1 Τῌ Θ´ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς

Download Report

Transcript 1 Τῌ Θ´ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς

Τῌ Θ´ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρί‐
ου Μητροπολίτου Πενταπόλεως τῆς ἐν Αἰγύ‐
πτῳ, τοῦ θαυματουργοῦ, τοῦ καὶ Κτίτορος τῆς ἐν Αἰγίνῃ Ἱερᾶς Μονῆς τῆς Ἁγίας Τριάδος τῶν μοναζουσῶν, κοιμηθέντος ὁσίως κατὰ τὸ ἔτος ͵αϠκ´(1920). ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΕΚΤΑΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΕΝΤΑΠΟΛΕΩΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ Εἰς ὀσμὴν τὴν οὐράνιον, τῶν τιμίων λειψά‐
νων σου, δοξασθέντων χάριτι θείου Πνεύμα‐
τος, μετ᾿ εὐλαβείας προστρέχοντες, Νεκτάριε Ὅσιε ἐξ αὐτῶν ἁγιασμόν, καὶ παθῶν ἀπολύ‐
τρωσιν κομιζόμεθα, καὶ ἰάσεις λαμβάνουσι ταχείας, οἱ νοσοῦντες ἀνιάτως, μεγαλοφώ‐
νως τιμῶντές σε. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡ‐
μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. * * * * * Τὴν Μονὴν ἣν ἀνήγειρας, καὶ κανόσι τετείχι‐
κας, εἰς ψυχῶν Νεκτάριε περιποίησιν, σκέπε ἀπαύστως καὶ φύλαττε, Αἰγίνῃ τῇ νήσῳ δέ, δίδου Πάτερ, δαψιλῶς, τὴν θερμήν σου ἀντί‐
ληψιν, πρὸς τὸν Κύριον, ὑπὲρ ταύτης ἀεὶ κα‐
θικετεύων, σὺν τῷ ταύτης Ποιμενάρχῃ, Διο‐
νυσίῳ τῷ μάκαρι. ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ Δόξα. Ἦχος α´. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια. Δεῦτε ἅπαντες πιστοί, τὸν νεοφανῆ φωστῆρα τῆς Ἐκκλησίας, Νεκτάριον τιμήσωμεν· οὗτος γὰρ ἐν ταῖς καθ᾿ ἡμᾶς ἡμέραις, ἐν ὁσιότητι καὶ ἀληθείᾳ, θεοπρεπῶς πολιτευσάμενος, τῶν πάλαι Ἁγίων, τὰς ἀρετὰς ἀνεμάξατο· καὶ σκεῦος ἐκλογῆς, κατὰ Παῦλον γενόμενος, ἐ‐
παξίως δεδόξασται, τῇ ἁγιαστικῇ τοῦ Πνεύ‐
ματος χάριτι, παρέχων ἑνὶ ἑκάστῳ, τὰ πρὸς σωτηρίαν αἰτήματα, ὡς Ἱεράρχης ἐνθεώτα‐
τος. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν. Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Τῶν Ὁσίων τοῖς ἴχνεσιν, Ἱεράρχα Νεκτάριε, ἐν ἐσχάτοις ἔτεσιν ἠκολούθησας, τῇ καθαρᾷ πολιτείᾳ σου, καὶ τρόπων χρηστότητι, καὶ φρονήσει ἀληθεῖ, καὶ ἀγάπης ταῖς χάρισι· διὰ τοῦτό σε, ὁ τῶν ὅλων Δεσπότης ἁγιάσας, τῶν Ἁγίων τῇ χορείᾳ, περιφανῶς σὲ ἠρίθμησεν. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Καὶ νῦν. Θεοτοκίον. Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέ‐
σβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡ‐
μᾶς, Παναγία Παρθένε. Τό· Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας Καταξίωσον Κύριε... καὶ τὰ πληρωτικά. Ὡς τὸ νέκταρ τῆς χάριτος, φερωνύμως δεξά‐
μενος, ἱερὲ Νεκτάριε τῇ καρδίᾳ σου, τῇ τῶν σῶν λόγων γλυκύτητι, εὐφραίνεις ἐν Πνεύ‐
ματι, τὰς ψυχὰς τῶν εὐσεβῶν, ὡς σοφὸς καὶ θεόπνευστος, καὶ θαυμάτων σου, ταῖς ἀκτῖ‐
σιν ἀεὶ καταπυρσεύεις, τοῦ Χριστοῦ τὴν Ἐκ‐
κλησίαν, λαμπρυνομένην τῇ δόξῃ σου. Νέκταρ τὸ νοητόν, τῆς χάριτος τῷ λόγῳ, Νε‐
κτάριε πηγάζεις, Χριστοῦ τῇ Ἐκκλησίᾳ, ὡς καθαρθεὶς τῷ πνεύματι. Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ‐
παινέσατε αὐτόν, πάντες οἱ λαοί. Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιο‐
σύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ. 1
Μέγας ὡς ἀληθῶς, θεράπων τοῦ Κυρίου, ἐν τοῖς ἐσχάτοις χρόνοις Νεκτάριε ἐδείχθης, καὶ τοὺς πιστοὺς ἐστήριξας. Η ΣΤΙΧΟΛΟΓΙΑ ΤΟΥ ΨΑΛΤΗΡΙΟΥ Στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὴν α´ στάσιν. Εἶτα· Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. ΟΙ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ Χαίρει πνευματικῶς, Χριστοῦ ἡ Ἐκκλησία, ὁ‐
ρῶσά σου τὴν χάριν, ἣν οὐρανόθεν εὗρες Νε‐
κτάριε Πατὴρ ἡμῶν. Ἦχος α´. Δόξα. Τριαδικόν. Σοὶ πρέπει παντουργέ, Τρισήλιε Θεότης, ἡ αἴ‐
νεσις καὶ δόξα, ὅτι τὸν Ἱεράρχην, τὸν θεῖον σου ἐδόξασας. Καὶ νῦν. Θεοτοκίον. Λόγοις ἐν ἱεροῖς, κηρύττει σου τὴν δόξαν, Παρθένε Θεοτόκε, Νεκτάριος ὁ θεῖος, ὁ δοξα‐
σθεὶς τῷ Πνεύματι. Νῦν ἀπολύεις, Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις. * * * * * ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακόν, Συναπτὴ μεγάλη ὑπὸ τοῦ Διακόνου· ΤΑ ΕΙΡΗΝΙΚΑ Ὁ διάκονος· Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν κτλ. Οἱ δὲ χοροὶ εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέη‐
σον μέχρι καὶ τῆς Ἀντιλαβοῦ, σῶσον... Ὁ διάκονος· Τῆς Παναγίας, ἀχράντου... Ὁ χορός· Σοί, Κύριε. Ὁ ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα... Ὁ χορός· Ἀμήν. * * * Ψαλμὸς ρμ´ (140). Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰ‐
σάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δε‐
ήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰ‐
σάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύ‐
ραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πο‐
νηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁ‐
μαρτίαις, Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐ‐
τῶν. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κε‐
φαλήν μου. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κρι‐
ταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορ‐
πίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοί μου· ἐ‐
πὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρ‐
τωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω. 2
Ψαλμὸς ρμα´ (141). Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγί‐
δα μοι. Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκ‐
ζητῶν τὴν ψυχήν μου. Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώ‐
θην σφόδρα. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκρα‐
ταιώθησαν ὑπὲρ ἐμέ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξο‐
μολογήσασθαι τῷ ὀνόματί σου. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσά‐
κουσον τῆς φωνῆς μου. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἱστῶμεν στίχους Ϛ´, καὶ ψάλλομεν τὰ παρόν‐
τα Στιχηρὰ Προσόμοια τοῦ Ἱεράρχου. Ἦχος α´. Ὢ τοῦ παραδόξου θαύματος. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύρι‐
ε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐ‐
στιν. Ὢ τοῦ παραδόξου θαύματος! ἐν ἐσχάτοις καιροῖς, ὥσπερ λύχνος πάμφωτος, Νεκτάριος ὁ σοφός, τῷ κόσμῳ ἔλαμψε, καὶ ηὔγασε τοῖς πιστοῖς, Εὐαγγελίου τὸ φῶς τὸ ὑπέρλαμπρον, ἐν λόγῳ θεοπρεπεῖ, καὶ πολιτείᾳ ἀμέμπτῳ καὶ κρείττονι. Ὅθεν τῇ τοῦ Παρακλήτου, δω‐
ρεᾷ δεδόξασται, καὶ παρέχει ἀπαύστως, τοῖς αἰτοῦσι τὰ ἰάματα. Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Βαβαὶ τῆς σῆς προμηθείας Χριστέ! Σὺ γὰρ ὡς ὑπέσχου, θαυμαστῶς ἐδόξασας, Νεκτάριον τὸν σοφόν, ὡς φίλον γνήσιον, θαυμάτων τῇ δωρεᾷ, τὸν σὲ δοξάσαντα βίου λαμπρότητι, δεικνύων πᾶσι σαφῶς, τῆς πρὸς σὲ Σῶτερ ἀ‐
γάπης τὴν δύναμιν. Ὅθεν ταῖς αὐτοῦ πρε‐
σβείαις, τῶν πταισμάτων ἄφεσιν, καὶ εἰρήνην τελείαν, ἡμῖν δίδου Ὑπεράγαθε. Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Σήμερον λαμπρῶς εὐφραίνονται, τῇ κοινῇ σου μνήμῃ, τῶν πιστῶν οἱ σύλλογοι, Νεκτά‐
ριε ἱερέ, ὑμνολογοῦντές σε, χορεύει δὲ μυστι‐
κῶς, ἡ τοῦ Χριστοῦ Ἐκκλησία τῇ δόξῃ σου, ἑ‐
δραίωμα ἀῤῥαγές, ἐν ταῖς ἐσχάταις ἡμέραις εὑροῦσά σε· ἐξαιρέτως δὲ ἡ νῆσος, τῆς Αἰγί‐
νης γάννυται, ὥσπερ ὄλβον πλουτοῦσα, τὰ μυρίπνοά σου λείψανα. Ἕτερα Στιχηρὰ Προσόμοια. Ἦχος β´. Ποίοις εὐφημιῶν. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἱεράρχην; τὸν ἀρτιφανῶς ἀναλάμψαντα, καὶ τὴν Ἐκκλησίαν φαιδρύναντα, ταῖς τῆς εὐ‐
σεβείας λαμπηδόσι· τὸ νέον, τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα, τῶν πάλαι, Ἀρχιερέων τὸν ὁ‐
μόζηλον· τῇ γὰρ αὐτῶν πολιτείᾳ, νουνεχῶς στοιχήσας, ἐδοξάσθη παρὰ Χριστοῦ, τοῦ πᾶσι παρέχοντος, δι᾿ αὐτοῦ τὸ μέγα ἔλεος. Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ‐
παινέσατε αὐτόν, πάντες οἱ λαοί. Ποίοις μελῳδικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν Ἱεράρχην; τοῦ Θεοῦ τὸν θεῖον θεράποντα, καὶ τῶν ἀρετῶν τὸ κειμήλιον, θεολογίας τὴν κι‐
3
θάραν· τὸν ἄρτι, τῇ Ἐκκλησίᾳ ἀναβλύσαντα, τὸ νέκταρ, τῆς εὐσεβείας τὸν οὐράνιον, λόγῳ τῆς χάριτος θείῳ, ἐκ σοφῶν χειλέων, καὶ θαυ‐
μάτων τὴν δωρεάν, θεόθεν δοξάζομεν, τὸν θεόληπτον Νεκτάριον. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡ‐
μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Ποίοις πνευματικοῖς ῥήμασι, μακαρίσωμέν σε Ἱεράρχα; τὸν ἐν μέσῳ κόσμου βιώσαντα, βίον ἀληθῶς ἐνθεώτατον, πράξεσιν ὁσίαις καὶ ἀμέμπτοις· ἐντεῦθεν, Μονὴν ἁγίαν Θεῷ ἵ‐
δρυσας, ὡς ἄλλον, ψυχῶν λιμένα ἀκλυδώνι‐
στον, ἐν τῇ Αἰγίνῃ τῇ νήσῳ, ἣν ἀπαύστως σκέπε, σὺν τῷ ταύτης καθηγητῇ, Νεκτάριε Ὅσιε, Διονυσίῳ τῷ θεόφρονι. Δόξα. Ἦχος πλ. β´. Σήμερον φαιδρῶς ἐξέλαμψεν, ὡς ἀστὴρ νεο‐
φανής, ἡ νέα πανήγυρις τοῦ Ἱεράρχου Νε‐
κταρίου, τὴν Ἐκκλησίαν καταλαμπρύνουσα. Δεῦτε οὖν, τῶν Ὀρθοδόξων τὰ πλήθη, ἐν φω‐
νῇ ἀγαλλιάσεως, τούτῳ ἐκβοήσωμεν· χαίροις ὁ τῶν πάλαι, Ὁσίων, χαρακτηρίσας τὴν ζωήν, ἐν ἡμέραις πονηραῖς, ἐν αἷς ἡ τῶν πολλῶν ἀ‐
γάπη ἐψύγη, ὡς ἔφη ὁ Σωτήρ· χαίροις ὁ τῇ παιδείᾳ τὴν ἀρετὴν συνάψας, καὶ τῷ λόγῳ τῆς σοφίας σου, τῶν πιστῶν τὰς ψυχὰς φαι‐
δρύνας· χαίροις Ἀρχιερέων καλλονή, τῆς Αἰ‐
γίνης προστάτης, καὶ τῆς οἰκείας Μονῆς, ἀν‐
τιλήπτωρ θερμότατος. Διὸ παμμάκαρ Νεκτά‐
ριε, τῷ τῆς θείας μεγαλωσύνης θρόνῳ παρι‐
στάμενος, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν πί‐
στει τελούντων, τὴν ἀεισέβαστον μνήμην σου. Καὶ νῦν. Θεοτοκίον. Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μο‐
νογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυ‐
άδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐ‐
τὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. * * * ΕΙΣΟΔΟΣ ‐ ΕΠΙΛΥΧΝΙΟΣ ΕΥΧΑΡΙΣΤΙΑ Ψαλλομένου τοῦ Καὶ νῦν γίνεται ἡ εἴσοδος ὑ‐
πὸ τοῦ ἱερέως καὶ τοῦ διακόνου. Ὁ διάκονος· Σοφία· ὀρθοί. Ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα· Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ‐
γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι και‐
ροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει. Ἐὰν δὲ εἰσοδεύουν δύο ἢ περισσότεροι ἱερεῖς, ψάλλουν αὐτοὶ τὴν ἐπιλύχνιον εὐχαριστίαν. ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ Ὁ διάκονος· Ἑσπέρας προκείμενον. Τῇ Τρίτῃ ἑσπέρας. Ἦχος α´. Ψαλμὸς κβ´. Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. (κβ´ 6) Στίχ. α´. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑ‐
στερήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνω‐
σεν. (κβ´ 12) Στίχ. β´. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἑμοῦ εἶ. (κβ´ 4) ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ Παροιμιῶν τὸ Ἀνάγνωσμα (ι´ 7, γ´ 13‐16, ἐκλογή). [η´ 6, 34, 35, 4, 12, 14, 17, 5‐9· κβ´ 21, 19· ιε´ 4] Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄν‐
θρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύε‐
σθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τι‐
μιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τί‐
4
μιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στό‐
ματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυ‐
λάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑ‐
τοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύ‐
ασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπε‐
καλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦν‐
τας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακού‐
σατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοί‐
γω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετή‐
σει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένη‐
ται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (δ´ 7‐15). Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύ‐
σει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνι‐
ον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετε‐
τέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐ‐
τοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανί‐
α γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμ‐
βασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μα‐
κρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐ‐
κλεκτοῖς αὐτοῦ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (δ´ 14, Παροιμ. ι´ 31) Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαι‐
οσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδί‐
ᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνε‐
τοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑ‐
πὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐ‐
τήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξί‐
ους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σο‐
φίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐ‐
φίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰ‐
σιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕ‐
τη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρ‐
χαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· ση‐
μεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐ‐
στιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γε‐
νομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκι‐
5
μάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λο‐
γισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπι‐
σφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. * * * ΑΙ ΔΕΗΣΕΙΣ Ὁ διάκονος τὴν ἐκτενῆ δέησιν· Εἴπωμεν πάν‐
τες ἐξ ὅλης τῆς ψυχῆς κτλ. Ὁ χορὸς εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέη‐
σον τρίς, εἰς δὲ τὴν τελευταίαν ἅπαξ. Ὁ ἱερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος... Ὁ χορός· Ἀμήν. Ὁ διάκονος· Τῆς Παναγίας, ἀχράντου... Ὁ χορός· Σοί, Κύριε. Ὁ ἱερεύς· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ὁ χορός· Ἀμήν. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Ὁ χορός· Καὶ τῷ πνεύματί σου. Ὁ διάκονος· Τὰς κεφαλὰς ἡμῶν... Ὁ χορός· Σοί, Κύριε. Ὁ ἱερεὺς τὴν εὐχὴν τῆς κεφαλοκλισίας καὶ τὴν ἐκφώνησιν· Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ὁ χορός· Ἀμήν. * * * Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ὁ προεστώς ἢ ὁ ἀναγνώστης· Ἦχος α´. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀνα‐
μαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνε‐
τὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλο‐
γητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ πα‐
ρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγί‐
ῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Εὐφραίνου ἐν Κυρίῳ, ἡ Ὀρθόδοξος Ἐκκλησία, ἀγάλλου καὶ χόρευε, ἡ νύμφη ἡ ἐκλεκτή, τοῦ οὐρανίου Βασιλέως. Ἰδοὺ γὰρ ἐν τῇ καθ᾿ ἡμᾶς γενεᾷ, ὁ ἀληθὴς τοῦ Χριστοῦ Ἱεράρχης, Νε‐
κτάριος ὁ Ὅσιος, τὰ πάλαι σοι θεόθεν δεδογ‐
μένα, ἔτι ἅπαξ σφραγίζει, καὶ διαπρυσίως κη‐
ρύττει, τῇ δόξῃ ᾗ ἐδοξάσθη, παρὰ τοῦ μόνου Θεοῦ. Ὅθεν στῦλον καὶ ἑδραίωμα, τοῦτον κε‐
κτημένη, καὶ τῶν θαυμάτων αὐτοῦ τὴν χάριν ὁρῶσα, τῷ νυμφίῳ σου βόησον· Κύριε δόξα σοι. Ὁ χορός· Ἀμήν. Ὁ διάκονος· Πληρώσωμεν τὴν ἑσπερινὴν δέη‐
σιν... Ὁ χορός· Κύριε, ἐλέησον. Ὁ διάκονος· Ἀντιλαβοῦ, σῶσον... Ὁ χορός· Κύριε, ἐλέησον. Ὁ διάκονος· Τὴν ἑσπέραν πᾶσαν... Ὁ χορὸς εἰς ἑκάστην δέησιν· Παράσχου, Κύρι‐
ε. Ἦχος β´. Τίς μὴ σκιρτήσει; τίς μὴ χορεύσει τῷ πνεύμα‐
τι, ἐπὶ τῇ νέᾳ πανηγύρει, τοῦ Ἱεράρχου Νε‐
κταρίου; πᾶσα γὰρ ψυχὴ ἀγάλλεται, ὁρῶσα τοῦτον δεδοξασμένον, καὶ τῶν Ἁγίων ἰσοστά‐
σιον, καὶ ἐν θαύμασι περιφανῆ· ὅθεν τῆς ζω‐
ῆς αὐτοῦ τὴν λαμπρότητα καὶ τῶν προτερη‐
μάτων τὴν ὁσιότητα, μακαρίζοντες βοήσω‐
μεν· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐ‐
τὸς καὶ εἰς τοὺς αἰῶνας. Ἦχος γ´. Δαβιτικὴν ἀναλαβόντες ῥῆσιν, τῷ ἱερομύστῃ Νεκταρίῳ, προσφόρως βοήσωμεν λέγοντες· Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται, παμμακά‐
6
ριστε Πάτερ· σὺ γὰρ σωφρόνως καὶ ἀμέμ‐
πτως πολιτευσάμενος, οὐρανόφρων ἐν βίῳ ὤ‐
φθης, καὶ Ἱεράρχης ὅσιος καὶ ἄκακος· καὶ ἱε‐
ροπρεπῶς τὰ πρὸς Θεὸν τελέσας, σοφῶς διη‐
κόνησας, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ· καὶ ἐν θαύμασιν ἀξίως δοξασθείς, τοὺς ἐν ἀνάγκαις προφθάνεις, καὶ παρέχεις ἑνὶ ἑκάστῳ, τὰ πρὸς σωτηρίαν αἰτήματα. Ἦχος δ´. Τῷ λόγῳ τῆς χάριτος διαπρέψας, τοῦ Εὐαγγε‐
λίου τῆς εἰρήνης, ἐργάτης δόκιμος ὤφθης, Πάτερ Νεκτάριε, καὶ στόμα θεῖον Προφητι‐
κῶς· καὶ τῆς κοσμικῆς ἀποστὰς συγχύσεως, δι᾿ ἡσυχίας Θεῷ ἡνώθης, ἐν τῇ νήσῳ Αἰγίνης γενόμενος· ἐν ᾗ ψυχῶν ἐγείρας φροντιστήρι‐
ον, καὶ τύπος ἀρετῶν, ταῖς μοναζούσαις γε‐
γονώς, καὶ πατὴρ καὶ διδάσκαλος, τὸν ὁσίοις πρέποντα ὕπνον κεκοίμησαι, πρεσβεύων ἀ‐
παύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἦχος ὁ αὐτός. Ὡς ἱερὸς βίος σου, καὶ τῷ Θεῷ εὐάρεστος, θε‐
οφόρε Νεκτάριε, ὡς ξένα σου τὰ θαύματα, ἃ καθ᾿ ἑκάστην τελεῖς, τῇ δεδομένῃ σοι χάριτι· τίς οὖν μὴ θαυμάσει σε, τὸν ὄντως ἀξιάγα‐
στον; ἢ τίς μὴ δοξάσει σε, τὸν παρὰ Θεοῦ δο‐
ξασθέντα; πηγὴ γὰρ ἰαμάτων ὤφθησαν, τὰ θεῖά σου λείψανα· χαλεπὰς γὰρ ἀσθενείας ἰ‐
ῶνται, καὶ πνεύματα διώκουσιν ἀκάθαρτα· καὶ πᾶς πιστῶς προστρέχων, ψυχῶν σωτηρί‐
αν λαμβάνει καὶ σωμάτων θεραπείαν, Χρι‐
στὸν δοξάζων, τὸν θαυμαστῶς σε δοξάσαν‐
τα. Δόξα. Ἦχος πλ. α´. Δεῦτε τῶν πιστῶν αἱ πατριαί, δεῦτε ἐν Αἰγίνῃ συνδράμωμεν, δεῦτε καὶ κατίδωμεν ξενοπρε‐
πῆ θαυμάσια, ἃ ἡ δεξιὰ τοῦ Ὑψίστου, ἀρτίως εἰργάσατο· τὸν γὰρ θεόφρονα Νεκτάριον, ὡς Εὐαγγελικῶς ἐμπρέψαντα, ἀθανάτοις χάρισι δοξάζει, ὡς ἀψευδῶς ἐπηγγείλατο. Ὅθεν καὶ τὰ σεπτὰ αὐτοῦ ὀστέα, πλήρη εὐωδίας ἀνέ‐
δειξε, καὶ πηγὴν ἰάσεων, τοῖς εὐλαβῶς προσι‐
οῦσιν, ἐξ ὧν ὀσμῆς ζωῆς ἐμφορούμενοι, δαβι‐
τικῶς βοήσωμεν· Μέγας εἶ Κύριε, καὶ τῆς με‐
γαλωσύνης σου οὐκ ἔσται πέρας, δι᾿ ἧς φι‐
λάνθρωπε, σῶσον τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δο‐
ξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤ‐
ῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυ‐
χῶν ἡμῶν. * * * Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος α´. Χαίροις ἀσκητικῶν. Χαίροις ὁ ἐν ἐσχάτοις καιροῖς ἐξανατείλας ὡς ἀστὴρ οὐρανόφωτος, καὶ αἴγλῃ τῶν σῶν θαυ‐
μάτων, φωταγωγῶν νοητῶς, τοὺς ἐσκοτισμέ‐
νους ἐν τοῖς πάθεσιν· ὁ νοῦς ὁ θεόληπτος, ὁ φωτὸς θείου ἔμπλεως ὁ ἐν τῷ νόμῳ, μελετή‐
σας ὡς γέγραπται, τοῦ Θεοῦ ἡμῶν, ἐν συνέ‐
σει Νεκτάριε· λύχνος ὁ παμφαέστατος, ὁ ἤδη τῷ βίῳ σου, τῆς εὐσεβείας τὸ φέγγος, αὐγά‐
ζων Πάτερ τοῖς πέρασι. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ με‐
λέτη τῆς καρδίας μου σύνεσιν. Βίον πνευματικὸν διελθών, ἐν οὐρανίῳ Ἱε‐
ράρχα φρονήματι, τοῦ Πνεύματος τοῦ Ἁγίου, δοχεῖον ὤφθης σεπτόν, ταπεινοφροσύνῃ σε‐
μνυνόμενος, καὶ τρόποις χρηστότητος, καὶ ἀ‐
πλάστοις σου ἤθεσι, τὴν τῆς ψυχῆς σου, ὑπο‐
φαίνων λαμπρότητα δι᾿ ἧς γέγονεν, ἐν ἁγίοις ὁ κλῆρός σου. Ὅθεν τὴν τῶν λειψάνων σου, σορὸν τὴν μυρίπνοον, περικυκλοῦντες βοῶ‐
μεν, ἐν κατανύξει Νεκτάριε· ἡμῖν σωτηρίαν, καὶ ψυχῶν τε καὶ σωμάτων, δίδου ἑκάστοτε. Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιο‐
σύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Χαίρει ἡ Ἐκκλησία Χριστοῦ, δεδοξασμένον σε ὁρῶσα Νεκτάριε, ἐν δόξῃ τῇ οὐρανίῳ, καὶ με‐
γαλύνει Χριστόν, τὸν θαυματουργόν σε ἀνα‐
δείξαντα· ἡ νῆσος Αἰγίνης δέ, ἐξαιρέτως φαι‐
δρύνεται, ὡς κεκτημένη, τὴν σορὸν τῶν λει‐
ψάνων σου, ὡς ἀκένωτον, θησαυρὸν ἁγιά‐
σματος. Πλέον δὲ τούτων γάννυται, Μονή σου ἡ ἔνθεος, πρὸς σὲ ἀεὶ ἀφορῶσα, καὶ ἐκβο‐
7
ῶσα σὺν δάκρυσι· Σὺ δόξα μου πέλεις, καὶ ἀν‐
τίληψις καὶ σκέπη, Πάτερ καὶ ἔφορος. Δόξα. Ἦχος πλ. δ´. Ἔχει μὲν ἡ οὐράνιος Ἱερουσαλήμ, τὴν ἡγια‐
σμένην ψυχήν σου, σὺν τοῖς τῶν Ἁγίων πνεύ‐
μασιν, ἀοίδιμε Νεκτάριε. Ἔχει δὲ καὶ ἡ νῆσος Αἰγίνης, τὰ χαριτόβρυτά σου λείψανα, πλοῦ‐
τον θεόσδοτον, καὶ ἰατρεῖον ἄμισθον, παντοί‐
