Transcript εδώ

16 ΟΚΤΩΒΡΙΟΥ 2016 νεκρωθέντα, ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυ‐
τοῦ ἀναστάσεως. † ΚΥΡΙΑΚΗ ΙΖ´ (Δ´ ΛΟΥΚΑ) Τῶν Πατέρων, Στιχηρὰ Προσόμοια στ´. «Τῶν θεοφόρων πατέρων τῆς ἐν Νικαίᾳ Ζ´ Οἰκουμενικῆς συνόδου (787)». Λογγίνου ἑκα‐
τοντάρχου τοῦ ἐπὶ τοῦ σταυροῦ καὶ τῶν σὺν αὐτῷ δύο στρατιωτῶν μαρτύρων (α´ αἰ.). Ἦχος πλ. β´. Ἡ ἀπεγνωσμένη. Ἦχος πλ. δ´. Ἑωθινὸν Ϛ´. (τυπικὸν 11ης Ὀκτ. §§ 1‐3). * * * * * ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, καὶ τὸ πρῶ‐
τον Κάθισμα τοῦ Ψαλτηρίου, εἰς τό, Κύριε, ἐ‐
κέκραξα, ἱστῶμεν Στίχους ι´, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα γ´, καὶ Ἀνατολικὸν α´, καὶ τῶν Πατέρων στ´. Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος πλ. δ´. Στίχ. α´. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν· ὅτι ηὐδόκησας, τοῦ ἐλε‐
ῆσαι ἡμᾶς, διὰ τῆς ἀναστάσεως. Στίχ. β´. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀν‐
ταποδῷς μοι. Κύριε, Κύριε, μὴ ἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου· ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς ἀναστάσεως. Στίχ. γ´. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύ‐
ριε, εἰσάκουσον τῆς φωνῆς μου. Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θε‐
οῦ κατοικητήριον· σὺ γὰρ ἐδέξω πρώτη, ἄφε‐
σιν ἁμαρτιῶν, διὰ τῆς ἀναστάσεως. Ἕτερον Στιχηρόν, Ἀνατολικόν. Στίχ. δ´. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ᾿ ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐ‐
τὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι Στίχ. ε´. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλα‐
σμός ἐστιν. Τὰς ἑπτὰ Συνόδους τὰς τῶν Πατέρων, κατὰ διαφόρους καιροὺς συστάσας, εἰς ἕνα συνή‐
θροισεν ἑνὶ Κανόνι τῷδε, μάλα καλῶς ὁ Πα‐
τριάρχης, ὁ Γερμανὸς ὁ νέος, γράφων ὁμοῦ τε καὶ κρατύνων, τὰ δόγματα τὰ τούτων· ὃς καὶ πρέσβεας αὐτοὺς ἀγρύπνους, τῆς σωτηρίας τῷ Κυρίῳ προβάλλεται, καὶ τοῦ ποιμνίου συμποίμενας. Στίχ. Ϛ´. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λό‐
γον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Τὸ τοῦ Νόμου γράμμα παισὶν Ἑβραίων, ἔθετο τιμίαν τὴν ἑβδομάδα, σκιᾷ προσανέχουσι, καὶ λατρεύουσι ταύτῃ· ἥν περ Πατέρες συνδρα‐
μόντες, ἐν ἑπτάδι Συνόδων, νεύσει Θεοῦ τοῦ ἐν ἑξάδι, ἡμερῶν σύμπαν τόδε, ἀπαρτίσαν‐
τος, καὶ τὴν ἑβδόμην εὐλογήσαντος, σεμνοτέ‐
ραν εἰργάσασθε, ὅρον ἐκθέμενοι Πίστεως. Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Τὴν Τριάδα πᾶσιν ἐκ τῶν πραγμάτων, τῆς κο‐
σμογενείας οὖσαν αἰτίαν, τρανῶς παρεδώκα‐
τε, τρισόλβιοι Πατέρες· τρεῖς γὰρ καὶ τέσσα‐
ρας Συνόδους, μυστικωτάτῳ λόγῳ θέντες, καὶ ἔκδικοι φανέντες, τοῦ ὀρθοδόξου λόγου, τὰ στοιχεῖα τὰ τέσσαρα ὄντα, καὶ τὴν Τριάδα ἐνεφήνατε, κτίσασαν ταῦτα, καὶ κόσμον ποι‐
ήσασαν. Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώ‐
σεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐ‐
τοῦ. Ἤρκεσε καὶ μία ζωὴν ἐμπνεῦσαι, τῷ κειμένῳ γόνῳ τῆς ὑπουργούσης, Προφήτου ἀνάκαμ‐
1
ψις Ἑλισσαιὲ τοῦ πάνυ· ὅμως ἀνέκαμψεν ἑ‐
πτάκις, καὶ συνέκυψε τούτῳ, οἷα προόπτης προαγγέλλων, τὰς ὑμῶν συνελεύσεις· αἷς τὴν νέκρωσιν τοῦ Θεοῦ Λόγου ἐψυχώσατε, θανα‐
τώσαντες Ἄρειον, καὶ τοὺς ἐκείνῳ συγκά‐
μνοντας. Στίχ. θ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. Τὸν διῃρημένον Χριστοῦ χιτῶνα, καὶ διεῤῥηγ‐
μένον κυσὶν ὑλάκταις, σοφῶς συνεῤῥάψατε σεβάσμιοι Πατέρες, βλέπειν τὴν γύμνωσιν τὴν τούτου, μηδαμῶς ἐνεγκόντες, ὥς περ ὁ Σήμ τε καὶ Ἰάφεθ, τὴν πατρῴαν τὸ πάλαι, κα‐
ταισχύναντες τὸν πατραλοίαν, καὶ τοὺς ἐκεί‐
νῳ συμφρονήσαντας Ἄρειον, τὸν τῆς μανίας ἐπώνυμον. Στίχ. ι´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Τοὺς Μακεδονίους καὶ Νεστορίους, καὶ τοὺς Εὐτυχέας καὶ Διοσκόρους, Ἀπολιναρίους τε Σαβελλιοσεβήρους, λύκους βαρεῖς ἀποδει‐
χθέντας, ἐν δέρμασι προβάτων, πόῤῥω τῆς ποίμνης τοῦ Σωτῆρος, ὡς ἀληθεῖς ποιμένες, ἀπηλάσατε γυμνοὺς κωδίων, τοὺς τρισαθλί‐
ους καταστήσαντες ἄριστα· ὅθεν ὑμᾶς μακα‐
ρίζομεν. Δόξα. Ἦχος πλ. β´. Τὰς μυστικὰς σήμερον τοῦ Πνεύματος σάλ‐
πιγγας, τοὺς θεοφόρους Πατέρας ἀνευφημή‐
σωμεν· τοὺς μελῳδήσαντας ἐν μέσῳ τῆς Ἐκ‐
κλησίας, μέλος ἐναρμόνιον θεολογίας, Τριά‐
δα μίαν ἀπαράλλακτον, οὐσίαν τε καὶ θεότη‐
τα· τοὺς καθαιρέτας Ἀρείου, καὶ Ὀρθοδόξων προμάχους· τοὺς πρεσβεύοντας πάντοτε Κυ‐
ρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. δ´. Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνα‐
νεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθών, με‐
τὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ᾿ οὐ τὴν ὑπόστασιν· διὸ τέλει‐
ον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀλη‐
θῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν· ὃν ἱκέτευε Μῆτερ ἀνύμφευτε, ἐ‐
λεηθῆναι τὰς ψυχὰς ἡμῶν. * * * Εἴσοδος καὶ ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα· Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ‐
γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι και‐
ροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει. Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας. Τῷ Σαββάτῳ ἑσπέρας. Ἦχος πλ. β´. Ψαλμὸς Ϟβ´ (92). Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσα‐
το. (Ϟβ´ 1) Στίχ. α´. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περι‐
εζώσατο. (Ϟβ´ 1) Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ´ 1) Καὶ τὰ ἀναγνώσματα. Γενέσεως τὸ Ἀνάγνωσμα (ιδ´ 14‐20). Ἀκούσας Ἄβραμ, ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀ‐
δελφιδοῦς αὑτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκο‐
γενεῖς αὑτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν. Καὶ ἐπέ‐
πεσεν ἐπ᾿ αὐτοὺς τὴν νύκτα, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ μετ᾿ αὐτοῦ· καὶ ἐπάταξεν αὐ‐
τούς, καὶ ἐδίωξεν αὐτοὺς ἕως Χοβάλ, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ. Καὶ ἀπέστρεψε πᾶ‐
σαν τὴν ἵππον Σοδόμων· καὶ Λὼτ τὸν ἀδελφι‐
δοῦν αὑτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρ‐
χοντα αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν. Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κο‐
πῆς τοῦ Χολοδογόμορ καὶ τῶν βασιλέων τῶν μετ᾿ αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβῆ· (τοῦτο ἦν πεδίον Βασιλέων)· καὶ Μελχισεδὲκ βασι‐
λεὺς Σαλήμ, ἐξήνεγκεν ἄρτον καὶ οἶνον· ἦν 2
δὲ Ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου. Καὶ εὐλόγη‐
σε τὸν Ἄβραμ, καὶ εἶπεν· Εὐλογημένος Ἄβραμ τῷ Θεῷ τῷ Ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ Ὕψι‐
στος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχει‐
ρίους σοι. Δευτερονομίου τὸ Ἀνάγνωσμα (α´ 8‐17). Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· Ἴδετε, παρέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσελθόν‐
τες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύρι‐
ος τοῖς πατράσιν ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ Ἰ‐
σαάκ, καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς αὐτήν, καὶ τῷ σπέρματι αὐτῶν μετ᾿ αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· Οὐ δυ‐
νήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος ὁ Θεὸς ἡ‐
μῶν ἐπλήθυνεν ὑμᾶς· καὶ ἰδοὺ ἐστὲ σήμερον ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ἡμῶν προσθείη ὑμῖν, ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογήσαι ὑμᾶς, κα‐
θότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄν‐
δρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ᾿ ὑμῶν· χι‐
λιάρχους, καὶ ἑκατοντάρχους, καὶ πεντηκον‐
τάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισα‐
γωγεῖς τοῖς κριταῖς ὑμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνετε δικαίως ἀνὰ μέσον ἀνδρός, καὶ ἀ‐
νὰ μέσον ἀδελφοῦ αὐτοῦ, καὶ ἀνὰ μέσον προ‐
σηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει· κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς. Οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώ‐
που· ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν. σχυρὸς καὶ φοβερός, ὅς τις οὐ θαυμάζει πρό‐
σωπον, οὐδ᾿ οὐ μὴ λάβῃ δῶρον· ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ· καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμά‐
τιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐ‐
τῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολλη‐
θήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Αὐτὸς καύχημά σου, καὶ οὗτος Θεός σου, ὅς τις ἐποί‐
ησέ σοι τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἶ‐
δον οἱ ὀφθαλμοί σου. * * * Εἶτα ἡ συνήθης Ἐκτενής, τό, Καταξίωσον, τὰ Πληρωτικά, ἡ κεφαλοκλισία κ.λπ. * * * Εἰς τὴν Λιτήν, τὰ συνήθη. Δόξα. Ἦχος γ´. Ἀποστολικῶν παραδόσεων, ἀκριβεῖς φύλα‐
κες γεγόνατε Ἅγιοι Πατέρες· τῆς γὰρ Ἁγίας Τριάδος τὸ ὁμοούσιον, ὀρθοδόξως δογματί‐
σαντες, Ἀρείου τὸ βλάσφημον συνοδικῶς κα‐
τεβάλετε. Μεθ᾿ ὃν καὶ Μακεδόνιον, Πνευμα‐
τομάχον ἀπελέγξαντες, κατεκρίνατε Νεστό‐
ριον, Εὐτυχέα καὶ Διόσκορον, Σαβέλλιόν τε καὶ Σεβῆρον τὸν Ἀκέφαλον. Ὧν τῆς πλάνης αἰτήσασθε, ῥυσθέντας ἡμᾶς, ἀκηλίδωτον ἡ‐
μῶν τὸν βίον, ἐν τῇ πίστει διατηρεῖν δεόμεθα. Καὶ νῦν. Θεοτοκίον. Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαῤῥοῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι. Πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου. Δευτερονομίου τὸ Ἀνάγνωσμα (ι´ 14‐21). * * * Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· Ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρα‐
νὸς τοῦ οὐρανοῦ, ἡ γῆ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ. Πλὴν τοὺς Πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς· καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτούς, ὑμᾶς, παρὰ πάν‐
τα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ πε‐
ριτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι. Ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν κυρίων· ὁ Θεὸς ὁ μέγας καὶ ἰ‐
Εἰς τὸν Στίχον. Ἀπόστιχα Στιχηρά. Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ´. Ἀνῆλθες ἐπὶ Σταυροῦ Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ· ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνα‐
τος· πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν· πρὸς τοὺς πεσόντας, ἡ πάντων ἀνάστασις. Ὁ φωτισμὸς καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι. 3
Τὰ κατ᾿ Ἀλφάβητον. Ἰωάννου τοῦ Δαμασκηνοῦ. τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ Πανάγιον, ἐν μιᾶ Θεότητι, Τριάδα ὁμοούσιον. Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνε‐
δύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιε‐
ζώσατο. (Ψαλμ. Ϟβ´ 1). Καὶ νῦν. Θεοτοκίον. Ὁμόηχον. Χριστὸν δοξολογήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν· ψυχὴν καὶ σῶμα γὰρ ἀναλαβών, τῷ πάθει ἀπ᾿ ἀλλήλων διέτεμε· τῆς ἀχράντου μὲν ψυχῆς, ἐν ᾅδῃ κατελθούσης, ὃν καὶ ἐσκύ‐
λευσε· τάφῳ δὲ διαφθοράν, οὐκ οἶδε τὸ ἅγιον σῶμα, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν. Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ψαλμ. Ϟβ´ 1) Ψαλμοῖς καὶ ὕμνοις, δοξολογοῦμεν Χριστέ, τὴν ἐκ νεκρῶν σου ἀνάστασιν· δι᾿ ἧς ἡμᾶς ἠ‐
λευθέρωσας, τῆς τυραννίδος τοῦ ᾅδου, καὶ ὡς Θεὸς ἐδωρήσω, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔ‐
λεος. Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (Ψαλμ. Ϟβ´ 5). Ὦ Δέσποτα τῶν ἁπάντων, ἀκατάληπτε Ποιη‐
τά, οὐρανοῦ καὶ γῆς, διὰ Σταυροῦ παθών, ἐ‐
μοὶ ἀπάθειαν ἐπήγασας· ταφὴν δὲ καταδεξά‐
μενος, καὶ ἀναστὰς ἐν δόξῃ, συνανέστησας τὸν Ἀδάμ, χειρὶ παντοδυνάμῳ. Δόξα τῇ σῇ τριημέρῳ ἐγέρσει, δι᾿ ἧς δεδώρησαι ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ ἱλασμὸν ἁμαρτιῶν, ὡς μό‐
νος Εὔσπλαγχνος. Δόξα. Τῶν Πατέρων. Ἦχος δ´. Τὴν ἐτήσιον μνήμην σήμερον, τῶν θεοφόρων Πατέρων, τῶν ἐκ πάσης τῆς οἰκουμένης συ‐
ναθροισθέντων, ἐν τῇ λαμπρᾷ πόλει Νικαέ‐
ων, τῶν ὀρθοδόξων τὰ συστήματα, εὐσεβοῦν‐
τες πιστῶς ἑορτάσωμεν. Οὗτοι γὰρ τοῦ δει‐
νοῦ Ἀρείου τὸ ἄθεον δόγμα, εὐσεβοφρόνως καθεῖλον, καὶ τῆς Καθολικῆς Ἐκκλησίας, συ‐
νοδικῶς τοῦτον ἐξωστράκισαν· καὶ τρανῶς τὸν Υἱὸν τοῦ Θεοῦ, ὁμοούσιον καὶ συναΐδιον, πρὸ τῶν αἰώνων ὄντα, τοῖς πᾶσιν ἐδίδαξαν ὁ‐
μολογεῖν, ἐν τῷ τῆς Πίστεως Συμβόλῳ, ἀκρι‐
βῶς καὶ εὐσεβῶς τοῦτο ἐκθέμενοι. Ὅθεν καὶ ἡμεῖς τοῖς θείοις αὐτῶν δόγμασιν ἑπόμενοι, βεβαίως πιστεύοντες λατρεύομεν, σὺν Πατρὶ Νεῦσον παρακλήσεσι, σῶν οἰκετῶν Πανάμω‐
με, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πά‐
σης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μό‐
νην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰ‐
σχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι· σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοών‐
των· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χα‐
ρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. * * * Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὰ Ἀπολυτίκια. Ἀπολυτίκιον Ἀναστάσιμον. Ἧχος πλ. δ´. Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι. Δόξα. Τῶν πατέρων. Ἦχος πλ. δ´. Ὑπερδεδοξασμένος εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμε‐
λιώσας, καὶ δι᾿ αὐτῶν πρὸς τὴν ἀληθινὴν πί‐
στιν, πάντας ἡμᾶς ὁδηγήσας, πολυεύσπλαγ‐
χνε δόξα σοι. Καὶ νῦν. Θεοτοκίον. Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύ‐
ρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνα‐
τον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνω‐
σμένον. Καὶ Ἀπόλυσις. * * * * * 4
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα... [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος] Ἦχος πλ. δ´. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ´. Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι. Δόξα. Τῶν πατέρων. Ἦχος πλ. δ´. Ὑπερδεδοξασμένος εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμε‐
λιώσας, καὶ δι᾿ αὐτῶν πρὸς τὴν ἀληθινὴν πί‐
στιν, πάντας ἡμᾶς ὁδηγήσας, πολυεύσπλαγ‐
χνε δόξα σοι. Καὶ νῦν. Θεοτοκίον. Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύ‐
ρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνα‐
τον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνω‐
