐
κώμια· Ἀγγελικὸς ὕμνος, τοῖς θείοις ἁρμόδι‐
ος· θεοὶ γὰρ κατὰ μέθεξιν, οἱ τὸν φύσει καὶ μόνον, ἀληθινὸν Θεὸν ἔχοντες, ζῶντα ἐν αὐ‐
τοῖς καὶ φθεγγόμενον. Καὶ νῦν. Θεοτοκίον. Μνήμην Δικαίων ὁ θεόφρων σύλλογος, μετ᾿ ἐγκωμίων τελεῖ· οἷς ἡ Θεοῦ Μήτηρ, ὡς αὐτῶν κεφάλαιον, εἰκότως συνδοξάζεται, τελευταί‐
αν καὶ πρώτην, καὶ μέσην τάξιν ἐπέχουσα, καὶ τῆς εὐφημίας μετέχουσα. Καταβασία. Ἦχος γ´. Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευ‐
σέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέ‐
στως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Τῆς Θεοτόκου. ᾨδὴ γ´. Ἦχος β´. Ὁ εἱρμός. Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώ‐
σας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύ‐
τευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε. Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Πρεσβείαις σου Ἁγνὴ Θεὸν ὃν ἔτεκες, παρά‐
σχου εὐΐλατον σοῖς ἱκέταις, τοῖς προστρέχου‐
σι τῇ σκέπῃ σου, καὶ πιστῶς προσκυνοῦσί σου τὴν κύησιν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ῥημάτων τῆς ἐμῆς ψυχῆς ἐπάκουσον, Παρθέ‐
νε δεινῶς ἐκταραττομένης, ἣν εἰρήνευσον Πανύμνητε, ἀεὶ ταύτην κινδύνων διασῴζου‐
σα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὅλην μου τὴν ζωὴν διακυβέρνησον, Παρθένε ἐλπίς μου καὶ προστασία, πειρασμῶν καὶ πε‐
ριστάσεων, λυτρουμένη δεινῶν με ἀειπάρθε‐
νε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σοφίαν τοῦ Θεοῦ τὴν ἐνυπόστατον, ἀγκάλαις ὡς φέρουσα Θεοτόκε, ἐξ ἀγνοίας καὶ πλανή‐
σεως, λυτρωθῆναι τοὺς ὑμνοῦντάς σε ἱκέτευ‐
ε. Τῶν Ἁγίων. ᾨδὴ γ´. Ἦχος β´. Ἐν πέτρᾳ με τῆς πίστεως. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἡ σάλπιγξ ἡ μεγάλη τῆς Ἐκκλησίας, ὁ λύ‐
χνος ὁ φωτίζων τὴν οἰκουμένην, ὁ κήρυξ ὁ τῷ φθόγγῳ περιλαμβάνων, πάντα τὰ πέρατα, ὁ μεγαλώνυμος, συγκροτεῖ τὴν σύναξιν ταύτην Βασίλειος. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Λαμπρὸς ἀπὸ τοῦ βίου καὶ τῶν πραγμάτων, λαμπρὸς ἀπὸ τοῦ λόγου καὶ τῶν δογμάτων, ἐν πᾶσιν ὑπερλάμπων πάντας ὡς ἄλλος, ἀ‐
στέρας ἥλιος, ὁ πολυΰμνητος, Θεολόγος σή‐
μερον μακαρίζεται. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἰδοὺ τὸ φῶς τοῦ κόσμου, τῷ κόσμῳ φαίνει· ἰ‐
δοὺ τῆς γῆς τὸ ἅλας, τὴν γῆν ἡδύνει· ἰδοὺ τὸ 15
ζωῆς ξύλον ἀθανασίας, καρποὺς προβάλλε‐
ται, ὁ χρυσοῦς Ἅγιος· οἱ θανεῖν μὴ θέλοντες, δεῦτε τρυφήσατε. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Θεοτοκίον. ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. Ὁ πάντα ἐκ μὴ ὄντων ὄντα ποιήσας, καὶ φύ‐
σιν δοὺς ἑκάστῳ τῶν γενομένων, αὐτὸς καὶ τὰς δοθείσας φύσεις ἀμείβειν, οἶδεν ὡς βού‐
λεται· ὅθεν ἀκούεται, καὶ Παρθένος τίκτου‐
σα· τίς οὐ θαυμάσεται; Ἕτερος τῶν Ἁγίων. ᾨδὴ γ´. Ἦχος πλ. δ´. Ὁ στερεώσας. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Οἱ τῶν ἠθῶν διορθωταί, καὶ τῶν ψυχῶν οἰκο‐
νόμοι, οἱ σωτῆρες οἱ κοινοὶ τῶν ἁπάντων, οἱ καὶ πράξεων ἡμῖν, καὶ λόγων τύπους δείξαν‐
τες, οἱ παιδευταὶ τοῦ βίου, λαμπροὶ λαμπρῶς εὐφημείσθωσαν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Πνεῦμα ἐνέπλησε Θεοῦ, Βασίλειον ἐπιστή‐
μης· τῶν πυρίνων δὲ γλωσσῶν ἔσχε μίαν, ὁ Γρηγόριος καὶ πῦρ, ὑψηγορίας ἔπνευσε· τὸ τοῦ Χριστοῦ δὲ στόμα, ἐν Ἰωάννῃ ἐλάλησε. Δόξα. Τοῦ νῦν αἰῶνος τὴν σαφῶς, καταργουμένην σοφίαν, ἡ μωρία τοῦ κηρύγματος ἔχει, ὑποκύ‐
πτουσαν αὐτῇ, καὶ δουλικῶς λατρεύουσαν· κήρυκας γὰρ ἡ χάρις, σοφοὺς προβάλλεται ῥήτορας. Καὶ νῦν. Θεοτοκίον. Ὁ ἐν τῇ μήτρᾳ τῆς ἁγνῆς, κατασκηνώσας Παρθένου, τὰς ψυχὰς τῶν θεοφόρων Ἁγίων, οἰκητήρια ποιεῖ, καὶ τοῖς ἐκείνων στόμασι, τὰ κατὰ τὴν Μητέρα, διερμηνεύει μυστήρια. Καταβασία. Ἦχος γ´. Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέ‐
ωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τι‐
μίῳ σου αἵματι. * * * Τοὺς μεγάλους φωστῆρας τοὺς φεραυγεῖς, Ἐκκλησίας τοὺς πύργους τοὺς ἀῤῥαγεῖς, συμ‐
φώνως αἰνέσωμεν, οἱ τῶν καλῶν ἀπολαύον‐
τες, καὶ τῶν λόγων τούτων, ὁμοῦ καὶ τῆς χά‐
ριτος· τὸν σοφὸν Χρυσοῤῥήμονα, καὶ τὸν μέ‐
γαν Βασίλεον, σὺν τῷ Γρηγορίῳ, τῷ λαμπρῷ θεολόγῳ· πρὸς οὓς καὶ βοήσωμεν, ἐκ καρδίας κραυγάζοντες· Ἱεράρχαι τρισμέγιστοι, πρε‐
σβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν. Δόξα. Ὅμοιον. Τὴν σοφίαν λαβόντες παρὰ Θεοῦ, ὡς Ἀπό‐
στολοι ἄλλοι τρεῖς τοῦ Χριστοῦ, τῷ λόγῳ τῆς γνώσεως, συνιστᾶτε τὰ δόγματα, ἃ τὸ πρὶν ἐν λόγοις, ἁπλοῖς κατεβάλλοντο, Ἁλιεῖς ἐν γνώ‐
σει, δυνάμει τοῦ πνεύματος· ἔδει γὰρ καὶ οὕ‐
τω, τὸ ἁπλοῦν ἡμῶν σέβας, τὴν σύστασιν κτήσασθαι, δι᾿ ὑμῶν πανσεβάσμιοι· ὅθεν πάντες βοῶμεν ὑμῖν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσα‐
σθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνή‐
μην ὑμῶν. Καὶ νῦν. Θεοτοκίον. Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυ‐
βέρνητον, ποντουμένην τῷ κλύδωνι, ἁμαρτι‐
ῶν τε φόρτῳ, ὀφθεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾅδου, ἐλθεῖν κινδυνεύουσαν, φθά‐
σον Θεοτόκε, πρεσβειῶν σου ἐλέει, γαλήνην παρέχουσα, καὶ κινδύνων ἐξαίρουσα· σὺ λι‐
μὴν γὰρ ἀχείμαστος· πρεσβεύουσα τῷ σῷ Υἱ‐
ῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου. * * * 16