ων ἀῤῥωστημάτων, καὶ πάσης θλίψεως· ἐν αὐτοῖς γὰρ προστρέχοντες, πανταχόθεν οἱ πάσχοντες, τὰς ἰάσεις κομίζονται, καὶ τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ εὐχαρίστῳ φω‐
νῇ δοξάζουσι, τὸν σὲ δοξάσαντα Κύριον· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μῆτερ Θεοῦ τοῦ Ὑψί‐
στου, σῶν ἱκετῶν παρακλήσεις δέχου Πανά‐
μωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδε‐
χομένη, δυσώπει, σωθῆναι πάντας ἡμᾶς. * * * Τό, Νῦν ἀπολύεις... τὸ Τρισάγιον· καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης. Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔν‐
θεον θεράποντα Χριστοῦ· ἀναβλύζει γὰρ ἰά‐
σεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. Ἕτερον. Ἦχος ὁ αὐτός. Σηλυβρίας τὸν γόνον καὶ Ἑώας τὸ καύχημα, τῆς Ὀρθοδοξίας τὸν στύλον καὶ Αἰγίνης τὸ ἔ‐
ρεισμα, Νεκτάριον ὑμνήσωμεν πιστοί· ὡς νέ‐
κταρ γὰρ ἀνέβλυσεν ἡμῖν, ἐκ πηγῶν τοῦ σω‐
τηρίου ἀρτιφανῶς ἀρδεῦον τοὺς κραυγάζον‐
τας· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐν ἐσχάτοις τοῖς καιροῖς, λαμπρῶς σε ἁγιάσαντι. Ἕτερον. Ἦχος γ´. Θείας πίστεως. Χαίροις ἔχουσα, πιστῶν χορεία, τὸ ὑπόδειγμα Ὀρθοδοξίας, καὶ τῆς Αἰγίνης ἡ πόλις ἀδάμαν‐
τα· ἡ Ἐκκλησία τὸν φάρον τὸν πάμφωτον, τὸν ἀνεξικακίᾳ καὶ ταπεινοφροσύνῃ διαλάμ‐
ψαντα· Πάτερ Ἅγιε, Ἱεράρχα Νεκτάριε, πρέ‐
σβευε Χριστῷ τῷ Θεῷ δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα. Ἕτερον. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ὁσίως ἐβίωσας, ὡς Ἱεράρχης σοφός, δοξάσας τὸν Κύριον, δι᾿ ἐναρέτου ζωῆς, Νεκτάριε ὅσιε. Ὅθεν τοῦ Παρακλήτου, δοξασθεὶς τῇ δυνά‐
μει, δαίμονας ἀπελαύνεις, καὶ νοσοῦντας ἰᾶ‐
σαι, τοὺς πίστει προσιόντας, τοῖς θείοις λει‐
ψάνοις σου. Καὶ νῦν. Θεοτοκίον. Ἦχος δ´. Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄ‐
γνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡ‐
μῶν καταδεξάμενος, δι᾿ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυ‐
χὰς ἡμῶν. Εὐλόγησις τῶν ἄρτων καὶ Ἀπόλυσις. Η ΑΠΟΛΥΣΙΣ Ὁ ἱερεύς· Δόξα σοι, Χριστὲ ὁ Θεός... Ὁ ἀναγνώστης· Δόξα, καὶ νῦν. Κύριε, ἐλέη‐
σον γ´. Πάτερ ἅγιε, εὐλόγησον. Ὁ ἱερεύς· Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν… Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν... Ὁ χορός· Ἀμήν. * * * * * ΜΕΣΟΝΥΚΤΙΚΟΝ Μετὰ τὸν ν´ ψαλμόν, τὰ διὰ τὴν λιτὴν ἰδιόμε‐
λα,· τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον τοῦ Ἁγί‐
ου. Καὶ Ἀπόλυσις. * * * * * 8
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα... Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυ‐
χὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... Ἦχος α´. * * * Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ΚΑΘΙΣΜΑΤΑ Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἦχος α´. Τῆς ἐρήμου πολίτης. Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔν‐
θεον θεράποντα Χριστοῦ· ἀναβλύζει γὰρ ἰά‐
σεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. Δόξα. Ἕτερον. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ὁσίως ἐβίωσας, ὡς Ἱεράρχης σοφός, δοξάσας τὸν Κύριον, δι᾿ ἐναρέτου ζωῆς, Νεκτάριε ὅσιε. Ὅθεν τοῦ Παρακλήτου, δοξασθεὶς τῇ δυνά‐
μει, δαίμονας ἀπελαύνεις, καὶ νοσοῦντας ἰᾶ‐
σαι, τοὺς πίστει προσιόντας, τοῖς θείοις λει‐
ψάνοις σου. Καὶ νῦν. Θεοτοκίον. Ἦχος δ´. Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄ‐
γνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡ‐
μῶν καταδεξάμενος, δι᾿ οὗ ἀναστήσας τὸν [Τὸ Ψαλτήριον τῆς ἡμέρας καὶ ὁ πολυέλεος τοῦ ἁγίου] Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ. Ὡς ἥλιος λαμπρός, ἐν ἐσχάτοις τοῖς χρόνοις, ἀνέτειλας ἡμῖν, τῇ ὁσίᾳ ζωῇ σου, Νεκτάριε ὅ‐
σιε, καὶ πρὸς δόξαν καὶ αἴνεσιν, πάντας ἤγει‐
ρας, Χριστοῦ τοῦ πάντων Δεσπότου, τοῦ σὲ δείξαντος, δεδοξασμένον σε Πάτερ, θαυμά‐
των δυνάμεσι. Δόξα. Ὅμοιον. Ἰάσεις δαψιλεῖς, καθ᾿ ἑκάστην ἡμέραν, πηγά‐
ζει θαυμαστῶς, θεϊκῇ χορηγίᾳ, ἡ πάντιμος κάρα σου, μυστικῶς κατευφραίνουσα, τῇ τοῦ Πνεύματος, μυρεψικῇ εὐωδίᾳ, τοὺς προστρέ‐
χοντας, μετ᾿ εὐλαβείας καὶ πόθου, τῇ σῇ Μο‐
νῇ Ἅγιε. Καὶ νῦν. Θεοτοκίον. Αἱμάτων ἐξ ἁγνῶν, τὸν Δεσπότην τῶν ὅλων, τεκοῦσα καὶ ὃ ἦν, μὴ τραπέντα μηδόλως, παρθένος διέμεινας, μετὰ τόκον τὸν ἄφρα‐
στον· ὅθεν ἅπαντες, τὰ μεγαλεῖά σου Κόρη μεγαλύνομεν, καὶ τῇ θερμῇ σου πρεσβείᾳ, σωθῆναι ἐλπίζομεν. Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα. Τὴν καθαρότητα, τῆς πολιτείας σου, καὶ τὴν εὐθύτητα, Πάτερ τῶν τρόπων σου, ὡς προ‐
σφορὰν πνευματικήν, δεξάμενος ὁ Δεσπότης, ἰαμάτων κρήνην σε ἐν Αἰγίνῃ ἀνέδειξε, τοῖς πιστῶς προστρέχουσι, τοῖς ἁγίοις λειψάνοις σου, τοῖς νέμουσιν ὀσμὴν οὐρανίαν, πᾶσι καὶ θείαν εὐωδίαν. 9
Δόξα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Καταπλήττει ἀληθῶς, τὰς διανοίας τῶν πι‐
στῶν, ἡ δοθεῖσά σοι σοφέ, θαυμάτων χάρις ἐκ Θεοῦ, ἡ ἐν τοῖς λειψάνοις σου ἐνεργουμένη. Ὅθεν τῇ Μονῇ τῇ σῇ συῤῥέουσι, πλήθη εὐσε‐
βῶν, ἐκ πάσης τάξεως, καὶ οἱ νοσοῦντες ὑγεί‐
αν λαμβάνουσι, τῇ ἀντιλήψει σου Ἅγιε, ἐν εὐ‐
φροσύνῃ, Χριστὸν ὑμνοῦντες, τὸν ἁγιάσαντά σε Ὅσιε. Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου. Καὶ νῦν. Θεοτοκίον. Ὁ τῶν ὅλων συνοχεύς, καὶ τῶν αἰώνων Ποιη‐
τής, συνεσχέθη ὑπὲρ νοῦν, ὅλος τῇ θείᾳ σου γαστρί, μὴ ἀποστὰς τῆς Πατρικῆς μονῆς Ἄ‐
χραντε, διπλοῦς δὲ ἐκ τῆς σῆς, μήτρας προέ‐
δραμεν, ἄνθρωπος ὁμοῦ, καὶ Θεὸς τέλειος, καὶ τοῦ Ἀδὰμ τὴν φύσιν ἐθέωσε, καὶ πάντα κόσμον διέσωσεν. Αὐτὸν δυσώπει, Θεογεννῆ‐
τορ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. Ὀρθοδόξων δογμάτων ἑρμηνευτής, διδαχῶν θεοφθόγγων ὑφηγητής, δεικνύμενος Ὅσιε, Ἱ‐
εράρχης ὡς ἔνθεος, τῶν εὐσεβῶν ῥυθμίζεις, ἐνθέως τὸ φρόνημα, πρὸς θεϊκὴν ἀγάπην, καὶ τρίβον σωτήριον. Ὅθεν ἐν Αἰγίνῃ, θεοφρόνως ἐγείρεις, Μονὴν σεπτὴν Ὅσιε, εἰς ψυχῶν πε‐
ριποίησιν θεοφόρε Νεκτάριε, ἐν ᾗ Μοναζου‐
σῶν ἡ πληθύς, τὰ σεπτά σου προσκυνοῦσα λείψανα, εὐλαβῶς ἑορτάζει, τὴν ἁγίαν μνή‐
μην σου. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Μανναδόχον σε στάμναν καὶ λογικήν, φωτο‐
φόρον λυχνίαν καὶ θεαυγῆ, ὁ θεῖος Νεκτάρι‐
ος, ἐπιστάμενος Ἄχραντε, ταῖς σαῖς φωταγω‐
γίαις, ψυχὴν καὶ διάνοιαν, ὡς ἀρετῆς ἐργά‐
της, ἀξίως πεφώτισται· ὅθεν σε παρθένον, ἐν ταὐτῷ καὶ μητέρα, Χριστοῦ πανακήρατον, ὀρ‐
θοδόξως ἐκήρυξε, Θεοτόκε Πανύμνητε. Καὶ νῦν τῆς τοῦ Υἱοῦ σου Ἁγνή, ἀπολαύων ὑπὲρ νοῦν ἐλλάμψεως, σὺν Ἀγγέλοις δοξάζει, τὴν ἄῤῥητον δόξαν σου. * * * Ἀντίφωνον Α´. Ἐκ νεότητός μου * πολλὰ πολεμεῖ με πάθη· * ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, * καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, * αἰσχύνθητε ἀπὸ τοῦ Κυ‐
ρίου· * ὡς χόρτος γάρ, πυρὶ * ἔσεσθε ἀπεξηρα‐
μένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι * πᾶσα ψυχὴ ζωοῦται, * καὶ καθάρσει ὑψοῦται, * λαμπρύνεται, * τῇ τρια‐
δικῇ μονάδι * ἱεροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, * ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, * ἀρδεύοντα, * ἅπασαν τὴν κτίσιν * πρὸς ζωογονίαν. Προκείμενον. Ἦχος δ´. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιο‐
σύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. * * * ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΟΡΘΡΟΥ Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ‐
μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ´) 10
Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁ‐
γίου Εὐαγγελίου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγ‐
γελίου τὸ ἀνάγνωσμα. (κδ´ 42‐47) (Ζήτει τῇ Λ´ Σεπτεμβρίου, τοῦ ἁγίου Γρηγορίου, φωτιστοῦ τῆς Ἀρμενίας) Ὁ διάκονος· Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀπὸ τῶν βημοθύρων ἀναγινώσκει τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου. Εἶπεν ὁ Κύριος· Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ἤδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἄν, καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐ‐
τοῦ. Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ἡ ὥρα οὐ δοκεῖτε, ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θερα‐
πείας αὐτοῦ, τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλ‐
θὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχου‐
σιν αὐτοῦ καταστήσει αὐτόν. Δόξα σοι, Κύριε, δόξα σοι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν ν´ ψαλμόν, χύμα. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐
δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. Δόξα. Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἐ‐
ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 11
Καὶ νῦν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐ‐
ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Ῥημάτων αἰνίγματα, προφητοφθόγγων, ἐν σοὶ πέρας ἔλαβον, Παρθένε ἄχραντε· σὺ γὰρ τεκοῦσα Χριστόν, τύπους τοῦ Νόμου καὶ σκι‐
ᾶς, σαφῶς ἐπλήρωσας. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος πλ. β´. Σήμερον ὁ θεοφόρος Νεκτάριος, τὸ νέον τῆς Ἐκκλησίας ἀγλάϊσμα, τὸν τῆς ἀρετῆς περά‐
νας δρόμον, τὴν πρὸς οὐρανὸν πορείαν ἐποι‐
ήσατο· καὶ ἐν ταῖς τῶν ἁγίων λαμπρότησι σκηνώσας, ἀνακεκαλυμμένως τρυφᾷ, τοῦ ξύ‐
λου τῆς ζωῆς, τῆς μεγαλοπρεποῦς δόξης, τὰς ἐλλάμψεις δεχόμενος· ἡμῖν δὲ ἐξαιτεῖται, κιν‐
δύνων ἀπαλλαγήν, καὶ εἰρήνην σταθηράν, καὶ τὸ μέγα ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέη‐
σον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. * * * ΟΙ ΚΑΝΟΝΕΣ Ἀνθήσασαν ῥάβδον σε ὁ Ἡσαΐας, Παρθένε προέγραψεν, ἐν θείῳ Πνεύματι· σὺ γὰρ Χρι‐
στὸν τὸν Θεόν, οἶα περ ἄνθος μυστικόν, ἀ‐
φράστως ἤνθησας. Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς· Νεκταρίῳ αἴνεσις τῷ θεηγόρῳ. Γερασίμου. Ἦχος καὶ εἱρμὸς ὁ αὐτός. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Νοός μου τὴν ζόφωσιν, τῶν πρεσβειῶν σου, φωτὶ διασκέδασον, καὶ λόγον δίδου μοι, ὡς ἂν ὑμνήσω φαιδρῶς, Νεκτάριε θαυματουργέ, τὴν θείαν μνήμην σου. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὁ Κανὼν τῆς Θεοτόκου εἰς στ´ καὶ τοῦ Ἁγίου οἱ δύο εἰς η´. Ἐσχάτοις ἐν ἔτεσιν, ἐξανατείλας, ὡς ἄδυτος, φωτὶ τῶν ἔργων σου, εὐαγγελίου τὸ φῶς, ἐκ‐