σμένον. Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος πλ. δ´. Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς γυναιξὶν ἐβόα· Παύσα‐
σθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελί‐
σασθε· κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χρι‐
στὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. Δόξα. Τὴν Σοφίαν καὶ Λόγον. Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσί‐
αις προσέταξας γυναιξί, κηρῦξαι τὴν ἔγερ‐
σιν, Ἀποστόλοις ὡς γέγραπται· καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο· ὅθεν καὶ κατεῖ‐
δε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενα· καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σώζεις ἅπαντας Σωτὴρ ἡμῶν· τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀ‐
παύγασμα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον. Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγι‐
ον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδει‐
σον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων· διὰ τοῦτο βοῶμεν αὐ‐
τῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πται‐
σμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον τόκον σου. Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ´. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαν‐
το, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλι‐
σε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νε‐
κρῶν, καὶ αὗται εὐηγγελίσαντο, τοῖς Μαθη‐
ταῖς σου ἐν Σιών· Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁ‐
πάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι. * * * Δόξα. 5
Τὰ μύρα τῆς ταφῆς, αἱ γυναῖκες κομίσασαι, φωνῆς ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον· Παύ‐
σασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε· κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θε‐
ός, τὸ γένος τῶν ἀνθρώπων. Καὶ νῦν. Θεοτοκίον. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γέ‐
νος, ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα· ἐξ ἧς Θεὸς ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τὴν γὰρ σὴν μήτραν, θρόνον ἐ‐
ποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐ‐
ρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαρι‐
τωμένη, πᾶσα ἡ κτίσις· δόξα σοι. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐
γέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κρά‐
ζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἦχος πλ. α´. Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐
νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐
ὸς καὶ ἄνθρωπος. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´) Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶ‐
τερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐
λευθερώσαντα. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα... * * * ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ [Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια] Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐
θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σω‐
τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐
σιν δὲ * ἀποστόλοις εἴπατε. * * * ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος πλ. δ´. Αἱ Μυροφόροι τοῦ ζωοδότου, ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον· καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυ‐
ον· Ὅτι ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Οἱ Ἀναβαθμοί. Ἦχος πλ. δ´. Ἀντίφωνον Α´. Ἐκ νεότητός μου, ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε, τροποῦμαι τοῦτον. Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκ‐
σπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων. 6
Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, τὸ ζῆν τὰ πάντα, φῶς ἐκ φω‐
τός, Θεὸς μέγας· σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῷ Λόγῳ. Στίχ. Αἴνει ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα... Ἀντίφωνον Β´. * * * Ἡ καρδία μου, τῷ φόβῳ σου σκεπέσθω, τα‐
πεινοφρονοῦσα· μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον. ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Ἐπὶ τὸν Κύριον, ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα, κρινεῖ καὶ κολάσει. Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προ‐
λέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θε‐
ὸν μέλπων· εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον. Ἀντίφωνον Γ´. Κύριε, ἐλέησον. Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀ‐
πὸ τῶν ἐνθένδε. Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ‐
μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων. Κύριε, ἐλέησον. (γ´) Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁ‐
γίου Εὐαγγελίου. Δόξα. Καὶ νῦν. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία· ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρό‐
νως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγε‐
λίου τὸ ἀνάγνωσμα. Ἀντίφωνον Δ´. Ὁ διάκονος· Πρόσχωμεν. Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κα‐
τοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν. Ἑωθινὸν Ϛ´ Ἐκ τοῦ κατὰ Λουκᾶν (κδ´ 36‐53). Δόξα. Καὶ νῦν. Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νε‐
κρῶν ἔστη ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρ‐
δίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πό‐
δας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με 7
Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως· Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως. Προκείμενον. Ψαλμὸς ρβ´ (102). Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν. (δίς) καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔ‐
χει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰ‐
πὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πό‐
δας. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χα‐
ρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύ‐
ος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου· καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐ‐
τοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προ‐
φήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, καὶ εἶπεν αὐτοῖς· Ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νε‐
κρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτι‐
ῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερου‐
σαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. Καὶ ἰ‐
δοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πα‐
τρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βη‐
θανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγη‐
σεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐ‐
τὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χα‐
ρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης· Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνή‐
σωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ‐
ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προ‐
σκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡ‐
μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνο‐
μά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ‐
νάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλο‐
γοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστα‐
σιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον. Ἦχος β´. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 8
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐
δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημά‐
των. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ‐
ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέη‐
σον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. * * * ΟΙ ΚΑΝΟΝΕΣ Ὁ Ἀναστάσιμος καὶ ὁ τῶν Πατέρων. ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦ‐
σα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θε‐
ῷ ἀναμέλποντα. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τὴν παντοδύναμον Χριστοῦ θεότητα, πῶς μὴ θαυμάσωμεν! ἐκ μὲν παθῶν πᾶσι, τοῖς πι‐
στοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν· ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στά‐
ζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὡς εὐπρεπὴς ταῖς γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύ‐
του σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς ἀναστάσεως, κρά‐
ζει· Ἐξηγέρθη ὁ Κύριος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενε‐
αῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χω‐
ρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρ‐
θένε· διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θε‐
ὸν προστασίαν ἡμῶν. Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς· Ὑμνῶ μακάρων συνδρομὴν τὴν ἑβδόμην. Ποίημα Θεοφάνους. ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡ‐
μῶν. Ὑμνολογῆσαι τὴν ἑβδόμην ἄθροισιν, ἐφιεμέ‐
νῳ μοι νῦν, τὴν τῶν ἑπτὰ δίδου, χαρισμάτων σύνοδον, τοῦ Παρακλήτου Κύριε, τὴν σοφίσα‐
σαν ταύτην, γλωσσοπυρσεύτως, καὶ βλάσφη‐
μον, πᾶσαν γλωσσαλγίαν σιγάσασαν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡ‐
μῶν. Μείζων ἀρχῆθεν ἀριθμῶν ὁ ἕβδομος· δημι‐
ουργίας καὶ γάρ, τῆς τοῦ Θεοῦ πάσης, πρωτο‐
τύπως γέγονεν, ἡ παντελὴς κατάπαυσις, εἰς ἑβδόμην ἡμέραν· καὶ νῦν πασῶν τῶν αἱρέσε‐
ων, λῆξις εἰς ἰσάριθμον Σύνοδον. Δόξα. 9
Νενικηκὼς τὸν θεομάχον Ἄρειον, ἐν τῇ Νι‐
καίᾳ τὸ πρίν, ποιμαντικῇ ῥάβδῳ, ὀρθοδόξοις ἴθυνε, τὴν Ἐκκλησίαν δόγμασιν, ὁ χορὸς τῶν Πατέρων· καὶ νῦν ἐν ταύτῃ κατῄσχυνε, τοὺς Εἰκονομάχους ὁ σύμμαχος. Μὴ σαλευθῆναι τοῦ Χριστοῦ, τὴν ἀῤῥαγῆ Ἐκ‐
κλησίαν, ὑπ᾿ αὐτοῦ μυσταγωγούμενοι θεῖοι, Ποιμενάρχαι τοὺς αὐτήν, παρασαλεῦσαι θέ‐
λοντας, ὡς Ἀντιχρίστου μοίρας, τῶν εὐσεβῶν παρεσάλευσαν. Καὶ νῦν. Θεοτοκίον. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡ‐
μῶν. Ὡς οἱ Πατέρες εὐσεβῶς ἐδίδαξαν, ὁμολογοῦ‐
μεν πιστῶς, Παρθενικὴν μήτραν, ἀνωδίνως τέξασαν, μετὰ σαρκὸς τὸν ἄσαρκον· προσκυ‐
νοῦμέν τε τούτου, στηλογραφοῦντες τὴν μόρ‐
φωσιν, καὶ τιμητικῶς ἀσπαζόμεθα. ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Ὁ στερεώσας κατ᾿ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῆς Ἐκκλησίας στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρω‐
πε. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρ‐
τίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδι‐
καίωσε Χριστέ· αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τῆς ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὑτοῦ θεότητι, τὸν ἰ‐
σχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπα‐
σε. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλο‐
τέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώ‐
ρητον Θεόν, ἐν σῇ γαστρὶ Ἀμόλυντε· διὸ πι‐
στοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν. Καὶ τῶν πατέρων. ᾨδὴ γ´. Ἦχος πλ. δ´. Ὁ στερεώσας κατ᾿ ἀρχάς. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡ‐
μῶν. Ἀνακαθαίρει θολεῤῥούς, καὶ βορβορώδεις χειμάῤῥους, ἐκ πηγῶν τοῦ σωτηρίου ἀντλή‐
σας, καὶ διψῶντα τὸν λαόν, τὸν τοῦ Χριστοῦ κορέννυσι, τῶν διδαχῶν τοῖς ῥείθροις, ὁ τῶν Πατέρων κατάλογος. Δόξα. Κατὰ τῶν ὄντως μισητῶν, χριστιανοκατηγό‐
ρων, συνδρομὴ τῶν φιλοχρίστων ἑβδόμη, ἐν τῇ πόλει τῇ λαμπρᾷ, τῶν Νικαέων γέγονεν, ἧς βασιλεῖς Εἰρήνη, καὶ Κωνσταντῖνος συνή‐
γοροι. Καὶ νῦν. Θεοτοκίον. Ἅπας ἀπέστω δυσσεβής, ὁ τὴν εἰκόνα μὴ σέ‐
βων, τὴν σεπτὴν τῆς Θεοτόκου καὶ ταύτην, μὴ κηρύττων τὸν Χριστόν, θεανδρικῶς κυή‐
σασαν, καὶ τῷ πυρὶ πεμπέσθω, κατακαιόμε‐
νος ἄπαυστα. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... * * * ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος πλ. δ´. Ὡς ἀπαρχὰς τῆς φύσεως. Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἤ‐
γειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας· καὶ ἡ Εὔα χορεύει, ἐν τῇ σῇ ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε. Ὁ Οἶκος. Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, καὶ νε‐
κροὺς ἀναστήσας Μακρόθυμε, γυναιξὶ Μυρο‐
φόροις συνήντησας, ἀντὶ λύπης χαρὰν κομι‐
σάμενος· καὶ Ἀποστόλοις σου ἐμήνυσας, τὰ 10
τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας Φιλάνθρωπε· διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε. Κάθισμα ἐκ τοῦ Μηναίου. Τῶν πατέρων. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Φωστῆρες ὑπέρλαμπροι, τῆς ἀληθείας σα‐
φῶς, τῷ κόσμῳ ἐδείχθητε, μακαριώτατοι, Πα‐
τέρες θεόφθογγοι· τήξαντες τὰς αἱρέσεις, τῶν βλασφήμων γλωσσάλγων· σβέσαντες τὰς φλογώδεις, τῶν δυσφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡ‐
μᾶς. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ταχὺ ἡμᾶς πρόφθασον, Παρθενομῆτορ ἁγνή· ἐχθρῶν ἡμᾶς λύτρωσαι, τῶν βλασφημούντων εἰς σέ, καὶ μὴ προσκυνούντων σε· θραῦσον τὰς γλωσσαλγίας, τῶν αἱρέσεων πάσας· γνώ‐
τωσαν ὅτι μόνη, Θεομήτωρ ὑπάρχεις, πρε‐
σβείαις σου Ὀρθοδόξων, τὸ σύστημα σώζου‐
σα. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... * * * ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τῶν πατέρων. Κοντάκιον. Ἦχος β´. Χειρόγραφον εἰκόνα. Ὁ ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς ἀῤῥήτως, ἐκ γυ‐
ναικὸς ἐτέχθη διπλοῦς τῇ φύσει· ὃν εἰδότες, οὐκ ἀρνούμεθα τῆς μορφῆς τὸ ἐκτύπωμα· αὐ‐
τὸ δὲ εὐσεβῶς ἀνιστοροῦντες, σέβομεν πι‐
στῶς· καὶ διὰ τοῦτο τὴν ἀληθινὴν πίστιν κρα‐
τοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως. Ὁ Οἶκος. Θέλων ὁ πανοικτίρμων Θεὸς ἡμᾶς διεγείρειν ἀεί, πρὸς μνήμην τελείαν τῆς αὑτοῦ ἐναν‐
θρωπήσεως, τὴν ὑπόθεσιν ταύτην παρέδωκε τοῖς ἀνθρώποις, διὰ τῆς χρωματουργίας τῶν εἰκόνων, τὴν σεβάσμιον ἀνατυποῦσθαι μορ‐
φήν· ὅπως ταύτην ἐπ᾿ ὄψεσιν ὁρῶντες, πι‐
στεύωμεν, ἅπερ λόγῳ ἀκηκόαμεν, γνωρίζον‐
τες σαφῶς τὴν πρᾶξιν καὶ τὸ ὄνομα, τὸ σχῆ‐
μα καὶ τοὺς ἄθλους τῶν Ἁγίων ἀνδρῶν· καὶ Χριστὸν τὸν στεφοδότην στεφάνους παρεχό‐
μενον, τοῖς Ἁγίοις ἀθληταῖς τε καὶ μάρτυσι, δι᾿ ὧν ἄρτι τρανότερον τὴν ἀληθινὴν πίστιν κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως. Συναξάριον. Τῇ ΙϚ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου Μάρτυρος Λογγίνου τοῦ ἑκατοντάρχου τοῦ ἐ‐