Εἶτα αἱ δ´, ε´ καὶ Ϛ´ ᾠδαὶ τῶν κανόνων. Θεοτοκίον. Τῆς Θεοτόκου. ᾨδὴ δ´. Ἦχος β´. Ὁ εἱρμός. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Εἰσακήοα Κύριε, τὴν ἀκοήν, τῆς σῆς οἰκονομί‐
ας, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε. Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τῶν τραυμάτων μου Δέσποινα, τῶν τῆς ψυ‐
χῆς, σαρκός τε νοσημάτων, ἡ Θεὸν τεκοῦσα, λύσιν παράσχου μοι. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ῥιπιζόμενον πάθεσι, καὶ λογισμοῖς, καὶ βίου τρικυμίαις, ἐλπίδι Παρθένε, καὶ πίστει βεβαί‐
ωσον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐκ περιστάσεως ῥῦσαί με, Μῆτερ Θεοῦ, καὶ ζάλης καὶ κινδύνων, ταῖς σαῖς ἱκεσίας, μόνη πανύμνητε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χειμαζόμενον κλύδωνι, βιωτικῶν, ἐξάρπασον Παρθένε, πρὸς τὸν σὸν λιμένα, καθοδηγοῦσά με. Τῶν Ἁγίων. ᾨδὴ δ´. Ἦχος β´. Ἐλήλυθας ἐκ Παρθένου. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Νοήμονες, ἐκ τῆς κάτω σοφίας γενόμενοι, κυ‐
βέρνησιν ἔνδοξοι, παρὰ τῆς θείας ἐκτήσασθε· ὅθεν ὡς θεράπαιναν, ταύτην ἐκείνῃ πανσό‐
φως ὑπετάξατε. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Φιλόσοφοι, τοὺς σοφοὺς εἰ φιλεῖτε σοφίσθητε, καὶ λέγειν διδάχθητε, πάντες οἱ λόγους θαυ‐
μάζοντες, πράξεων ἀκρίβειαν, καὶ θεωρίας ἐντεῦθεν ἐξασκούμενοι. Ὡς ὄψιμος, ὑετὸς ἐπ᾿ ἐσχάτων ὁ πρώϊμος, ὑ‐
δάτων αἰώνων τε, Δημιουργὸς εἰς τὴν μήτραν σου, ἔσταξε Πανάμωμε, κατὰ καιρὸν ἀναψύ‐
χων τοὺς ἐκλείποντας. Ἕτερος τῶν Ἁγίων. ᾨδὴ δ´. Ἦχος πλ. δ´. Σύ μου ἰσχὺς Κύριε. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Στῦλος πυρός, λαοῦ πιστοῦ προηγούμενος, καὶ φλογίζων, τοὺς ἐχθροὺς τῆς Πίστεως, τὰς δὲ φυλάς, σῴζων ἀσφαλῶς, τὰς ἐφεπομένας, ὁ Μέγας ὤφθη Βασίλειος· θαρσείτω καὶ νικά‐
τω, ἡ Χριστοῦ Ἐκκλησία, τηλικοῦτον πλουτή‐
σασα πρόμαχον. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Γλώσσης τρυφή, καὶ ἀκοῆς πάσης ἥδυσμα, ὁ σὸς λόγος, πέφυκε Γρηγόριε, μάννα ζωῆς, δρόσος γλυκασμοῦ, μέλι τὸ ἐκ πέτρας, Ἀγγέ‐
λων ἄρτος οὐράνιος, ἀπλύστως ἐμφορεῖσθαι, τῆς ἡδύτητος πείθων, καὶ πληρῶν ἡδονῆς τοὺς μετέχοντας. Δόξα. Ὁ ποταμός, τῶν χαρισμάτων τοῦ Πνεύματος, ἐπληρώθη, μέχρι καὶ προχύσεως, καὶ τὸ κα‐
λόν, πρόσωπον τῆς γῆς, ὡς τρυφῆς χειμάῤ‐
ῥους, ἀπὸ χρυσοῦ ἄρδει στόματος, εὐφραίνων καὶ πιαίνων, τοῦ Χριστοῦ πᾶσαν πόλιν, τοῖς τῶν θείων κυμάτων ὁρμήμασι. Καὶ νῦν. Θεοτοκίον. Φύσιν ἁπλῆν, ἀνασχομένην συνθέσεως, καὶ φανεῖσαν, κρείττονα συγχύσεως, ἐπὶ τοῦ σοῦ, Δέσποινα Υἱοῦ, οἱ τρεῖς θεοφόροι, δογματι‐
σταὶ ὡμολόγησαν, ἐκ δύο θελημάτων, καὶ δι‐
πλῆς ἐνεργείας, τὸν διπλοῦν κατὰ φύσιν γνωρίσαντες. Καταβασία. Ἦχος γ´. Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, 17
τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως. Τῆς Θεοτόκου. ᾨδὴ ε´. Ἦχος β´. Ὁ εἱρμός. Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιη‐
τὴς Κύριος, ἐν τῷ φωτί, τῶν σῶν προσταγμά‐
των, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν. Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὅπλον ἀήττητον, κατὰ ποικίλων πειρασμῶν ἔχοντες, τῶν δυσμενῶν, πάσης ἐπηρείας, λυ‐
τρούμεθα ἀεί, οἱ σὲ Θεοτόκον, Ἁγνὴ ἐπιστά‐
μενοι. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Νόμου τὸ πλήρωμα, ἡ ἀνωτέρα Χερουβὶμ τέ‐
τοκας, τὸν τοῦ Θεοῦ, ἐκ σοῦ σαρκωθέντα, Υἱ‐
ὸν μονογενῆ· ὃν ὑπὲρ τῶν δούλων, τῶν σῶν ἐξιλέωσαι. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὸν τοῦ παντὸς Ποιητήν, ἐν ταῖς ἀγκάλαις σου Ἁγνὴ φέρουσα, τοῦτον ἡμῖν, ταῖς σαῖς ἱ‐
κεσίαις, εὐΐλατον δίδου, τοῖς νῦν ἐκ καρδίας, πρὸς σὲ καταφεύγουσιν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀπὸ στενώσεως, τῆς κατωδύνου μου ψυχῆς δέησιν, τῶν οἰκτιρμῶν μόνῃ τῇ τεκούσῃ, τὸν αἴτιον Λόγον, προσφέρω ὁ τάλας· οἰκτείρασα σῶσόν με. Τῶν Ἁγίων. ᾨδὴ ε´. Ἦχος β´. Ὁ φωτισμός. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Σὺ τὴν πηγήν, τῶν σαυτοῦ χαρισμάτων, ἐκπι‐
εῖν ὅλην, Φιλάνθρωπε δέδωκας τοῖς Ἁγίοις, ἐ‐
λαττωθεῖσαν, οὐδαμῶς τῇ κενώσει, τὸν δὲ κό‐
σμον πάντα μεθύσασαν, τοῖς ἐκ τῆς κοιλίας, αὐτῶν θείοις ῥεύμασι. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τί μοι χρυσός, τί μοι πλοῦτος καὶ δόξα καὶ δυ‐
ναστεία; καπνοὶ διαῤῥέοντες εἰς ἀέρα· πάντα οἰχέσθω· αὔρα πάντα φερέτω· ἐμοὶ πλοῦτος εἷς πολυέραστος, ἡ τῶν Διδασκάλων, τριὰς ῥητορεύουσα. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ῥεῖ ποταμός, ἀμβροσίαν καὶ νέκταρ, ῥεῖ τοῖς πεινῶσιν, ἀθάνατος βρῶσις, καὶ τοῖς διψῶσιν, ἄφθαρτος πόσις, ὕδωρ ζῶν εἰς αἰῶνας, καὶ συνέχον ζῶντας τοὺς πίνοντας· πάντες πλημμυρούσης, ζωῆς ἐμφορήθητε. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἔσχεν ἰσχύν, καθ᾿ ἡμῶν ἡ κακία, ἀλλ᾿ οὐκ εἰς τέλος· ἠσθένησε γὰρ μετὰ τὴν Παρθένον, τὸν ἐν ἰσχύϊ, δυνατὸν τετοκυῖαν, ὑπελθόντα σαρκὸς ἀσθένειαν, καὶ τὸν δυνατόν, ἐν κακίᾳ νεκρώσαντα. Ἕτερος τῶν Ἁγίων. ᾨδὴ ε´. Ἦχος β´. Ἵνα τί με ἀπώσω. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τοὺς τῶν θείων πραγμάτων, καὶ τῶν ἀνθρω‐