φαίνεις Πάτερ θαυμαστῶς, πᾶσι τοῖς πέρασι. Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς· Χαρᾶς νοητῆς ἀξίωσόν με Κόρη. Γερασίμου. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. ᾨδὴ α´. Ἦχος α´. Ὁ εἱρμός. ᾨδὴν ἐπινίκιον, ἄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψη‐
λῷ, καὶ σώσαντι τὸν Ἰσραήλ· ὅτι δεδόξασται. (δίς) Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χαρίτων τὴν ἄβυσσον, σαρκὶ τεκοῦσα, Χρι‐
στὸν τὸν Θεὸν ἡμῶν, χάριν μοι δώρησαι, τοῖς χείλεσί μου Ἁγνή, ὅπως ὑμνήσω εὐσεβῶς, τὰ μεγαλεῖά σου. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀνήροτος ἄρουρα, Παρθένε ὤφθης, ἀσπόρως βλαστήσασα, ζωῆς τὸν πρύτανιν, τὸν ἐκ πά‐
λαι φθορᾶς, ζωοποιήσαντα ἡμᾶς· ὅτι δεδόξα‐
σται. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Κατ᾿ ἴχνος Νεκτάριε, ἀκολουθήσας, ζωῆς κα‐
θαρότητι, τοῖς πάλαι ὅσιε, ἀρχιερεῦσι Χρι‐
στοῦ, ἴσος εὐκλείας τῆς αὐτῶν, ὤφθης καὶ μέ‐
τοχος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὴν φύσιν τὴν ἄστεκτον, ἐν τῇ γαστρί σου, ἀ‐
φλέκτως βαστάσασα, σαρκὶ γεγέννηκας, δίχα τροπῆς καὶ φυρμοῦ, Χριστὸν τὸν πάντων ποι‐
ητήν, Παρθένε ἄχραντε. Κανὼν δεύτερος, οὗ ἡ ἀκροστιχίς· Νέκταρ ζωῆς ἡμῖν Πάτερ δίδως. Γερασίμου. ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ναμάτων τοῦ Πνεύματος, ἐμφορηθεὶς βίῳ κρείττονι, τὸ νέκταρ τῆς χάριτος, ἤδη ἀνέβλυ‐
12
σας, καὶ κατηύφρανας, ἡμῶν τὰς διανοίας, Νεκτάριε ὅσιε, τοῖς σοῖς χαρίσμασι. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἑόρτιον αἴνεσιν, ἀγαλλομένη προσᾴδει σοι, καὶ νέαν πανήγυριν, κροτεῖ σοι Ἅγιε, ἡ ὀρθό‐
δοξος, ἁγία Ἐκκλησία, τῇ σῇ ἁγιότητι, ἐ‐
χθροὺς αἰσχύνουσα. Δόξα. Κοσμήσας τὸν βίον σου, ἀπὸ νεότητος ὅσιε, ἠθῶν τῇ σεμνότητι, τῆς ἀρετῆς ἐραστής, ὤ‐
φθης γνήσιος, καὶ τῆς σοφίας μύστης, ἐνθέῳ φρονήματι, Πάτερ Νεκτάριε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὄρος ἐδείχθης ἀλατόμητον, καὶ δασὺ καὶ πῖ‐
ον ἐν Πνεύματι, ἐξ οὗ ἐπέφανεν ἡμῖν, ὁ ἁπτό‐
μενος Δέσποινα, τῶν ὀρέων καὶ καπνίζονται, ὡς φησὶ Δαυῒδ ὁ δίκαιος. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἡ κιβωτὸς τοῦ ἁγιάσματος, τὸ θεοπρεπὲς ἱ‐
λαστήριον, τῆς εὐδοκίας τοῦ Θεοῦ, ὁ εὐώδης παράδεισος, ἀνυμνείσθω θείοις ᾄσμασιν, ἡ Παρθένος καὶ Δέσποινα. Τοῦ Ἁγίου. ᾨδὴ γ´. Ἦχος καὶ εἱρμός ὁ αὐτός. Καὶ νῦν. Θεοτοκίον. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὴν πάντων βασίλισσαν, καὶ ἀειπάρθενον Δέσποιναν, ὑμνῶν θείοις λόγοις σου, ἐκ ταύ‐
της ἔλαβες, σθένος ἄμαχον, καὶ πειρασμῶν ἐφόδους, ἐν βίῳ ὑπέμεινας, ἀνδρείως Ἅγιε. Ἀγάπῃ θείᾳ ἐκ νεότητος, Πάτερ ἱερῶς στοι‐
χειούμενος, ἀκολουθῆσαι τῷ Χριστῷ, ἡρετίσω Νεκτάριε, καὶ ἐκ πάσης ματαιότητος, ἐμφρό‐
νως ἐμάκρυνας. Καταβασία. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρὶ καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρί‐
ζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον. Ῥήσεσι Πάτερ τῶν χειλέων σου, στάζεις γλυ‐
κασμὸν τὸν οὐράνιον, ἐν ταῖς καρδίαις τῶν πιστῶς, δεχομένων τὸν λόγον σου, καὶ παι‐
δεύεις πρὸς τὰ κρείττονα, πιστῶς τὴν διάνοι‐
αν. Τῆς Θεοτόκου. ᾨδὴ γ´. Ἦχος α´. Ὁ εἱρμός. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ὑφ᾿ ὑδάτων οὐρανόν, στερε‐
ώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδα‐
σι, τὴν γῆν Παντοδύναμε. (δίς) Ἱεραρχῶν νέον ἀγλάϊσμα, ὤφθης ἱεράρχα Νεκτάριε, ἁγιωσύνην ἀληθῆ, ἐνδυσάμενος Ὅσιε, πολιτείας καθαρότητι· διὸ εὐφημοῦμέν σε. Τροπάρια. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σκηνὴ τοῦ Λόγου ἡ πολύτιμος, τὸ τῆς θείας δόξης ἁγίασμα, ὁ οὐρανὸς ὁ λογικός, ἐξ οὗ κόσμῳ ἀνέτειλεν, ὁ ζωῆς ἄδυτος ἥλιος, ἡ Θε‐
οτόκος ὑμνείσθω μοι. Ὡραϊσμένη ὑπὲρ ἔννοιαν, ταῖς τῆς παρθενίας λαμπρότησι, τίκτεις Θεὸν ὑπερφυῶς, μετὰ σώματος Ἄχραντε, καὶ τῆς Εὔας τὸ κατάκρι‐
μα, ἐν τῷ τόκῳ σου ἔλυσας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Δεύτερος. ᾨδὴ γ´. Ἦχος δ´. Τοὺς σοὺς ὑμνολόγους. Νόμους τῆς φύσεως διέλαθες, καὶ τὸν νομο‐
δότην καὶ Κύριον, δίχα φθορᾶς τε καὶ φυρ‐
μοῦ, Θεοτόκε ἐκύησας, ζωῆς νέας ἐγκαινίζον‐
τα, τοὺς νόμους ἐν Πνεύματι. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἁγίων σοφῶς ἰχνηλατήσας, τοὺς τρόπους καὶ πράξεις τὰς ἀγνάς, τὸν νοῦν σου καθηγία‐
13
σας, ἐν πάσῃ ὁσιότητι, Νεκτάριε μακάριε, καὶ τὴν καρδίαν ἐκάθηρας. ἀπειρογάμως, τὸν ὑπερούσιον Λόγον, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. * * * Ῥαντίσματι ὕδατος τοῦ θείου, τὴν βλάβην τῶν δένδρων καὶ φυτῶν, ἀπήλασας Νεκτάριε, καὶ πλοῦτος θείας χάριτος, τοῖς Αἰγινήταις πέφηνας, θαυμαστωθεὶς θείῳ Πνεύματι. Τῆς Θεοτόκου. ᾨδὴ δ´. Ἦχος α´. Ὁ εἱρμός. Δόξα. Ζωὴν τὴν ἡσύχιον ποθήσας, Μονὴν ᾠκοδό‐
μησας σεπτήν, ἐν τῇ Αἰγίνῃ Ὅσιε, καὶ τύπος θείων πράξεων, ἐν ταύτῃ ἐχρημάτισας, ταῖς μοναζούσαις Νεκτάριε. Καὶ νῦν. Θεοτοκίον. Ἐν πνεύματι προβλέπων προφῆτα Ἀββα‐
κούμ, τὴν τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βο‐
ῶν· Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Δόξα τῇ δυνάμει σου Κύριε. (δίς) Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὡς Μήτηρ Θεοῦ τοῦ φιλανθρώπου, σπλαγ‐
χνίσθητι Κόρη ἐπ᾿ ἐμοί, καὶ ἴασαι τὸν καύσω‐
να, τὸν τῆς ψυχῆς μου δέομαι, τῇ δρόσῳ τῆς σῆς χάριτος, ἵνα σωθεὶς μεγαλύνω σε. Τὴν ἄχραντόν σου μήτραν ὡς θρόνον νοητόν, ὁ Χριστὸς ἀνέδειξεν ὁ Λόγος τοῦ Θεοῦ, ὁ ἐν τοῖς κόλποις τοῦ Πατρὸς ἀεὶ ὑπάρχων, καὶ ἐν γαστρί σου ὅλος ὅλῳ ἑνωθείς μοι· ὅθεν ἐπα‐
ξίως ὑμνοῦμέν σε. Καταβασία. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον ἐν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον. Ἡ πύλη ἣν προεῖδεν ὁ Ἰεζεκιήλ, λαμπομένην Ἄχραντε αὐγαῖς παρθενικαῖς, δι᾿ ἣς διῆλθεν ὁ πάντα κτίσας Λόγος, καὶ κεκλεισμένην σε λιπὼν μετὰ τὸν τόκον, σὺ εἶ Θεοτόκε Πανά‐
χραντε. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... * * * ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κάθισμα τοῦ Ἱεράρχου. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. Ἀρετῆς διανύσας τὸν δρόμον Ὅσιε, θεοπρε‐
πῶς μετετέθης πρὸς τὴν ἀγήρῳ ζωήν, καὶ ἁ‐
γίων κοινωνὸς ὤφθης Νεκτάριε, μεθ᾿ ὧν πρέ‐
σβευε ἀεί, τῷ Παντάνακτι Χριστῷ, δοθῆναι πταισμάτων λύσιν, καὶ ψυχικὴν σωτηρίαν, τοῖς ἑορτάζουσι τὴν μνήμην σου. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τὴν ὑπέρτιμον στάμνον καὶ θεοχώρητον, τὴν ἀειπάρθενον κόρην καὶ Θεοτόκον Ἁγνήν, ἀ‐
νυμνήσωμεν πιστοὶ καὶ μεγαλύνωμεν· ὅτι ἐῤ‐
ῥύσατο ἡμᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς, τεκοῦσα Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σιὼν Θεοῦ ὡράθης καὶ κῆπος εὐθαλής, καὶ κλίνη πορφυρόστρωτος καὶ κλίμαξ ὑψηλή· σὺ γὰρ ἐν Νόμῳ τυπικῶς προκηρυχθεῖσα, τὴν τῶν συμβόλων διετράνωσας εἰκόνα, τὸν Δη‐
μιουργὸν σωματώσασα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀφλέκτως συλλαβοῦσα τὸ φῶς τὸ πατρικόν, τὸν ἐν πυρὶ λαλήσαντα καὶ γνόφῳ ἐν Σινᾷ, ἐν ταῖς ἀγκάλαις σου βαστάζεις ὥσπερ βρέ‐
φος, ἀκαταφλέκτως ὡς ἡ βάτος Θεοτόκε, τὸν Δημιουργὸν πάσης κτίσεως. Τοῦ Ἁγίου. ᾨδὴ δ´. Ἦχος καὶ εἱρμός ὁ αὐτός. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἁγίως σου τὸν βίον ἀνύσας ἐπὶ γῆς, ἁγίων πάντων σύσκηνος ὤφθης ἐν οὐρανοῖς, τῶν δὲ λειψάνων σου ἡ θήκη ἀναβλύζει, ἁγιασμὸν 14
καὶ σωτηρίαν τοῖς τελοῦσι, νόσοις Ἱεράρχα καὶ θλίψεσι. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἱερεύσας ὁσίως σοφὲ καὶ καθαρῶς, ὡς ἱερεὺς εὐπρόσδεκτος Χριστῷ τῷ παντουργῷ, καὶ ὡς θυσίαν καθαρὰν αὐτῷ προσῆξας, τὴν ἀκηλί‐
δωτον ζωήν σου Ἱεράρχα· ὅθεν κατ᾿ ἀξίαν δε‐
δόξασαι. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Νοσήματα ποικίλα καὶ πάθη χαλεπά, ἡ πα‐
ναγία κάρα σου ἰᾶται θαυμαστῶς· ἡ γὰρ ἐν ταύτῃ ἐνοικοῦσα θεία χάρις, ποικιλοτρόπως ἐνεργεῖ τοῖς προσιοῦσι, κατ᾿ ἀναλογίαν τῆς πίστεως. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐτέχθη ἐκ γαστρός σου μορφῇ τῇ καθ᾿ ἡμᾶς, ὁ ἄϋλος ὢν πρότερον μείνας ὃ ἦν Θεός, καὶ ἀ‐
ναπλάσας τὸν Ἀδὰμ ἐκ τῆς κατάρας, τέκνα Θεοῦ ἀναδεικνύει, ἐν τῇ πίστει, τοὺς σὲ Θεο‐
τόκον δοξάζοντας. Δεύτερος. ᾨδὴ δ´. Ἦχος δ´. Ὁ καθήμενος ἐν δόξῃ. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἡ σορὸς τῶν σῶν λειψάνων, τὴν ὀσμὴν τὴν τοῦ Πνεύματος, καὶ τὴν εὐωδίαν, Πάτερ τῆς ζωῆς τὴν οὐράνιον, ἀρωματίζει Νεκτάριε μα‐
κάριε, κατευφραίνουσα, τοὺς πρὸς αὐτὴν κα‐
ταφεύγοντας. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Σώματός σου τὰς ὀρέξεις, κατεμάρανας Ὅσι‐
ε, προσευχῇ συντόνῳ, καὶ τῇ ἐγκρατείᾳ Νε‐
κτάριε, τῆς δὲ ψυχῆς τὰς δυνάμεις ἀνεπτέρω‐
σας, θείῳ ἔρωτι, πρὸς τὰς ἐλλάμψεις τοῦ Πνεύματος. Δόξα. Ἠκολούθησας ἀμέμπτως, τοῖς χρηστοῖς Πά‐
τερ τρόποις σου, τῷ Διονυσίῳ, τῷ Αἰγίνης θεί‐
ῳ ποιμάντορι, μεθ᾿ οὗ τῆς ἄνω μετέχων δό‐
ξης Ἅγιε, ταύτην σώζεσθαι, ἀεὶ τὴν νῆσον ἱ‐
κέτευε. Καὶ νῦν. Θεοτοκίον. Μετὰ σώματος τεκοῦσα, τὸν ἀσώματον Κύρι‐
ον, Κεχαριτωμένη, ὤφθης ἀσωμάτων δυνά‐
μεων, ἁγιωτέρα Ἁγνὴ καὶ ὑπερέχουσα· ὅθεν ἅπαντες, ὑμνολογοῦμεν τὴν δόξαν σου. Καταβασία. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε. Τῆς Θεοτόκου. ᾨδὴ ε´. Ἦχος α´. Ὁ εἱρμός. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱὲ τοῦ Θεοῦ· ἄλ‐
λον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν· ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις. (δίς) Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ξενίζεις τῇ γεννήσει σου, Ἀγγέλων χορούς, καὶ σώζεις τῷ σῷ τόκω, βροτῶν τὰ συστήμα‐
τα· σὺ γὰρ Χριστὸν ἀφθόρως ἔτεκες, τὸν τὰ διεστῶτα, συνάψαντα Παρθένε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἰάτρευσον Πανάμωμε, ψυχὴν τὴν ἐμήν, δει‐
