1 Τῌ ΚΗ´ ΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Ἀνάμνησιν ἑορτάζομεν τῆς Ἁγία

Download Report

Transcript 1 Τῌ ΚΗ´ ΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Ἀνάμνησιν ἑορτάζομεν τῆς Ἁγία

Τῌ ΚΗ´ ΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Ἀνάμνησιν ἑορτάζομεν τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἐθνικὴ ἑορτὴ ἐπὶ τῷ νικηφόρῳ τῶν Ἑλλήνων ἐν Βορείῳ Ἠπείρῳ πολέμῳ (1940‐1941). Σημείωσις: Ἡ Ἀκολουθία αὕτη, ποιηθεῖσα ὑπὸ τοῦ ἐν Ἁγίῳ Ὄρει ᾀσματογράφου Μοναχοῦ Γερασίμου Μι‐
κραγιαννανίτου, ἐνεκρίθη ὑπὸ τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος ἐν τῇ συνεδρίᾳ Αὐτῆς τῆς 21ης Ὀκτωβρίου 1952, καθ᾿ ἣν καὶ ἀπεφασίσθη ὁ συνε‐
ορτασμὸς τῆς Ἑορτῆς τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγί‐
ας Θεοτόκου μετὰ τῆς Ἐθνικῆς Ἑορτῆς τῶν Νικητηρί‐
ων τῆς 28ης Ὀκτωβρίου. (Αἱ Συνοδικαὶ Ἐγκύκλιοι, Τό‐
μος Β´, Ἀθῆναι 1956, σελ. 649) ΕΙΔΗΣΙΣ Εἰ τύχοι ἡ Ἑορτὴ ἐν Κυριακῇ, ἡ Ἀκολουθία ψάλλεται κατὰ τὴν Τυπικὴν Διάταξιν τῆς Ἑορτῆς τῶν Εἰσοδίων τῆς Θεοτόκου. (Βλέπε Τυπικὸν 21ης Νοεμβρίου § 8). * * * * * ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια γ´, δευτε‐
ροῦντες τὸ α´. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων. Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Τῶν ὀρθοδόξων Ἑλλήνων ἅπαν τὸ σύστημα τὴν παναγίαν Σκέπην, τῆς ἁγνῆς Θεοτόκου, ὑμνήσωμεν προθύμως καὶ ἐν χαρᾷ, πρὸς αὐ‐
τὴν ἐκβοήσωμεν· χαῖρε Παρθένε βοήθεια ἀ‐
σφαλής, καὶ θερμὴ ἡμῶν ἀντίληψις. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Ὥσπερ ἐῤῥύσω Παρθένε τὴν Βυζαντίδα ποτέ, τῇ σῇ Ἁγίᾳ Σκέπῃ, πολυτρόπων κινδύνων, οὕτω καὶ νῦν τὸν νέον Κόρη λαόν, τοῦ σοῦ Ἔ‐
θνους ἀπήλλαξας, ἐπιδρομῆς Θεοτόκε ἀλλο‐
εθνοῦς, τῇ ἐκφάνσει τῆς εὐνοίας σου. Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ‐
παινέσατε αὐτόν, πάντες οἱ λαοί. Ὑπὲρ ἡλίου ἀκτῖνας τῆς θείας Σκέπης σου, αἱ δωρεαὶ πλουσίως, ἀπαστράπτουσι πᾶσι, καὶ λύουσι τὴν νύκτα τῶν πειρασμῶν, καὶ εἰρή‐
νην καὶ λύτρωσιν, καὶ σωτηρίαν βραβεύουσιν ἀληθῆ, Θεοτόκε τοῖς ὑμνοῦσί σε. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡ‐
μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Τῇ ἀρωγῇ τῆς σῆς Σκέπης πιστῶς θαῤῥήσαν‐
τες, κατὰ τῶν πολεμίων, νίκης τρόπαιον ἦ‐
ραν, Παρθένε Θεοτόκε ὁ σὸς λαός, ἀληθῶς ὁ ἀπόλεκτος· ὅθεν ᾠδὴν χαριστήριον ἐν χαρᾷ, ἀναμέλπει τῇ προνοίᾳ σου. Δόξα. Καὶ νῦν. Ἦχος α´. Τίς κατ᾿ ἀξίαν ὑμνήσει, τὴν περὶ ἡμᾶς σου προμήθειαν, Θεοτόκε Ἀειπάρθενε; Σκέπουσα γὰρ ἡμᾶς τῇ κραταιᾷ σου Σκέπῃ, πολυειδῶν λυτροῦσαι συμφορῶν, καὶ συμμαχοῦσα ἀο‐
ράτως, ἐν ὑψηλῷ βραχίονι, τῶν πολεμίων κα‐
ταράσσεις τὰς φάλαγγας, καὶ θαυμαστῶς ἰ‐
θύνεις, ἥν ᾑρετίσω κληρονομίαν σου· ὅθεν ὑ‐
μνοῦμεν τὴν χάριν σου, εὐχαριστίας φωναῖς, καὶ ἐν κατανύξει ψυχῆς βοῶμέν σοι· Σκέπε πάντοτε ἐκ πάσης ἀπειλῆς, ἡμᾶς ὦ Δέσποι‐
να, ὅτι μετὰ Θεὸν τὰς ἐλπίδας σοι ἀνεθέμε‐
θα. Τό· Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας Καταξίωσον Κύριε... καὶ τὰ πληρωτικά. Εἰς τὸν Στίχον, Στιχηρὰ προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ. Σκέπη χριστιανῶν ὑπάρχεις Θεοτόκε, τὸν εὐ‐
σεβῆ λαόν σου, σκέπουσα καὶ φρουροῦσα, ἐκ πάσης περιστάσεως. Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Ὅτε ἐν τῷ ναῷ, τῶν Βλαχερνῶν κατεῖδεν, ὁ Ὅσιος Ἀνδρέας, σκέπουσάν σε Παρθένε, τοὺς εὐσεβεῖς ἐθαύμασε. Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πά‐
σῃ γενεᾷ καὶ γενεᾷ. 1
Ἅπλωσον ἐφ᾿ ἡμᾶς, τὴν Σκέπην σου Παρθέ‐
νε, καὶ σκέπασον ἀΰλως, ἐκ πάσης δυσπραγί‐
ας, λαὸν τὸν χριστεπώνυμον. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε. Δόξα. Τριαδικόν. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύ‐
ραν περιοχῆς περὶ τὰ χείλη μου. Φύσις τρισσολαμπής, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Ὑπέρθεε Θεότης, οἰκτείρησον Οἰκτίρμον, τὸ τῶν χειρῶν σου ποίημα. Καὶ νῦν. Θεοτοκίον. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πο‐
νηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁ‐
μαρτίαις, Ἤλπισεν ὁ στρατός, τῇ σκέπῃ σου Παρθένε, καὶ ἰσχυρὸς ὡράθη, τοῖς ἐπιτιθεμένοις, τῷ κράττει τῆς ἰσχύος σου. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐ‐
τῶν. Νῦν ἀπολύεις, Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κε‐
φαλήν μου. * * * * * ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακόν, Συναπτὴ μεγάλη ὑπὸ τοῦ Διακόνου ΤΑ ΕΙΡΗΝΙΚΑ Ὁ διάκονος· Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν κτλ. Οἱ δὲ χοροὶ εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέη‐
σον μέχρι καὶ τῆς Ἀντιλαβοῦ, σῶσον... Ὁ διάκονος· Τῆς Παναγίας, ἀχράντου... Ὁ χορός· Σοί, Κύριε. Ὁ ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορ‐
πίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοί μου· ἐ‐
πὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρ‐
τωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω. Ψαλμὸς ρμα´ (141). Ὁ χορός· Ἀμήν. Η ΣΤΙΧΟΛΟΓΙΑ ΤΟΥ ΨΑΛΤΗΡΙΟΥ Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὴν α´ στάσιν. Εἶτα· Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. ΟΙ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. * * * Ψαλμὸς ρμ´ (140). Ἦχος α´. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰ‐
σάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δε‐
ήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰ‐
σάκουσόν μου, Κύριε. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κρι‐
ταὶ αὐτῶν. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγί‐
δα μοι. Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκ‐
ζητῶν τὴν ψυχήν μου. 2
Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώ‐
θην σφόδρα. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκρα‐
ταιώθησαν ὑπὲρ ἐμέ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξο‐
μολογήσασθαι τῷ ὀνόματί σου. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσά‐
κουσον τῆς φωνῆς μου. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἱστῶμεν Στίχους ς´ καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος α´. Ὢ τοῦ παραδόξου θαύματος. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύρι‐
ε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐ‐
στιν. Ὢ τοῦ παραδόξου θαύματος! ὡς νεφέλην φω‐
τός, ἐφαπλοῖ ἑκάστοτε, τὴν Σκέπην τὴν ἑαυ‐
τῆς, ἡ Θεοτόκος Ἁγνή, καὶ σκέπει περιφανῶς, τῇ μητρικῇ προμηθείᾳ καὶ χάριτι, ἐκ πάσης ἐ‐
πιβουλῆς, τοὺς πρὸς αὐτὴν ἀφορῶντας καὶ κράζοντας· Κεχαριτωμένη χαῖρε, σκέπη καὶ βοήθεια, τοῦ σοῦ Ἔθνους Παρθένε, τοὺς πι‐
στῶς σε μεγαλύνοντος. Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Βαβαὶ τῶν σῶν θαυμασίων Ἁγνή! Σὺ γὰρ πα‐
ραδόξως, ἥπλωσας τὴν Σκέπην σου, καὶ ἔσκε‐
πες θαυμαστῶς πόλιν τὴν ἄνασσαν· ἀρτίως δὲ ἐμφανῶς, τῆς φωτοφόρου σου Σκέπης τῇ χάριτι, διέσωσας ἀπειλῆς, ἐπερχομένης λαὸν τὸν Χριστώνυμον. Ὅθεν σοι χαριστηρίους, αἴ‐
νους ἀναμέλποντες, τῶν πολλῶν σου θαυμά‐
των, μνείαν ἄγομεν γηθόμενοι. Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Τὴν πρὸς ἡμᾶς σου προμήθειαν, οἱ Ἑλλήνων παῖδες, Δέσποινα κηρύττομεν, ὑμνοῦντες τὴν μητρικήν, κηδεμονίαν σου· ἀρχῆθεν γὰρ συμ‐
παθῶς, ὑπὸ τὴν Σκέπην τὴν σὴν ἡμᾶς ἔθη‐
κας, καὶ κλῆρόν σου ἐκλεκτόν, τὸ εὐαγὲς ἡ‐
μῶν Γένος ἀνέδειξας. Ὅθεν Κεχαριτωμένη, χαῖρέ σοι κραυγάζομεν, καὶ τῆς θείας σου Σκέπης, μεγαλύνομεν τὰς χάριτας. Προσόμοια ἕτερα. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Ὡς τῆς Σκέπης σου ἄγοντες, τὴν ἀνάμνησιν Ἄχραντε, τὴν σὴν μεγαλύνομεν ἀγαθότητα· ὅτι ἐκ πάσης στενώσεως, λυτροῦσαι τὸ Ἔθνος σου, καὶ ἐθνῶν ἐπιδρομῆς, καὶ παρέχεις ἑκά‐
στοτε, χάριν ἄφθονον, τοῖς ὑμνοῦσι τὰ ξένα μεγαλεῖα, τῆς σῆς δόξης Παναγία, καὶ τῶν θαυμάτων τὸ μέγεθος. Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ‐
παινέσατε αὐτόν, πάντες οἱ λαοί. Θαυμαστῶς πάλαι ἥπλωσας, ἀοράτως τὴν Σκέπην σου, καὶ τὴν πόλιν ἔσκεπες τὴν βασί‐
λειον, ἀλλὰ καὶ νῦν ἐναργέστατα, ἡμᾶς σκέ‐
πεις Ἄχραντε, καὶ φρουρεῖς καὶ συντηρεῖς, τὸν καινὸν Κόρη κλῆρον σου, πάσης θλίψεως· διὰ τοῦτο ὑμνοῦμεν σου τῆς Σκέπης, τὰ δω‐
ρήματα Παρθένε, καὶ τὴν ὁσῶραι ἀντίληψιν. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡ‐
μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Πολλαχῶς Κόρη οἴδαμεν, καὶ λαμπρῶς τεθε‐
άμεθα, τῆς Ἁγίας Σκέπης σου τὴν ἐκδήλωσιν, ἐν τεκμηρίοις καὶ θαύμασιν, ἡμῖν διαλάμπου‐
σαν, καὶ ἐν δάκρυσι θερμοῖς, τὴν πολλήν σου χρηστότητα, ἐδοξάσαμεν· ὅτι σώζεις ἡμᾶς ἐν τοῖς κινδύνοις, καὶ παρέχεις εὐφροσύνην, τοῖς θλιβομένοις καὶ πάσχουσιν. 3
Δόξα. Καὶ νῦν. Ἦχος πλ. β´. Σήμερον ὁ πιστὸς λαός σου Θεοτόκε, ὃν ἔ‐
θνος ἅγιον, καὶ περιούσιον κλῆρον ἀπεφήνω, τῆς σῆς Σκέπης γεραίρει τὴν χάριν, χαριστη‐
ρίους ᾄδων σοι ᾡδάς· Σὺ γὰρ, οὐ μόνον ἐν πα‐
ρῳχημέναις γενεαῖς, θαυμαστὰ καὶ παράδο‐
ξα ἐν ἡμῖν εἰργάσω, ἀλλὰ καὶ νῦν ἡμᾶς, σκέ‐
πεις καὶ ἰθύνεις, καὶ ἐπιδραμόντων ἀπήλλα‐
ξας ἐχθρῶν, καὶ εὐφροσύνης ἔπλησας τὰς ψυχὰς ἡμῶν. Ὁμολογοῦμεν τοίνυν τὴν χάριν, καὶ τῇ φωταυγεῖ σου Σκέπῃ προστρέχοντες, θερμῶς βοῶμεν· Ἄχρι τερμάτων αἰῶνος, σκέ‐