πὶ τοῦ σταυροῦ. Στίχ. Υἱὸν Θεοῦ λέγων σε, Χριστέ, καὶ πάλιν, Λογγῖνος ὡς πρὶν τέμνεται τὸν αὐχένα. Ἕκτῃ καὶ δεκάτῃ Λογγῖνον ἄορ κατέπεφνεν. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων δύο Μαρτύ‐
ρων στρατιωτῶν, τῶν συναναιρεθέντων τῷ ἁγίῳ Λογγίνῳ. Στίχ. Φθαρτὴν στρατείαν ἐκλελοιπυῖα ξίφει, Δυὰς συνάθλων ἐστρατεύθη Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Λεοντίου, Δομετίου, Τερεντίου καὶ Δομνίνου. Στίχ. Τρεῖς, Λεόντιε, τοὺς συναθλοῦντας ἔχων, Λεόντιόν τι τῆς πυρᾶς ἄλλῃ μέσον. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡ‐
μῶν Μαλοῦ. Στίχ. Μαλὸς βραχεῖαν γῆς λιπὼν παροικίαν, Πόλου κατοικεῖ τὴν μακρὰν κατοικίαν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐
ρου Πατρὸς ἡμῶν Γάλλου, φωτιστοῦ τῆς Ἑλ‐
βετίας. Στίχ. Γάλλος τὴν κλῆσιν, ἀπόστολος τὴν πρᾶξιν, Καὶ ἐν μονασταῖς, ἀσκητὴς θεοφόρος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐
ρου Πατρὸς ἡμῶν Δομετίου, κτίτορος τῆς Ἱε‐
ρᾶς Μονῆς τῆς Ἁγίας Τριάδος Μετεώρων. Στίχ. Τῇ Πανδομήτορι συνῇς Τριάδι, Πάτερ, ᾟ Μονὴν ἀνέθηκας ἐν Μετεώροις. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Νε‐
ομάρτυρος Ἰωάννου τοῦ ἐκ Τουρκολέκα τῆς Ἀρκαδίας καταγομένου καὶ εἰς Μονεμβασίαν ἀθλήσαντος ἐν ἔτει ͵αωιϚ´ (1816). Στίχ. Ἴον νοητὸν ἐκ ῥίζης τῶν ἡρώων Ξίφει τρυγηθεὶς ἀνθεῖς νῦν αἰωνίως. 11
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας ἐνδόξου Ὁ‐
σιομάρτυρος Εὐπραξίας, πριγκηπίσσης τοῦ Πσκώφ. Τριῳδίου, τῇ Β´, Δ´ καὶ Ε´ Κυριακῇ τῶν νηστειῶν καὶ ἀπὸ τῆς Κυριακῆς τῶν ἁγίων Πάντων μέχρι τῆς 26ης Ἰουλίου. Στίχ. Ὑπομονῆς ὁ στέφανος Εὐπραξίας, Κατηρυθρώθη αἵματι μαρτυρίου. Ἀνοίξω τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος * καὶ λόγον ἐρεύξομαι * τῇ βασι‐
λίδι Μητρί· * καὶ ὀφθήσομαι * φαιδρῶς πανη‐
γυρίζων * καὶ ᾄσω γηθόμενος * ταύτης τὰ θαύματα. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐
ρου Πατρὸς ἡμῶν Λογγίνου, Πορτάρη (ἤτοι θυρωροῦ) τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέ‐
βου. Στίχ. Ἠνοίγη σοι θύρα τοῦ Παραδείσου, πάτερ Λογγῖνε, θυρωρὲ τῆς σεπτῆς σου Λαύρας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰακώβου Νετσέτωφ, ἱεραποστόλου ἐν Ἀλάσκᾳ. Στίχ. Ἀποστολικῶς φωτίσας τὴν Ἀλάσκαν, Ἰάκωβος σύνεστι τοῖς Ἀποστόλοις. * Τῇ αὐτῇ ἡμέρᾳ, τρίτῃ Κυριακῇ τοῦ Ὀκτωβρί‐
ου, μνήμην ἐπιτελεῖσθαι εἴωθεν ἐν Κρήτῃ πάντων τῶν Ἁγίων Κρητῶν Ἐπισκόπων, τῶν συμμετασχόντων ἐν ταῖς θείαις καὶ σεπταῖς Οἰκουμενικαῖς Συνόδοις. Στίχ. Παρεμβολὴ Κρητῶν Συνοδικῶν χαῖρε, Ἱεραρχῶν φωστήρων Ὀρθοδοξίας. * Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν ἑνδεκάτην Ὀκτωβρίου, μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων καὶ μακαρίων τξε´ (365) Πατέρων, τῶν ἐν Νι‐
καίᾳ συνελθόντων τὸ δεύτερον, ἐπὶ τῶν εὐσε‐
βῶν καὶ φιλοχρίστων Βασιλέων, Κωνσταντί‐
νου καὶ Εἰρήνης, κατὰ τῶν δυσσεβῶς καὶ ἀ‐
μαθῶς καὶ ἀπερισκέπτως τὴν Ἐκκλησίαν τοῦ Θεοῦ εἰδωλολατρεῖν εἰπόντων, καὶ τὰς σε‐
πτὰς καὶ ἁγίας εἰκόνας διαβαλόντων καὶ κα‐
θαιρεσάντων. Στίχ. Ὑπέρμαχοι σοί, τοῖς λόγων ὅπλοις, Λόγε, Ἐχθροὺς τροποῦνται τῶν σεβαστῶν εἰκόνων. Ταῖς τῶν ἁγίων Πατέρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. * * * ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Θεοτόκου. Ψάλλονται ἀπὸ τῆς 22ας Σεπτεμβρίου μέχρι τῆς 7ης Νοεμ‐
βρίου, ἀπὸ τῆς 10ης Φεβρουαρίου μέχρι τῆς ἐνάρξεως τοῦ ᾨδὴ α´. Ἦχος δ´. ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος πηγή, * θίασον συγκροτήσαντας * πνευματικόν, στερέωσον· * καὶ ἐν τῇ θείᾳ δό‐
ξῃ σου * στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ´. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου σαρκώσεως * σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε· * Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου· * σὺ γάρ, ἀπειρόγαμε Παρθένε, * ἔσχες ἐν μή‐
τρᾳ * τὸν ἐπὶ πάντων Θεὸν * καὶ τέτοκας ἄ‐
χρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρί‐
αν βραβεύοντα. ᾨδὴ ς´. Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦ‐
τε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τε‐
χθέντα * Θεὸν δοξάζοντες. ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτίσαντα· * ἀλλὰ πυρὸς ἀπειλὴν * ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον· * Ὑπερύμνητε, * ὁ τῶν πατέρων Κύριος * καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η´. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος· 12
* νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπα‐
σαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον ὑμνεῖ‐
τε τὰ ἔργα * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. νόων * φύσις, γεραίρουσα * τὴν ἱερὰν πανή‐
γυριν * τῆς Θεομήτορος, * καὶ βοάτω· * Χαί‐
ροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρ‐
θενε. * * * Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... Ὁ διάκονος· Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύ‐
νομεν. * * * Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ἦχος β´. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐
ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐
φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν. Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐
καριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐
τόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐
θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἀναστάσιμον Ἐξαποστειλάριον Ϛ´. Δεικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατ᾿ οὐσί‐
αν, ἀναστὰς ἐκ τοῦ μνήματος, βρώσεως συμ‐
μετέσχες, καὶ μέσον στὰς ἐδίδασκες, μετάνοι‐
αν κηρύσσειν· εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνε‐
λήφθης Πατέρα, καὶ Μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω. Ὑπέρθεε, Θεάνθρω‐
πε, δόξα τῇ σῇ ἐγέρσει. Καὶ τοῦ Μηναίου. Ἐν Πνεύματι τῷ Ἱερῷ. Πατέρες οὐρανόφρονες, οἱ Συνόδῳ ἑβδόμῃ, συναθροισθέντες δέησιν, ἐκτενῆ τῇ Τριάδι, προσάξατε τοῦ ῥυσθῆναι, ἐκ πάσης αἱρέσεως, καὶ κρίσεως αἰωνίου, βασιλείας τε τυχεῖν, οὐ‐
ρανῶν τοὺς τὴν ὑμῶν, σύναξιν θείαν ὑμνοῦν‐
τας. Θεοτοκίον, ὅμοιον. Πρεσβείαις ὑπεράγαθε, Κύριε τῆς Μητρός σου, καὶ τῶν ἐν ἑπτὰ Συνόδοις, ἀθροισθέν‐
των Πατέρων, τὴν Ἐκκλησίαν στήριξον, καὶ τὴν πίστιν κράτυνον· καὶ οὐρανῶν Βασιλείας, δεῖξον πάντας κοινωνούς, ὅταν ἔλθῃς ἐπὶ γῆς, τοῦ κρῖναι πᾶσαν τὴν κτίσιν. * * * Καταβασία. ᾨδὴ θ´. Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμ‐
παδουχούμενος· * πανηγυριζέτω δὲ * ἀΰλων 13
ΑΙΝΟΙ Ἦχος πλ. δ´. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐
νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. δ´. Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐
πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ᾿ οὐκ ἀπελείφθης τοῦ θρό‐
νου, τῷ Πατρὶ συγκαθεζόμενος· καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φι‐
λάνθρωπος. Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐ‐
τοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμε‐
ως αὐτοῦ. Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ᾿ ὡς βασιλέα ὑπνοῦντα στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θη‐
σαυρόν, σφραγίδι ἐσφραγίσαντο· ἀλλὰ ἀνέ‐
στης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡ‐
μῶν. Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυ‐
ρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ, καὶ θάνατον κατήργησε· διὰ τοῦτο προσκυνοῦμεν, τὴν ταφήν σου καὶ τὴν ἔγερσιν. Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐
νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν ἀνάστασιν κηρύ‐
ξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ γύναι‐
α ἐφώνησε λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἀνέστη Θεὸς ὤν, καὶ τῇ οἰκουμέ‐
νῃ ζωὴν ἐδωρήσατο. Στιχηρὰ προσόμοια τῶν πατέρων. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπι‐
στήμην, καὶ τῷ Θείῳ Πνεύματι, συνδιασκε‐
ψάμενοι τὸ οὐράνιον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν· ἐν ᾧ σαφέστατα, τῷ γεγεννηκότι συνάναρ‐
χον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναλη‐
θῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμε‐
νοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πα‐
νόλβιοι, ὄντως καὶ θεόφρονες. Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ὅλην συγκροτήσαντες, … Στίχ. ζ´. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πα‐
τέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ὅλην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ Ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τὸ βραχὺ ῥήματι, καὶ πολλῇ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, οἱ χρι‐
στοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι, δογ‐
μάτων οἱ μακάριοι, καὶ τῶν εὐσεβῶν παραδό‐
σεων, ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκά‐
λυψιν σαφῶς, καὶ φωτισθέντες ἐξέθεντο, πί‐
στιν θεοδίδακτον. Στίχ. η´. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐ‐
τοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Ὅλην συλλεξάμενοι, ποιμαντικὴν ἐμπειρίαν, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λυμώ‐
δεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονήσαντες, τοῦ τῆς Ἐκκλησίας πλη‐
ρώματος, πεσόντας ὡς πρὸς θάνατον, καὶ ὡς ἀνιάτως νοσήσαντας, οἱ θεῖοι Ποιμένες, ὡς 14
δοῦλοι γνησιώτατοι Χριστοῦ, καὶ τοῦ ἐνθέου κηρύγματος, μύσται ἱερώτατοι. * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Δόξα. Τῶν πατέρων. Ἦχος πλ. δ´. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Τῶν ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰ‐
κουμένης περάτων συνδραμών, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου, μίαν οὐσίαν ἐδογ‐
μάτισε καὶ φύσιν· καὶ τὸ μυστήριον τῆς θεο‐
λογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ. Οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγον‐
τες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου· ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος· τῆς μυστικῆς Σιών, οἱ ἀκαθαίρετοι πύργοι· τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου· τὰ πάγχρυσα στόματα τοῦ Λό‐
γου· Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊ‐
σμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρ‐
θένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐
ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐
τὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκή‐
σας, δόξα σοι. * * * Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐
ματά σου. (ἐκ γ´) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐
στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐
ποις εὐδοκία. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´) Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ· Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. 15
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος πλ. δ´. Ἀναστὰς ἐκ τοῦ μνήματος * καὶ τὰ δεσμὰ δι‐
αρρήξας τοῦ ᾅδου, * ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, * πάντας ἐκ τῶν παγί‐
δων τοῦ ἐχθροῦ ῥυσάμενος· * ἐμφανίσας σε‐
αυτὸν τοῖς ἀποστόλοις σου * ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι᾿ αὐτῶν τὴν εἰ‐
ρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυ‐
έλεε. * * * * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… Τὰ τυπικά, οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς δ´ καὶ δ´ ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ κανόνος τῶν πατέρων. Εἰ δὲ μή, τὰ Ἀντίφωνα. Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ρβ´ (102). Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐
σον ἡμᾶς. Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ´. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔρ‐
γα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐ‐
τοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς ρμε´ (145). Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέ‐
σω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νε‐
κρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐
τοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐
νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐
μᾶς. Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ´. Ἦχος ὁ τυχών. Ψ. ριζ´ (117). Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου. Ἦχος πλ. δ´. Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς 16
τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι. Στίχ. β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. Στίχ. γ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. * * * ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. ΑΠΟΣΤΟΛΟΣ Κυριακῆς τῶν πατέρων (μετὰ τοῦ προκειμένου αὐτοῦ). Προκείμενον. Ἦχος δ´. Ὕμνος Τριῶν Παίδων (Δανιὴλ γ´). [Προσευχὴ Ἀζαρίου] Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὐθεῖαι αἱ ὁδοί σου. Πρὸς Τίτον Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνω‐
σμα. (Τίτ. γ´ 8‐15) * * * Τέκνον Τίτε, πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· μωρὰς δὲ ζητήσεις καὶ γενε‐
αλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιί‐
στασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. Αἱρε‐
τικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νου‐
θεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐ‐
κεῖ γὰρ κέκρικα παραχειμάσαι. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. Ἀσπάζονταί σε οἱ μετ᾿ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ Ἀλληλούϊα (γ´). Ἦχος δ´. (Ψαλμὸς λγ´). * * * Τὸ ἀναστάσιμον ἀπολυτίκιον. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Τὸ ἀπολυτίκιον τῶν ἁγίων πατέρων. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β´. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, * μεσιτεία * πρὸς τὸν ποιητὴν ἀμετάθετε, * μὴ παρίδῃς * ἁμαρτωλῶν δεήσεων φωνάς, * ἀλ‐
λὰ πρόφθασον ὡς ἀγαθὴ * εἰς τὴν βοήθειαν ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι· * Τά‐