νῶς ἀσθενοῦσαν, κακίστῃ ἁμαρτίᾳ, καὶ πρὸς τὸ φῶς με καθοδήγησον, ἐναρέτου βίου, τῇ χάριτί σου Κόρη. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὡς ἄνθος σὲ πανεύοσμον, ὁ Λόγος εὑρών, ἀ‐
κανθῶν ἐν μέσῳ, ἐν σοὶ κατεσκήνωσε, καὶ ἐκ γαστρός σου σάρκα εἴληφεν, ὁ σὲ προορίσας, Ἁγνὴ πρὸ τῶν αἰώνων. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Στολὴ ἐκ τῶν αἱμάτων σου, ὑφάνθη φρικτῶς, τῷ ἐκ τοῦ ὄντος, τὰ ὄντα συστήσαντα· ἐκ σοῦ γὰρ σάρκα Κόρη εἴληφεν, ὁ σὲ προορίσας, Ἁ‐
γνὴ πρὸ τῶν αἰώνων. 15
Τοῦ Ἁγίου. ᾨδὴ ε´. Ἦχος καὶ εἱρμός ὁ αὐτός. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Σοφίᾳ τῇ τοῦ Πνεύματος καὶ λόγῳ ζωῆς, πι‐
στῶν τὰς καρδίας, ῥυθμίζεις Νεκτάριε, πρὸς πολιτείαν Πάτερ κρείττονα, ὡς τοῦ Εὐαγγελί‐
ου, σοφὸς ἱεροκήρυξ. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἱεραρχίας ἔνδυμα, σοφὲ στολισθείς, ἔργοις ἐ‐
ναρέτοις, αὐτὸ κατεποίκιλας, ὡς Ἱεράρχης ἐνθεώτατος, καὶ τῶν μυστηρίων, τῶν θείων οἰκονόμος. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Συνέσει καὶ πραότητι, ἐμπρέπων σοφῶς, ὁσί‐
ας παρθένους, ἐνθέως συνήθροισας, καὶ τῷ Χριστῷ αὐτὰς ὡδήγησας, λόγοις τε καὶ ἔρ‐
γοις, ἀμέμπτου πολιτείας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τῇ σῇ ἐλλάμψει Ἄχραντε, ψυχὴν τὴν ἐμήν, τὴν ἐζοφωμένην, παθῶν ἀμαυρότησιν, ὡς συμπαθὴς Ἁγνὴ καταύγασον, καὶ τῷ θείῳ φόβῳ, καθήλωσόν με ὅλον. Δεύτερος. ᾨδὴ ε´. Ἦχος δ´. Ἐξέστη τὰ σύμπαντα. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἰάματα ἄφθονα, ἡ θήκη τῶν λειψάνων σου, τῇ τοῦ Παρακλήτου ἐπομβρίᾳ, ἀεὶ βλυστάνει Πάτερ Νεκτάριε, καὶ ἀποδιώκει πονηρά, πνεύματα ἑκάστοτε, τῶν αἰτούντων τὴν χά‐
ριν σου. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Νοσοῦσι τὴν ἴασιν, καὶ πάσχουσι τὴν λύτρω‐
σιν, τοῖς προσερχομένοις σοι παρέχων, παύ‐
εις τὰ χρόνια ἀσθενήματα, καὶ κατασβεννύ‐
εις χαλεπήν, πυρεσσόντων φλόγωσιν, δρόσῳ Πάτερ τῆς χάριτος. Δόξα. Πατέρων ἰσότιμος, τῶν πάλαι ἐχρημάτισας, τούτων μιμησάμενος τὸν τρόπον, τὸν ζῆλον καὶ τὰς λοιπὰς ἀρετάς, ταπεινοφροσύνῃ ἀλη‐
θεῖ, καὶ ἀπλάστοις ἤθεσι, διαπρέψας Νεκτά‐
ριε. Καὶ νῦν. Θεοτοκίον. Ἁγνείας κειμήλιον, Παρθένε Παναμώμητε, ἔμψυχον ἀλάβαστρον καὶ θεῖον, τοῦ κενω‐
θέντος μύρου ἐν σοῖ τῆς ζωῆς, σκεῦος εὐωδί‐
ας ἀρετῶν, τὴν ψυχήν μου ἔργασαι, διὰ βίου σεμνότητας. Καταβασία. Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔνδον εἰ‐
σῆλθες ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώ‐
τατος Ναός, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρή‐
νην βραβεύουσα. Τῆς Θεοτόκου. ᾨδὴ Ϛ´. Ἦχος α´. Ὁ εἱρμός. Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ· τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα δόξα σοι. (δίς) Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὁ ἐκλάμψας ἐκ Πατρός, πρὸ αἰώνων ὡς Υἱός, ἐπ᾿ ἐσχάτων ἡμερῶν, ἐκ γαστρός σου προελ‐
θών, ἐθέωσε, Παρθενομῆτορ, βροτῶν τὸ φύ‐
ραμα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Νύμφη πάναγνος Πατρός, Μήτηρ ἄφθορος Υἱοῦ, ἀνεδείχθης ἀληθῶς, ἡ καλὴ ἐν γυναιξί, τῷ Πνεύματι, προαγνισθεῖσα, Παρθένε Ἄ‐
χραντε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Μυστηρίων θεϊκῶν, θησαυρὸς ὑπερφυής, οὐ‐
ρανίων δωρεῶν, κιβωτὸς χρυσοειδής, Πανά‐
μωμε, σαφῶς ἐδείχθης, Χριστὸν κυήσασα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐργαστήριον φρικτόν, καὶ παστὰς φωτοει‐
δής, τῆς σαρκώσεως Ἁγνή, καθωράθης τοῦ Θεοῦ, μορφώσαντος, ἡμῶν τὴν σάρκα, ἐκ τῶν αἱμάτων σου. 16
Τοῦ Ἁγίου. ᾨδὴ Ϛ´. Ἦχος καὶ εἱρμός ὁ αὐτός. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὡς νεόφωτος ἀστήρ, ἐν ἐσχάτοις τοῖς καιροῖς, ἀναλάμψας μυστικῶς, τὰς καρδίας τῶν πι‐
στῶν, Νεκτάριε, πρὸς θεῖον πόθον, Πάτερ ἀ‐
νέφλεξας. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Θεοφρόνως ἐπὶ γῆς, καὶ σοφῶς πολιτευθείς, ἐν ἡμέραις πονηραῖς, κατὰ Παῦλον τὸν σο‐
φόν, Νεκτάριε, παρὰ Κυρίου, λαμπρῶς δεδό‐
ξασαι. Καὶ νῦν. Θεοτοκίον. Δύναμιν δίδου μοι Πάναγνε, κατὰ τοῦ παλαι‐
οῦ πολεμήτορος, τοῦ καθ᾿ ἑκάστην μοι, λό‐
χους καὶ δόλους τεκταίνοντος, ἵνα τῆς τούτου βλάβης, φανῶ ἀνώτερος. Καταβασία. Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑ‐
ορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέν‐
τα Θεὸν δοξάζοντες. * * * ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Κοντάκιον τοῦ Ἱεράρχου. Ἐν τῷ φόβῳ τοῦ Θεοῦ, τὴν ἁγίαν σου Μόνην, ὡς στηρίξας ἀσφαλῶς, ὅρμον ἄκλυστον αὐ‐
τήν, ἀνέδειξας, πρὸς σωτηρίαν ψυχῶν Νεκτά‐
ριε. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχω. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἡ τεκοῦσα ἐν σαρκί, τὸν τῶν ὅλων Ποιητήν, καὶ τὴν πάλαι τοῦ Ἀδάμ, ἀφανίσασα ἀράν, Πανάμωμε, τῆς τῶν παθῶν με, ῥῦσαι ζοφώ‐
σεως. Δεύτερος. ᾨδὴ Ϛ´. Ἦχος δ´. Τὴν θείαν ταύτην. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὸ θεῖον νέκταρ τῆς χάριτος, δεξάμενος Νε‐
κτάριε Ὅσιε, ἐν τῇ καρδίᾳ σου, τὸν γλυκα‐
σμὸν τὸν οὐράνιον, Χριστοῦ τῇ Ἐκκλησίᾳ, ἄρ‐
τι ἐπήγασας. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἐν ἱεράρχαις θεόληπτος, καὶ ἐν τοῖς διδασκά‐
λοις θεόσοφος, Πάτερ Νεκτάριε, ὡς ἀληθῶς ἐχρημάτισας, ἰδέαις ἐναρέτοις, καλλωπιζόμε‐
νος. Δόξα. Ῥόδον καθάπερ ἡδύπνευστον, τῇ θείᾳ εὐωδίᾳ τοῦ Πνεύματος, Πάτερ ἡ κάρα σου, ἡμᾶς εὐ‐
φραίνει Νεκτάριε, καὶ παύει τὸ δυσῶδες, πα‐
θῶν καὶ θλίψεων. Ὀρθοδοξίας τὸν ἀστέρα τὸν νεόφωτον Καὶ Ἐκκλησίας τὸ νεόδμητον προτείχισμα Ἀνυμνήσωμεν καρδίας ἐν εὐφροσύνῃ· Δοξασθεὶς γὰρ ἐνεργείᾳ τῇ τοῦ Πνεύματος Ἰαμάτων ἀναβλύζει χάριν ἄφθονον Τοῖς κραυγάζουσι· Χαίροις Πάτερ Νεκτάριε. Ὁ Οἶκος. Ἄνθρωπος οὐρανόφρων, ἀνεδείχθης ἐν κό‐
σμῳ, Νεκτάριε Χριστοῦ Ἱεράρχα· ζωὴν γὰρ ὁ‐
σίαν διελθών, ἀκέραιος ὅσιος καὶ θεόληπτος, ἐν πᾶσιν ἐχρημάτισας ἐντεῦθεν παρ᾿ ἡμῶν ἀκούεις· Χαῖρε δι᾿ οὗ οἱ πιστοὶ ὑψοῦνται· χαῖρε δι᾿ οὗ οἱ ἐχθροὶ θαμβοῦνται. Χαῖρε τῶν Ὁσίων Πατέρων ἐφάμιλλος· χαῖρε Ὀρθοδόξων ὁ θεῖος διδάσκαλος. Χαῖρε Οἶκος ἁγιώτατος ἐνεργείας θεϊκῆς· χαῖρε βίβλος θεοτύπωτος πολιτείας τῆς καινῆς. Χαῖρε ὅτι ἀρτίως ἡμιλλήθης Ἁγίοις· χαῖρε ὅτι ἐμφρόνως ἐχωρίσθης τῆς ὕλης. Χαῖρε λαμπρὸν τῆς πίστεως τρόπαιον· χαῖρε σεπτὸν τῆς χάριτος ὄργανον. Χαῖρε δι᾿ οὗ Ἐκκλησία χορεύει· χαῖρε δι᾿ οὗ νῆσος Αἴγινα χαίρει· Χαίροις Πάτερ Νεκτάριε. Συναξάριον. Τῇ Θ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Μητροπολίτου Πεν‐
17
ταπόλεως τῆς ἐν Αἰγύπτῳ, τοῦ θαυματουρ‐
γοῦ, τοῦ καὶ Κτίτορος τῆς ἐν Αἰγίνῃ Ἱερᾶς Μονῆς τῆς Ἁγίας Τριάδος τῶν μοναζουσῶν, κοιμηθέντος ὁσίως κατὰ τὸ ἔτος ͵αϠκ´(1920). Στίχ. Νέκταρ τῆς ζωῆς τῆς αἰωνίου πίνων, Νᾶμα Νεκτάριε, ἰάσεων βλύζεις. Ἀμφ᾿ ἐνάτῃ Νεκταρίῳ ἐκ ῥεθέων θυμὸς ἤρθη. Οὗτος ὁ νεοφανὴς καὶ περιφανὴς τῆς Ἐκκλησίας φω‐
στήρ, ἦν ἐκ Σηλυβρίας τῆς Θράκης. Ἐγεννήθη τῇ α´ Ὀ‐
κτωβρίου μηνὸς σωτηρίου ἔτους ͵αωμς´ ἐκ γονέων εὐ‐
σεβῶν, Δήμου καὶ Βασιλικῆς καλουμένων, τοὐπίκλην Κεφαλᾷ, Ἀναστάσιος ἐν τῷ θείῳ Βαπτίσματι κληθείς. Ἐκ νεαρᾶς ἡλικίας προετύπου οἷος ἔμελλε γενέσθαι. Θείῳ γὰρ φόβῳ ἐστοιχειοῦτο, καὶ ἤθεσι σεμνοῖς καὶ προτερήμασι θεοφιλέσι κατεκοσμεῖτο, ἔρωτι δὲ τῆς τε θύραθεν καὶ τῆς ἔσω παιδείας κάτοχος γενόμενος, τὰς πρώτας ἀρχὰς τῆς ἐγκυκλίου γνώσεως ἐπορίσατο ἐν τῇ οἰκείᾳ πατρίδι. Παραγενόμενος δὲ ἐν τῇ βασιλίδι τῶν πόλεων, ἐν ᾗ ὑπομίσθιος ἐπί τινι καιρῷ διαγαγών, νύκτωρ καὶ μεθ᾿ ἡμέραν ἐμελέτα ἐν ταῖς τῶν ἁγίων Πατέρων θεοσόφοις δέλτοις, δι᾿ ὧν ἐλαμπρύνετο κατὰ τὸν ἔσω ἄνθρωπον, κατευθύνων τὰ κατ᾿ αὐτὸν ἀμέμ‐
πτως τῷ θείῳ θελήματι. Ἐκ τούτων δὲ συλλέξας ὡς μέ‐
λισσα μελουργὸς τὰ καίρια, ἐν οἷς ἡ ὄνησις καὶ ἡ ὠφέ‐
λεια ἐμφανεστέρα, κατήρτισεν ἴδιον τεῦχος, ὅπερ προ‐
σφόρως κέκληκε «Λογίων θησαύρισμα». Ἔνθεν ἀπο‐
δημίᾳ χρησάμενος, ἦλθεν εἰς Χίον, τὸ εἰκοστὸν τῆς ἡ‐
λικίας ἔτος ἄγων, καὶ ἔν τινι χωρίῳ ταύτης, οὗ τὸ ὄνο‐
μα Λίθειον, τὴν τοῦ παιδονόμου καὶ παιδαγωγοῦ ἐπω‐
μίσθη ὑπουργίαν, καὶ ἦν διδάσκων τὴν ὧδε νεολαίαν ἐν ἀγάπῃ καὶ ζήλῳ καὶ εὐσεβείᾳ, τὰ καλὰ καὶ ὠφέλιμα καὶ σωτηρίας ἐχόμενα. Ποθῶν δὲ ἐνθέῳ ῥοπῇ τὴν τῶν μοναχῶν ὁσίαν καὶ ἀγγελικὴν διαγωγήν, προσῆλθεν ἔμπλεως θείου ἔρωτος τῇ ἐν τῇ νήσῳ ταύτῃ Νέᾳ Μονῇ καλουμένῃ, ἔνθα περιεβλήθη τῆς ἐν Χριστῷ φιλοσοφί‐
ας τὸν τρίβωνα, γενόμενος μοναχός, τῇ ζ´ Ἰανουαρίου μηνός, ἐν ἔτει ͵αωος´, μετονομασθεὶς Λάζαρος· καὶ ὤ‐
φθη ἐν τῇ ὁσίᾳ ἀδελφότητι τῆς ῥηθείσης Μονῆς, τύπος πάσης ἀσκητικῆς πράξεως καὶ ἐναρέτου ἰδέας, καὶ ἀ‐
γαπητός, καὶ ἐράσμιος πᾶσιν, ὡς τὰ ἄνω φρονῶν καὶ ζητῶν. Ἔνθεν ἑνὸς παρεληλυθότος ἐνιαυτοῦ ἀπὸ τῆς τοῦ ἁγίου σχήματος περιβολῆς, ἐχειροτονήθη Διάκο‐
νος, ἐν ἔτει ͵αωοζ´, χερσὶν ἱεραῖς τοῦ τότε ἐν Χίῳ ἀρχιε‐
ρατεύοντος Μητροπολίτου Γρηγορίου, παρ᾿ οὗ καὶ τὴν κλῆσιν Νεκτάριος ἐδέξατο. Ἐπιποθῶν σφόδρα κάτοχος γενέσθαι πολλῷ πλείονος παιδείας, ὡς ἂν γένηται ἀρτίως κατηρτισμένος ἐν πᾶ‐
σι, καὶ διακονήσῃ ἀξίως τῷ Κυρίῳ, ἐν τῷ Εὐαγγελίῳ τῆς χάριτος, προτροπῇ καὶ χορηγίᾳ εὐσεβοῦς τινός, οὗ ἡ κλῆσις Ἰωάννης Χωρέμης, ἐλθὼν ἐν Ἀθήναις, ἤγα‐
γεν εἰς πέρας τὸ πλήρωμα τῆς ἐν γυμνασίῳ καλουμέ‐
νῳ παιδευμάτων, καὶ εἶτα ἐξ Ἀλεξάνδρου πόλεως τῆς ἐν Αἰγύπτῳ, ἐν ᾗ ἤδη παρεγένετο, εὐνοίᾳ καὶ ὁδηγίᾳ τοῦ τότε Πατριάρχου αὐτῆς Σωφρονίου, ἐπανῆκεν ἐν τῷ τῆς Παλλάδος ἄστει, καὶ ἔνθους μύστης τῆς θεολο‐
γικῆς ἐπιστήμης ὤφθη, φοιτήσας τῇ θεολογικῇ Σχολῇ τοῦ ἐνταυθοῖ Πανεπιστημίου. Καὶ ἤδη ἔμπλεως δαψι‐
λοῦς γνώσεως καὶ σοφίας, ὡς ἄριστος μύστης τῆς ἱε‐
ρᾶς θεολογίας, ἐπανῆλθε τῇ τοῦ Ἀλεξάνδρου πόλει τῇ κγ´ μηνὸς Μαρτίου ἐν ἔτει ͵αωπς´, ἔνθα κεχειροτόνη‐
ται πρεσβύτερος, τῇ δὲ ιε´ τοῦ μηνὸς Ἰανουαρίου τοῦ σωτηρίου ἔτους ͵αωπθ´ τἄνωθεν ἐπιπνοίᾳ καὶ χάριτι, ὁσίαις χερσὶ καὶ τελετῇ ἁγίᾳ, ἐγένετο ἀρχιερεύς, προ‐
χειρισθεὶς Μητροπολίτης τῆς πάλαι ποτὲ διαλαμψά‐
σης κατ᾿ Αἴγυπτον Μητροπόλεως Πενταπόλεως καὶ ἔ‐
λαμψεν οἷα λύχνος φαεινὸς ἐπὶ τῆς ἱερᾶς λυχνίας, κα‐
τὰ τὴν τοῦ Σωτῆρος ῥῆσιν, διαχέων πανταχοῦ τὸ φῶς τῶν Εὐαγγελικῶν ἀρετῶν, καὶ τῆς θύραθεν καὶ θείας σοφίας, ἐν ἔργῳ καὶ λόγῳ καὶ ἀναστροφῇ καὶ παντο‐