πε Παντάνασσα, τοὺς ἀνενδοιάστως ἐπιβοω‐
μένους σου. * * * ΕΙΣΟΔΟΣ ‐ ΕΠΙΛΥΧΝΙΟΣ ΕΥΧΑΡΙΣΤΙΑ Ψαλλομένου τοῦ Καὶ νῦν γίνεται ἡ εἴσοδος ὑ‐
πὸ τοῦ ἱερέως καὶ τοῦ διακόνου. Ὁ διάκονος· Σοφία· ὀρθοί. Ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα· Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ‐
γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι και‐
ροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει. Ἐὰν δὲ εἰσοδεύουν δύο ἢ περισσότεροι ἱερεῖς, ψάλλουν αὐτοὶ τὴν ἐπιλύχνιον εὐχαριστίαν. ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ Ὁ διάκονος· Ἑσπέρας προκείμενον. στάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσρα‐
ήλ. (ρκ´ 34) * * * ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ Ἀριθμῶν τὸ Ἀνάγνωσμα. (θ´ 15‐23) Καὶ ἐγένετο τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνή, ἐκά‐
λυψεν ἡ νεφέλη τὴν σκηνήν, τὸν οἷκον τοῦ μαρτυρίου. Καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωΐ. Οὕτως ἐγίνετο δια‐
παντός· ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας, καὶ εἶδος πυρὸς τὴν νύκτα. Καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῇ‐
ραν οἱ υἱοὶ Ἰσραήλ. Καὶ ἐν τῷ τόπῳ οὗ ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ. Διὰ προστάγματος Κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ διὰ προστάγματος Κυρίου ἀπα‐
ροῦσι. Πάσας τὰς ἡμέρας, ἐν αἷς σκιάζει ἡ νε‐
φέλη ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ. Καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους, καὶ φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ. Καὶ οὐ μὴ ἐξάρωσι. Καὶ ἔσται ὅταν σκεπάζῃ ἡ νεφέλη ἡ‐
μέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς Κυ‐
ρίου παρεμβαλοῦσι, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφ᾿ ἑσπέρας ἕως πρωΐ, καὶ ἀναβῇ ἡ νεφέλη τὸ πρωΐ, καὶ ἀπαροῦσιν ἡμέρας ἢ νυ‐
κτός. Μηνὸς ἡμέρας πλεοναζούσης τῆς νεφέ‐
λης σκιαζούσης ἐπ᾿ αὐτῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, καὶ οὐ μὴ ἀπάρωσιν. Ὅτι διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Τὴν φυλα‐
κὴν Κυρίου ἐφυλάξαντο διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ. Τῇ Πέμπτῃ ἑσπέρας. Ἦχος πλ. β´. Ψαλμὸς ρκ´. Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα. (μ´ 15‐32) Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. (ρκ´ 2) Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέ‐
ρῳ ἔτει, ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου, νουμηνίᾳ ἐστάθη ἡ σκηνή. Καὶ ἔστησε Μωυ‐
σῆς τὴν σκηνήν, καὶ ἐπέθηκε τὰς κεφαλίδας καὶ διενέβαλε τοὺς μοχλοὺς καὶ ἔστησε τοὺς στύλους. Καὶ ἐξέτεινε τὰς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπ᾿ αὐτὴν ἄνωθεν, καθὰ συνέταξε Στίχ. α´. Ἥρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄ‐
ρη, ὅθεν ἥξει ἡ βοήθειά μου. (ρκ´ 1) Στίχ. β´. Μὴ ὄφης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξη ὁ φυλάσσων σε. Ἰδοὺ οὐ νυ‐
4
Κύριος τῷ Μωυσῇ. Καὶ λαβὼν τὰ μαρτύρια ἐ‐
νέβαλεν εἰς τὴν κιβωτὸν καὶ ὑπέθηκε τοὺς δι‐
ωστῆρας ὑπὸ τὴν κιβωτόν, καὶ εἰσήνεγκε τὴν κιβωτὸν εἰς τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κα‐
τακάλυμμα τοῦ καταπετάσματος καὶ ἐσκέ‐
πασε τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἐπέθηκε τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐπὶ τὸ κλίτος τῆς σκηνῆς τοῦ μαρτυρίου τὸ πρὸς βοῤῥᾶν, ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς. Καὶ προέθηκεν ἐπ᾿ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι Κυρίου, ὃν τρόπον συνέτα‐
ξε Κύριος τῷ Μωυσῇ. Καὶ ἔθηκε τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς νότον. Καὶ ἐπέθηκε τοὺς λύχνους αὐτῆς ἔναντι Κυρίου, ὃν τρόπον συ‐
νέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἔθηκε τὸ θυσι‐
αστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυ‐
ρίου ἀπέναντι τοῦ καταπετάσματος, καὶ ἐθυ‐
μίασεν ἐπ᾿ αὐτοῦ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκε παρὰ τὰς θύρας τῆς σκηνῆς. Καὶ ἔστησε τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ θυσιαστηρίου. καὶ συνετέλεσε Μωυσῆς πάντα τὰ ἔργα. Καὶ ἐκά‐
λυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή· καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ᾿ αὐτὴν ἡ νεφέλη καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκη‐
νή. Ἡνίκα δ᾿ ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκη‐
νῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραὴλ σὺν τῇ ἀ‐
παρτίᾳ αὐτῶν. Εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας, ἧς ἀνέβη ἡ νεφέ‐
λη. Νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας καὶ πῦρ ἦν ἐπ᾿ αὐτῆς νυκτὸς ἐναντίον παντὸς Ἰσραήλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν. Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (μγ´ 27, μδ´ 1‐4) Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκει‐
να ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν· καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· ἡ πύλη αὕτη κεκλεισμένη ἔ‐
σται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύ‐
σεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος, οὗτος καθήσεται ἐν αὐτῇ τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου. Κατὰ τὴν ὁ‐
δὸν Αἰλὰμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βοῤῥᾶν κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλή‐
ρης δόξης ὁ οἶκος τοῦ Κυρίου, καὶ πίπτω ἐπὶ πρόσωπόν μου. * * * ΑΙ ΔΕΗΣΕΙΣ Ὁ διάκονος τὴν ἐκτενῆ δέησιν· Εἴπωμεν πάν‐
τες ἐξ ὅλης τῆς ψυχῆς κτλ. Ὁ χορὸς εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέη‐
σον τρίς, εἰς δὲ τὴν τελευταίαν ἅπαξ. Ὁ ἱερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος... Ὁ χορός· Ἀμήν. Ὁ προεστώς ἢ ὁ ἀναγνώστης· Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀνα‐
μαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνε‐
τὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλο‐
γητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ πα‐
ρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγί‐
ῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ χορός· Ἀμήν. Ὁ διάκονος· Πληρώσωμεν τὴν ἑσπερινὴν δέη‐
σιν... Ὁ χορός· Κύριε, ἐλέησον. Ὁ διάκονος· Ἀντιλαβοῦ, σῶσον... 5
Ὁ χορός· Κύριε, ἐλέησον. Ὁ διάκονος· Τὴν ἑσπέραν πᾶσαν... Ὁ χορὸς εἰς ἑκάστην δέησιν· Παράσχου, Κύρι‐
ε. Ὁ διάκονος· Τῆς Παναγίας, ἀχράντου... Ὁ χορός· Σοί, Κύριε. Ὁ ἱερεύς· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ὁ χορός· Ἀμήν. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Ὁ χορός· Καὶ τῷ πνεύματί σου. Ὁ διάκονος· Τὰς κεφαλὰς ἡμῶν... Ὁ χορός· Σοί, Κύριε. Ὁ ἱερεὺς τὴν εὐχὴν τῆς κεφαλοκλισίας καὶ τὴν ἐκφώνησιν· Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ὁ χορός· Ἀμήν. * * * Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´. Εὐφραίνου ἐν Κυρίῳ, ἡ Χριστώνυμος Ἑλλάς, ὡς σκεπομένη τῇ Σκέπῃ, τῆς Πανυμνήτου Θεοτόκου· ὡς γὰρ νεφέλην φωτεινήν, ἀορά‐
τως αὐτὴν ἐφαπλοῦσα, ἡ τοῦ ἀδύτου φωτὸς μήτηρ, κύκλῳ σε περιβάλλει καὶ πανταχόθεν σὲ σκέπει, καὶ αἰσθητῶν καὶ νοητῶν πολεμί‐
ων, ἐπερχομένων κατὰ σοῦ, τὰς φάλαγγας ἐ‐
κτρέπει. Ὅθεν τὴν δοθεῖσάν σοι χάριν, δια‐
πρυσίῳ φωνῇ κήρυξον, καὶ τὴν σκέπουσάν σε Παρθένον, μεγαλοφώνως ὕμνησον βοῶσα· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος. Ἦχος β´. Ὡς ὑπέρλαμπρος Ἄνασσα, τῷ Ὁσίῳ Ἀνδρέᾳ τεθέασαι, ἐν τῷ ναῷ τῶν Βλαχερνῶν ἐπιφα‐
νεῖσα, ἀοράτως Θεοτόκε, καὶ τὴν μὲν βασιλί‐
δα πόλιν ἐσκέπασας, τῇ ἀναπτύξει τῆς Σκέ‐
πης σου, ἡμᾶς δὲ χαρᾶς ἐπλήρωσας, τῇ ἐνερ‐
γείᾳ τῆς ἀρωγῆς σου. Ἀλλ᾿ ὦ Παρθένε πανύ‐
μνητε, σκέπη ἡμῶν καὶ βοήθεια, ἐκ πάσης ἐ‐
πιβουλῆς ἀσινὲς φύλαττε, τὸ Γένος ἡμῶν δεό‐
μεθα. Ἦχος γ´. Πάλαι μὲν ἡ νεφέλη ἐκάλυπτε, τὴν σκηνὴν τοῦ μαρτυρίου, προτυποῦσα Παρθένε, τὸ τε‐
λεσθέν σοι μυστήριον· νῦν δὲ ἡ ἀστραπόμορ‐
φος Σκέπη σου, περικαλύπτει καὶ σκιάζει, ὡς ὄρνις τὰ ἑαυτῆς νοσσία, τὸν χριστεπώνυμον λαόν, τὸν θερμῶς σοι προστρέχοντα· καὶ τοῦ‐
το ἐμφανὲς πεποίηκας, τῇ ἀνασσούσῃ πόλει, δι᾿ ἐμφανείας ἀποῤῥήτου, τὴν πρὸς ἡμᾶς σου χρηστότητα φανερώσασα. Ὅθεν μνείαν τού‐
του τελοῦντες, τὰς πολλάς σου εὐεργεσίας κηρύττομεν, καὶ τὴν περὶ ἡμᾶς κηδεμονίαν σου· ὅτι σώζεις ἑκάστοτε, ἡμᾶς ἐκ πάσης θλί‐
ψεως. Ἦχος δ´. Ἡ Σκέπη σου Θεοτόκε Παρθένε, ὑπὲρ τὰς ἡ‐
λιακὰς αὐγὰς ἐκλάμπουσα, ἔνδοξά τε καὶ ἐ‐
ξαίσια, θαυμαστὰ καὶ σωτήρια, εἰς περιποίη‐
σιν ἡμῶν ἀπεργάζεται· τὴν γὰρ βασιλίδα πό‐
λιν, πάλαι πολλάκις διέσωσεν, ἀδοκήτων κιν‐
δύνων καὶ συμφορῶν, ὑπερφυῶς θαυματουρ‐
γοῦσα· νῦν δὲ ἡμᾶς Πανάχραντε, πάσης στε‐
νώσεως ἐξαίρει, καὶ δρόσον ἀναψυχῆς παρέ‐
χει, καὶ θυμηδίαν ἐν ταῖς θλίψεσι, τῇ σῇ πλουσίᾳ χρηστότητι· ἧς τὰ θαυμάσια κρο‐
τοῦντες, ἑόρτιόν σοι αἴνεσιν προσάγομεν, καὶ ἐκ ψυχῆς βοῶμέν σοι. Μὴ ἀντανέλῃς ἀφ᾿ ἡ‐
μῶν, τὴν προστασίαν σου Κόρη, ἀλλὰ σκέπε καὶ φρούρει, ἡμᾶς τὴν κληρουχίαν σου. Δόξα. καὶ νῦν. Ἦχος πλ. α´. Σήμερον ἡ Παντάνασσα Μητροπάρθενος, τὴν φωτόμορφον αὐτῆς Σκέπην ἀναπετάσα‐