πίνων σοφοὺς ἐπιστήμονας, τὰς τῶν ὄντων φύσεις, φιλαλήθως ἡμῖν σαφηνίσαντας, καὶ τὸν τούτων Κτίστην, πᾶσι γνωρίσαντας ὡς θέμις, εὐχαρίστοις φωναῖς ἀμειψώμεθα. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τὸ πικραῖνον καὶ στύφον, τῶν πρὸς σωτηρίαν φαρμάκων ἐγλύκαναν, ταῖς σοφαῖς τῶν λό‐
γων, ἐπῳδαῖς τε καὶ τέχναις καὶ χάρισι, τῶν ψυχῶν οἱ θεῖοι, θεραπευταί· θέλγεσθε πάν‐
τες, εὐσεβεῖς καὶ τερπόμενοι σῴζεσθε. Δόξα. Σιωπᾷ λόγος ἅπας, τῶν Θεοκηρύκων λα‐
λούντων τὰ ἔνθεα, καὶ κρατεῖ τῆς πάλαι, Δια‐
θήκης ἡ νέα προβάλλουσα, τὰ σεπτὰ πυξία, 18
τῶν ἐν αὐτῇ νομοθετούντων, οἷς ῥυθμίζεται πᾶς πιστῶν σύλλογος. Τῶν Ἁγίων. ᾨδὴ Ϛ´. Ἦχος β´. Ἄβυσσος ἁμαρτημάτων. Καὶ νῦν. Θεοτοκίον. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τὴν ἀθάνατον φύσιν, ἡ θνητὴ παρέδραμεν εἰς ἁγιότητα· καὶ Παρθένος Κόρη, τοὺς ἀσάρ‐
κους Ἀγγέλους παρήλασεν, ὡς Θεὸν τεκοῦ‐
σα, τὸν Βασιλέα τῶν Ἀγγέλων, ᾧ προσβλέ‐
πειν ἐκείνοις ἀδύνατον. Καταβασία. Ἦχος γ´. Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐ‐
πηρμένῳ Θεόν, ὑπ᾿ Ἀγγέλων δόξης δορυφο‐
ρούμενον, ὢ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα. Τῆς Θεοτόκου. ᾨδὴ Ϛ´. Ἦχος β´. Ὁ εἱρμός. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀ‐
νεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικα‐
λοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνά‐
γαγε. Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σωτηρίας λιμένα γινώσκων σε, πλέων πολυ‐
φρόντιδος βίου τὸ πέλαγος, ἐπικαλοῦμαι Δέ‐
σποινα, κυβερνῆτιν ψυχῆς μου γενέσθαι σε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐνεδύθην στολὴν κακουχούμενος, Μῆτερ ἀ‐
ειπάρθενε τῆς ἀφροσύνης μου· ἀλλ᾿ ἡ Θεὸν κυήσασα, τῆς χαρᾶς τὸν χιτῶνα ἀντίδος μοι. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἱερᾶς πολιτείας ἐκπέπτωκα, ῥᾳθυμῶν ὁ δεί‐
λαιος· ἀλλ᾿ ἐπανάγαγε, εὐλογημένη Πάνα‐
γνε, προσταγαῖς τοῦ Υἱοῦ σου ῥυθμίζουσα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Συμπαθείας με θείας ἀξίωσον, ἡ τὸν συμπα‐
θέστατον Λόγον κυήσασα, τὸν τῷ ἰδίῳ αἵμα‐
τι, ἐκ φθορᾶς τοὺς ἀνθρώπους ῥυσάμενον. Ἴδια ἐν τῇ Τριάδι, τριττὰ συνθεολογεῖτε, τὴν ἀγεννησίαν τοῦ Πατρός, τοῦ Λόγου τὴν γέν‐
νησιν, καὶ Πνεύματος, τὴν ἐκπόρευσιν μόνου. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Σήμερον τῷ οἴκῳ τούτῳ, περιφανὴς σωτηρία· δύο γὰρ καὶ τρεῖς συνηγμένους, Χριστὸς εἰς τὸ ὄνομα, αὑτοῦ τιμῶν, μέσος πάρεστι τού‐
των. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἄπειρον τῆς γῆς τὸ βάθος, πρὸς τὸ οὐράνιον ὕψος· ἀλλ᾿ ἀπὸ τῆς γῆς τοὺς Ἁγίους, ἐξῆρεν ἐπέκεινα, τῶν οὐρανῶν, ὁ οὐράνιος ἔρως. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Νέαν σε πηγὴν Παρθένε, καὶ ἀφορμὴν μυ‐
στηρίων, ἔχοντες οἱ τρεῖς Θεηγόροι, καιναῖς ὑποθέσεσι, καινοπρεπῆ, προσαρμόζουσι φρά‐
σιν. Ἕτερος τῶν Ἁγίων. ᾨδὴ Ϛ´. Ἦχος πλ. δ´. Ἱλάσθητί μοι Σωτήρ. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τριάδα Μοναδικήν, θεολογεῖν ἐδιδάχθημεν· Μονάδα Τριαδικήν, ὑμνεῖν παρελάβομεν· προσκυνεῖν ἐμάθομεν, παρὰ τῶν Πατέρων, μίαν Φύσιν τρισυπόστατον. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ὁ Λόγος ἦν ἐν ἀρχῇ, πρὸς τὸν Πατέρα συνά‐
ναρχος· τῷ Λόγῳ Πνεῦμα συνῆν, ἀλλ᾿ ἐκ τοῦ Γεννήτορος· ἁπλῆ ὁμοούσιος, συμφυὴς Θεό‐
της, ὡς οἱ θεῖοί φασι Κήρυκες. 19
Δόξα. Συνάπτω καὶ διαιρῶ, τὰ συναπτῶς διαιρούμε‐
να· ἓν ἀμερὲς ἐννοῶ, καὶ τρία φαντάζομαι· Διδασκάλους δέχομαι, τρεῖς θεοφορήτους, οὕ‐
τω πείθοντας πιστεύειν με. Καὶ νῦν. Θεοτοκίον. Ἀμήτωρ πρὸ τῆς σαρκός, ἀπάτωρ μετὰ τὴν σάρκωσιν· Υἱὸς Πατρὸς καὶ Μητρός, ὁ ταῦτα καλούμενος· ὑπὲρ νοῦν ἀμφότερα· τῷ Θεῷ γὰρ πρέπει, τῶν θαυμάτων τὰ παράδοξα. Καταβασία. Ἦχος γ´. Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστέ, σὺ Θεός μου. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... * * * ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον. Ἦχος β´. Τοὺς ἀσφαλεῖς. Τοὺς ἱεροὺς καὶ θεοφθόγγους Κήρυκας, τὴν κορυφὴν τῶν Διδασκάλων Κύριε, προσελά‐
βου εἰς ἀπόλαυσιν τῶν ἀγαθῶν σου καὶ ἀνά‐
παυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν κά‐
ματον, ἐδέξω ὑπὲρ πᾶσα ὁλοκάρπωσιν, ὁ μό‐
νος δοξάζων τοὺς Ἁγίους σου. Ὁ Οἶκος. Τράνωσόν μου τὴν γλῶτταν. Τίς ἱκανὸς τὰ χείλη διᾶραι, καὶ κινῆσαι τὴν γλῶσσαν πρὸς τοὺς πνέοντας πῦρ, δυνάμει Λόγου καὶ Πνεύματος; ὅμως τοσοῦτον εἰπεῖν θαῤῥήσω· ὅτι πᾶσαν παρῆλθον τὴν ἀνθρωπί‐
νην φύσιν οἱ τρεῖς, τοῖς πολλοῖς καὶ μεγάλοις χαρίσματι, καὶ ἐν πράξει καὶ θεωρίᾳ, τοὺς κατ᾿ ἄμφω λαμπροὺς ὑπεράραντες· διὸ μεγί‐
στων δωρεῶν τούτους ἠξίωσας, ὡς πιστούς σου θεράποντας, ὁ μόνος δοξάζων τοὺς Ἁγί‐
ους σου. Συναξάριον. Τῇ Λ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, καὶ οἰκουμενικῶν Διδασκά‐
λων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου, καὶ Ἰωάννου τοῦ Χρυσοστόμου. Στίχ. Ὁμοῦ δίκαιον τρεῖς σέβειν Ἑωσφόρους, Φῶς τρισσολαμπὲς πηγάσαντας ἐν βίῳ. Λάμψει ἐνὶ τριακοστῇ χρυσοτρισήλιος αἴγλη. Τῶν τριῶν τούτων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ πάντων τῶν Ἁγίων, τὰς τῶν αἱρέ‐
σεων ἐπαναστάσεις κατάβαλε, καὶ ἡμᾶς ἐν ὁ‐
μονοίᾳ καὶ εἰρηνικῇ καταστάσει διαφύλαξον, καὶ τῆς οὐρανίου σου βασιλείας ἀξίωσον. Ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀ‐
μήν. Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τοῦ Ἁγίου Ἱερομάρ‐
τυρος Ἱππολύτου Πάπα Ῥώμης, καὶ τῶν σὺν αὐτῷ, Κενσουρίνου, Σαβαΐνου, Χρυσῆς, καὶ τῶν λοιπῶν. Στίχ. Τόλμῃ θάλασσαν Ἱππόλυτος εἰσδύνει, Οἷα κροαίνων ἵππος ἐν λείῳ πέδῳ. Τείνων τράχηλον τῷ ξίφει Κενσουρῖνος, Ἦν οἷα ξυρῷ τοῖς συνάθλοις ἀκόνη. Σπλάγχνα φλέγουσι Σαβαΐνου λαμπάσι, Τὰ παμπόνηρα τέκνα τῆς ἀσπλαγχνίας. Χρυσῆ βυθῷ βληθεῖσα, παστῷ τοῦ πόλου, Νύμφη πρόσεισι προσφάτως λελουμένη. Ἱπόλλυτον πόντους τριακοστῇ ἔκτανε ῥεῦμα. Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Θεοφίλου τοῦ Νέου. Στίχ. Ὁ Θεόφιλος τὴν φίλην τμᾶται κάραν, Θεοὺς φιλῆσαι μὴ θελήσας βαρβάρων. Ὁ Ἅγιος Νεομάρτυς Θεόδωρος ὁ Μυτιληναῖος καὶ ἐν Μυτιλήνῃ μαρτυρήσας ἐν ἔτει ͵αψπδ´(1784), ἀγχόνῃ τελειοῦται. Στίχ. Ὁ Θεόδωρος μαρτυρήσας προφρόνως, Καὶ προφρόνως δέδεκται ἄφθαρτον στέφος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡ‐
μῶν Πελαγίας, διὰ Χριστὸν σαλῆς, ἀσκησά‐
σης ἐν τῇ ἱερᾷ μονῇ Ντιβέγεβο ἐν Ῥωσσίᾳ καὶ κοιμηθείσης ἐν Κυρίῳ ἐν ἔτει ͵αωπδ´ (1884). Στίχ. Πέλαγος βίου ἡ ἔμφρων Πελαγία, Ἐν Ντιβέγεβο διῆλθε ψευδομώρως. Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν εὐγνώμονα καὶ χαρμόσυνον ἐπιτελοῦμεν τῆς ἐν ἔτει ͵αωκγ´ (1823) εὑρέσεως ἐν τῇ νήσῳ τῆς Τήνου τῆς πε‐
ριπύστου και θαυματουργοῦ ἱερᾶς εἰκόνος τῆς Θεομήτορος, τῆς ἐπονομαζομένης Εὐαγ‐
γελιστρίας. 20
Στίχ. Αὖθις ὑποδέχεται τὴν σὴν Εἰκόνα Ἅπασα ἡ Νῆσός σου, ὦ Θεομῆτορ. Ἥκεις ἐν χρόνοις τοῦ Γένους δυσημέροις, Φέρουσα, Εὐαγγελίστρια, τὴν αὐγὴν τῆς νίκης. Παρθένε, τὸν χιτῶνα αἰτούμενος, τῆς σωφρο‐
σύνης διά σοῦ, πάλιν ἐνδύσασθαι. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Εἶτα αἱ ζ´ καὶ η´ ᾠδαὶ τῶν κανόνων. Ζωῆς ἐκπεσών, ἀκηράτου μὲν τὸ πρὶν ὁ Ἀδὰμ σέσωσται· διὰ τοῦ Τόκου σου νῦν δὲ Πάνα‐
γνε, τὸν ἀῤῥωστίᾳ κρατούμενον σῶσον, ἐπιῤ‐
ῥώσασα Κόρη, καὶ ἀξίωσον ψάλλειν σοι· Εὐ‐
λογημένη ἡ Θεόν, σαρκὶ κυήσασα. Τῆς Θεοτόκου. ᾨδὴ ζ´. Ἦχος β´. Ὁ εἱρμός. Τῶν Ἁγίων. ᾨδὴ ζ´. Ἦχος β´. Ἀντίθεον πρόσταγμα. Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομέ‐
νης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθε‐
ωτάτου προστάγματος· μέσον δὲ πυρὸς ἐμ‐
βληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογη‐
τὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέη‐
σον ἡμᾶς. Ἀμήν. * * * Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σταυρῷ προσπαγείς, ὁ ἐκ σοῦ σωματωθεὶς Θεογεννήτρια, Ἀδὰμ διέῤῥηξε τὸ χειρόγρα‐
φον· ὃν νῦν δυσώπει Πανάμωμε, ἅπαντας κινδύνων ῥυσθῆναι, τοὺς ἐν πίστει κραυγά‐
ζοντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐλπὶς ἀγαθή, προσδοκία τε Πιστῶν ὑπάρχεις Δέσποινα· καὶ νῦν δεόμεθα δωρήσασθαι, σῆς συμπαθείας τὸ πέλαγος, πᾶσι τοῖς εἰς σὲ πε‐
ποιθόσι, καὶ τῷ Υἱῷ σου κραυγάζουσιν· Εὐλο‐
γητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σκοτίᾳ δεινῇ, τῇ τοῦ βίου συσχεθεὶς τὸν συλ‐
λυπούμενον, καὶ συναλγοῦντα οὐ κατέλα‐
βον· τῇ σῇ Παρθένε λαμπρότητι, λῦσον τὴν ἀχλὺν τῶν πταισμάτων, καὶ καταύγασον ψάλλοντα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέ‐
ρων ἡμῶν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὡραίαν στολήν, σωτηρίων ἐντολῶν διὰ Βα‐
πτίσματος, ἀμφιασάμενος ἀπημαύρωσα, δι᾿ ἀμελείας ὁ δείλαιος· νῦν δέ σοι προστρέχω Ἡττᾶται μακάριοι καὶ δραπετεύει, ἡ πρὶν ἀ‐
νυπόστατος, θρασύτης τῶν αἱρέσεων· κηρὸς δὲ τηκόμενος, ἀπὸ προσώπου πυρός, νόθον ἅπαν δόγμα τοῖς ἡμῶν, πυρπνόοις φθόγγοις, προσβάλλον δείκνυται. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ψευδεῖς μὲν ἐξέκλιναν Ἑλλήνων ὕθλους, πει‐
θὼ δὲ τὴν τύραννον, ἀνθρώποις μόνην εἵλ‐
κοντο· ὑφ᾿ ἧς τὴν ἀλήθειαν, οἱ τρεῖς τονώ‐
σαντες, οὕτως ἅπαν σύστημα πιστῶν, χει‐
ροῦνται λόγοις καὶ καταπείθουσι. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐν σοὶ πᾶσα πρόῤῥησις ἐπανεπαύθη, καὶ πέ‐
ρας ἐδέξατο, ξενίζουσα τοὺς λέγοντας· ἐκ σοῦ δὲ λαμπρότερα καὶ τῶν προῤῥήσεων, θαύματα πηγάζουσιν Ἁγνή, σοφοὺς δηλοῦν‐
τα τοὺς ἑρμηνεύοντας. Ἕτερος τῶν Ἁγίων. ᾨδὴ ζ´. Ἦχος πλ. δ´. Θεοῦ συγκατάβασιν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Σιγῶσαι καὶ κράζουσαι, ὁρώμεναί τε καὶ ἀ‐
κουόμεναι, ἀρετῆς καὶ σοφίας, οἱ θεηγόροι στῆλαι γεγόνασιν, ἔργῳ καὶ λόγῳ, βοᾶν προ‐
τρεπόμενοι· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέ‐
ρων ἡμῶν. 21
Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. σου Πάναγνε, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας. Θεοῦ φωνὰς ἄνωθεν, ἐπιβροντώσας ἡμῖν ἐ‐
ξαίσιον, ἀστραπῶν τε βολίδας, τοὺς ὑμῶν φθόγγους σοφοὶ δεχόμενοι, συμμελῳδοῦμεν ὑμῖν, καὶ συμψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀθανασίας διαυγῆ, ἐπιστάμεθα πηγήν σε Θε‐
οτόκε, ὡς τεκοῦσαν τὸν Λόγον, τοῦ ἀθανάτου Πατρός, τὸν πάντας θανάτου λυτρούμενον, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας. Δόξα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ῥιφήσονται χάλαζαι, ἐκ πετροβόλων γλωσ‐
σῶν συντρίβουσαι, τὰ σαθρὰ τῶν δογμάτων, εἴτις εἰς μέσον παῤῥησιάσηται, τῶν κενολό‐
γων, ὀρθὰ μὴ φθεγγόμενος· Εὐλογητὸς ὁ Θε‐