χυνον εἰς πρεσβείαν * καὶ σπεῦσον εἰς ἱκεσί‐
αν, * ἡ προστατεύουσα ἀεί, * Θεοτόκε, τῶν τι‐
μώντων σε. * * * Στίχ. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσή‐
κουσεν αὐτῶν. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. 17
ΕΥΑΓΓΕΛΙΟΝ Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας… Κυριακῆς Δ´ Λουκᾶ. Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐
μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐
μιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Ἐκ τοῦ κατὰ Λουκᾶν (η´ 5‐15). Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ἐξῆλ‐
θεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέ‐
πνιξαν αὐτό. Καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκα‐
τονταπλασίονα. ταῦτα λέγων ἐφώνει· Ὁ ἔ‐
χων ὦτα ἀκούειν ἀκουέτω. Ἐπηρώτων δὲ αὐ‐
τὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Τίς εἴη ἡ πα‐
ραβολή αὕτη; Ὁ δὲ εἶπεν· Ὑμῖν δέδοται γνῶ‐
ναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν. Ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαν‐
τες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λό‐
γον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύ‐
σαντες σωθῶσιν. Οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίσταν‐
ται. Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλού‐
του καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμ‐
πνίγονται καὶ οὐ τελεσφοροῦσι. Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Δόξα σοι, Κύριε, δόξα σοι. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλλη‐
λούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… Ἦχος β´. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐
σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐
καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐
ληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) Ἀπόλυσις· Ὁ ἀναστὰς ἐκ νεκρῶν... Δι᾿ εὐχῶν... Ἀμήν. * * * * * ΣΥΜΠΛΗΡΩΜΑ Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. ᾨδαὶ δ´‐θ´ τῶν κανόνων. * * * ᾨδὴ δ´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. * * * * * * Σύ μου ἰσχύς, Κύριε σύ μου καὶ δύναμις· σὺ Θεός μου· σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτω‐
18
χείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ προφήτῃ, Ἀββακούμ σοι κραυγάζω· Τῇ δυνάμει σου δό‐
ξα Φιλάνθρωπε. ἐπαιρόμενον, κατήγαγον εἰς χάος, συνδρο‐
μὴν εἰς ἑβδόμην, τῶν εὐήχων σαλπίγγων τοῦ Πνεύματος. Τροπάρια. Δόξα. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ κε‐
νώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς εὔ‐
σπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν ὕ‐
βριν μὴ ἀνηνάμενος· καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀφράστου σου δόξης, τὸν πρὶν ἠτιμωμέ‐
νον ἐδόξασας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τίς καθορῶν, Δέσποτα νῦν οὐκ ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ σταυροῦ φεύγουσαν φθοράν, καὶ διὰ θανάτου, τὸν ᾅ‐
δην πλούτου κενούμενον; τῆς θείας δυνα‐
στείας, σοῦ τοῦ Ἐσταυρωμένου, τὸ ἐξαίσιον ἔργον Φιλάνθρωπε; Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστια‐
νῶν τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σώζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας. Τῶν ἁγίων πατέρων. ᾨδὴ δ´. Ἦχος πλ. δ´. Σύ μου ἰσχύς, Κύριε. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡ‐
μῶν. Ῥῆμα Θεοῦ, ἔχοντες βέλος καὶ μάχαιραν, πάντας ἄρδην, τούτους κατασφάττουσι, τοὺς δυσμενεῖς, τύπῳ σταυρικῷ, τοὺς μὴ σεβομέ‐
νους, ἐπίσης τὰ ἐκτυπώματα, Χριστοῦ τῆς Θε‐
οτόκου, τῶν Ἁγίων τε πάντων, οἱ Πατέρες οἱ θεοειδέστατοι. Νεανικήν, ἔνστασιν ἐπιδεικνύμενος, καὶ τῷ θείῳ, ζήλῳ πυρπολούμενος, ὁ πατρικὸς δῆ‐
μος Ἠλιού, οἷα τῆς αἰσχύνης, τοὺς ἱερεῖς ἐθα‐
νάτωσε· διὸ σὺν παῤῥησίᾳ, τοῦ Χριστοῦ τὴν εἰκόνα, σχετικῶς προσκυνεῖν ἐδογμάτισε. Καὶ νῦν. Θεοτοκίον. Σύ μου ἐλπίς, Πάναγνε σύ μου καὶ ὕμνησις, σὺ λιμήν μου, σύ μου καὶ κυβέρνησις, ἡ τὸν Θεόν, Λόγον τοῦ Πατρός, σεσωματωμένον, ἀ‐
συνδυάστως κυήσασα· διό σου ἀδιστάκτως, προσκυνῶ τὴν εἰκόνα, τῇ ἰσχύι σου ἐνδυνα‐
μούμενος. ᾨδὴ ε´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; Ἀλλ᾿ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ πά‐
θους σου Σῶτερ παιζόμενος, τὴν τοῦ πρωτο‐
πλάστου, περιστέλλων ἀσχήμονα γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιά‐
ζων, τὸν χιτῶνα Χριστὲ τῆς νεκρώσεως. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἐκ χοὸς τοῦ θανάτου, σὺ τὴν πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀ‐
γήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας πά‐
λιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φω‐
τὶ ἀπαστράπτουσαν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡ‐
μῶν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὥσπερ ἑπτά, σάλπιγγες Ἱεριχούντια, εἰς ἑ‐
βδόμην, τείχη κατηδάφισαν, περιδρομήν· οὕ‐
τως αἱ ἑπτά, Σύνοδοι πᾶν στῖφος, κατὰ Θεοῦ Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μό‐
Θεοτοκίον. 19
νην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα. Τῶν ἁγίων πατέρων. ᾨδὴ ε´. Ἦχος πλ. δ´. Ἵνα τί με ἀπώσω. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡ‐
μῶν. Ὑψηλῇ διανοίᾳ, συνδιασκεψάμενοι ἀνεθεμά‐
τισαν, τοὺς Εἰκονομάχους, ὡς ἀλλόκοτα τού‐
τους φρονήσαντας, οἱ σεπτοὶ Πατέρες· καὶ τὴν τιμὴν Χριστοῦ τῷ τύπῳ, ὡς εἰκὸς ἀπονέ‐
μειν ἐθέσπισαν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡ‐
μῶν. Ὑψηλῇ διανοίᾳ, ... Δόξα. Νῦν καιρὸς εὐφροσύνης, ἄρτι σωτηρίας ἡμέ‐
ρα ἐπέφανεν· εὐφρανθῶμεν τοίνυν, καὶ Χρι‐
στῷ εὐφροσύνως βοήσωμεν· Τὴν εἰρήνην δί‐
δου, τὴν σὴν ἡμῖν λιταῖς Πατέρων, τῆς ἑβδό‐
μης Συνόδου φιλάνθρωπε. Καὶ νῦν. Θεοτοκίον. Διὰ σπλάγχνα ἐλέους, ἀπὸ τῆς Παρθένου, ὁ Υἱὸς γεγέννηται, τοῦ Θεοῦ ἀτρέπτως, τὸ ἀλ‐
λότριον φέρων ὡς ἴδιον· καὶ μορφῇ τῇ τούτου, περιγραπτὸς ὁρᾶται θέλων, κατ᾿ οὐσίαν ὁ ὢν ἀπερίγραπτος. ᾨδὴ στ´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Ἱλάσθητί μοι, Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου· καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέο‐
μαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Διὰ ξύλου κραταιῶς, καθεῖλέ με ὁ ἀρχέκακος· αὐτὸς δὲ ἀναρτηθείς, Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σὺ ᾤκτειρας τὴν Σιών, ἐξανατείλας τοῦ μνή‐
ματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς Εὔ‐
σπλαγχνος, τῷ θείῳ σου αἵματι, καὶ νῦν βα‐
σιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱ‐
κεσίαις σου, θεογεννῆτορ Ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ. Τῶν ἁγίων πατέρων. ᾨδὴ στ´. Ἦχος πλ. δ´. Ἱλάσθητί μοι Σωτήρ. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡ‐
μῶν. Ῥανάτωσαν γλυκασμόν, τὰ ὄρη καὶ ἀγαλλία‐
σιν· αἱρετικῶν ἡ πληθύς, ἀπεσκορακίσθη γάρ, πικρὸν ἡ προχέουσα, ἰὸν τῶν εἰκόνων, τῶν ἁγίων τὴν ἀθέτησιν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡ‐
μῶν. Ῥανάτωσαν γλυκασμόν, ... Δόξα. Ὁ οὐρανὸς καὶ ἡ γῆ, συμφώνως ἑορταζέτω‐