σα, μητρικῶς περισκέπει, τὸ Γένος ἡμῶν· δεῦ‐
τε οὗν Ἑλλήνων παῖδες, καὶ καθαρῷ νοῒ κα‐
τοπτεύσωμεν, τὴν δαψιλῆ τῆς Θεοτόκου, πρὸς ἡμᾶς προμήθειαν· ὅτι ἐγγὺς ἡμῖν τυγ‐
χάνει, ἐν εὐκαιρίαις καὶ θλίψεσι, καὶ ἀσφα‐
λῶς ἡμᾶς διέπει, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως, καὶ χάριν καὶ ἔλεος ἡμῖν πρυτανεύ‐
ει, οἷα Μήτηρ Θεοῦ, καὶ σωτηρίαν αἰώνιον. * * * 6
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν. Χαίροις Θεογεννῆτορ Ἁγνή, τῆς ἀγαθότητος πηγὴ ἡ ἀκένωτος, Ἑλλήνων ἡ θεία σκέπη, καὶ προστασία θερμή, καὶ παραμυθία ἐν ταῖς θλίψεσι· πρὸς σὲ γὰρ Πανάμωμε, καταφεύγο‐
μεν πάντοτε, καὶ σωτηρίαν καὶ εἰρήνην καὶ λύτρωσιν, τῇ σῇ χάριτι, ἀληθῶς κομιζόμεθα· ὅθεν τῆς θείας Σκέπης σου, ὑμνοῦμεν τὰ θαύματα, καὶ τῆς προνοίας σου, Κόρη, τοὺς οἰκτιρμοὺς μεγαλύνομεν, δι᾿ ὧν σώζεις, περι‐
στάσεων ποικίλων, τοὺς πεποιθότας σοι. Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ὤφθης ἐν θεωρίᾳ λαμπρᾷ, οἷα περ Ἄνασσα Ἁγνὴ ὑπερκόσμιος, Ἀνδρέᾳ τῷ θεοφόρῳ, ἐν Βλαχερνῶν τῷ ναῷ, σκέπουσα ἀΰλως τὴν με‐
ρίδα σου· διὸ τούτου ἄγοντες, ἐτησίαν ἀνά‐
μνησιν, τὰ μεγαλεῖα, ἀνυμνοῦμεν τῆς δόξης σου, καὶ βοῶμέν σοι, ὁ λαός σου Πανάχραντε· σκέπε καὶ διαφύλαττε, Παρθένε τῇ Σκέπῃ σου, οὓς περ οἰκείαν μερίδα, πάλαι ἡμᾶς Κό‐
ρη ἔδειξας, παρέχουσα πᾶσιν, εὐφροσύνην καὶ εἰρήνην, καὶ μέγα ἔλεος. Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Σκέπῃ τῇ φωταυγεῖ σου Ἁγνή, καὶ τῇ ἐλπίδι τῆς στεῤῥᾶς προστασίας σου, θαῤῥήσας ἀ‐
νενδοιάστως, ὁ εὐσεβής σου λαός, τῶν ἐ‐
χθρῶν τὸ θράσος ἐτροπώσατο· διὸ χαριστήρι‐
ον, ἀναμέλπει σοι αἴνεσιν, καὶ τῆς σῆς Σκέ‐
πης, ἑορτὴν τὴν ὑπέρλαμπρον, ἄγει σήμερον, καὶ θερμῶς Κόρη κράζει σοι· Σύ μου σκέπη καὶ πρόμαχος, καὶ μέγα προπύργιον, καὶ σὲ ὑμνῶ Παναγία, τῇ χάριτί σου σωζόμενος, ἀλ‐
λὰ καὶ μελλόντων, θλιβερῶν πειρατηρίων, ῥῦσαί με Δέσποινα. Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´. Τῆς Σκέπης σου τῆς σωστικῆς, αἱ πολλαπλαῖ ἐκδηλώσεις, περὶ τὸ Ἔθνος σου Ἄχραντε, πᾶ‐
σαν ἀκοὴν καταπλήττουσι. Σὺ γὰρ πάλαι τε καὶ νῦν, ἐν παντὶ καὶ πάντοτε προφθάνεις, καὶ πάσης στενώσεως, ἡμᾶς ἀπαλλάττεις, οἷς οἶδας τρόποις φιλάγαθε. Διὸ Πανύμνητε Δέ‐
σποινα, μὴ παύσῃ δεικνύουσα ἡμῖν, τὰ ἀρχαῖ‐
α ἐλέη σου, ἄχρι τερμάτων αἰῶνος, ὅτι σὸν ἐ‐
σμὲν ποίμνιον. * * * Τό, Νῦν ἀπολύεις... τὸ Τρισάγιον· καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης. Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τὰς χάριτας· ἣν ὡς φωτοφόρον νεφέλην, ἐφα‐
πλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβου‐
λῆς. Σε γὰρ σκέπην, καὶ προστάτιν, καὶ βοη‐
θόν, κεκήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγα‐
λείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δό‐
ξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ, Ἄχραντε. Ἕτερον Ἀπολυτίκιον. Ἦχος πλ. δ´. Θεοτόκε Ἀειπάρθενε. Θεοτόκε Ἀειπάρθενε, τὴν ἁγίαν σου Σκέπην, δι᾿ ἦς περισκέπεις, τοὺς εἰς σὲ ἐλπίζοντας, κραταιὰν τῷ Ἔθνει σου καταφυγὴν ἐδωρήσω· ὅτι ὡς πάλαι καὶ νῦν θαυμαστῶς ἡμᾶς ἔσω‐
σας, ὡς νοητὴ νεφέλη, τὸν σὸν λαὸν περιβα‐
λοῦσα. Διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολι‐
τείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Η ΑΠΟΛΥΣΙΣ Ὁ ἱερεύς· Δόξα σοι, Χριστὲ ὁ Θεός... Ὁ ἀναγνώστης· Δόξα, καὶ νῦν. Κύριε, ἐλέη‐
σον γ´. Πάτερ ἅγιε, εὐλόγησον. Ὁ ἱερεύς· Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου καὶ παναμώ‐
μου ἁγίας αὐτοῦ μητρός, ἧς τὴν φωτοφόρον σκέπην ἑορτάζομεν, δυνάμει ... Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν... Ὁ χορός· Ἀμήν. * * * * * ΜΕΣΟΝΥΚΤΙΚΟΝ Μετὰ τὸν ν´ ψαλμόν, τὰ διὰ τὴν λιτὴν στιχη‐
ρὰ τοῦ Μηναίου, τρισάγιον κ.λπ. καὶ ἀπολυτί‐
κιον τῆς Ἁγίας Σκέπης. 7
Καὶ Ἀπόλυσις. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος α´. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἦχος α´. Τῆς ἐρήμου πολίτης. Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τὰς χάριτας· ἣν ὡς φωτοφόρον νεφέλην, ἐφα‐
πλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβου‐
λῆς. Σε γὰρ σκέπην, καὶ προστάτιν, καὶ βοη‐
θόν, κεκήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγα‐
λείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δό‐
ξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ, Ἄχραντε. Ἕτερον Ἀπολυτίκιον. Ἦχος πλ. δ´. Θεοτόκε Ἀειπάρθενε. Θεοτόκε Ἀειπάρθενε, τὴν ἁγίαν σου Σκέπην, δι᾿ ἦς περισκέπεις, τοὺς εἰς σὲ ἐλπίζοντας, κραταιὰν τῷ Ἔθνει σου καταφυγὴν ἐδωρήσω· ὅτι ὡς πάλαι καὶ νῦν θαυμαστῶς ἡμᾶς ἔσω‐
σας, ὡς νοητὴ νεφέλη, τὸν σὸν λαὸν περιβα‐
λοῦσα. Διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολι‐
τείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... * * * ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ. Τὴν Σκέπην σου Ἁγνή, τὴν ἁγίαν ὑμνοῦμεν, τὴν σκέπουσαν ἡμᾶς, ἐν παντὶ καὶ φρουροῦ‐
σαν, οὓς κλῆρόν σου ἀνέδειξας, καὶ μερίδα ἀ‐
πόλεκτον, ἀγαθότητι, καὶ μητρικῇ συμπαθεί‐
ᾳ. Ἀλλὰ Δέσποινα, καὶ ἐν μελλούσῃ ἀνάγκῃ, ἡμᾶς διαφύλαττε. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος β´. Ταχὺ προκατάλαβε. Ἐξέστη ὡς ἔβλεπεν, ἐν Βλαχερνῶν τῷ ναῷ, Ἀνδρέας ὁ Ὅσιος, σὲ ἐφαπλοῦσαν ἡμῖν, τὴν θείαν Ἐσθῆτα σου, οὖσαν ἐκεῖσε Κόρη, ἱερῶς τηρουμένην, πᾶσι δὲ φανεροῦσαν, τῆς σῆς σκέπης τὴν χάριν, δι᾿ ἧς σκέπεις καὶ σώζεις ἡμᾶς πάσης θλίψεως. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. Τὴν ἁγίαν σου Σκέπην καὶ θαυμαστήν, ἣν ἐ‐
τύπου νεφέλη ἡ νομική, ἁπλοῦσα ἑκάστοτε, περιβάλλεις τὸ Ἔθνος σου, προσατενίζον Κό‐
ρη, τῇ σῇ ἀγαθότητι, καὶ τὴν βοήθειάν σου ἀ‐
εὶ ἐκδεχόμενον, ἣν δίδου Θεοτόκε, καὶ ἐ‐
χθρῶν τὴν μανίαν, ἀπότρεπε πάντοτε, ἀφ᾿ ἡ‐
μῶν τῶν ὑμνούντων σου, τῶν θαυμάτων τὸ μέγεθος, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι ἡμῖν ἄφεσιν, τοῖς ἑ‐
ορτάζουσι πόθῳ, τὴν πάμφωτον Σκέπην σου. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. * * * 8
ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου. Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁ‐
γίου Εὐαγγελίου. Ἀντίφωνον Α´. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Ἐκ νεότητός μου * πολλὰ πολεμεῖ με πάθη· * ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, * καὶ σῶσον Σωτήρ μου. (δίς) Καὶ τῷ Πνεύματί σου. Οἱ μισοῦντες Σιών, * αἰσχύνθητε ἀπὸ τοῦ Κυ‐
ρίου· * ὡς χόρτος γάρ, πυρὶ * ἔσεσθε ἀπεξηρα‐
μένοι. (δίς) Ὁ διάκονος· Πρόσχωμεν. Δόξα. Ἁγίῳ Πνεύματι * πᾶσα ψυχὴ ζωοῦται, * καὶ καθάρσει ὑψοῦται, * λαμπρύνεται, * τῇ τρια‐
δικῇ μονάδι * ἱεροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, * ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, * ἀρδεύοντα, * ἅπασαν τὴν κτίσιν * πρὸς ζωογονίαν. Προκείμενον. Ἦχος δ´. Ψαλμὸς μδ´. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γε‐
νεᾷ καὶ γενεᾷ. Στίχ. Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου. * * * ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΟΡΘΡΟΥ Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ‐
μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ´) Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγε‐
λίου τὸ ἀνάγνωσμα. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀπὸ τῶν βημοθύρων ἀναγινώσκει τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου. Εὐαγγέλιον. Κατὰ Λουκᾶν (α´ 39‐49, 56). Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζα‐
χαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγέ‐
νετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλι‐
σάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶ‐
πεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογη‐
μένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀ‐
σπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶ‐
πε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύρι‐
ον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπεί‐
νωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποί‐
ησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄ‐
νομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡ‐
σεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν ν´ ψαλμόν, χύμα. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. 9
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Δόξα. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐
δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ‐
ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Τὸ αὐτό, ἢ τὸ ἑξῆς, ὡς ἐν Ἁγίῳ Ὄρει. Ταῖς τῆς Παναχράντου * πρεσβείαις, ἐλεῆ‐
μον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλη‐
μάτων. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος πλ. β´. Σήμερον ἡ πανύμνητος Παρθένος, τὴν φω‐
ταυγῆ αὐτῆς Σκέπην ἐφαπλώσασα, τοῖς πι‐
στοῖς ἀριδήλως ἐδήλωσε, τὴν πλούσιαν αὐτῆς εὔνοιαν, ἐν εὐκαιρίαις καὶ θλίψεσι· ὅθεν τὴν χάριν αὐτῆς αἰνοῦντες, οἱ παρ᾿αὐτῆς σκεπό‐
μενοι, ἐν εὐφροσύνῃ βοήσωμεν· Χαῖρε Κεχα‐
ριτωμένη Θεοτόκε, ἡ σώζουσα τὸ Γένος ἡ‐
μῶν, καὶ ἀσφαλῶς περιέπουσα, καὶ ὁδηγοῦ‐