ός, ὁ τῶν Πατέρων ἡμῶν. Ῥεῖθρον ἰάσεων ἡμῖν, ἀεννάως τοῖς πιστοῖς Ἁγνὴ πηγάζεις, οὗ τὴν ἄφθορον χάριν, ἀπα‐
ρυόμενοι νῦν, ὑμνοῦμεν τὸν Τόκον σου Ἄ‐
χραντε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰ‐
ῶνας. Καὶ νῦν. Θεοτοκίον. Τῶν Ἁγίων. ᾨδὴ η´. Ἦχος β´. Ἰνδάλματος χρυσοῦ. Παρθένον οἰκήσας σε, καὶ μετὰ τόκον Παρ‐
θένον ἔλιπεν, ὁ ἀμείβων στοιχεῖα, Θεοκυῆτορ Μαρία πανάχραντε· πρὸς ὃν βοῶμεν, σὺν σοὶ Παναμώμητε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέ‐
ρων ἡμῶν. Καταβασία. Ἦχος γ´. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογή‐
σαντας, καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦν‐
τες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Τῆς Θεοτόκου. ᾨδὴ η´. Ἦχος β´. Ὁ εἱρμός. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Νοοῦμεν εὐσεβῶς, καὶ δοξάζομεν ὁμότιμον μίαν φύσιν, ἀπειροδύναμον, Μονάδα τε καὶ Τριάδα, τὴν πάντα ταῦτα, λόγοις κυβερνῶ‐
σαν κρείττοσιν· οὕτω γὰρ δοξάζειν, οἱ τρεῖς Θεοφόροι παρεγγυῶσιν· οἷς συμπροσκυνοῦ‐
μεν, αὐτὴν εἰς τοὺς αἰῶνας. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρό‐
σον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶ‐
νας. Ἡνώθησαν οἱ τρεῖς, Θεοκήρυκες ἑνώσαντες τὴν Τριάδα, καὶ τὸ ἀμέριστον, ἐν πᾶσι τετη‐
ρηκότες, τῇ θείᾳ φύσει, μίαν παρ᾿ αὐτῆς ἀν‐
τέλαβον, ἀμέριστον δόξαν, εἰς ἔπαινον ἕνα συγκαλουμένην, τοὺς ὑπερυψοῦντας, αὐτὴν εἰς τοὺς αἰῶνας. Τροπάρια. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐξασθενεῖ μου νῦν ὁ νοῦς, εἰς τὰ βάθη ἐμπε‐
σὼν τῆς ἀτιμίας, ὡς ἐντεῦθεν ποικίλοις, περι‐
παρῆναι κακοῖς· ἀλλὰ σύ με Παρθένε θερά‐
πευσον, τῷ τῆς ἀπαθείας φωτὶ περιβαλοῦσα. Λαβὼν τὸ καθ᾿ ἡμᾶς, ἀντιδούς τε τὸ οἰκεῖον ὁ Εὐεργέτης, ἔδρασε μόνον, οὐκ ἔπαθε δὲ Παρ‐
θένε· θεοποιεῖ γάρ, ἀλλ᾿ οὐκ εἰς φθορὰν μεθί‐
σταται· μᾶλλον δὲ καὶ πάσχων, ἑκὼν διὰ πά‐
θους τὰ πάθη λύει, ὡς οἱ τρεῖς Πατέρες, ἡμᾶς μυσταγωγοῦσιν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Πύργον ἰσχύος ἀσφαλῆ, καὶ κρηπῖδα καὶ φρουρὰν καὶ προστασίαν, κεκτημένοι σε πί‐
στει, διασῳζόμεθα νῦν, ὑμνοῦντες τὸν Τόκον 22
Ἕτερος τῶν Ἁγίων. ᾨδὴ η´. Ἦχος πλ. δ´. Ἑπταπλασίως κάμινον. γα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. * * * Οὓς ὁ Θεὸς συνήνωσεν, εἰς ὁμότιμον ἕνωσιν, ἐγκωμιαστής, μὴ χωριζέτω ἄνθρωπος· ἀλλ᾿ ἴ‐
σους ἡγούμενος, ἐν τοῖς αὐτοῖς χαρίσμασιν, ἴ‐
σων καὶ τῶν ὕμνων, μελῳδῶν ἀξιούτω· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπε‐
ρυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Οἱ δυνατοὶ καὶ ἄμαχοι, τῆς Θεότητος σύμμα‐
χοι, καὶ τῆς ἀληθείας, ἀψευδεῖς συνήγοροι, τὰ βάθη τοῦ Πνεύματος, καλῶς ἀνερευνήσαν‐
τες, τὰς θεοπρεπεῖς, περὶ Θεοῦ ὑπολήψεις, ἐ‐
κεῖθεν συνιστῶσι, καὶ διδάσκουσι ψάλλειν· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Στίχ. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Ἐξ οὐρανοῦ μὲν μέγιστοι, δύω λύχνοι φωτί‐
ζουσιν, ἐκ διαδοχῆς, ἀλλήλων τὴν ὑφήλιον· ἐκ γῆς δὲ φανότερον, τὴν σύμπασαν αὐγά‐
ζουσι, τρεῖς κατὰ τ᾿ αὐτό, ὑπερμεγέθεις φω‐
στῆρες, συλλάμποντες ἀλλήλοις, καὶ συμ‐
ψάλλοντες ἅμα· Λαοὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Καὶ νῦν. Θεοτοκίον. Ὑπὲρ ἡμῶν ἡ σάρκωσις, καὶ τὰ πάθη τὰ τίμι‐
α· δι᾿ ἡμᾶς Θεός, μετὰ νεκρῶν ἐγένετο, θανά‐
του μὲν ἄγευστος, οἷα παθῶν ἐλεύθερος, τῇ δὲ πρὸς τὴν σάρκα, τὴν θνητὴν κοινωνίᾳ, λε‐
γόμενος καὶ πάθους, μετασχεῖν καὶ θανάτου· αὐτὸν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Καταβασία. Ἦχος γ´. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προ‐
εστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔρ‐
ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Ὑπαπαντῆς. (Ψάλλονται ἀπὸ τῆς 15ης Ἰανουαρίου μέχρι τῆς ἀποδόσεως τῆς Ὑπαπαντῆς). ᾨδὴ α´. Ἦχος γ´. Χέρσον ἀβυσσοτόκον πέδον * ἥλιος ἐπεπό‐
λευσέ ποτε· * ὡσεὶ τεῖχος γὰρ ἐπάγη * ἑκατέ‐
ρωθεν ὕδωρ * λαῷ πεζοποντοποροῦντι * καὶ θεαρέστως μέλποντι· * ᾌσωμεν τῷ Κυρίῳ, * ἐνδόξως γὰρ δεδόξασται. ᾨδὴ γ´. Τὸ στερέωμα * τῶν ἐπὶ σοὶ πεποιθότων, * στε‐
ρέωσον, Κύριε, * τὴν Ἐκκλησίαν, * ἣν ἐκτήσω τῷ τιμίῳ σου αἵματι. ᾨδὴ δ´. Ἐκάλυψεν οὐρανοὺς * ἡ ἀρετή σου, Χριστέ· * τῆς κιβωτοῦ γὰρ προελθὼν * τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, * ἐν τῷ ναῷ τῆς δόξης σου * ὤφθης ὡς βρέφος, ἀγκαλοφορού‐
μενος· * καὶ ἐπληρώθη τὰ πάντα * τῆς σῆς αἰ‐
νέσεως. ᾨδὴ ε´. Ὡς εἶδεν Ἡσαΐας * συμβολικῶς, ἐν θρόνῳ ἐ‐
πηρμένῳ Θεὸν * ὑπ᾿ ἀγγέλων δόξης * δορυ‐
φορούμενον, * Ὢ τάλας, ἐβόα, ἐγώ! * πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, * φωτὸς ἀνεσπέ‐
ρου * καὶ εἰρήνης δεσπόζοντα. ᾨδὴ Ϛ´. Ἐβόησέ σοι, * ἰδὼν ὁ πρέσβυς * τοῖς ὀφθαλ‐
μοῖς τὸ σωτήριον, * ὃ λαοῖς ἐπέστη· * Ἐκ Θεοῦ, Χριστέ, σὺ Θεός μου. ᾨδὴ ζ´. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα * παῖδας θεολογή‐
σαντας * καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα * Θεὸν Λόγον ὑμνοῦμεν, * εὐσεβῶς μελῳ‐
δοῦντες· * Εὐλογητὸς ὁ Θεὸς * ὁ τῶν πατέρων ἡμῶν. 23
ᾨδὴ η´. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Ἀστέκτῳ πυρὶ ἑνωθέντες * οἱ θεοσεβείας προ‐