δαπέσι χάρισι διαπρέπων, ἐν τῇ κατ᾿ Αἴγυπτον ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ. Ἀλλ᾿ ἐπηρείᾳ τοῦ τοῖς καλοῖς φθονοῦντος, καὶ τοῖς δι‐
καίοις ἐπιβουλεύοντος ἐχθροῦ, καὶ ἀδίκῳ βουλῇ, ὁ πλήρης ἀγάπης καὶ ἀνεξικακίας καὶ πραότητος οὐρα‐
νόφρων οὗτος Πατήρ, ἐμάκρυνε, φυγῇ χρησάμενος, τῆς Ἀλεξάνδρου πόλεως, καὶ ἐπανελθὼν τῇ Ἑλλάδι, πρῶτον μέν, ἐν πολλῇ ταπεινώσει καὶ ἀκτημοσύνῃ καὶ Ἀποστολικῷ ζήλῳ, ὡς ἱεροκῆρυξ τοῦ Εὐαγγελίου τῆς χάριτος, εἶτα δὲ ὡς θεόσοφος ὑφηγήτωρ τοῦ ἱεροῦ τῆς Ἐκκλησίας παιδευτηρίου, οὗ ἡ κλῆσις Ῥιζάρειος Σχο‐
λή, ἀνεδείχθη ἐν πᾶσι μέγας, ἐν θεοκλήτῳ ζωῇ καὶ τρόπῳ καλλυνόμενος, ὡς μιμητὴς τῶν πάλαι ἁγίων Πατέρων, καὶ ἀληθὴς θεράπων Κυρίου, καὶ ἐκλεκτὸν σκεῦος τοῦ Παναγίου Πνεύματος, καὶ πλείστους καρ‐
ποὺς προσήγαγε τῇ ἁγίᾳ Ἐκκλησίᾳ, ὡς κατάκαρπος φοῖνιξ, κατὰ τὸν θεῖον φάναι Δαβίδ, πεφυτευμένος ἐν τοῖς ὕδασι τῶν θείων ἀρετῶν. Τοὐντεῦθεν, ἀγάπῃ θείᾳ ὅλως πτερούμενος, ἔτι δὲ τὸν ἡσύχιον βίον, ἐφέσει πολλῇ ἐπιζητῶν, ἐπανέστηκε πάντων τῶν ἐν κόσμῳ, εὑρὼν δὲ ἐν τῇ νήσῳ τῇ καλου‐
μένῃ Αἰγίνῃ, ἐν καταλλήλῳ ἐκεῖσε τόπῳ παλαιόν τι Μονύδριον, ἀνῳκοδόμησεν αὐτὸ ἐκ βάθρων, τῇ τῆς Ἁ‐
γίας καὶ Ὁμοουσίου Τριάδος καθιερώσας χάριτι, καὶ τελείαν ἀναδείξας γυναικῶν Μονήν, κόποις καὶ καμά‐
τοις καὶ ἱδρῶσι πολλοῖς, ἔνθα πλεῖσται σεμναὶ παρθέ‐
νοι καὶ εὐλαβεῖς γυναῖκες, ἀποταξάμεναι τῶν ἐν κό‐
σμῳ, προσῆλθον καὶ ἐγένοντο μοναχαί, παιδοτριβού‐
μεναι καὶ καθοδηγούμεναι ταῖς ἱεραῖς αὐτοῦ χερσὶ καὶ πατρικαῖς ὑποθήκαις, εἰς τὴν κατὰ Χριστὸν ζωὴν καὶ θείαν φιλοσοφίαν. Ὁ δὲ θεῖος Νεκτάριος, ἀνεδείχθη ἀ‐
ληθῶς ἄγγελος ἐν σώματι· συνεχέσι γὰρ προσευχαῖς καὶ συντόνοις ἱεραῖς μελέταις ἐσχόλαζε· καὶ ἐκάθηρε καὶ καθήγνισε τελείως ἑαυτὸν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος καὶ πάσης ὑλικῆς κατὰ νοῦν ἐμφάσεως, γενόμενος ταμεῖον τῶν δωρεῶν καὶ χαρι‐
σμάτων τοῦ Παρακλήτου, καὶ πλήρης θείων ἐλλάμψε‐
ων· καὶ ἦν τοῖς πᾶσιν ὑπὲρ ἄγαν ποθητὸς καὶ αἰδέσι‐
18
μος, ἕλκων πρὸς ἑαυτὸν πάντας ὡς μαγνήτης τὸν σί‐
δηρον. Οὕτω διήγαγε τὴν μακαρίαν ζωὴν ὁ θεῖος οὗτος Πα‐
τήρ, ἀναζωγραφήσας ἐν ἑαυτῷ τῶν πάλαι Ἁγίων τὰς ἀρετὰς καὶ χάριτας, ἐν τοῖς δεινοῖς καὶ χαλεποῖς τού‐
τοις καιροῖς. Ἀσθενήσας δὲ μικρόν, ἐκοιμήθη ἐν Κυρίῳ τῇ θ´ Νοεμβρίου μηνός, ἐν ἔτει ͵αϠκ´, ἐν τῷ ἐν Ἀθή‐
ναις νοσηλευτηρίῳ, φέροντι τὴν κλῆσιν «Ἀρεταίειον», τὸ δὲ ἱερὸν αὐτοῦ σκῆνος μετηνέχθη ἐν Αἰγίνῃ καὶ ἐ‐
τάφη ἐν τῇ ἱερᾷ αὐτοῦ Μονῇ. Ὁ θεῖος Νεκτάριος, πρὸς τοῖς ἄλλοις ἐκ Θεοῦ χαρίσμασιν, εἴληφε καὶ τὸ δαψι‐
λῶς θαυματουργεῖν ἐν εὐκαιρίαις καὶ θλίψεσι τοῖς προσερχομένοις αὐτῷ. Πάμπολλα δὲ εἰσὶ τὰ θαύματα, ἅτινα ἐνήργησε καὶ ἐνεργεῖ τοῖς ἐγγὺς καὶ τοῖς μα‐
κράν, ἀσθενοῦντας θεραπεύων, δαίμονας διώκων, τοὺς ἐν κινδύνοις διασῴζων, πολλοῖς δὲ καὶ φαινόμε‐
νος ὄψεσιν ἁγίαις, καὶ πᾶσι παρέχων τὰ πρὸς σωτηρί‐
αν αἰτήματα, ὡς ἡ δέλτος τῆς κατ᾿ αὐτὸν ὁσίας ζωῆς διεξοδικῶς ἱστορεῖ. Τῷ σωτηρίῳ ἔτει ͵αϠνγ´ τῇ β´ τοῦ μηνὸς Σεπτεμβρίου, ἐγένετο ἡ ἀνακομιδὴ τῶν ἱερῶν αὐτοῦ λειψάνων, ὧν ἡ ἄῤῥητος καὶ οὐράνιος εὐωδία, ὑπὲρ πάντα τὰ ἀρώμα‐
τα κατὰ τὴν θείαν ῥῆσιν, ἐξιστᾷ καὶ εὐφραίνει καὶ ἁγι‐
άζει τοὺς εὐλαβῶς προσιόντας τῇ εὐαγεῖ αὐτοῦ Μονῇ. Πλεῖστα δὲ συντεταχώς, τῇ ἄνωθεν ἐπινεύσει, συγ‐
γράμματα καταλέλοιπε αὐτὰ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὡς πλοῦτον οὐράνιον καὶ πυξία θεόγραφα, μυσταγω‐
γοῦντα ἡμᾶς βίου λαμπρότητα, πίστεως ἀκρίβειαν, ἠ‐
θῶν καθαρότητα, καὶ εἴ τι καλὸν καὶ ὠφέλιμον, πρὸς σωτηρίαν αἰώνιον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου. Στίχ. Ἵπποις πρὸς Θεὸν Ὀνησιφόρε τρέχων ἔχεις συνιππεύοντα καὶ τὸν οἰκέτην. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου. Στίχ. Ἀντώνιον κτείνουσι τὸν θεῖον ξύλοις, Οἱ τὸ ξύλον τιμῶντες ὡς θεὸν πλάνοι. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Χριστοφόρος καὶ Μαῦρα ξίφει τελειοῦνται. Στίχ. Πλάνην ἀμαυροῖ Μαῦρα καρθεῖσα ξίφει. Χριστοῦ δὲ τμηθεὶς φῶς ὁρᾷ Χριστοφόρος. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ναρσῆς καὶ Ἀρτέμων ξίφει τελειοῦνται. Στίχ. Ναρσῆς σὺν Ἀρτέμονι ἐκκοπεὶς ξίφει, Σὺν Ἀρτέμονι λαμβάνει καὶ τὰ στέφη. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἰωάννης ὁ Κολοβὸς ἐν εἰρήνῃ τελειοῦται. Στίχ. Ἰωάννην ἔκρυψε γῆς βραχὺς τόπος, Ὅς, κἂν βραχὺς τὸ σῶμα, τὴν πρᾶξιν μέγας. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἑλλάδιος ἐν εἰρήνῃ τελειοῦται. Στίχ. Εἰ καὶ μετέστης, Ἑλλάδιε, τοῦ βίου, Πίναξ ἔμεινας ἀρετῶν τοῖς ἐν βίῳ. Ὁ Ὅσιος πατὴρ ἡμῶν Συμεὼν ὁ Μεταφρα‐
στὴς ἐν εἰρήνῃ τελειοῦται. Στίχ. Ἐκκλησία σοι Συμεών, ὄφλει χάριν, Ὑπὲρ μεταφράσεως Ἁγίων βίων. Οἱ Ὅσιοι καὶ θεοφόροι πατέρες ἡμῶν Εὐθύμι‐
ος καὶ Νεόφυτος, οἱ κτίτορες τῆς σεβασμίας μονῆς τοῦ Δοχειαρίου, ἐν εἰρήνῃ τελειοῦνται. Νύσσης οὐρανίης ἐπέβητ᾿ ἐνάτη ὦ Ἀθληταί. Στίχ. Εὐθύμιον συνάμα τῷ Νεοφύτῳ, Τιμῶ, κτίσαντας τὴν Μονὴν Ἀρχαγγέλων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῖς Ὁσίας Μητρὸς ἡ‐
μῶν Ματρώνης. Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέη‐
σον καὶ σῶσον ἡμᾶς. Ἀμήν. Στίχ. Ζωῆς μελλούσης ἀξιοῦται Ματρῶνα, Ὡς ἐν βίῳ ζήσασα ταύτης ἀξίως. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Θεοκτίστης τῆς Λεσβίας. Στίχ. Λέσβου τὸ θρέμμα, παρθένος Θεοκτίστη, Κτίστῃ Θεῷ πρόσεισι νύμφη παγκάλη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Γυναικῶν, Εὐστολίας καὶ Σωπάτρας. * * * Τῆς Θεοτόκου. ᾨδὴ ζ´. Ἦχος α´. Ὁ εἱρμός. Τοὺς ἐν καμίνῳ παῖδάς σου Σωτήρ, οὐχ ἥψα‐
το οὐδὲ παρηνώχλησε τὸ πῦρ· τότε οἱ τρεῖς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγον‐
τες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. (δίς) Στίχ. Ὅλη καλὴ σὺ πρὸς Θεὸν χωρεῖς Λόγον, Στολαῖς σταλεῖσα ψυχικαῖς Εὐστολία. Σωπάτρα Πατρὸς Πνεύματός τε καὶ Λόγου, Θρόνῳ παρέστη, δοῦσα γῇ τὸ σαρκίον. 19
Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Κεκοσμημένη θείοις κροσσωτοῖς, ὡς πάντων βασίλισσα ἀρετῶν ὑπερφυῶν, ἔστης ἐκ δεξι‐
ῶν τοῦ σοῦ Υἱοῦ καὶ Πλάστου, ὑπὲρ νοῦν ἐ‐
κλάμπουσα, παρθενικαῖς καλλοναῖς, Παρθέ‐
νε Μῆτερ Θεοῦ. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὁ τῶν ἁπάντων Κτίστης καὶ Θεός, θεώσαι βουλόμενος διὰ σπλάγχνα οἰκτιρμῶν, τὸν πε‐
πτωκότα ἄνθρωπον ἐκ σοῦ τὴν σάρκα, τοῦ Ἀ‐
δὰμ ἐνδύεται, καὶ σὲ προστάτιν Ἁγνή, δείκνυ‐
σι κόσμου παντός. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ῥερυπωμένον βίον μετελθῶν, τὸ κάλλος ἠ‐
μαύρωσα τῆς ψυχῆς μου ὁλικῶς· ἀλλὰ σὺ δί‐
δου μοι μετάνοιαν Παρθένε, καὶ πταισμάτων ἄφεσιν, ἵνα Χριστῷ τῷ Θεῷ, δουλεύσω εἰλι‐
κρινῶς. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὑπερτέρα πάντων ἀληθῶς, ὡς Μήτηρ πανά‐
φθορος τοῦ τῶν ὅλων Ποιητοῦ, πάσης φθο‐
ρᾶς ὑπέρτερον τὸν νοῦν μου δεῖξον, καὶ φωτί με λάμπρυνον, τῆς ἀγλαΐας τῆς σῆς, Θεογεν‐
νῆτορ Ἁγνή. Τοῦ Ἁγίου. ᾨδὴ ζ´. Ἦχος καὶ εἱρμός ὁ αὐτός. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Γνώμῃ εὐθείᾳ Πάτερ λειτουργῶν, Χριστῷ τῷ Παντάνακτι, καὶ καρδίᾳ καθαρᾷ, τὸν φωτι‐
σμὸν τοῦ Παρακλήτου εἰσεδέξω, τῇ ψυχῇ σου Ὅσιε, εὐλογητὸς ἐκβοῶν, ὁ τῶν Πατέρων Θε‐
ός. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὁλολαμπὴς ὡς ἥλιος ἡμῖν, ἐσχάτοις ἐν ἔτε‐
σιν ἀνατείλας νοητῶς, φωταγωγεῖς τῶν εὐσε‐
βῶν τὰς διανοίας, τῷ φωτὶ τῶν ἔργων σου Νεκτάριε ἱερέ, Ἱεραρχῶν καλλονή. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ῥῶσιν ψυχῆς καὶ σώματος ἀεί, ὡς ἄλλον Νε‐
κτάριε ἰατρεῖον θαυμαστόν, ἡ τῶν λειψάνων σου σορὸς Πάτερ παρέχει, τοῖς πιστῶς προ‐
στρέχουσιν, ἐν εὐλαβείᾳ πολλῇ, τῇ εὐαγεῖ σου Μονῇ. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὡς τοῦ Σωτῆρος Μῆτερ καὶ Θεοῦ, Παρθένε Πανάμωμε ὄμματί σου συμπαθεῖ, βλέψον τὴν κάκωσιν ψυχῆς μου τῆς ἀθλίας, καὶ βιαί‐
ας ῥῦσαί με, ἕξεως τῆς πονηρᾶς, τῶν ὀλεθρί‐
ων παθῶν. Δεύτερος. ᾨδὴ ζ´. Ἦχος δ´. Οὐκ ἐλάτρευσαν. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἰαμάτων σε, πηγὴν Πάτερ ἀνέδειξε, Χριστὸς δοξάσας σε, ὁ ὑπὸ σοῦ δοξασθείς, ἐντεῦθεν οἱ πάσχοντες, ποικίλοις πάθεσι, καταφεύγουσι, τῇ θήκῃ τῶν λειψάνων σου, καὶ εὑρίσκουσιν ὑγείαν. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Διδαγμάτων σου, τὰ ἱερὰ συντάγματα, ἀεὶ εὐφραίνουσι, τῶν εὐσεβῶν τὰς ψυχάς· Ἁγίῳ γὰρ Πνεύματι, Πάτερ κινούμενος, τὸν τῆς χά‐
ριτος, λόγον σοφῶς συνέγραψας, καὶ ζωῆς τὰς ὑποθήκας. Δόξα. Ὡς πραότατος, καὶ ταπεινὸς καὶ μέτριος, τοῦ ὑπὲρ ἔννοιαν, Πάτερ ἐπλήσθης φωτός, ἐντεῦ‐
θεν θεόληπτος, ἐφαίνου Ὅσιε, πρὸς τὰ κρείτ‐
τονα μυσταγωγῶν χαρίσματα, θεαρέστου πολιτείας. Καὶ νῦν. Θεοτοκίον. Σωματώσασα, Θεὸν τὸν ὑπερούσιον, ἐκ τῶν αἱμάτων σου, δίχα τροπῆς καὶ φυρμοῦ, σωτή‐
ριος γέφυρα ἡμᾶς ἀνάγουσα, πρὸς οὐράνια, ὤφθης τοῖς πίστει κράζουσι· χαῖρε Κεχαριτω‐
μένη. Καταβασία. Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, πα‐
ρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀν‐
δρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπε‐
20
ρύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐ‐
λογητὸς εἶ. ριε Πάτερ, τὰ σεπτά σου ὀστᾶ, ἐκπέμποντα πᾶσιν, ὀσμὴν ἀθανασίας. Τῆς Θεοτόκου. ᾨδὴ η´. Ἦχος α´. Ὁ εἱρμός. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὃν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε ἱερεῖς, δοξά‐
σατε παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας. (δίς) Θεοτοκίον. Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀσπόρως συνέλαβες, τὸν πάντων Ποιητήν, ἀ‐
φθόρως δὲ τέξασα, αὐτὸν μετὰ σαρκός, φθο‐
ρᾶς με Παρθένε, σαρκικῶν λογισμῶν, τῇ χά‐
ριτί σου ῥῦσαι, τὸν σὸν οἰκτρὸν ἱκέτην. Γεννᾶται ὁ ἄναρχος, ἐν χρόνῳ σαρκικῶς, ἐκ σοῦ Ἀειπάρθενε, καὶ μετὰ τοκετόν, Παρθένον τηρεῖ σέ, ὡς πρὸ τόκου Ἁγνήν· ὦ τῶν ὑπὲρ νοῦν σου, ἀῤῥήτων μεγαλείων! Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐν θρόνῳ ὡς σύνθρονος, Πατρὸς καὶ ἐν χερ‐