σα πρὸς ὁδὸν σωτήριον. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέη‐
σον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. * * * ΟΙ ΚΑΝΟΝΕΣ Εἶτα ψάλλονται οἱ παρόντες δύο Κανόνες τῆς Θεοτόκου. Κανὼν πρῶτος, οὗ ἡ Ἀκροστιχίς· Σὺ εἶ Παρθένε Ἑλλάδος σκέπη. Γερασίμου. ᾨδὴ α´. Ἦχος δ´. Ὁ εἱρμός. Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρί‐
ζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. (δίς) Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 10
Σοφίαν παράσχου μοι, ὡς τοῦ Θεοῦ Μήτηρ Ἄ‐
χραντε, καὶ λόγον μοι δώρησαι, ἵνα ὑμνήσω φαιδρῶς, τὰ θαυμάσια τῆς σῆς ἁγίας Σκέπης, δι᾿ ἧς σκέπεις πάντοτε, τοὺς σὲ γεραίροντας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὑψόθεν ἐφήπλωσας, τὴν ἀστραπόμορφον Σκέπην σου, νεφέλην ὡς πάμφωτον καὶ κα‐
τεκάλυψας, οὐ τῶν πόλεων, τὴν βασιλίδα μό‐
νον, ἀλλ᾿ ἅπαν τὸ Ἔθνος σου τὸ χριστεπώνυ‐
μον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἑώρακε πάλαι σε, ἐν ἀποῤῥήτῳ θεάματι, Ἀν‐
δρέας ὁ Ὅσιος ἐν Βλαχερνῶν τῷ ναῷ, περι‐
σκέπουσαν, Ἁγνὴ τῇ ἀναπτύξει, τῆς θείας Ἐ‐
σθῆτος σου, κόσμου τὰ πέρατα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἰσχὺν ἀπροσμάχητον, τὸ τοῦ σοῦ Ἔθνους στρατόπεδον, λαβὸν ἐκ τῆς Σκέπης σου, κα‐
τετροπώσατο, ἐχθρῶν φάλαγγας, καὶ ἦρε λαμπρὰν νίκην· διὸ μέλπει Δέσποινα, τὰ με‐
γαλεῖά σου. Κανὼν δεύτερος, οὗ ἡ Ἀκροστιχίς· Σκέπην ὑμνέω τῆς Θεοτόκου. Γερασίμου. ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σκέπη τοῦ κόσμου καὶ θερμὴ ἀντίληψις, Παρ‐
θενομῆτορ Ἁγνή, ἡ τὸν Θεὸν Λόγον, ἀποῤῥή‐
τως τέξασα, τῇ σῇ πλουσίᾳ χάριτι, τράνωσόν μου τὴν γλῶσσαν, ᾀσματικῶς μεγαλύνοντος, τὴν πανυπερθαύμαστον Σκέπην σου. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Κεκοσμημένη κροσσωτοῖς τοῦ Πνεύματος, ὡς βασιλὶς τοῦ παντός, καὶ ὑπὲρ ἡλίου, τὰς αὐ‐
γὰς ἀστράπτουσα, ὡράθης καὶ ἐφήπλωσας, νοερῶς τὴν σὴν Σκέπην, καὶ τὸν λαόν σου ἐ‐
σκέπασας, τὸν εἰς σὲ Παρθένε ἐλπίζοντα. Δόξα. Ἐτύπου πάλαι τὴν ἁγίαν Σκέπην σου, νεφέλη ἡ νομική, ἡ τοῦ μαρτυρίου, τὴν σκηνὴν καλύ‐
πτουσα· καλύπτεις γὰρ ἑκάστοτε, καὶ δροσί‐
ζεις καὶ θάλπεις, τὴν Ἐκκλησίαν Πανάμωμε, τῇ ἐπισκιάσει τῆς Σκέπης σου. Καὶ νῦν. Πλήρης φωτὸς πλήρης ἐλέους Δέσποινα, ἐν Βλαχερνῶν τῷ ναῷ, μυστικῶς ἐπέστης, καὶ λαμπρῶς ὑπέδειξας, τῆς πρὸς ἡμᾶς εὐνοίας σου, τὴν ἐξαίρετον χάριν, τῇ ἀναπτύξει τῆς Σκέπης σου· ὅθεν κατὰ χρέος ὑμνοῦμέν σε. Καταβασία. Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρί‐
ζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. Κανὼν πρῶτος. ᾨδὴ γ´. Ὁ εἱρμός. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον, καὶ ἐν τῇ θείᾳ σκέ‐
πῃ σου, στεφάνων δόξης ἀξίωσον. (δίς) Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Πηγὴ εὐφροσύνης οὐρανίου, ἡ Σκέπη σου ἡ φωτοειδής, ὑπάρχει Παναμώμητε, τοῖς θλίψε‐
σι παλαίουσι, χάριν ἀεὶ καὶ ἔλεος, καὶ σωτη‐
ρίαν βραβεύουσα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀρχῆθεν ἡμᾶς δι᾿ εὐσπλαγχνίαν, ὡς Ἔθνος Παρθένε ἐκλεκτόν, ἔθου ὑπὸ τὴν Σκέπην σου, καὶ ξένα καὶ παράδοξα, πάλαι καὶ νῦν ἐ‐
νήργησας, ἡμᾶς κινδύνων ἐξαίρουσα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ῥημάτων Ἀνδρέου τοῦ Ὁσίου, ἀκούσας Παρ‐
θένε εὐλαβῶς, ὁ θεῖος Ἐπιφάνιος, εἶδε σε πε‐
ρισκέπουσαν, λαὸν τὸν χριστεπώνυμον, ὡς βασιλίδα οὐράνιον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θαυμάτων τῆς Σκέπης σου τῆς θείας, ὁρῶν‐
τες Παρθένε τὴν πληθύν, ἃ ἐνεργεῖς ἑκάστο‐
τε, ἡμῶν εἰς περιποίησιν, χαριστηρίους αἴ‐
νους σοι, Ἑλλήνων παῖδες προσάγωμεν. 11
Κανὼν δεύτερος. Ὁ στερεώσας κατ᾿ ἀρχάς. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἡ Σκέπη σου ἡ παμφαής, φωτὸς ἀΰλου βολί‐
δας, ἀπαυγάζουσα ἀεὶ Θεοτόκε, διαλύει τῶν ἐχθρῶν, τὰ ζοφερὰ βουλεύματα, τῶν δὲ πι‐
στῶν εὐφραίνει, τὰς διανοίας τῇ δόξῃ σου. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Νόμον ἐπλήρωσας Ἁγνή, τεκοῦσα ἀνερμη‐
νεύτως, τὸν λαλήσαντα Προφήταις ἐν τύποις, καὶ φωτὸς τοῦ νομικοῦ, πλήρωμα κόσμῳ δεί‐
ξαντα, τὴν φωταυγῆ σου Σκέπην· διὸ ὑμνοῦ‐
μεν τὴν δόξαν σου. Δόξα. Ὑπὸ τὴν Σκέπην σου Ἁγνή, προστρέχομεν μετὰ πόθου, ὡς νοσσία καθ᾿ ἑκάστην ἡμέραν· ὅθεν σκέπασον ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ ὄφε‐
ως, εἰρήνην δωρουμένη, ἡμῖν καὶ βίου ἀσφά‐
λειαν. Καὶ νῦν. Μυρίων πρόξενος καλῶν, τεκοῦσα τὸν Θεὸν Λόγον, ἀνεδείχθης τῶν ἀνθρώπων τῷ γένει, καὶ μυρίων ἀναγκῶν, καὶ πειρασμῶν καὶ θλί‐
ψεων, λυτροῦσαι τῇ σῇ Σκέπῃ, τοὺς σὲ Παρ‐
θένε γεραίροντας. Καταβασία. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον, καὶ ἐν τῇ θείᾳ σκέ‐
πῃ σου, στεφάνων δόξης ἀξίωσον. * * * Κανὼν πρῶτος. ᾨδὴ δ´. Ὁ εἱρμός. Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυ‐
γάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου. (δίς) Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐφαπλοῦσα ἀοράτως, τὴν ὑπέρφωτον Σκέ‐
πην σου, σκέπεις Θεοτόκε, καὶ περιλαμβάνεις ἑκάστοτε, καὶ περιθάλπεις καὶ σώζεις πάσης θλίψεως, τοὺς κραυγάζοντας· Δόξα Παρθένε τῇ δόξῃ σου. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Νοῦν καὶ ἔννοιαν ἐκπλήττει, τῆς πολλῆς σου χρηστότητος, ἡ ἔκφανσις Κόρη, καὶ τῶν δωρε‐
ῶν ἡ διάδοσις, ἣν πρὸς τὸ Γένος ἡμῶν δεικνύ‐
εις πάντοτε· ὅθεν Δέσποινα, ὑμνολογοῦμεν τὴν χάριν σου. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐπιστᾶσα ἀοράτως, μυστικῶς ἀπεκάλυψας, ἐν τῇ Βυζαντίδι, πάλαι ἐναργῶς Θεονύμφευ‐
τε, τὴν παναγίαν σου Σκέπην τοῖς οἰκέταις σου, δι᾿ ἧς πάντοτε, σκέπεις ἡμᾶς ὡς φιλάγα‐
θος. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. * * * Ἐν κινδύνοις προστασίαν, ἐν δουλείᾳ ἀνάψυ‐
ξιν, ἔχοντές σε Κόρη, καὶ καθοδηγὸν καὶ ἀν‐
τίληψιν, πάσαις τοῦ βίου ἡμῶν ταῖς περιστά‐
σεσι, καταφεύγομεν, ὑπὸ τὴν πάμφωτον Σκέ‐
πην σου. ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κανὼν δεύτερος. Σύ μου ἰσχύς, Κύριε. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Κάθισμα. Ἦχος γ´. Θείας πίστεως. Σκέπη πέφηνας, καὶ σωτηρία, καὶ ἀντίληψις, καὶ προστασία, τῶν Ὀρθοδόξων Ἑλλήνων Πανύμνητε· ὅθεν τὴν Σκέπην τὴν σὴν μεγα‐
λύνομεν, καὶ τὴν θερμὴν προστασίαν κηρύτ‐
τομεν, Κόρη Πάναγνε, ἡ σκέπουσα τὰς ψυ‐
χὰς ἡμῶν, ἐκ πάσης ἐπιθέσεως τοῦ δράκον‐
τος. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Νύκτα παθῶν, ἐπισκιάσει τῆς Σκέπης σου, Θεοτόκε, ἐκ τῶν καρδιῶν ἡμῶν, διασκεδάζεις ὡς ἀγαθή, καὶ χαρᾶς ἡμέραν, καὶ εὐφροσύ‐
νης φαιδρότητα, ἐκλάμπεις καὶ φαιδρύνεις, τοὺς πιστῶς σοι βοῶντας· Χαῖρε σκέπη τοῦ κόσμου ὁλόφωτε. 12
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐκ σοῦ Θεός, κόσμῳ ὡράθη ὡς ἄνθρωπος, ἐξ ἀχράντων, γεννηθεὶς αἱμάτων σου, καὶ κό‐
σμου σκέπην σε κραταιάν, ἔδειξε Παρθένε, καὶ βοηθὸν ἐν ταῖς θλίψεσιν· ἀεὶ γὰρ περισκέ‐
πεις, καὶ κινδύνων ἐξαίρεις, τοὺς προστρέ‐
χοντας πόθῳ τῇ Σκέπῃ σου. Δόξα. Ὡς τοῦ παντός, τὸν Βασιλέα κυήσασα, ἐπε‐
φάνης, ὡς τῶν ὅλων ἄνασσα, ὑπὸ Ἁγίων θεο‐
ειδῶν, δορυφορουμένη, καὶ νοερῶς ἀπεκάλυ‐
ψας, ἡμῖν τὰς ἀποδείξεις, τῆς ἁγίας σου Σκέ‐
πης, θειοτέρᾳ ἐκφάνσει Πανάχραντε. Καὶ νῦν. Τὴν θαυμαστήν, καὶ ἀστραπόμορφον Σκέπην σου, δι᾿ ἧς σκέπεις, καὶ σώζεις Πανύμνητε, τῶν εὐσεβούντων πᾶσαν ψυχήν, ἀνυμνολο‐
γοῦμεν, οἱ διὰ ταύτης σωζόμενοι, δεινῶν πει‐
ρατηρίων, καὶ πιστῶς σοι βοῶμεν· Χαῖρε Κόρη τῶν ἀνθρώπων βοήθεια. Καταβασία. Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυ‐
γάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου. Κανὼν πρῶτος. ᾨδὴ ε´. Ὁ εἱρμός. Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βρα‐
βεύουσα. (δίς) Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Λαὸς ὁ σὸς Δέσποινα, τῆς Παναγίας Σκέπης σου, μνείαν τὴν ἁγίαν ἑορτάζει· σὺ γὰρ ἐπέ‐
στης ἐν Βλαχερνῶν τῷ ναῷ, καὶ πάντας ἐκεῖ‐
θεν νοερῶς, Ἄχραντε ἐσκέπασας, τοὺς πι‐
στῶς σε δοξάζοντας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Λεόντων τὰ στόματα, τῶν νοητῶν Πανά‐
χραντε, τῶν ὠρυομένων καθ᾿ ἑκάστην, κατα‐
πιεῖν σου τὴν κληρουχίαν Ἁγνή, σύντριψον τῇ σῇ ἐπισκοπῇ, καὶ αὐτῶν κατάβαλε, τὴν ὀ‐
φρὺν καὶ τὸ φρύαγμα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀνάμνησιν ἄγοντες, τῆς φωτοφόρου Σκέπης σου, ᾄδομεν τὰ σῶστρα σοι Παρθένε, ὅτι ἐῤ‐
ῥύσω ἡμᾶς δουλείας πικρᾶς, καὶ τὸν ἐπελ‐
θόντα καθ᾿ ἡμῶν, ἐχθρὸν τὸν ὑπέροφρυν, κραταιῶς ἐταπείνωσας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Δοχεῖον πολύτιμον, τοῦ πλούτου τῆς Θεότη‐
τος, Κεχαριτωμένη Θεοτόκε, σκεῦος με δεῖ‐
ξον τῆς θείας χάριτος, τὸν ὑπὸ τὴν Σκέπην σου ἀεί, καταφεύγοντα, καὶ ὑμνοῦντα τὴν δό‐
ξαν σου. Κανὼν δεύτερος. Ἵνα τί με ἀπώσω; Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἡ ἁγία σου Σκέπη, ὡς νεφέλη πάμφωτος ἐπὶ τῶν δούλων σου, ἁπλουμένη Κόρη, ὡς φησὶν Ἡσαΐας ἐκ καύματος, πονηροῦ λυτροῦται, τῆς τοῦ Βελίαρ ἐπηρείας, καὶ δροσίζει ἡμᾶς τῇ θείᾳ χάριτι. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὲ ἰδὼν ξένῃ ὄψει, δορυφορουμένην καθάπερ βασίλισσαν, ὑφ᾿ Ἁγίων Κόρη, ὁ Ἀνδρέας ἐξέ‐
στη ὁ Ὅσιος, ὅτε τὴν σεπτήν σου, Ἐσθῆτα ἥ‐
πλωσας ἀΰλως, καὶ λαὸν τὸν πιστόν σου ἐ‐