εστῶτες νεανίαι, * τῇ φλογὶ δὲ μὴ λωβηθέν‐
τες, * θεῖον ὕμνον ἔμελπον· * Εὐλογεῖτε, * πάντα τὰ ἔργα τὸν Κύριον, * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. * * * Ὁ διάκονος· Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύ‐
νομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐
ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐
φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐
καριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐
τόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐
θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... * * * Τῆς Θεοτόκου. ᾨδὴ θ´. Ἦχος β´. Ὁ εἱρμός. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀῤῥήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθο‐
ρᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀ‐
φράστως σαρκωθέντα δι᾿ ἡμᾶς, οἱ πιστοὶ ὁμο‐
φρόνως, ἐν ὕμνοις μεγαλύνομεν. Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεομακάριστε Κόρη, τὴν ἐλπίδα μου πᾶσαν, προθύμως ἀνατίθημι ἐν σοί· σῶσόν με Μήτηρ τῆς ὄντως ζωῆς· καὶ τρυφῆς ἀεννάου, πλη‐
σθῆναι καθικέτευε Ἁγνή, τὸν ἐν πίστει καὶ πόθῳ, σὲ ὕμνοις μεγαλύνοντα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐπιφανεῖσα Παρθένε, τῆς ψυχῆς μου τὸν ζό‐
φον, φωτός σου ταῖς ἀΰλοις ἀστραπαῖς, αὔ‐
γασον πύλη τοῦ θείου φωτός· καὶ πυρὸς αἰω‐
νίου, ῥυσθῆναι καταξίωσον Ἁγνή, τὸν ἐν πί‐
στει καὶ πόθῳ, σὲ ὕμνοις μεγαλύνοντα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Νενοσηκότας ὁρῶσα, καὶ ψυχὴν καὶ τὸ σῶμα, καὶ βεβλημένους πάθεσι δεινοῖς, τῇ εὐσπλαγ‐
χνίᾳ σου Δέσποινα, θεραπεύσασα λῦσον τῶν νῦν παρενοχλούντων λυπηρῶν, ἵνα πάντες σὲ ὕμνοις, ἀπαύστως μεγαλύνωμεν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐν τῇ γαστρί σου σκηνώσας, ἐκ γαστρὸς πρὸ αἰώνων, Πατὴρ ὅν περ ἐγέννησεν Υἱόν, τέλει‐
ος γέγονεν ἄνθρωπος· καὶ πηγὴν χαρισμά‐
των, σὲ Θεομῆτορ ἔδειξεν ἡμῖν, τοῖς πιστῶς προσκυνοῦσι, τὴν ἄφραστόν σου γέννησιν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς 24
Τῶν Ἁγίων. ᾨδὴ θ´. Ἦχος β´. Ἀνάρχου Γεννήτορος. Μεγάλυνον ψυχή μου, τοὺς ἐν Ἱεράρχαις, Φωστῆρας τρεῖς μεγάλους. Ἰδοὺ τὸ ὑμέτερον, γεώργιον καὶ ποίμνιον, ὑ‐
πὲρ οὗ τοὺς μεγίστους πόνους ὑπέστητε, εἰς ἓν συνελθόντες ὁμοῦ τε, τοὺς τρεῖς ὑμᾶς συμ‐
παραλαβόντες, κοινὴν ἔχει αἴνεσιν, τὴν ὑμῶν ἡδίστην ἕνωσιν. Μεγάλυνον ψυχή μου, τοὺς τρισσολαμπτῆρας, Χριστοῦ τῆς Ἐκκλησίας. Οὐ δίστομον μάχαιραν, ἡ χάρις ἀλλὰ τρίστο‐
μον, κατὰ τῶν πολεμίων αὑτῆς προβάλλεται· ἓν οὐρανοχάλκευτον ξίφος, τρισὶν ἀκμαῖς κα‐
τεστομωμένον, ἀεὶ προμαχόμενον, τριλαμ‐
ποῦς μιᾶς Θεότητος. Μεγάλυνον ψυχή μου, τοὺς κεκοσμηκότας, Χριστοῦ τὴν Ἐκκλησίαν. Ὑμῶν τὸ πολίτευμα, ἐν οὐρανοῖς ἦν ἔνδοξοι, καὶ τὴν σάρκα φορούντων ἔτι τὴν ἄσπιλον· οὓς εἰλικρινῶς νῦν οἰκοῦντες, τοὺς ἐπὶ γῆς ἡ‐
μᾶς στεφομένους, τὰ ἄνω πρεσβεύετε, καὶ φρονεῖν καὶ πραγματεύεσθαι. Θεοτοκίον. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. Στενεῖ με τὸ πλάτος σου, τῶν μεγαλείων Δέ‐
σποινα, καταπνῖγον τὸν λόγον ὑπὸ πυκνότη‐
τος· καί μοι παραδόξως συμβαίνει, τὸ ἀπο‐
ρεῖν ἐκ τῆς εὐπορίας· διὸ τὸν τοσοῦτόν σε, με‐
γαλύναντα δοξάζομεν. Ἕτερος τῶν Ἁγίων. ᾨδὴ θ´. Ἦχος πλ. δ´. Ἐξέστη ἐπὶ τούτῳ. Μεγάλυνον ψυχή μου, τοὺς τῆς Παναγίας, Τριάδος τρεῖς Ποιμένας. Ἐπήρθη τῆς Τριάδος ἡ ἀρετή, καὶ τὰ πάντα τῆς δόξης ἐπλήρωσεν, ἄλλην ἡμῖν, αἴγλην ἀ‐
ναλάμψασα τριλαμπῆ, ὡς ἑαυτῆς ἀπαύγα‐
σμα, τοὺς ἐπουρανίους μυσταγωγούς, δι᾿ ὧν ἐπὶ τὴν θείαν, ἐκείνης θεωρίαν, οἱ εὐσεβοῦν‐
τες ὁδηγούμεθα. Μεγάλυνον ψυχή μου, τοὺς ἐκ Τρισηλίου, Φωστῆρας τρεῖς μεγάλους. Οὐκ ἔστι δευτερεῖον ἐν τοῖς τρισί· τὰ πρεσβεῖ‐
α γὰρ ἕκαστος φέρεται, πρῶτος δοκῶν, καὶ τοὺς ὁμοτίμους ὑπερνικῶν· ἐξοικειοῦται μᾶλ‐
λον δέ, τὴν ἀλλήλων νίκην περιχαρῶς· οὐ χώ‐
ρα γὰρ ἐνταῦθα, τῷ φθόνῳ παῤῥησίας, λυ‐
μαινομένῳ τὴν ὁμόνοιαν. Δόξα. Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος. Πατέρας ἡ εὐσέβεια τοὺς αὑτῆς, πρωτοτό‐
κους υἱοὺς ἀναδείξασα, τέκνα γεννᾷ, γνήσια καὶ ἄμωμα δι᾿ αὐτῶν, τελειούμενα Πνεύματι, τῷ ζωὴν λαλήσαντι ἐν αὐτοῖς· καί σῴζειν ἐ‐
ξαιτεῖται, εἰς τέλος τὴν εἰρήνην, ἣν ἀπ᾿ αὐ‐
τῶν ἐκληρονόμησε. Καὶ νῦν. Θεοτοκίον. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων. Υἱὸν Θεοῦ τοῦ ζῶντος ἡ τῶν σοφῶν, Διδα‐
σκάλων ἀκρότης ἐκήρυξε, τὸν σὸν Υἱόν, ἐξ ἀ‐
ποκαλύψεως Πατρικῆς, οὐκ ἐκ σαρκὸς καὶ αἵ‐
ματος, τοῦτο μυηθεῖσα Μῆτερ Θεοῦ· διό σε καὶ Παρθένον, δοξάσασα Μητέρα, καὶ Θεοτό‐
κον ἐμεγάλυνε. Καταβασία. Ἦχος γ´. Θεοτόκε, ἡ ἐλπὶς * πάντων τῶν Χριστιανῶν, * σκέπε, φρούρει, φύλαττε * τοὺς ἐλπίζοντας εἰς σέ. Ἐν νόμου σκιᾷ καὶ γράμματι * τύπον κατίδω‐
μεν οἱ πιστοί· * πᾶν ἄρσεν τὸ τὴν μήτραν δια‐
νοῖγον * ἅγιον Θεῷ· * διὸ πρωτότοκον Λόγον, 25
* Πατρὸς ἀνάρχου Υἱόν, * πρωτοτοκούμενον Μητρὶ * ἀπειράνδρῳ, μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... * * * ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Τῶν ἁγίων. Ἦχος γ´. Ὁ οὐρανὸν τοῖς ἄστροις. Τὰ τοῦ φωτὸς δοχεῖα, τὰς φεγγοβόλους ἀ‐
στραπάς, Βασίλειον νῦν τὸν Μέγαν, Γρηγόρι‐
ον Θεολόγον, Χρυσόστομον Ἰωάννην, ἀνευ‐