σί, ταῖς σαῖς ὥσπερ νήπιον, βροτοῖς ὁμοιω‐
θείς, ὁ Λόγος ὀρᾶται, ὁ συνέχων τὸ πᾶν, καὶ ἀνακαινίζει, Παρθένε τοὺς φθαρέντας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ῥευμάτων χρηστότητας, ἀκένωτος πηγή, χα‐
ρίτων τοῦ Πνεύματος, λειμὼν πανευθαλής, ἐ‐
δείχθης Παρθένε, τετοκυῖα Χριστόν, τὸν ζωο‐
ποιοῦντα, τοὺς σὲ ὑπερυψοῦντας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἁγίων ἁγίαν σε, ἀνέδειξε Χριστός, Ἁγίων ὁ Ἅγιος, Υἱός σου γεγονώς· διὸ τὴν ψυχήν μου, ἐναγῆ τῇ φθορᾷ, γεγονυῖαν Κόρη, ἁγίασον καὶ σῶσον. Τοῦ Ἁγίου. ᾨδὴ η´. Ἦχος καὶ εἱρμός ὁ αὐτός. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Γνωρίσαι ὁ Κύριος, θελήσας τοῖς ἐν γῇ, ἣν δέ‐
δωκε δόξαν σοι, σοφὲ ἐν οὐρανοῖς, πηγὴν ἰα‐
μάτων, καὶ θαυμάτων πολλῶν, ἔδειξε παμ‐
μάκαρ, τὰ θεῖα λείψανά σου. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἐκ γῆς ἀνεφάνησαν, ὡς κρίνα τοῦ ἀγροῦ, εὐ‐
θὺς ὡς ἠνοίγη σου, ὁ τάφος ὁ σεπτός, Νεκτά‐
Ρυσθῆναι ἱκέτευε, Μονήν σου τὴν σεπτήν, ἐκ πάσης στενώσεως, καὶ βλάβης καὶ ὀργῆς, ἐν σοῖ καυχωμένην, Ἱεράρχα Χριστοῦ, καὶ τῇ Πατρικῇ σου, στοργῇ ἀνακειμένην. Δεύτερος. ᾨδὴ η´. Ἦχος δ´. Παῖδας εὐαγεῖς. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Γνώσει καὶ σοφίᾳ διαλάμπων, δογμάτων τῆς ἀληθείας Πάτερ Ὅσιε, Ὀρθοδόξου πίστεως, ἀκριβὴς διδάσκαλος, καὶ φυτοκόμος ἄριστος ἠθῶν σεμνότητος, ἐδείχθης Ἱεράρχα παμμά‐
καρ, τῶν παθῶν τὰς ῥίζας, τῷ λόγῳ σου ἐκτέ‐
μνων. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἔχει σε ἡ Αἴγινα ἡ νῆσος, προστάτην καὶ ἀ‐
ρωγὸν καὶ ἀντιλήπτορα, μετὰ τὸν θεόλη‐
πτον, Πάτερ Διονύσιον, μεθ᾿ οὗ ἀπαύστως φύλαττε ταύτην Νεκτάριε, ἐκ πάσης συμφο‐
ρᾶς καὶ ἀνάγκης, πίστει προσκυνοῦσαν, τὰ θεῖα λείψανά σου. Στίχ. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Ῥήσεσι τῶν θείων σου χειλέων, ὡς τέκνα πνευματικά σοι αἱ μονάστριαι, ἃς ἐν ταύτῃ Ὅσιε, τῇ Μονῇ συνήγαγες, ἐκ κοσμικῆς συγ‐
χύσεως καὶ ματαιότητος, ἐμφρόνως πειθαρ‐
χοῦσαι πρὸς δόξαν, ἄγονται τὴν θείαν, τε‐
λοῦσαι σου τὴν μνήμην. Καὶ νῦν. Θεοτοκίον. Ἄχραντε Παρθένε Θεοτόκε, Ἀγγέλων καὶ Ἀρ‐
χαγγέλων ἀγαλλίαμα, καὶ βροτῶν διάσωσμα, 21
καὶ μέγα προσφύγιον, τῆς τῶν παθῶν με λύ‐
τρωσαι δουλείας τῆς πονηρᾶς, καὶ δίδου μοι ἀνάνευσιν Κόρη, τῷ κεκακωμένῳ, ἐχθροῦ τῇ ἐπηρείᾳ. Καταβασία. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνω, ὁ τόκος τῆς Θε‐
οτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀ‐
γείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔρ‐
γα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. * * * ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Θεοτόκου (πρὸ τῶν Εἰσοδίων). Ἀπὸ τῆς 8ης μέχρι τῆς 20ῆς Νοεμβρίου ψάλλονται αἱ Καταβασίαι τῆς Θεοτόκου μετὰ παραλλαγῶν. ᾨδὴ α´. Ἦχος δ´. ᾨδὴ ς´. Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦ‐
τε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τε‐
χθέντα * Θεὸν δοξάζοντες. ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτίσαντα· * ἀλλὰ πυρὸς ἀπειλὴν * ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον· * Ὑπερύμνητε, * ὁ τῶν πατέρων Κύριος * καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η´. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος· * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπα‐
σαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον ὑμνεῖ‐
τε τὰ ἔργα * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. Ἀνοίξω τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος * καὶ λόγον ἐρεύξομαι * τῇ βασι‐
λίδι Μητρί· * καὶ ὀφθήσομαι * φαιδρῶς πανη‐
γυρίζων * καὶ ᾄσω γηθόμενος * ταύτης τὴν εἴ‐
σοδον. Ὁ διάκονος· Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύ‐
νομεν. ᾨδὴ γ´. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος πηγή, * θίασον συγκροτήσαντας * πνευματικόν, στερέωσον· * κἂν τῇ σεπτῇ εἰ‐
σόδῳ σου * στεφάνων δόξης ἀξίωσον. Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. ᾨδὴ δ´. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου σαρκώσεως * σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε· * Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα * ἐν τῇ σεπτῇ εἰσόδῳ σου· * σὺ γάρ, ἀπειρόγαμε Παρθένε, * ἔνθον εἰσῆλθες * ἐν τῷ ναῷ τοῦ Θεοῦ * ὥσπερ καθα‐
ρώτατος ναός, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτη‐
ρίαν βραβεύουσα. * * * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐
ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐
φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐
καριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐
τόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 22
Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐
θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... * * * Τῆς Θεοτόκου. ᾨδὴ θ´. Ἦχος α´. Ὁ εἱρμός. Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον, τὴν φωτο‐
φόρον λυχνίαν τὴν πάγχρυσον, τὸν ναὸν τὸν ἔμψυχον, τὴν σκηνὴν τὴν ἄχραντον, τοῦ οὐ‐
ρανοῦ καὶ τῆς γῆς πλατυτέραν, τὴν Θεοτόκον ἐν ὕμνοις τιμήσωμεν. (δίς) Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σωτηριώδη πηγὴν πολυχεύμονα, σὲ Θεοτόκε Παρθένε γινώσκομεν, τῆς ζωῆς πηγάζουσαν, ὕδωρ τὸ ἀθάνατον, καὶ τὰς καρδίας ποτίζου‐
σαν πλουσίως, τῶν ὀρθοδόξως ὑμνούντων σε Δέσποινα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἱεροτύπως Μωσῆς σε προέγραψε, στάμνον λυχνίαν καὶ βάτον καὶ τράπεζαν, κιβωτὸν κα‐
τάχρυσον, καὶ σκηνὴν θεότευκτον, ὧν τὰς ἐκ‐
βάσεις ἡμεῖς νῦν καθορῶντες, σὲ ἀληθῆ Θεο‐
τόκον δοξάζομεν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Μετὰ σαρκὸς τὸν ἀσώματον τέξασα, ὃν ὁ Πα‐
τὴρ πρὸ αἰώνων ἐγέννησε, Λόγον τὸν ὑπέρ‐
θεον, Θεοτόκε Ἄχραντε, τῆς σωτηρίας ἡμῖν ὤφθης αἰτία, τοῖς μεγαλύνουσι Κόρη τὸν τό‐
κον σου. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὁλολαμπὲς ἀνεδείχθης παλάτιον, καὶ φωτο‐
φόρος καθέδρα καὶ πάγχρυσος, τοῦ ἐν κόλ‐
ποις Ἄχραντε, τοῦ Πατρὸς ὑπάρχοντος, Λό‐
γου ἀφράστως ἐκ σοῦ σωματωθέντος, εἰς σω‐
τηρίαν ἡμῶν καὶ ἀνάπλασιν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὑπερκειμένη ἁπάσης της κτίσεως, τῆς ὁρα‐
τῆς καὶ ἀΰλου Πανάχραντε, ὤφθης σωματώ‐
σασα, τὸν πάντων δεσπόζοντα· ὅθεν τὸν νοῦν μου τῆς κάτω προσπαθείας, δεῖξον ὑ‐
πέρτερον Κόρη καὶ σῶσόν με. Τοῦ Ἁγίου. ᾨδὴ θ´. Ἦχος καὶ εἱρμός ὁ αὐτός. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Στέφανον δόξης ἐδέξω Νεκτάριε, παρὰ Χρι‐
στοῦ τοῦ λαμπρῶς σε δοξάσαντος, ὁσίως τὸν δρόμον σου, Πάτερ ὡς ἐτέλεσας, καὶ τῶν Ἁγί‐
ων ἰσότιμος ἐδείχθης, μεθ᾿ ὧν δυσώπει ὑπὲρ τῶν τιμώντων σε. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἱεραρχίας στολὴν ἐνδυσάμενος, ἱερωτέραν αὐτὴν Πάτερ ἔδειξας, ἱεροῖς σου σκάμμασι, καὶ ὁσίοις πόνοις σου, καὶ τῶν Πατέρων τῶν πάλαι ἀπεμάξω, τῇ καθαρᾷ σου ζωῇ τὴν λαμπρότητα. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Μετ᾿ ἐγκωμίων τελοῦσα τὴν μνήμην σου, ἡ τοῦ Χριστοῦ Ἐκκλησία Νεκτάριε, χαίρει ἐν σοὶ Ἅγιε· ταύτην γὰρ ἐφαίδρυνας, ἐν ταῖς ἐ‐
σχάταις ἡμέραις Ἱεράρχα, ἡγιασμένος φανεὶς θείῳ Πνεύματι. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὀσμὴν ζωῆς οὐρανίαν μυρίπνοον, ἣν ἀπο‐
πνέει ἡ πάντιμος κάρα σου, νοητῶς μοι δώρη‐
σαι, τῇ ψυχῇ μου Ἅγιε, καὶ ὥσπερ μύρον εὐῶ‐
δες Πάτερ δέξαι, τοῦτον τὸν ὕμνον ὃν πόθῳ σοι ὕφανα. 23
Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὑψηλοτέρα τῶν ἄνω Δυνάμεων, καὶ λαμπρό‐
τερα ἡλίου ὑπάρχουσα, ἀσυγκρίτως Δέσποι‐
να, τὸν τῆς δόξης Ἥλιον, τὸν φωτοδότην Χρι‐
στὸν σαρκὶ τεκοῦσα, καταφωτίζεις τους σὲ μεγαλύνοντας. Δεύτερος. ᾨδὴ θ´. Ἦχος δ´. Ἅπας γηγενής. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Στήλην ἀρετῶν, σῇ καθαρότητι Χριστός σε ἔ‐
δειξε, προμηθείᾳ κρείττονι, ἐν ταῖς ἐσχάταις ἡμέραις Ἅγιε, καὶ ἔμψυχον παράδειγμα πρὸς βίον ἔνθεον, τῶν πιστῶν μέν, τὰς ψυχὰς εὐ‐
φραίνοντα, καὶ ἀπίστων τὸ θράσος αἰσχύνον‐
τα. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἵνα τῆς ζωῆς, τῆς σῆς τὸ ὑπόλοιπον ἀνύσῃς Ὅσιε, ἡσύχως Νεκτάριε, ἐνδελεχείᾳ θείας ἑ‐
νώσεως, κόσμου παντὸς ἐμάκρυνας καὶ τῇ σεπτῇ σου Μονῇ, ἐν Αἰγίνῃ, Πάτερ κατεσκή‐
νωσας, πρὸς Χριστὸν ὁλικῶς ἀναγόμενος. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Μέτοχος ζωῆς, τῆς ἄνω γενόμενος Πάτερ Νε‐
κτάριε, καὶ Ἀγγέλων σύσκηνος, ὡς θεαρέ‐
στως πολιτευσάμενος, ἀπαύστως καθικέτευε ὑπὲρ τῆς ποίμνης σου, καὶ ἁπάσης, τῆς Ἑλλά‐
δος Ἅγιε, τῆς πλουτούσης σε νέον ἀγλάϊσμα. Δόξα. Ὅμιλοι πιστῶν, ἐκ πάσης συντρέχουσιν Ἑλ‐
λάδος πάντοτε, τῇ Μονῇ σου Ἅγιε, καὶ θείαν χάριν καὶ πᾶσαν αἴτησιν, ἐκ τῶν σεπτῶν λει‐
ψάνων σου πιστῶς λαμβάνουσιν· ἀλλ᾿ ὦ Πά‐
τερ, κἀμοῦ τοῦ ἱκέτου σου, ὥσπερ οἶδας τὴν αἴτησιν πλήρωσον. Καὶ νῦν. Θεοτοκίον. Ὕψωσας ἡμῶν, τὴν φύσιν τὴν ἔκπτωτον πρὸς τὰ οὐράνια, τῷ ὑψίστῳ τόκῳ σου, Ὑπεραγία Κόρη Πανύμνητε· διὸ κἀμοῦ ἀνύψωσον ψυ‐
χῆς τὴν ἄφεσιν, πρὸς τὸ κάλλος, Δέσποινα τὸ ἄῤῥητον, τῆς ἀλήκτου ζωῆς καὶ λαμπρότη‐
τος. Καταβασία. Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμ‐
παδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ Εἰσόδια, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάρι‐
στε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... * * * ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Τοῦ Ἱεράρχου. Ὁ οὐρανὸν τοῖς ἄστροις. Ἡ Ἐκκλησία ἀγάλλου, καὶ ᾄδε ᾄσματα και‐
νά, τὸν σὸν Υἱὸν εὐφημοῦσα, καὶ ἱερὸν νυμ‐
φαγωγόν, Νεκτάριον τὸν ἀρτίως, ἡγιασμένον φανέντα. Ὅμοιον. Θεοπρεπῶς βιώσας, ἐμεγαλύνθης θαυμα‐
στῶς, Νεκτάριε Ἱεράρχα, παρὰ τοῦ πάντων Ποιητοῦ· πηγὴ θαυμάτων γὰρ ὤφθη, ἡ τῶν λειψάνων σου θήκη. Θεοτοκίον. Θεοχαρίτωτε Κόρη, ἱκέτευε διὰ παντός, τὸν σὸν Υἱὸν καὶ Δεσπότην, καὶ πολυεύσπλαγ‐
χνον Θεόν, ῥύεσθαι πάσης ἀνάγκης, τοὺς εὐ‐