σκέπασας. Δόξα. Θαῦμα ἔδειξας μέγα, ἐναργῶς Πανάμωμε εἰς περιποίησιν, τοῦ πιστοῦ λαοῦ σου· ἀοράτως γὰρ τοῦτον ἐσκέπασας, ὑπὸ τοῦ σεπτοῦ σου, χερσί σου θείαις Μαφορίου· ὅθεν πάντες αἰ‐
νοῦμέν σε χαίροντες. Καὶ νῦν. Ἐν ἐρήμῳ μὲν πάλαι, τὸν Ἰσραηλίτην λαὸν Κόρη ἔσκεπε, φωταυγὴς νεφέλη· νῦν ἡμᾶς δε ἡ πάμφωτος Σκέπη σου, σκέπει καὶ διέπει, καὶ πρὸς τὸ φῶς τῶν προσταγμάτων, τοῦ Υἱ‐
οῦ σου ἰθύνει ἑκάστοτε. 13
Καταβασία. Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βρα‐
βεύουσα. Κανὼν πρῶτος. ᾨδὴ Ϛ´. Ὁ εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑ‐
ορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέν‐
τα, Θεὸν δοξάζοντες. (δίς) Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὁ στῦλος πρὶν ὁ πυρίμορφος, λαὸν Ἰσραηλί‐
την ὡδήγησε, νῦν δὲ ἡ Σκέπη σου, ἡ ἀστρα‐
πόμορφος Ἄχραντε, ἡμᾶς πρὸς σωτηρίαν ἰθύ‐
νει πάντοτε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σκέπην τὴν σὴν τὴν ὁλόφωτον, ἁπλοῦσα πε‐
ρισκέπεις ἑκάστοτε, Παρθένε Ἄχραντε, ἡμᾶς ὡς ἄρτι ἐγνώκαμεν· τί οὖν ἀνταποδώσωμεν τῇ σῇ χάριτι; Τὴν νομικὴν κιβωτόν, τὰ Χερουβίμ πρὶν ἐπε‐
σκίαζον· τὴν Ἐκκλησίαν δὲ νῦν, τοῦ Χριστοῦ ἡ Σκέπη σου, σκέπει Παντευλόγητε, καὶ ἐπι‐
σκιάζει, καὶ παρέχει χάριν ἄφθονον. Δόξα. Ὁ παλαιὸς Ἰσραήλ, ὑπὸ νεφέλης ἰθύνετο, ἐ‐
παγγελίας πρὸς γῆν· ὁ νέος δὲ Πάναγνε, ὑπὸ τῆς ἁγίας σου, Σκέπης ὁδηγεῖται, πρὸς ζωὴν τὴν ἀτελεύτητον. Καὶ νῦν. Κύκλῳ ἡμῶν ὥσπερ πῦρ, καταναλίσκον τοὺς ἄφρονας, τὴν Σκέπην σου τὴν λαμπράν, πα‐
ρεμβάλλεις Ἄχραντε, ἡμᾶς διασώζουσα, τῆς τούτων μανίας· διὰ τοῦτο σε δοξάζομεν. Καταβασία. Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑ‐
ορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέν‐
τα, Θεὸν δοξάζοντες. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... * * * Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Σχοίνισμα Κόρη ἀπόλεκτον, οἰκεῖον καὶ λαὸν περιούσιον, ἡμᾶς ἀνέδειξας, πάλαι καὶ νῦν ἐ‐
ναργέστατα, διὸ Ἑλλάς σε πᾶσα, ὑμνεῖ χο‐
ρεύουσα. Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Κηρύττει Κόρη τὴν χάριν σου, λαός σου ὁ πι‐
στὸς καὶ φιλόθεος, καὶ χαριστήριον, ᾠδὴν προσᾴδει τῇ Σκέπῃ σου, λυτρούμενος κινδύ‐
νων καὶ περιστάσεων. Κανὼν δεύτερος. Ἱλάσθητί μοι Σωτήρ. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὁλόφωτος ἀληθῶς, ἐπέστης Παντοβασίλισ‐
σα, καὶ ἥπλωσας θαυμαστῶς, τὴν ἄχραντον Σκέπην σου, σκέπουσα τοὺς δούλους σου· ὅ‐
θεν ἀνυμνοῦμεν, τὴν πολλήν σου ἀγαθότη‐
τα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὥσπερ νεφέλη ἀγλαῶς ἐπισκιάζουσα, τῆς Ἐκκλησίας τὰ πληρώματα Πανάχραντε, ἐν τῇ πόλει πάλαι ὤφθης τῇ βασιλίδι. Ἀλλ᾿ ὡς σκέπη τοῦ λαοῦ σου καὶ ὑπέρμαχος, περισκέ‐
πασον ἡμᾶς ἐκ πάσης θλίψεως, τοὺς κραυγά‐
ζοντας· Χαῖρε Σκέπη ὁλόφωτε. Ὁ Οἶκος. Ἄνωθεν ἐφαπλοῦσα, τὴν ἁγίαν σου Σκέπην, Παρθένε Θεοτόκε Μαρία, σκέπεις καὶ σώζεις τὸν σὸν λαόν, καθ᾿ ὥραν σε Ἁγνὴ ἐπιβοώμε‐
νον· νῦν δέ σου τὰ θαυμάσια, εὐγνωμόνως ὑ‐
μνεῖ κραυγάζων· Χαῖρε τοῦ κόσμου ἡ σωτηρία· χαῖρε Ἑλλάδος ἡ προστασία. Χαῖρε τῶν Ἀγγέλων παράδοξον θέαμα· χαῖρε τῶν ἀνθρώπων ἀκλόνητον ἔρεισμα. Χαῖρε Μήτηρ Ἀειπάρθενος τοῦ Παντάνακτος Χριστοῦ· 14
χαῖρε σκέπη καὶ ἀντίληψις τοῦ λαοῦ σου τοῦ πιστοῦ. Χαῖρε ὅτι ἐφάνης σκέπουσα τὸ σὸν Ἔθνος· χαῖρε ὅτι παρέχεις νίκας τῷ στρατοπέδῳ. Χαῖρε πηγὴ πλουσίας χρηστότητος· χαῖρε λαμπὰς Θεοῦ ἀγαθότητος. Χαῖρε δι᾿ ἧς τοὺς ἐχθροὺς ἐκνικῶμεν· χαῖρε πρὸς ἣν καθ᾿ ἑκάστην βοῶμεν· Χαῖρε Σκέπη ὁλόφωτε. οὐκέτι τεθέατο· πάντως γὰρ ᾖρεν αὐτὸ μεθ᾿ ἑαυτῆς, τὴν δὲ χάριν ἀφῆκε τοῖς οὖσιν ἐκεῖ. Συναξάριον. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡ‐
μῶν Στεφάνου τοῦ Σαββαΐτου, τοῦ καὶ Ἐπι‐
σκόπου γενομένου. Τῇ ΚΗ´ τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν ἑορ‐
τάζομεν τῆς Σκέπης τῆς Ὑπεραγίας Δεσποί‐
νης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρί‐
ας, τῆς πάντοτε καὶ κατ᾿ ἐξαίρετον τρόπον σκεπούσης τὸ εὐσεβὲς ἡμῶν Ἔθνος, ὡς πάλαι ἔσκεπε τὴν βασιλίδα τῶν πόλεων. Στίχ. Σκέπῃ σου Ἁγνὴ σκέπεις καὶ περιθάλπεις Τοὺς πίστει ἀφορῶντεας πρὸς σὲ Παρθένε. Μητρὸς Θεοῖο Σκέπη Ἑλλάδα θειόφρονα καλύπτει. Ἀΰπνου δοξολογίας ποτε ἐπιτελουμένης ἐν τῇ ἁγίᾳ σορῷ, τῇ οὔσῃ ἐν Βλαχέρναις, ἀπῄει ὁ μακάριος Ἀν‐
δρέας ἐκεῖσε τὰ ἐξ ἔθους ποιῶν, παρῆν δὲ Ἐπιφάνιος, καὶ εἷς τῶν παίδων αὐτοῦ μετ᾿ αὐτοῦ· καὶ ἔχων ἦθος, ἵ‐
στατο, ὡς ἡ προθυμία τόνον ἐδίδου, πότε μὲν μέχρι με‐
σονυκτίου, πότε δὲ ἕως πρωί. Τετάρτης οὖν ὥρας ἤδη οὔσης τῆς νυκτός, ὁρᾷ ὁ μακάριος Ἀνδρέας ὀφθαλμο‐
φανῶς μεγεθεστάτην σφόδρα, παραγενομένην ἐν γυ‐
ναικείῳ τῷ σχήματι ἀπὸ τῶν βασιλικῶν μετὰ φοβεροῦ ὀψικίου, ἐν οἷς ἦν καὶ ὁ τίμιος Πρόδρομος, καὶ ὁ τῆς βροντῆς υἱός, ἑκατέρωθεν χειροκρατοῦντες αὐτῆς, καὶ ἅγιοι πολλοὶ λευκοφόροι προεπορεύοντο αὐτῆς· οἱ δὲ ἐπηκολούθουν μετὰ ὑμνῳδίας καὶ ᾀσμάτων πνευματι‐
κῶν. Ὡς οὖν ἦλθε πλησίον τοῦ ἄμβωνος, ἀπῄει ὁ Ὅσι‐
ος πρὸς τὸν Ἐπιφάνιον λέγων· Ὁρᾷς τὴν Κυρίαν καὶ Δέσποιναν τοῦ κόσμου; Ὁ δέ φησιν· Ναί, Πάτερ μου πνευματικέ. Καὶ τούτων ὁρώντων, κλίνασα τὰ γόνατα αὐτῆς ἐπὶ πολλὴν ὥραν προσηύχετο, δάκρυσι ῥαίνουσα τὸ θεοει‐
δὲς αὐτῆς καὶ ἄχραντον πρόσωπον. Μετὰ δὲ τὸ προ‐
σεύξασθαι, προσῆν ἐπὶ τὸ θυσιαστήριον, δεομένη ἐκεῖ‐
σε ὑπὲρ τοῦ περιεστῶτος λαοῦ. Ὅτε οὖν ἀπηύξατο, τὸ μαφόριον αὐτῆς, ὅπερ ἐπὶ τῆς παναχράντου αὐτῆς κο‐
ρυφῆς ἔφερεν, ὡς εἶδος ἀστραπῆς ὑπάρχον, καὶ ἀποτυ‐
λίξασα ἐξ αὐτῆς, τῇ ὡραίᾳ σεμνότητι ταῖς παναχράν‐
τοις χερσὶν αὐτῆς λαβοῦσα, μέγα καὶ φοβερὸν ὑπάρ‐
χον, ἐπάνω παντὸς τοῦ ἐκεῖσε ἑστῶτος λαοῦ διεπέτα‐
σεν, ὅπερ ἐπὶ ἱκανὰς ὥρας ἑώρων οἱ θαυμάσιοι ὑπερά‐
νω τοῦ λαοῦ ἐκτεταμένον καὶ αὐγάζον δόξαν Κυρίου ὡς ἤλεκτρον. Μέχρις οὖν ἦν ἐκεῖ ἡ Ὑπεραγία Θεοτό‐
κος, ἐβλέπετο κἀκεῖνο· μετὰ δὲ τὸ ἀναχωρῆσαι αὐτήν, Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Μαρτύρων Τερεντίου καὶ Νεονίλλης, καὶ τῶν τέκνων αὐ‐
τῶν Νιτᾶ, Σαρβίλου, Ἱέρακος, Θεοδούλου, Φωκᾶ, Βήλης καὶ Εὐνίκης. Στίχ. Σὺν ἑπτὰ τέκνοις ἡ δυὰς τῶν συζύγων Τιμὴν τομὴν ἡγεῖτο τὴν ἐκ τοῦ ξίφους. Δειρὴν ὀγδοάτῃ γε Τερέντιος εἰκάδι κάρθη. Στίχ. Ἐπώνυμος Στέφανος οὗ φορεῖ στέφους, Ὃ πρακτικὴ χεὶρ ἀρετῆς οἶδε πλέκειν. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Πομπηίου, καὶ ἑτέρων τριάκοντα ἕξ. Στίχ. Τέμνουσι Τερέντιον, ὃς βλύσας γάλα, Ἔδειξε καινὸν καὶ τετμημένος τέρας. Ἄνδρας συνάθλους ἓξ ὁμοῦ καὶ τρὶς δέκα, Ὁμοῦ συναθλήσαντας ἔγνων ἐκ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡ‐
μῶν Φιρμιλιανοῦ, Ἐπισκόπου Καισαρείας, καὶ Μελχίωνος σοφιστοῦ, πρεσβυτέρου Ἀντι‐
οχείας, οἵτινες καθεῖλον Παῦλον τὸν Σαμω‐
σατέα. Στίχ. Εἰρηνικῶς θνῄσκουσιν εἰρήνης τέκνα, Φιρμιλιανὸς καὶ σὺν αὐτῷ Μελχίων. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἁγίας Φεβρωνίας, θυγατρὸς Ἡρακλείου βασιλέως· καὶ τοῦ ἁγί‐
ου Ἱερομάρτυρος Κυριακοῦ, τοῦ φανερώσαν‐
τος τὸν τίμιον Σταυρὸν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, καὶ Ἑλένης τῆς αὐτοῦ μητρός. Στίχ. Τὴν βασιλείαν οὐρανῶν, Φεβρωνία, Τῆς πατρικῆς σου προκρίνεις ὡς ἀγχίνους. Μίξας ἐλαίῳ, Κυριακὲ παμμάκαρ, Σὸν αἷμα σεπτόν, μῖγμα καινὸν εἰργάσω. Τῇ αὐτῇ ἡμέρᾳ ἡ μήτηρ τοῦ ἁγίου Κυριακοῦ Ἄννα, λαμπάσι φλεχθεῖσα καὶ ξεσθεῖσα, ἐτε‐
λειώθη. Στίχ. Φλεχθεῖσα σάρκα Μάρτυς Ἄννα λαμπάσιν, Ἀειφανὴς ὑπῆρξε λαμπὰς Κυρίου. 15
Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀθανασίου Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ ἐν τῷ Ἄθῳ ἀσκήσαντος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐
ρου Πατρὸς ἡμῶν Ἰὼβ τοῦ ἐν τῇ Λαύρᾳ Ποτ‐
σάεφ, τοῦ θαυματουργοῦ. Στίχ. Ἀθανάσιε, τίς σε οὐ μὴ δοξάσει Ὃν Τριὰς αὐτὴν πανταχοῦ ἐδόξασεν; Στίχ. Ἰὼβ τοῦ Ποτσάεφ, θαυματουργὸς ὁ μέγας, Βιοὺς ἀΰλως, ἄφθαρτον ἔχει σκῆνος. Μνήμη τῶν ἁγίων τεσσάρων Νεομαρτύρων Ἀγγελῆ, Μανουήλ, Γεωργίου καὶ Νικολάου, τῶν ἐκ τῆς Λάμπης καὶ ἐν Ῥεθύμνῃ τῆς Κρή‐
της μαρτυρησάντων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐
ρου Πατρὸς ἡμῶν Νέστορος τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου. Στίχ. Δὶς δύο οὐράνιοι ὁπλῖται, Ἐχθρὸν καταβαλόντες, εἰς οὐρανοὺς ἀνῆλθον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐
ρου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου, ἀνεψιοῦ τοῦ ἁγίου Ἰωάννου τοῦ Δαμασκη‐
νοῦ. Στίχ. Θείου ἰσάξιος ἀσκητὴς ὑπῆρξεν, Στέφανος καὶ εἴληφε τὰ ἴσα στέφη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐνδόξων τριακοσίων πεντήκοντα τριῶν Πατέρων ἡ‐
μῶν, τῶν ἐν χάσματι ἀναιρεθέντων. Στίχ. Θεὸν τὸν Λόγον πιστεύοντες Πατέρες, Δι᾿ Αὐτὸν ἐν χάσματι συντελευτῶσι. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐
μῶν Διομήδους τοῦ ἐκ Κύπρου. Στίχ. Οὐ τοῦ Διός ὤν, ἀλλὰ Χριστοῦ Κυρίου, Ὁ Διομήδης ἀσκήσει ἡγιάσθη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱε‐
ρομάρτυρος Νεοφύτου, Ἐπισκόπου Οὐρμπνί‐
σι τῆς Γεωργίας. Στίχ. Ἀγγέλων πληθὺν ἰδὼν Ὀμὰρ τὸ πρῴην, Νεόφυτος ἐγένετο λουτρῷ θείῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Ῥοστισλάβ, πρίγκηπος τῆς Μορα‐