φημήσωμεν πάντες. Ἕτερον. Ὅμοιον. Ἡ ἑνιαία Θεότης, Πατὴρ Υἱὸς καὶ τὸ Πνεῦμα, ταῖς Βασιλείου πρεσβείαις, Γρηγορίου καὶ Ἰω‐
άννου, καὶ τῆς ἁγνῆς Θεοτόκου, μὴ χωρισθεί‐
ην σῆς δόξης. οἰκουμένης διαλάμποντας, τῆς Ἐκκλησίας τοὺς στύλους, οὓς στεφάνοις δόξης, ὡς νική‐
σαντας στεφανοῖ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔ‐
χων τὸ μέγα ἔλεος. Στίχ. β´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐
νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀναδήσωμεν τοὺς θεοφόρους; τοὺς οὐρανομύστας καὶ κή‐
ρυκας, τῆς ὀρθοδοξίας ὑπάρχοντας· τοὺς ἀ‐
κραιφνεστάτους Θεολόγους· τὸν μέγαν, ἱερο‐
φάντορα Βασίλειον· τὸν θεῖον, καὶ θεοῤῥήμο‐
να Γρηγόριον· καὶ Ἰωάννην τὸν πάνυ, τὸν χρυσοῦν τὴν γλῶτταν, οὓς ἐδόξασεν ἡ Τριάς, ἀξίως ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος. Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἦχος δ´. Ποίοις ἐγκωμιῶν ῥήμασιν, ἐπαινέσωμεν τοὺς Ἱεράρχας; τοὺς ἰσαποστόλους ἐν χάριτι, καὶ ὁμοτίμους χαρίσματι· τοὺς τῆς ἀσεβείας κα‐
ταλύτας· σωτῆρας, καὶ ὁδηγοὺς λόγῳ καὶ πράγματι· Ποιμένας, χρηστομιμήτους διὰ πί‐
στεως· τοὺς ἐπιγείους Ἀγγέλους, βροτοὺς οὐ‐
ρανίους· οὓς ἐτίμησεν ὁ Χριστός, τῆς δόξης ὁ Κύριος, ὁ ἔχων τό μέγα ἔλεος. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐
νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ποίοις εὐφημιῶν στέμμασι, καταστέψωμεν τὸν Χρυσολόγον, ἅμα Βασιλείῳ Γρηγόριον; τὰ σεπτὰ δοχεῖα τοῦ Πνεύματος· τοὺς στεῤῥοὺς τῆς πίστεως προμάχους· τοὺς στύλους, τῆς Ἐκκλησίας πιστῶν στήριγμα· ἁπάντων, ἁ‐
μαρτανόντων παραμύθιον· πηγὰς βλυζούσας τὸ νᾶμα· ἐξ οὗ ἀρυόμενοι, ἡδυνόμεθα ταῖς ψυχαῖς, αἰτοῦντες συγχώρησιν, σφαλμάτων καὶ μέγα ἔλεος. Θεοτοκίον. Ὅμοιον. Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πό‐
λις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασι‐
λέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην; Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Ἱστῶμεν Στίχους δ´, καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ προσόμοια. Ἦχος β´. Ποίοις εὐφημιῶν στέμμασι. Στίχ. α´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. Ποίοις εὐφημιῶν στέμμασι, στεφανώσωμεν τοὺς Διδασκάλους; τοὺς διῃρημένους τοῖς σώ‐
μασι, καὶ συνημμένους τῷ Πνεύματι, τοὺς τῶν θεοφόρων πρωτοστάτας. Τριάδος, τοὺς ἰ‐
σαρίθμους καὶ θεράποντας, φωστῆρας, τῆς Δόξα. Ἦχος ὁ αὐτός. Πρὸς τό, Σήμερον ὁ Χριστός. Σήμερον αἱ ψυχαί, τῶν γηγενῶν ὑψοῦνται ἐκ γηΐνων. Σήμερον οὐράνιοι γίνονται, τῶν Ἁγί‐
ων ἐν τῇ μνήμῃ· αἱ γὰρ πύλαι τῶν οὐρανῶν ἐ‐
παίρονται, καὶ ἡμῖν τὰ τοῦ Δεσπότου γνωρί‐
ζονται. Οἱ λόγοι τοὺς λόγους κηρύττουσι, καὶ 26
αἱ γλῶσσαι τὰ θαύματα μέλπουσιν· ἡμεῖς δέ, πρὸς τὸν Σωτῆρα βοῶμεν· Δόξα σοι Χριστῷ τῷ Θεῷ· τοῖς γὰρ πιστοῖς εἰρήνη, διὰ τούτων ἐγεγόνει. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. Σήμερον ὁ Χριστός, ἐν τῷ Ναῷ προσφέρεται ὡς βρέφος. Σήμερον ὑπὸ Νόμον γίνεται, ὁ Μωσεῖ διδοὺς τὸν Νόμον· τῶν Ἀγγέλων αἱ στρατιαὶ τεθάμβηνται, ἐν ἀγκάλαις γηραιαῖς κατεχόμενον, τὸν συνέχοντα πάντα θεώμε‐
ναι· Συμεὼν εὐλαβείας πλησθεὶς καὶ χαρᾶς ἐ‐
βόα· νῦν ἀπολύεις με Σῶτερ, ἐκ τῆς ἐπικήρου ζωῆς πρὸς τὴν ἀγήρω λῆξιν· εἶδον γάρ σε καὶ εὐφράνθην. * * * Καὶ εὐθὺς ψάλλεται εἰς τὸν αὐτὸν ἦχον Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐
στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐
ποις εὐδοκία. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐
ματά σου. (ἐκ γ´) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ· Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀπολυτίκιον τῶν ἁγίων Ἦχος δ´. Ὡς τῶν Ἀποστόλων ὁμότροποι, καὶ τῆς οἰκου‐
μένης Διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσα‐
σθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος. (ἅπαξ) Καὶ Ἀπόλυσις. * * * * * Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. 27
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… Τὰ τυπικά, οἱ μακαρισμοί· καὶ ἐκ τῶν κανό‐
νων τῶν ἁγίων ἡ γ´ καὶ ἡ στ´ ᾠδή. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις ... Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις ... Εἰ δὲ μή, τὰ Ἀντίφωνα. Δόξα. Καὶ νῦν. Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ρβ´ (102). Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐
νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐
μᾶς. Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐
σον ἡμᾶς. Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ´. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔρ‐
γα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐ‐
τοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς ρμε´ (145). Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέ‐
σω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν ἁγίοις θαυμα‐
στός, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐
τοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις ... Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ´. Ἦχος α´. (Ἐκλογή). Στίχ. α´. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. (ριε´ 6) Τὸ ἀπολυτίκιον τῶν ἁγίων. Ἦχος α´. Τοὺς τρεῖς μεγίστους φωστῆρας, τῆς τρισηλί‐