σαν, τῆς θυγατρὸς τοῦ Θεοῦ, τὴν μεγαλειότη‐
τα· καὶ γὰρ μεγαλύνεται, καταβαλλομένη, τοὺς αὐτὴν κατασμικρύνοντας. Καὶ νῦν. Θεοτοκίον. Μητρὸς Υἱὸς ὁ Πατρός, ἀμήτωρ τὸ πρὶν ἀπά‐
τωρ δέ, θεοπρεπῶς γεννηθείς, καὶ ἀναγεννή‐
σας με· διὸ τὴν γεννήσασαν, σὺν τῷ γεννη‐
θέντι, εἰκονίζων κατασπάζομαι. ᾨδὴ ζ´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Θεοῦ συγκατάβασιν, τὸ πῦρ ἠδέσθη ἐν Βαβυ‐
λῶνι ποτέ· διὰ τοῦτο οἱ παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 20
Ἡ ἔνδοξος κένωσις, ὁ θεῖος πλοῦτος τῆς σῆς πτωχείας Χριστέ, καταπλήττει Ἀγγέλους, Σταυρῷ ὁρῶντάς σε καθηλούμενον, διὰ τὸ σῶσαι τοὺς πίστει κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τῇ θείᾳ καθόδῳ σου, φωτὸς ἐπλήσθη τὰ κα‐
ταχθόνια, καὶ τὸ σκότος ἠλάθη, τὸ πρὶν διῶ‐
κον· ὅθεν ἀνέστησαν, οἱ ἀπ᾿ αἰῶνος δεσμῶται κραυγάζοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πα‐
τέρων ἡμῶν. Τριαδικόν. Στίχ. Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογε‐
νοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντές σε καταγγέλλομεν, καὶ ἓν εἰδότες σοῦ ἐκπο‐
ρευόμενον, Πνεῦμα εὐθές, συμφυὲς καὶ συ‐
ναΐδιον. Τῶν ἁγίων πατέρων. ᾨδὴ ζ´. Ἦχος πλ. δ´. Θεοῦ συγκατάβασιν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡ‐
μῶν. Ἡττῶνται τοῖς δόγμασιν, αἱρεσιάρχαι τῶν θε‐
ηγόρων ἀνδρῶν, τῶν τὸ σέβας τῶν τύπων, τοῖς ἀρχετύποις μεθαρμοζόντων ὀρθῶς, κα‐
θάπερ ἔφη ὁ Μέγας Βασίλειος. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡ‐
μῶν. Ναοὶ καλλωπίζονται, φαιδραῖς εἰκόσι κατα‐
κοσμούμενοι νῦν· διὰ τοῦτο ὁ κόσμος, ἐν ἐκ‐
κλησίαις, τῷ ὑπὲρ πάντας βροτούς, ὡραίῳ κάλλει, συμψάλλει τοῖς ψάλλουσιν· Εὐλογη‐
τὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Δόξα. Τὸ φῶς ἀνατέταλκε, μακρὰν τὸ σκότος, οἱ δυσσεβεῖς ἐκποδών· διὰ τοῦτο τὰ πάντα, φω‐
τὸς πλησθέντα, τὸν φωτοδότην Χριστόν, μετ᾿ εὐθυμίας ὑμνοῦσι καὶ λέγουσιν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Ἡ πάναγνος Δέσποινα, ἡ μόνη πάντων τῆς σωτηρίας ἐλπίς, ἡ φρικτῶς τετοκυῖα, τὸν Βα‐
σιλέα τῶν βασιλέων Χριστόν, ἐν ταῖς ὠλέναις αὐτὸν βρέφος φέρουσα, συμπροσκυνεῖται γραπτῶς, ὡς οἱ Πατέρες φασίν. ᾨδὴ η´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύ‐
ραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἀνεβόα, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑ‐
περυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τῆς Ἰησοῦ θεότητος, ἡ ὑπέρθεος δύναμις, ἐν τοῖς καθ᾿ ἡμᾶς, θεοπρεπῶς ἐξέλαμψε· σαρκὶ γὰρ γευσάμενος, ὑπὲρ παντὸς θανάτου Σταυροῦ, ἔλυσε τοῦ ᾅδου, τὴν ἰσχύν· ὃν ἀ‐
παύστως, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖ‐
τε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶ‐
νας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὁ σταυρωθεὶς ἐγήγερται, ὁ μεγάλαυχος πέ‐
πτωκεν, ὁ καταπεσών, καὶ συντριβεὶς ἀνώρ‐
θωται, φθορὰ ἐξωστράκισται, καὶ ἀφθαρσία ἤνθησεν· ὑπὸ τῆς ζωῆς γὰρ τὸ θνητὸν κατε‐
πόθη· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τριαδικόν. Στίχ. Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Τρισσοφαῆ θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς, τρισυποστάτου φύσεως, Γεν‐
νήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον, ὁμοούσιον Πνεῦμα, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπε‐
ρυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. 21
Τῶν ἁγίων πατέρων. ᾨδὴ η´. Ἦχος πλ. δ´. Ἑπταπλασίως κάμινον. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡ‐
μῶν. Νομοθετεῖ μὲν ἄριστα, τῶν Πατέρων ὁ σύλ‐
λογος, τοῖς θεοσεβέσι, σχετικὴν προσκύνη‐
σιν, καὶ τὴν ἀναστήλωσιν, τῆς ἱερᾶς εἰκόνος Χριστοῦ· οἱ φιλευσεβεῖς δέ, τὴν ἐτήσιον μνή‐
μην, ὡς παῖδες ἐκτελοῦμεν, εὐπειθεῖς τὴν ἐ‐
κείνων, καὶ πόθῳ τὴν εἰκόνα, Χριστοῦ κατα‐
φιλοῦμεν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡ‐
μῶν. Ἑπταπλασίως ἔκαμπτον, ταπεινοὺς ὑψηλό‐
φρονες, καὶ τῶν φιλαρέτων, τὰς ὁρμὰς ἀνέ‐
κοπτον· δι᾿ ὧν ἐνδιέβαλλον, εἰς τὰς ἐνθέους πράξεις αὐτῶν· ἀλλ᾿ οἱ τῆς ἑβδόμης, συνελ‐
θόντες Συνόδου, Πατέρες ἐν Νικαίᾳ, τὴν ὀ‐
φρὺν τὴν ἐκείνων, αὐτίκα κατασπῶσιν, ἑπτα‐
πλασιωτέρως. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. Βέλη νηπίων γίνονται, ψαλμικῶς γηραιόφρο‐
σι, τῶν νηπιοφρόνων, αἱ πληγαὶ καὶ μάστι‐
γες· τῇ θείᾳ δυνάμει δέ, ἐξασθενοῦσι γλῶσ‐
σαι πολλαί, τῶν τὰς βλασφημίας, εἰς τὸ ὕψος λαλούντων· καὶ πᾶς τις τὸν Πατέρα, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, Θεὸν ἕνα γινώσκει, πανταίτι‐
ον καὶ μόνον. νεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεο‐
τόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι με‐
γαλύνουσι. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τῇ θείᾳ καὶ ἀνάρχῳ φύσει ἁπλοῦς, πεφυκὼς συνετέθης προσλήψει σαρκός, ἐν σεαυτῷ, ταύτην ὑποστήσας Λόγε Θεοῦ· καὶ πεπονθὼς ὡς ἄνθρωπος, ἔμεινας ἐκτὸς πάθους ὡς Θεός· διό σε ἐν οὐσίαις, δυσὶν ἀδιαιρέτως, καὶ ἀσυγ‐
χύτως μεγαλύνομεν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Πατέρα κατ᾿ οὐσίαν τὴν θεϊκήν, ὡς δὲ φύσει γενόμενος ἄνθρωπος ἔφης Θεόν, Ὕψιστε τοῖς δούλοις συγκατιών, ἐξαναστὰς τοῦ μνήμα‐
τος, χάριτι Πατέρα τῶν γηγενῶν, τιθεὶς τὸν κατὰ φύσιν, Θεόν τε καὶ Δεσπότην, μεθ᾿ οὗ σε πάντες μεγαλύνομεν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός· ὃν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται. Τῶν ἁγίων πατέρων. ᾨδὴ θ´. Ἦχος πλ. δ´. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός. Καὶ νῦν. Θεοτοκίον. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡ‐
μῶν. Δημιουργεῖται νήπιος, ἑκοντὶ διὰ ἔλεος, ὁ Δη‐
μιουργὸς ἐκ τῶν ἁγνῶν αἱμάτων σου, τηρῶν μετὰ τόκον σε, κεκαθαρμένην ὅλην Ἁγνή, καὶ τὴν ῥυπωθεῖσαν, ἐκκαθαίρων εἰκόνα· διό περ ἐν εἰκόσι, συμμορφοῦταί σοι φύσει, βρο‐
τὸς γεγενημένος, Θεὸς ὑπάρχων φύσει. Ὁ μέγας τῇ ἰσχύι καὶ τῇ βουλῇ, ὁ τὸ πᾶν συγ‐
κρατῶν ἀκατάληπτε, μόνε Θεέ, κράτιστε παντάρχα Παμβασιλεῦ, τὴν Ἐκκλησίαν κρά‐
τυνον, τῇ ὀρθοδοξίᾳ σου συντηρῶν, Πατέρων πανενδόξων, παραδειγματισάντων, κακοδο‐
ξίαν παρακλήσεσι. ᾨδὴ θ´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡ‐
μῶν. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κα‐
τεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀν‐
θρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγο‐
Μεγάλων ἠξιώθητε τῶν τιμῶν, ἐπὶ γῆς οὐρα‐
νόφρονες Ἅγιοι, ὅτι Χριστοῦ, τύπον ἐτιμήσα‐
τε σχετικῶς· καὶ νῦν σκιὰν ἐκθέμενοι, καὶ τὸ 22
περικάλυμμα τῆς σαρκός, αὐτὸν αὐτοπροσώ‐
πως, εἰς πρόσωπον ὁρᾶτε, καὶ τῶν μειζόνων ἀξιούμενοι. Δόξα. Ἣν ἵνα παιδευθῶμεν πανστρατιᾶς, βαρβα‐
ρώδους ἱππείας ἠρέθισας, ῥύμην αὐτός, θραῦσον καὶ τὸ θράσος τὸ καθ᾿ ἡμῶν· καὶ βα‐
σιλεῖ συμμάχησον, τῷ τεθαῤῥηκότι σοι Παν‐
τουργέ, ταῖς εὐπαῤῥησιάστοις, πρεσβείαις τῶν Πατέρων, ὧν ἐκτελοῦμεν τὸ μνημόσυ‐
νον. Καὶ νῦν. Θεοτοκίον. Νοῆσαι τὸ μυστήριον οὐδαμῶς, τῆς φρικτῆς σου λοχείας δεδύνηται, βρότειος νοῦς, ἀλλ᾿ οὐδ᾿ ὑψηλόνους ἀγγελικός, ὅτι Θεὸν ἐγέννη‐
σας, σὺ σεσαρκωμένον ὑπερφυῶς· διό σε Θεο‐
τόκον, εἰδότες σὺν ἐκείνῳ, καθιστοροῦντες μεγαλύνομεν. * * * * * 23