βίας. Στίχ. Χριστῷ πιστεύσας ὁ Ῥοστισλὰβ ὁ πρίγκηψ, Αὐτῷ συνῆψε λαὸν τῆς Μοραβίας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀρσενίου, Ἀρχιεπισκόπου Ἰπεκίου τῆς Σερβίας. Στίχ. Διάδοχος γενόμενος θείου Σάββα, Ἀρσένιος εἴληφεν αὐτοῦ τὴν χάριν. Στίχ. Ἄλλος ὁ Νέστωρ οὗτος Λαύρας Σπηλαίων, Τὸν νοητὸν νικήσας ἐχθρὸν Λυαῖον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡ‐
μῶν Παρασκευῆς τοῦ Πιριμίν. Στίχ. Τὸν λύχνον ἀείφωτον τῆς παρθενίας, Παρασκευὴ τηροῦσα, Χριστῷ συνήφθη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Δημητρίου, Μητροπολίτου Ῥοστώφ. Στίχ. Φίλος ὑπάρχων, Δημήτριε, Ἁγίων, Καὶ ἁγιοπρεπῶς ἐτέλεσας βίον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοφίλου, τοῦ διὰ Χριστὸν σαλοῦ, τῆς Λαύρας τῶν Σπη‐
λαίων τοῦ Κιέβου. Στίχ. Ὤ! μακαρία Θεοφίλου σαλότης! Δι᾿ ἧς ἐκτήσατο τὴν γνῶσιν Κυρίου. Ταῖς τῆς Ἀχράντου Μητρός σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ἐξ ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Ἀμήν. * * * Κανὼν πρῶτος. ᾨδὴ ζ´. Ὁ εἱρμός. Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, πα‐
ρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀν‐
δρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπε‐
ρύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐ‐
λογητὸς εἶ. (δίς) Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἔθου Δέσποινα, ἡμᾶς ὑπὸ τὴν Σκέπην σου, καὶ σκέπεις πάντοτε, ἐπηρειῶν χαλεπῶν, ἐ‐
χθρῶν ἐπιθέσεως, καὶ πάσης θλίψεως· διὸ πάντες σε, διαπρυσίῳ στόματι, ἀνυμνοῦμεν εἰς αἰῶνας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 16
Περιέσκεπες, ὡς ἐκλεκτὴν μερίδα σου, πόλιν βασίλειον, τὴν Κωνσταντίνου Ἁγνή, ὡσαύ‐
τως Πανάμωμε, σκέπεις τῇ δόξῃ σου, ἤδη Δέ‐
σποινα, ἡμᾶς τοὺς καταφεύγοντας, τῇ θερμῇ σου προστασίᾳ. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἡ παράδοξος, Παρθένε ἐπισκίασις, τῆς θείας Σκέπης σου, ἐπὶ τοῦ Ἔθνους ἡμῶν, ἐμφαίνει σαφέστατα, τὴν σὴν προμήθειαν, δι᾿ ἧς Ἄ‐
χραντε, παρέχεις ταῖς ψυχαῖς ἡμῶν, εὐφρο‐
σύνην καὶ εἰρήνην. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Γεωργήσασα, ἀγεωργήτως Πάναγνε, Χριστὸν τὸν Κύριον, τὸν γεωργὸν τῆς ζωῆς, χαρᾶς ἡ‐
μῖν πρόξενος, ὤφθης τοῖς μέλπουσι· Χαῖρε Δέσποινα, τοῦ Γένους ἡμῶν σώτειρα, καὶ ἀν‐
τίληψις γλυκεία. Κανὼν δεύτερος. Θεοῦ συγκατάβασιν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὁ οἶκος ὁ ἔμψυχος, ἐν ᾧ κατῴκησεν ὁ Ὑπέρ‐
θεος, ἡ Ἁγνὴ Θεοτόκος, τὸ ταύτης οἴκῳ πάλαι τεθέαται, καὶ τὸ Μαφόριον ταύτης ἁπλώσα‐
σα, ἐσκέπασε θαυμαστῶς, τοὺς πεποιθότας αὐτῇ. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Νοῆσαι τὸ μέγεθος, τῆς πρὸς ἡμᾶς σου Κόρη χρηστότητος, οὐ δυνάμεθα ὅλως· σὺ γὰρ ὡς μήτηρ ὄντως φιλόστοργος, σκέπεις καὶ θάλ‐
πεις καὶ τρέφεις ἡμᾶς ἑκάστοτε· διὸ ὑμνοῦμεν ἀεί, τὴν θείαν Σκέπην σου. Δόξα. Γνωστῶς ἐθεάσατο, σὲ ἐν ἀΰλῳ Κόρη θεάμα‐
τι, νοερῶς ἐφαπλοῦσαν, τοῖς σοῖς ἱκέταις τὴν λαμπρὰν Σκέπην σου, ὁ θεοφόρος Ἀνδρέας καὶ ᾔνεσε, τὰ μεγαλεῖα τὰ σά, τὰ ὑπὲρ λόγον καὶ νοῦν. Καὶ νῦν. Ἐκάλυπτε πρότερον, φωτὸς νεφέλη, τοῦ μαρ‐
τυρίου σκηνήν· νῦν δὲ Κόρη καλύπτει, τὴν Ἐκκλησίαν Χριστοῦ ἡ Σκέπη σου, ἡ θαυμα‐
στὴ καὶ ὑπέρλαμπρος Ἄχραντε, ἡμέρας τε καὶ νυκτός, καθάπερ ὄρος Θεοῦ. Καταβασία. Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, πα‐
ρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀν‐
δρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπε‐
ρύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐ‐
λογητὸς εἶ. Κανὼν πρῶτος. ᾨδὴ η´. Ὁ εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θε‐
οτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀ‐
γείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔρ‐
γα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. (δίς) Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἔδειξας μὲν πάλαι πολυτρόπως, τῆς Σκέπης σου Θεοτόκε τὴν ἐνέργειαν, σημείοις καὶ θαύμασι, καὶ πλείσταις δυνάμεσιν, ὑπερμα‐
χοῦσα Πάναγνε ἡμῶν ἑκάστοτε· ἡμεῖς δὲ νῦν ὑμνοῦμεν προφρόνως, τὰς σωτηριώδεις αὐ‐
τῆς θαυματουργίας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ῥώμην καὶ ἰσχὺν πιστῶς λαμβάνων, λαός σου ὁ περιούσιος Πανάμωμε, ἐκ τῆς θείας Σκέπης σου, ἀεὶ περιγίνεται, ἐπερχομένων θλίψεων, καὶ πολεμίων ἐχθρῶν, καὶ ἄτρωτος ἐκ πάσης μανίας, μένει Θεοτόκε, τῇ σῇ κηδε‐
μονίᾳ. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἄνωθεν ἐφάπλωσον Παρθένε, τὴν Σκέπην σου τὴν ἁγίαν καὶ ὑπέρλαμπρον, ἐκ πολεμί‐
ων Ἄχραντε ἐπικειμένων ἡμῖν, καὶ ῥῦσαι τῆς αὐτῶν πονηρίας, καὶ ἐπιβουλίας, τὴν σὴν κληρονομίαν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σκέπην τὴν τὸ ἄχραντόν σου σῶμα, σκεπά‐
σασαν Θεοτόκε Ἀειπάρθενε, εἶδον ἐφαπλοῦ‐
σαν σε, Ἀνδρέας ὁ Ὅσιος, καὶ θεῖος Ἐπιφάνι‐
ος καὶ ἐξεπλάγησαν· τοὺς πάντας γὰρ ἐσκέ‐
17
πασας Κόρη, ἐν φωτὶ ἀΰλῳ, καὶ δόξῃ οὐρανί‐
ῳ. ὅτι πιστῶν τὰς χορείας, ἁπανταχοῦ περισκέπει. Κανὼν δεύτερος. Τὸν ἐν ὄρει ἁγίῳ. Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμ‐
παδουχούμενος· πανηγυριζέτω δέ, ἀΰλων νό‐
ων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· χαίροις παμμα‐
κάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε. (δίς) Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ῥώμην θείαν καὶ φῶς καὶ σωτηρίαν, τοῖς τοῦ βίου νυκτί, Ἁγνὴ πορευομένοις, ἡ παναγία Σκέπη σου παρέχουσα, πάντας κατευθύνει, πρὸς τὰς καταπαύσεις, ζωῆς τῆς αἰωνίου. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀσωμάτων χορεῖαι καὶ Ἁγίων, σὲ ἰδοῦσαι Ἁ‐
γνή, ναῷ σου τῷ ἁγίῳ, τὸ ἱερόν σου κρήδε‐
μνον ἁπλώσασαν, καὶ σκέπουσαν κόσμον, ᾔ‐
νεσαν Παρθένε, ἐλέους σου τὴν βρύσιν. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Σκέπη κόσμου νεφέλης πλατυτέρα, σὺ ὑπάρ‐
χεις Ἁγνή, βροτῶν ἡ σωτηρία· διὸ τελοῦντες πόθῳ τὴν ἀνάμνησιν, τῆς σεπτῆς σου Σκέ‐
πης, ὑμνοῦμεν Θεοτόκε, θαυμάτων σου τὰ πλήθη. Καὶ νῦν. Ἰσχυράν σε παράκλησιν ἐν βίῳ, κεκτημένοι Ἁγνή, καὶ ἀῤῥαγῆ ἐλπίδα, τῇ κραταιᾷ σου Σκέπῃ καταφεύγομεν, καὶ τῶν τοῦ δολίου, λυτρούμεθα σκανδάλων, ὑμνοῦντες σου τὴν χάριν. Καταβασία. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θε‐
οτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀ‐
γείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔρ‐
γα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας * * * Ὁ διάκονος· Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύ‐
νομεν. Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται. Κανὼν πρῶτος. ᾨδὴ θ´. Ὁ εἱρμός. Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ὁρῶντες κατεπλήττοντο, πῶς περισκέπει καὶ σώζει τοὺς ἐπ᾿ αὐτῇ πεποιθότας. Ἴααμα ἡμῖν, ἡ δρόσος Πανάχραντε ἡ ἀπο‐
στάζουσα, ἐκ τῆς θείας Σκέπης σου, ὡς ἐκ νε‐
φέλης ἀΰλου γίνεται, καὶ παύει ἀῤῥωστήμα‐
τα ψυχῆς καὶ σώματος, τῶν βοώντων· Χαῖρε Ἀειπάρθενε, εὐφροσύνη ἡμῶν καὶ παράκλη‐
σις. Ἄγγελοι καὶ ἄνθρωποι τὴν σεπτήν σου, Σκέπην τιμῶμεν Δέσποινα, πάντας γὰρ σκέπεις ἐν ταύτῃ, τοὺς σὲ πιστῶς ἀνυμνοῦντας. Μνείαν ἱεράν, εἰς δόξαν καὶ αἴνεσιν τῶν θαυ‐
μασίων σου, ἄγει Παναμώμητε, ἀγαλλομένη ἡ Ἑλλὰς σήμερον, καὶ πίστει καταφεύγόυσα ὑπὸ τὴν Σκέπην σου, ἐκβοᾷ σοι· Σκέπε με καὶ φύλαττε, ἄχρι βίου τερμάτων Πανύμνητε. Ἄγγελοι καὶ ἄνθρωποι τῆς Πανάγνου, τὴν Σκέπην μεγαλύνομεν· σκέπει γὰρ αὕτη καὶ σώζει, πάντας τοὺς ταύτην τιμῶντας. Ὅλῃ τῇ ψυχῇ, συνήλθομεν Ἄχραντε τῇ θείᾳ Σκέπῃ σου, αἶνον χαριστήριον, εὐγνωμοσύνῃ θερμῇ προσάγοντες, ὅτι ἡμᾶς ἐξέλεξας εἰς περιποίησιν, καὶ ἐν πᾶσι, περιέπεις Δέσποι‐
να, καὶ διέπεις καὶ σώζεις ἐκ θλίψεων. Ἄχραντε Παρθένε θεοκυῆτορ, τὴν ποίμνην σου περίσωζε, σκέπουσα ταύτην σῇ Σκέπῃ, καὶ προνοοῦσα ἐν πᾶσιν. Ὕπερθεν Ἁγνή, καὶ κύκλῳ τοῦ Ἔθνους σου τὴν θείαν Σκέπην σου, οἷα περιτείχισμα, ἔχε Παρθένε, πλούτῳ χρηστότητος· ἐμοὶ δὲ τῷ τοὺς ὕμνους σοι ἤδη ὑφάναντι, δίδου Κόρη, 18
φωτισμόν καὶ ἔλλαμψιν, καὶ πταισμάτων τὴν ἄφεσιν δέομαι. Κανὼν δεύτερος. Ἐξέστη ἐπὶ τούτῳ. Μεγάλυνον ψυχή μου, τῆς Ἁγνῆς Παρθένου, τὴν παναγίαν Σκέπην. Μητρῴᾳ καμπτομένη Κόρη στοργῇ, πρὸς λα‐
ὸν τὸν θερμῶς σοι ἐλπίζοντα, ὡς συμπαθής, ξένῳ τρόπῳ ἥπλωσας νοερῶς, τούτῳ τὴν θεί‐
αν Σκέπην σου, οἷα περ νεφέλην φωτοειδῆ· διὸ τῆς σῆς εὐνοίας, κηρύττοντες τόν πλοῦ‐
τον, σὲ Θεοτόκε μεγαλύνομεν. Μεγάλυνον ψυχή μου, τῆς μόνης Θεοτόκου, τὴν φωτοφόρον Σκέπην. Ὁ πάλαι ἐν νεφέλῃ στυλοειδεῖ, ὁδηγήσας λα‐
ὸν τὸν ἀγνώμονα, ὁ σὸς Υἱός, Ἄχραντε νεφέ‐
λην σε λογικήν, καὶ ἔμψυχον ἀνέδειξε, σκέ‐
πουσαν καὶ σώζουσαν θαυμαστῶς, πρὸς γῆν τῆς ἀφθαρσίας, θερμῇ ἐπιστασίᾳ, λαὸν Ἁγνὴ τὸν περιούσιον. Καταβασία. Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμ‐
παδουχούμενος· πανηγυριζέτω δέ, ἀΰλων νό‐
ων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· χαίροις παμμα‐
κάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε. * * * ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις. Ἡ θεία Σκέπη σου Κόρη, ἐπισκιάζει τοὺς πι‐
στούς· καὶ τὸ ἡμέτερον Γένος, σκέπει, διέπει καὶ φρουρεῖ, ἀπὸ παντοίων κινδύνων, ἀπή‐
μαντον Θεοτόκε. Ἕτερον. Ὅμοιον. Τῇ κραταιᾷ σου Σκέπῃ, καὶ ἀκοιμήτῳ πρε‐