σεβεῖς Θεοτόκε. * * * ΑΙΝΟΙ Ἦχος α´. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐
νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 24
Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Ἱστῶμεν Στίχους δ´, καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων. Στίχ. α´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. ᾈσματικῶς συνελθόντες πανηγυρίσωμεν, τὴν μνήμην τὴν ἁγίαν, Νεκταρίου τοῦ θείου, τοῦ ἄρτι δοξασθέντος παρὰ Χριστοῦ, τῇ τοῦ βίου λαμπρότητι, τῶν ἰαμάτων ταῖς χάρισι θαυμαστῶς, εὐσεβῶν εἰς περιποίησιν. Στίχ. β´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐
νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἡ τῶν λειψάνων σου θήκη Πάτερ Νεκτάριε, ὡς ἄλλη καθορᾶται, Σιλωὰμ κολυμβήθρα· νοσήματα γὰρ παύει τὰ χαλεπά, καὶ ὑγείαν καὶ λύτρωσιν, τοῖς πρὸς αὐτὴν προσιοῦσι νέ‐
μει ἀεί, ἐνεργείᾳ τῇ τοῦ Πνεύματος. Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Τίς ἐπαξίως ὑμνήσει τὰς δυναστείας σου, ὦ Ζωοδότα Σῶτερ; ὅτι δέδωκας ἤδη, στύλον καὶ ἑδραίωμα ἀῤῥαγές, τῇ σεπτῇ Ἐκκλησίᾳ σου, τὸν θεηγόρον Νεκτάριον ἀληθῶς, τὸν ὁσίως σοι λατρεύσαντα. Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ὑπὲρ ὀσμὴν ἀγροῦ πλήρους, κατὰ τὴν θείαν φωνήν, ἡ εὐωδία πέλει, τῶν σεπτῶν σου λει‐
ψάνων, Νεκτάριε τρισμάκαρ τῶν εὐσεβῶν, τὰς αἰσθήσεις εὐφραίνουσα· ὅθεν ἡ Αἴγινα βλέπουσα τὴν ἐν σοί, θείαν χάριν μακαρίζει σε. Δόξα. Ἦχος πλ. α´. Ὅσιε Πάτερ, μελέτην θείου νόμου, τὸν βίον ποιούμενος, τῶν πάλαι Ἁγίων, τὴν ζωὴν ἐχα‐
ρακτήρισας· τὸ γὰρ φρόνημα τῆς σαρκός, ὑ‐
ποτάξας τῷ πνεύματι, χρηστότητα ἐποίησας, καὶ ὁσιότητα ἠμφιάσω, ὡς Ἱεράρχης θεόσο‐
φος, καὶ τῆς ἀρετῆς ἀληθὴς ἐργάτης· ὅθεν λαμπρῶς παρὰ Θεοῦ ἐδοξάσθης, καὶ ἰαμά‐
των κρήνη, ἡ τῶν λειψάνων σου σορὸς ἐδεί‐
χθη, τῇ τοῦ Παρακλήτου ἐπισκιάσει. Ἀλλ᾿ ὦ Νεκτάριε μακάριε, ῥᾶνον ἐν ταῖς ψυχαῖς ἡ‐
μῶν, τὸ νέκταρ τῆς σῆς χάριτος, καὶ πρέσβευε τῷ Κυρίῳ, δοθῆναι ἡμῖν τὸ μέγα ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξά‐
ζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡ‐
μῶν. * * * Καὶ εὐθὺς ψάλλεται εἰς τὸν αὐτὸν ἦχον Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐
στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐
ποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. 25
Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐
ματά σου. (ἐκ γ´) Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Τὰ τυπικά, οἱ μακαρισμοί· εἰς δ´ ἐκ τῆς γ´ ᾠδῆς τοῦ α´ κανόνος καὶ δ´ ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ β´ κανόνος τοῦ Ἱεράρχου. Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Εἰ δὲ μή, τὰ Ἀντίφωνα. Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ρβ´ (102). Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐
σον ἡμᾶς. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´) Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν. Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ· Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀπολυτίκιον τοῦ Ἱεράρχου. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ὁσίως ἐβίωσας, ὡς Ἱεράρχης σοφός, δοξάσας τὸν Κύριον, δι᾿ ἐναρέτου ζωῆς, Νεκτάριε ὅσιε. Ὅθεν τοῦ Παρακλήτου, δοξασθεὶς τῇ δυνά‐
μει, δαίμονας ἀπελαύνεις, καὶ νοσοῦντας ἰᾶ‐
σαι, τοὺς πίστει προσιόντας, τοῖς θείοις λει‐
ψάνοις σου. Καὶ Ἀπόλυσις. * * * * * Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ´. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔρ‐
γα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐ‐
τοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς ρμε´ (145). Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέ‐
σω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν ἁγίοις θαυμα‐
στός, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐
τοῦ. 26
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις ... Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις ... Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις ... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐
νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐
μᾶς. Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ´. Ἦχος α´. (Ἐκλογή). Στίχ. α´. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. (ριε´ 6) Τὸ ἀπολυτίκιον τοῦ ἁγίου. Ἦχος α´. Τῆς ἐρήμου πολίτης. Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔν‐
θεον θεράποντα Χριστοῦ· ἀναβλύζει γὰρ ἰά‐
σεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. Στίχ. β´. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφοδρά. (ρια´ 1) Τὸ ἀπολυτίκιον τοῦ ἁγίου. Στίχ. γ´. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. (ρλα´ 9) Τὸ ἀπολυτίκιον τοῦ ἁγίου. * * * ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. * * * Τὸ ἀπολυτίκιον τοῦ ἁγίου. Ἦχος α´. Τῆς ἐρήμου πολίτης. Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔν‐
θεον θεράποντα Χριστοῦ· ἀναβλύζει γὰρ ἰά‐
σεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. Δόξα. Ἕτερον. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ὁσίως ἐβίωσας, ὡς Ἱεράρχης σοφός, δοξάσας τὸν Κύριον, δι᾿ ἐναρέτου ζωῆς, Νεκτάριε ὅσιε. Ὅθεν τοῦ Παρακλήτου, δοξασθεὶς τῇ δυνά‐
μει, δαίμονας ἀπελαύνεις, καὶ νοσοῦντας ἰᾶ‐
σαι, τοὺς πίστει προσιόντας, τοῖς θείοις λει‐
ψάνοις σου. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Δόξα. Κοντάκιον τοῦ Ἱεράρχου. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχω. Ὀρθοδοξίας τὸν ἀστέρα τὸν νεόφωτον Καὶ Ἐκκλησίας τὸ νεόδμητον προτείχισμα Ἀνυμνήσωμεν καρδίας ἐν εὐφροσύνῃ· Δοξασθεὶς γὰρ ἐνεργείᾳ τῇ τοῦ Πνεύματος Ἰαμάτων ἀναβλύζει χάριν ἄφθονον Τοῖς κραυγάζουσι· Χαίροις Πάτερ Νεκτάριε. Κοντάκιον τῶν Εἰσοδίων τῆς Θεοτόκου. (ἀπὸ η´ ἕως κε´ πλὴν τῆς κ´ Νοεμβρίου). (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, * ἡ πολυ‐
τίμητος παστὰς καὶ παρθένος, * τὸ ἱερὸν θη‐
27
σαύρισμα * τῆς δόξης τοῦ Θεοῦ, * σήμερον εἰ‐
σάγεται * ἐν τῷ οἴκῳ Κυρίου, * τὴν χάριν συ‐
νεισάγουσα * τὴν ἐν Πνεύματι θείῳ· * ἣν ἀνυ‐
μνοῦσιν ἄγγελοι Θεοῦ. * Αὕτη ὑπάρχει * σκη‐
νὴ ἐπουράνιος. * * * ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ * * * ΑΠΟΣΤΟΛΟΣ Πρὸς Ἐφεσίους (ε´ 8‐19). (Ζήτει τῇ Δευτέρᾳ τοῦ Ἁγίου Πνεύματος). Καυχήσονται ὅσιοι ἐν δόξη καὶ ἀγαλλιάσον‐
ται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνε‐
σις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνά‐
γνωσμα. Ἀδελφοί, ὡς τέκνα φωτὸς περιπατεῖτε· —ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθω‐
σύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθεία· —δοκιμά‐
ζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυ‐
φῇ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστι καὶ λέ‐
γειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. Διὸ λέγει· Ἔγειρε ὁ καθεύδων καὶ ἀνά‐
στα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χρι‐
στός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ᾿ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴ‐
νῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕ‐
μνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ. Ἀλληλούϊα (γ´). Ἦχος α´. (Ψαλμὸς ρλα´). Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιο‐
σύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Ματθαῖον (δ´ 25, ε´ 1‐12). (Ζήτει τῇ Ι´ Ἰανουαρίου, τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης) Τῷ καιρῷ ἐκείνῳ ἠκολούθησαν τῷ Ἰησοῦ ὄ‐
χλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας, καὶ Δεκαπό‐
λεως, καὶ Ἱεροσολύμων, καὶ Ἰουδαίας, καὶ πέ‐
ραν τοῦ Ἰορδάνου. Ἰδὼν δὲ τοὺς ὄχλους, ἀνέ‐
βη εἰς τὸ ὄρος, καὶ καθίσαντος αὐτοῦ, προ‐
σῆλθαν αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ. Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτούς, λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσου‐
σι τὴν γῆν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶν‐
τες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσον‐
ται. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθή‐
σονται. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Μακάριοι οἱ εἰρηνο‐
ποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Μα‐
κάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Μακά‐
ριοι ἐστέ, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλ‐
λιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐ‐
ρανοῖς. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. * * * Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας… Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐
μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐
μιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. * * * 28
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλλη‐
λούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… Ἦχος β´. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐
σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐
καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐
ληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) Ἀπόλυσις· Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ... Δι᾿ εὐχῶν... Ἀμήν. * * * * * Μεγαλυνάρια. Ὤφθης Ἐκκλησίας νέος ἀστήρ, ἐν ἐσχάτοις χρόνοις, τῇ ὁσίᾳ σου βιοτῇ· ὅθεν καταυγά‐
ζεις, πιστῶν τὰς διανοίας, ταῖς νοηταῖς ἀκτῖσι Πάτερ Νεκτάριε. Χάριτι θαυμάτων παρὰ Χριστοῦ, λαμπρῶς ἐ‐
δοξάσθης, μετὰ τέλος σου τὸ σεπτόν· ὅθεν τῶν λειψάνων, ἡ θήκη σου πηγάζει, ἰάματα ποικίλα Πάτερ τοῖς πάσχουσι. Φύλαττε καὶ σκέπε τὴν σὴν Μονήν, Νεκτάριε Πάτερ, τὴν τιμῶσάν σε εὐλαβῶς, καὶ ἀεὶ εὐ‐
λόγει, τὴν νῆσον τῆς Αἰγίνης, καὶ πᾶσαν τὴν Ἑλλάδα τῇ ἀντιλήψει σου. Δίστιχον. Νεκτάριε δίδου μοι πταισμάτων λύσιν Γερασίμῳ μέλψαντι τὰς ἀρετάς σου. * * * * * 29