ου Θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι, δογμάτων θείων πυρσεύσαντας· τοὺς μελιῤ‐
ῥύτους ποταμοὺς τῆς σοφίας, τοὺς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας· Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρη‐
γόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλῶτ‐
ταν χρυσοῤῥήμονι· πάντες οἱ τῶν λόγων αὐ‐
τῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν· αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύ‐
ουσιν. Στίχ. β´. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφό‐
δρα. (ρια´ 1) Τοὺς τρεῖς μεγίστους φωστῆρας, ... Ὁ ποιμενικὸς αὐλὸς τῆς Θεολογίας σου, ... Στίχ. γ´. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δι‐
καιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. 28
Τοὺς τρεῖς μεγίστους φωστῆρας, ... ΑΠΟΣΤΟΛΟΣ * * * Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς ἡμέρας. ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Ἀπόστολος. Πρὸς Ἑβραίους (ιγ´ 7‐16). Εἰσοδικόν. Ἦχος β´. Προκείμενον. Ἦχος πλ. δ´. Ψαλμὸς ιη´ (18). (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. * * * Τὸ ἀπολυτίκιον τῶν ἁγίων. Ἦχος α´. Τοὺς τρεῖς μεγίστους φωστῆρας, τῆς τρισηλί‐
ου Θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι, δογμάτων θείων πυρσεύσαντας· τοὺς μελιῤ‐
ῥύτους ποταμοὺς τῆς σοφίας, τοὺς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας· Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρη‐
γόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλῶτ‐
ταν χρυσοῤῥήμονι· πάντες οἱ τῶν λόγων αὐ‐
τῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν· αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύ‐
ουσιν. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Δόξα. Κοντάκιον τῶν ἁγίων. Ἦχος β´. Τοὺς ἀσφαλεῖς. Τοὺς ἱεροὺς καὶ θεοφθόγγους Κήρυκας, τὴν κορυφὴν τῶν Διδασκάλων Κύριε, προσελά‐
βου εἰς ἀπόλαυσιν τῶν ἀγαθῶν σου καὶ ἀνά‐
παυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν κά‐
ματον, ἐδέξω ὑπὲρ πᾶσα ὁλοκάρπωσιν, ὁ μό‐
νος δοξάζων τοὺς Ἁγίους σου. Καὶ νῦν. Κοντάκιον τῆς Ὑπαπαντῆς. Ἦχος α´. Αὐτόμελον. Ὁ μήτραν παρθενικὴν * ἁγιάσας τῷ τόκῳ σου * καὶ χεῖρας τοῦ Συμεὼν * εὐλογήσας, ὡς ἔ‐
πρεπε, * προφθάσας καὶ νῦν * ἔσωσας ἡμᾶς, Χριστὲ ὁ Θεός. * Ἀλλ᾿ εἰρήνευσον * ἐν πολέ‐
μοις τὸ πολίτευμα * καὶ κραταίωσον * βασι‐
λεῖς, οὓς ἠγάπησας, * ὁ μόνος φιλάνθρωπος. * * * ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτῶν. (ιη´ 5) Στίχ. α´. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέ‐
ωμα. (ιη´ 2) Στίχ. β´. Οὺκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. (ιη´ 4) Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνά‐
γνωσμα. (Ζήτει τῇ Ϛ´ τοῦ μηνὸς Δεκεμβρίου, τοῦ Ἁγίου Νικολάου Μύρων). Ἀδελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα με‐
τὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε πε‐
ρὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδη‐
σιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀνα‐
στρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑ‐
μῖν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν «τὸν ποιμένα τῶν προβάτων» τὸν μέ‐
γαν «ἐν αἵματι διαθήκης αἰωνίου», τὸν Κύρι‐
ον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Ἀλληλούϊα (γ´). Ἦχος α´. Ψαλμὸς πη´ (88). Στίχ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμά‐
σιά σου, Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκ‐
κλησίᾳ ἁγίων. (πη´ 6) Στίχ. β´. Ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁ‐
γίων, μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. (πη´ 8) * * * 29
ΕΥΑΓΓΕΛΙΟΝ Κοινωνικόν. Ἐκ τοῦ κατὰ Ματθαῖον (ε´ 14‐19). Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτῶν. Ἀλληλούϊα. (Ζήτει τῇ ιη´ Ἰανουαρίου, τῶν Ἁγίων Ἀθανασίου καὶ Κυρίλλου). Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμ‐
προσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑ‐
μῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφή‐
τας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐ‐
ρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένη‐
ται. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τού‐
των τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βα‐
σιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ δι‐
δάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… Ἦχος β´. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐
σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐
καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐
ληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) Ἀπόλυσις· Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ... Δι᾿ εὐχῶν... Ἀμήν. * * * * * * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. * * * Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας… Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐
μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐
μιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. * * * 30