σβείᾳ, τὸ τῶν Ἑλλήνων Γένος, φύλαττε Κόρη ἀβλαβές· Σὲ γὰρ κεκτήμεθα πάντες, καταφυ‐
γὴν ἐν ἀνάγκαις. * * * ΑΙΝΟΙ Δόξα. Ἦχος α´. Μεγάλυνον ψυχή μου, τὴν ἐν τρισὶ προσώποις, ἄναρχον Θεαρχίαν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ὑψώσασα τὰς χεῖράς σου πρὸς Θεόν, τὸν ἐκ σοῦ προελθόντα ἱκέτευσας, ὑπὲρ ἡμῶν, ἔν‐
θεν ἐφαπλώσασα νοερῶς, τὴν φωτοφόρον Σκέπην σου, ἅπαντας ἐσκέπασας τοὺς πι‐
στούς· διὸ τὴν τούτου μνείαν, τελοῦντες ἐτη‐
σίως, σὲ Θεοτόκε μεγαλύνομεν. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐
νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Καὶ νῦν. Μεγάλυνον ψυχή μου, τῆς Παναχράντου Κόρης, τὰ ξένα μεγαλεῖα. Ὑμνοῦντες σου τῆς Σκέπης τὰς πολλαπλάς, δωρεᾶς καὶ τὴν χάριν τὴν ἄφθονον, Μῆτερ Ἁ‐
γνή, ὧν κατατρυφῶμεν διηνεκῶς, ἀπὸ ψυχῆς βοῶμέν σοι· ὥσπερ πάλαι ἔσκεπες σὸν λαόν, οὕτω καὶ νῦν χειρί σου, σκέπε ἡμᾶς καὶ σῶζε, ἄχρι τερμάτων βίου Ἄχραντε. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Ἱστῶμεν Στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων. Στίχ. α´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. Τὴν Ἀειπάρθενον Κόρην καὶ Θεοτόκον Ἁ‐
γνήν, τὴν τῶν πολεμουμένων, συμμαχίαν καὶ σκέπην, ἡμῶν δὲ ἐξαιρέτως καταφυγήν, καὶ ἑτοίμην βοήθειαν, ἀνευφημήσωμεν σύμπασα ἡ Ἑλλάς, μεγαλύνοντες τὴν Σκέπην αὐτῆς. 19
Στίχ. β´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐
νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τὴν παναγίαν σου Σκέπην καὶ ἀστραπόμορ‐
φον, ἣν ὡς φωτὸς νεφέλην, ἐφαπλοῖς καθ᾿ ἑ‐
κάστην, καὶ σκέπεις καὶ καλύπτεις πάντας ἡ‐
μᾶς, ἀριδήλως ὡς ἔγνωμεν, ἐν εὐκαιρίαις Παρθένε καὶ συμφοραῖς, μακαρίζομεν γηθό‐
μενοι. Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Ἡ βασιλεύουσα πόλις, Παρθένε πρότερον, ἐῤῥύετο κινδύνων, καὶ δεινῶν πολεμίων, τῇ Σκέπῃ σου τῇ θείᾳ καὶ θαυμαστῇ, ἡ Ἑλλὰς δὲ νῦν ἅπασα, τῇ ταύτης χάριτι ῥύεται χαλε‐
πῶν, συμφορῶν καὶ περιστάσεων. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὡς θαυμαστή σου Παρθένε περὶ τὸ Γένος σου, πάλαι καὶ νῦν τυγχάνει, τῆς εὐνοίας ἡ χάρις· διὸ ὑπὸ τὴν Σκέπην σου τὴν σεπτήν, καθ᾿ ἑκάστην προστρέχοντες, λύσιν εὑρίσκο‐
μεν πάσης ἐπιβουλῆς, καὶ καλῶν παντοίων μέθεξιν. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Δόξα. Καὶ νῦν. Ἦχος πλ. α´. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. Αἱ δωρεαὶ τῆς Σκέπης σου, ὡς ἀκτῖνες παντα‐
χοῦ ἁπλούμεναι, πολλαχῶς εὐεργετοῦσιν ἡ‐
μᾶς Θεοτόκε· νόσων γὰρ τὴν ἀχλὺν διώκουσι, πολεμίων τὰς φάλαγγας ἐκτρέπουσιν, ἀδο‐
κήτων συμφορῶν διαλύουσι τὸν ζόφον, καὶ εἰρήνην σταθηρὰν ἡμῖν παρέχουσιν. Ἀλλ᾿ ὦ Κεχαριτωμένη Παρθένε, τοὺς χαριστηρίους ἡμῶν ὕμνους δέξαι, καὶ ἴσθι ἡμῖν σύμμαχος καὶ προστάτις, μέχρι τερμάτων αἰῶνος δεόμε‐
θα. * * * Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐
ματά σου. (ἐκ γ´) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. Καὶ εὐθὺς ψάλλεται εἰς τὸν αὐτὸν ἦχον Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐
στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐
ποις εὐδοκία. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. 20
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν. Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ· Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. Καὶ τὸ Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α´. Τῆς ἐρήμου πολίτης. Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τὰς χάριτας· ἣν ὡς φωτοφόρον νεφέλην, ἐφα‐
πλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβου‐
λῆς. Σε γὰρ σκέπην, καὶ προστάτιν, καὶ βοη‐
θόν, κεκήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγα‐
λείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δό‐
ξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ, Ἄχραντε. Καὶ Ἀπόλυσις. * * * * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β´. Ἦχος β´. Ἐκ τοῦ Ἡσαΐου. Στίχ. α´. Τῆς αἰνέσεώς σου, Κύριε, πλήρης πᾶ‐
σα ἡ γῆ. (Ἡσ. στ´ 3) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν Ἁγίοις θαυμα‐
στός, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β´. Ἡμέρα Κυρίου Σαβαὼθ ἐπὶ πάντα ὑ‐
βριστὴν καὶ περήφανον καὶ ἐπὶ πάντα ὑψη‐
λὸν καὶ μετέωρον. (Ἡσ. β´ 12) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις ... Στίχ. γ´. Κύριος Σαβαώθ, συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται. (Ἡσ. ι´ 33) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις ... Δόξα. Καὶ νῦν. Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμ. μδ´ (44). Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐
νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐
μᾶς. Στίχ. α´. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πε‐
ποικιλμένη. (μδ´ 10) Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐
σον ἡμᾶς. Ἀντίφωνον Γ´. Ψαλμ. μδ´ (44). Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… Τὰ Ἀντίφωνα τῆς ἑορτῆς. Τὰ Ἀντίφωνα τῆς ἑορτῆς. [ἢ τὰ τυπικὰ μετὰ μακαρισμῶν] Στίχ. β´. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασι‐
λέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβε‐
βλημένη, πεποικιλμένη. (μδ´ 14) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ´. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ σου. (μδ´ 13) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. α´. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (μδ´ 13) Ἦχος α´. Τῆς ἐρήμου πολίτης. Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τὰς χάριτας· ἣν ὡς φωτοφόρον νεφέλην, ἐφα‐
πλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβου‐
λῆς. Σὲ γὰρ σκέπην, καὶ προστάτιν, καὶ βοη‐
θόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγα‐
Δόξα. Καὶ νῦν. 21
λείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δό‐
ξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ, Ἄχραντε. Στίχ. β´. Διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. (μδ´ 18β) Τῆς Σκέπης σου, Παρθένε... Στίχ. γ´. Σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου. (μδ´ 9) Τῆς Σκέπης σου, Παρθένε... * * * * * * ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ * * * ΑΠΟΣΤΟΛΟΣ ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Τῆς Θεοτόκου (ζήτει αὐτὸ τῇ ΚΑ´ Νοεμβρίου). Εἰσοδικόν. Ἦχος β´. Προκείμενον καὶ Ἀλληλούϊα τῆς ἑορτῆς. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. * * * Τὸ ἀπολυτίκιον τῆς ἑορτῆς. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Ἦχος α´. Τῆς ἐρήμου πολίτης. Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τὰς χάριτας· ἣν ὡς φωτοφόρον νεφέλην, ἐφα‐
πλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβου‐
λῆς. Σὲ γὰρ σκέπην, καὶ προστάτιν, καὶ βοη‐
θόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγα‐
λείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δό‐
ξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ, Ἄχραντε. Καὶ τὸ ἕτερον. Ἦχος πλ. δ´. Θεοτόκε Ἀειπάρθενε. Θεοτόκε Ἀειπάρθενε, τὴν ἁγίαν σου Σκέπην, δι᾿ ἦς περισκέπεις, τοὺς εἰς σὲ ἐλπίζοντας, κραταιὰν τῷ Ἔθνει σου καταφυγὴν ἐδωρήσω· ὅτι ὡς πάλαι καὶ νῦν θαυμαστῶς ἡμᾶς ἔσω‐
σας, ὡς νοητὴ νεφέλη, τὸν σὸν λαὸν περιβα‐
λοῦσα. Διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολι‐
τείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Κοντάκιον τῆς ἑορτῆς. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Ὥσπερ νεφέλη ἀγλαῶς ἐπισκιάζουσα, τῆς Ἐκκλησίας τὰ πληρώματα Πανάχραντε, ἐν τῇ πόλει πάλαι ὤφθης τῇ Βασιλίδι. Ἀλλ᾿ ὡς σκέπη τοῦ λαοῦ σου καὶ ὑπέρμαχος, περισκέπασον ἡμᾶς ἐκ πάσης θλίψεως, τοὺς κραυγάζοντας· Χαῖρε Σκέπη ὁλόφωτε. Προκείμενον. Ἦχος γ´. ᾨδὴ τῆς Θεοτόκου (Λουκ. α´). Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλ‐
λίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαρι‐
οῦσί με πᾶσαι αἱ γενεαί. Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνά‐
γνωσμα. (Ἑβρ. θ´ 1‐7) Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέ‐
γεται Ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτα‐
σμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς δια‐
θήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λα‐
τρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅ‐
παξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χω‐
ρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. 22
Ἀλληλούϊα (γ´). Ἦχος πλ. δ´. (Ψαλμὸς μδ´). Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου. Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμ‐
παδουχούμενος· πανηγυριζέτω δέ, ἀΰλων νό‐
ων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· χαίροις παμμα‐
κάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε. * * * Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Κοινωνικόν. Ἦχος δ´. (Ψαλμὸς ριε´ 4). ΕΥΑΓΓΕΛΙΟΝ Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα. Τῆς Ἑορτῆς (Λουκ. ι´ 38‐42, ια´ 27‐28). Ἐκ τοῦ κατὰ Λουκᾶν Ἁγίου Εὐαγγελίου τὸ Ἀ‐
νάγνωσμα. Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώ‐
μην τινά, γυνὴ δέ τις, ὀνόματι Μάρθα, ὑπεδέ‐
ξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφή, καλουμένη Μαρία, ἣ καὶ παρακαθή‐
σασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τῶν λόγων αὐτοῦ· ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνην με κα‐
τέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συ‐
ναντιλάβηται. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά, ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρε‐
θήσεται ἀπ᾿ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βα‐
στάσασά σε καὶ μαστοί, οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· Μενοῦν γε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… Ἦχος β´. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐
σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐
καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐
ληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) Ἀπόλυσις· Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου καὶ παναμώ‐
μου ἁγίας αὐτοῦ μητρός, ἧς τὴν φωτοφόρον σκέπην ἑορτάζομεν, δυνάμει ... Δι᾿ εὐχῶν... Ἀμήν. Μεγαλυνάριον. Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας… Σκέπη Ὀρθοδόξων Χριστιανῶν, ὑπάρχεις Παρθένε, πάντας σκέπουσα τοὺς πιστούς· διὸ τῇ σῇ Σκέπῃ, Ἑλλὰς πᾶσα προστρέχει, καὶ πί‐
στει μεγαλύνει τὴν προστασίαν σου. ὁ εἱρμὸς τῆς θ´ ᾠδῆς τοῦ α´ κανόνος. Ἦχος δ´. Δίστιχον. Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τὰς χορείας, ἁπανταχοῦ περισκέπει. Σκέπε με Παντάνασσα ἐκ τοῦ βελίαρ Γεράσιμον ὑμνοῦντα σὴν θείαν Σκέπην. * * * * * * * * 23
Τάξις τῆς δοξολογίας ἐπὶ τῇ ἐθνικῇ ἑορτῇ Ὁ διάκονος· Εὐλόγησον, Δέσποτα. Ὁ ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ χορός· Ἀμήν. Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α´. Τῆς ἐρήμου πολίτης. Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τὰς χάριτας· ἣν ὡς φωτοφόρον νεφέλην, ἐφα‐
πλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβου‐
λῆς. Σε γὰρ σκέπην, καὶ προστάτιν, καὶ βοη‐
θόν, κεκήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγα‐
λείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δό Τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Αὐτόμελον. Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυ‐
τρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγρά‐
φω σοι ἡ Πόλις σου, Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχου‐
σα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε Νύμφη ἀνύμφευτε. Εἶτα στίχους ἐκ τῆς δοξολογίας. Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψί‐
στοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύι· ἡ δε‐
ξιά σου, Κύριε, ἔθραυσεν ἐχθρούς· Ἀλληλούι‐
α, ἀλληλούια, ἀλληλούια. Ἐν τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους· Ἀλληλούια, ἀλληλούια, ἀλλη‐
λούια. Ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· Ἀλληλούια, ἀλληλούια, ἀλληλούια. Οἱ ἀγροὶ ἡμῶν διεμερίσθησαν, οἱ οἶκοι ἠρη‐
μώθησαν καὶ ἡμεῖς περιυβρίσθημεν· Ἀλλη‐
λούια, ἀλληλούια, ἀλληλούια. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν· Ἀλληλούια, ἀλληλούια, ἀλληλούια. Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ· πάντα τὰ ἔ‐
θνη κροτήσατε χεῖρας· Ἀλληλούια, ἀλληλούι‐
α, ἀλληλούια. Καὶ κατόπιν αἱ ἑξῆς αἰτήσεις· Ὁ διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. Ὁ χορός· Κύριε, ἐλέησον (γ´) μεθ᾿ ἑκάστην δέ‐
ησιν. Ὁ διάκονος· Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τῶν ἀδελφῶν ἡμῶν ἱερέων, ἱερομο‐
νάχων, καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χρι‐
στῷ ἡμῶν ἀδελφότητος. Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Γένους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡ‐
μῶν, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φι‐
λοχρίστου ἡμῶν Στρατοῦ, καὶ ὑπὲρ τοῦ Κύρι‐
ον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσιν. Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰω‐
νίου ἀναπαύσεως πάντων τῶν ἐν τοῖς ἱεροῖς ἡμῶν ἀγῶσιν ὑπὲρ πίστεως καὶ πατρίδος ἀ‐
γωνισαμένων καὶ πεσόντων καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑ‐
κούσιόν τε καὶ ἀκούσιον. Ὁ χορός· Αἰωνία ἡ μνήμη (γ´). Ὁ διάκονος· Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁ‐
γίαν Ἐκκλησίαν (ἢ Μονὴν) καὶ τὴν πόλιν (ἢ χώραν, ἢ κώμην, ἢ νῆσον) ταύτην καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ λιμοῦ, λοιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, καὶ ἐμφυλίου πολέμου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀρ‐
γὴν καὶ νόσον τὴν καθ᾿ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαί‐
ας αὐτοῦ ἀπειλῆς καὶ ἐλεῆσαι ἡμᾶς. 24
Ὁ χορός· Κύριε, ἐλέησον. (μ´, ἀνὰ δέκα ἀμοι‐
βαδὸν τετράκις, πραείᾳ τῇ φωνῇ). Ὁ διάκονος· Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς. Ὁ χορός· Κύριε, ἐλέησον (γ´). Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Ὁ χορός· Κύριε, ἐλέησον. Ὁ ἱερεὺς τὴν εὐχὴν ταύτην· Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι τῇ σῇ ἀγαθότητι ἐπὶ τὴν εὔσημον ταύτην ἡμέ‐
ραν ἤγαγες ἡμᾶς ἀναμέλψαι σοι ᾠδὴν ἐπινί‐
κιον τῷ σωτῆρι ἡμῶν. Ἰδοὺ γὰρ οἱ ἄρχοντες ἡ‐
μῶν συνήχθησαν ἐπὶ τὸ αὐτό, καὶ πᾶσα συ‐
ναγωγὴ λαοῦ ἀνάμνησιν ἐπιτελοῦμεν ἔργου θαυμαστοῦ καὶ μεγάλου, ὃ ἡ δεξιά σου εἰργά‐
σατο ἐν ταῖς ἡμέραις ἡμῶν. Λαὸς γὰρ πόρρω‐
θεν ἱταμὸς καὶ ἀνελέητος ἀνέβη ὡς λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξῆρε καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ ἐξολοθρεύων ἔθνη, τιθεὶς τὴν γῆν εἰς ἐρήμωσιν καὶ πόλεις καθαιρῶν παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς. Ἐσαλεύθη καὶ ἔν‐
τρομος ἐγενήθη ἡ γῆ. Οἱ κατοικοῦντες αὐτὴν εἶδον τὰ ὄρη, καὶ ἦν τρέμοντα, καὶ πάσας τὰς θαλάσσας ταρασσομένας, τὸν οὐρανὸν φλε‐
γόμενον καὶ πάσας τὰς πόλεις ἐμπεπυρισμέ‐
νας, καὶ εἰσέδυσαν εἰς τὰ σπήλαια καὶ ἐκρύ‐
βησαν εἰς τὰς τάφρους. Καὶ ἧκεν ἐφ᾿ ἡμᾶς τὸ ἔθνος τὸ ὁπλομάχον καὶ εἶπον ἡμῖν· Κύψατε, ἵνα παρέλθωμεν. Ὁ δὲ λαός σου ἀνέστη καὶ ἐν τῷ ὀνόματί σου ἠμύνατο αὐτοῖς καὶ ἐδίω‐
ξεν ὀπίσω αὐτῶν, καὶ ἐδίωξεν εἷς χιλίους καὶ δύο μετεκίνησαν μυριάδας. Ἀλλ᾿ ἔδει πληρωθῆναι τὴν βουλήν σου, ὁ Θε‐
ός, καὶ ἔστρεψας τὴν νίκην ἡμῶν εἰς ἧτταν καὶ ἦλθον τὰ ἔθνη εἰς τὴν κληρονομίαν σου καὶ ἐμίαναν τὴν χώραν ἡμῶν. Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πε‐
τεινοῖς τοῦ οὐρανοῦ καὶ τὰς σάρκας τῶν ὁσί‐
ων σου τοῖς θηρίοις τῆς γῆς. Ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡσεὶ ὕδωρ καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυ‐
ματιῶν σου προσέθηκαν πληγάς· ἔθου ἡμᾶς ὡς λίθον καταπατούμενον καὶ εἰς χοῦν θανά‐
του κατήγαγες ἡμᾶς· οἱ μισοῦντες ἡμᾶς διήρ‐
παζον ἑαυτοῖς καὶ ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν· οἱ υἱοὶ καὶ αἱ θυγατέρες ἡμῶν ἐτελεύτησαν ἐν λιμῷ· ἐπένθησεν ἡ γῆ καὶ ἐκ πάσης οἰκίας ἤρθη εὐφροσύνη καὶ χαρά· καὶ ἐκλαίομεν οὐ τοὺς τεθνηκότας οὐδὲ ἐθρηνοῦ‐
μεν ἐπ᾿ αὐτοῖς, ἀλλ᾿ ἐκλαίομεν κλαυθμῷ τοὺς ἐκπορευομένους, ὅτι οὐκ ἦν ἐπιστρέψαι ἔτι καὶ ἰδεῖν τὴν γῆν τῆς πατρίδος αὐτῶν. Ὅτε δὲ συνετελέσθη ἡ πονηρία τῶν ἁμαρτω‐
λῶν καὶ ἐπλήσθη ἡ ταπείνωσις ἡμῶν, ἐβρόν‐
τησεν ἐξ οὐρανοῦ ὁ Κύριος καὶ ὁ Ὕψιστος ἔ‐
δωκε φωνὴν αὐτοῦ καὶ ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισε τοὺς ἐχθροὺς ἡμῶν καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς· ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ἐπαρθῆναι ἐκλιπόν‐
τες ὡσεὶ καπνὸς ἐξέλιπον· οἱ μεγαλορρημο‐
νοῦντες ὠνειδίσαντο αἰσχύνην καὶ ἐντροπήν, καὶ ἐγενήθησαν αἰχμάλωτοι οἱ αἰχμαλωτεύ‐
σαντες ἡμᾶς, ὅτι ἡμέρα Κυρίου ἐπὶ πάντα ὑ‐
βριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψη‐
λὸν καὶ μετέωρον· ὁ γὰρ δεσπότης Κύριος σα‐
βαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύ‐
ος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται. Διὰ τοῦτο, Κύριε, σήμερον τῆς αἰνέσεώς σου πλήρης ἡ γῆ ἡμῶν, καὶ αἱ ψυχαὶ ἡμῶν εὐγνω‐
μοσύνης πλήρεις βοῶσι πρὸς σέ· Σὺ βασιλεὺς ἡμῶν, σὺ ἄρχων, σὺ καὶ κριτής, ὅτι ἡ δικαιο‐
σύνη σου εἰς τὸν αἰῶνα ἔσται καὶ τὸ σωτήριόν σου εἰς γενεὰς γενεῶν. Τὰς ὁδούς σου, Κύριε, γνώρισον ἡμῖν καὶ τὰς τρίβους σου δίδαξον ἡ‐
μᾶς· νομοθέτησον ἡμᾶς ἐν τῇ ὁδῷ σου καὶ ὁ‐
δήγησον πάντας ἡμᾶς, τοὺς ἄρχοντας καὶ τὸν λαόν, ἐπὶ τὴν ἀλήθειάν σου, ὅτι ἔτι πολ‐
λοὶ κυκλόθεν οἱ ἐχθροὶ ἡμῶν, καὶ μακάριον τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ. Ἔτι δὲ καὶ ὑπὲρ τῶν ψυχῶν τῶν μαρτύρων ἀδελφῶν ἡμῶν δεόμεθά σου, Κύριε, ἵνα αὐλισθῶσιν ἐν ἀγαθοῖς καὶ ἀναπαύσωνται ἐν σκηναῖς δικαί‐
ων καὶ τὰ ὀστᾶ αὐτῶν ὡς βοτάνη ἀνατείλῃ, ἵ‐
να οἵ τε ζῶντες καὶ οἱ ἐπ᾿ ἐλπίδι ἀναστάσεως κεκοιμημένοι εὐχαριστίαν καὶ δόξαν προσφέ‐
ρομέν σοι τῷ Κυρίῳ τῆς ζωῆς καὶ τοῦ θανά‐
του εἰς τοὺς αἰῶνας. 25
Ὁ χορός· Ἀμήν. Ὁ ἱερεὺς τὴν Ἀπόλυσιν· Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐ‐
τοῦ μητρός, ἧς τὴν φωτοφόρον σκέπην ἑορτά‐
ζομεν, ... Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν... Ὁ χορός· Ἀμήν. * * * * * 26