κειμενο εσπερινου-ορθρου και θειας λειτουργιας

Download Report

Transcript κειμενο εσπερινου-ορθρου και θειας λειτουργιας

12 ΜΑΡΤΙΟΥ 2017 † Κυριακὴ Β´ Νηστειῶν. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ». Θεοφάνους ὁσίου τῆς Σιγρια‐
νῆς, τοῦ ὁμολογητοῦ (†818)· Γρηγορίου, Πάπα Ῥώμης τοῦ Διαλόγου (†604)· Φινεὲς τοῦ Δικαί‐
ου (†1430 π.Χ.)· Συμεὼν τοῦ νέου Θεολόγου (†1022). Ἦχος πλ. α´, ἑωθινὸν ε´. (τυπικὸν Τριῳδίου §§35‐37). * * * * * ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, καὶ τὸ πρῶ‐
τον Κάθισμα τοῦ Ψαλτηρίου, εἰς τό, Κύριε, ἐ‐
κέκραξα, ἱστῶμεν Στίχους ι´, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα στ´, καὶ τοῦ Τριῳδίου γ´ εἰς δ´. Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος πλ. α´. Στίχ. α´. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, Διάβολον ᾔσχυνας, καὶ διὰ τῆς ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου· δοξάζομέν σε μονογενές. Στίχ. β´. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀν‐
ταποδῷς μοι. Ὁ τὴν ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώ‐
πων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾅδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς, Ἐ‐
ξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύπτε‐
σθε. Στίχ. γ´. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύ‐
ριε, εἰσάκουσον τῆς φωνῆς μου. Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φι‐
λανθρωπίαν σαρκὶ παθῶν, ἀνέστη ὁ ἀθάνα‐
τος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προ‐
σκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕ‐
να Θεὸν ὑμνεῖν μεμαθήκαμεν. Ἕτερα Στιχηρά, Ἀνατολικά. Στίχ. δ´. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ φωτί, τῷ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ, καὶ μέχρις ᾅδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι· Φωτοδότα Κύριε δόξα σοι. Στίχ. ε´. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλα‐
σμός ἐστιν. Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δο‐
ξολογήσωμεν· αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀνα‐
στάντος, κόσμος ἐκ πλάνης σέσωσται· χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη· Ἀ‐
δὰμ πεσὼν ἀνίσταται, διάβολος κατήργηται. Στίχ. Ϛ´. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λό‐
γον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Οἱ τῆς κουστωδίας ἐνηχοῦντο ὑπὸ τῶν παρα‐
νόμων· Καλύψατε Χριστοῦ τὴν ἔγερσιν, καὶ λάβετε ἀργύρια, καὶ εἴπατε, ὅτι ἡμῶν κοιμω‐
μένων, ἐκ τοῦ μνημείου ἐσυλήθη ὁ νεκρός. Τίς εἶδε, τίς ἤκουσε νεκρὸν κλαπέντα ποτέ; μάλιστα ἐσμυρνισμένον καὶ γυμνόν, καταλι‐
πόντα καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ; Μὴ πλανᾶσθε Ἰουδαῖοι· μάθετε τὰς ῥήσεις τῶν προφητῶν, καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ἀλη‐
θῶς, ὁ Λυτρωτὴς τοῦ κόσμου καὶ παντοδύνα‐
μος. Καὶ ἐκ τοῦ Τριῳδίου τὰ ἑπόμενα Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου γ´, δευτεροῦντες τὸ α´. Ἦχος β´. Ποίοις εὐφημιῶν ᾄσμασιν. Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. 1
Ποίοις εὐφημιῶν ᾄσμασιν, ἀνυμνήσωμεν τὸν Ἱεράρχην; τῆς θεολογίας τὴν σάλπιγγα, τὸ πυρίπνουν στόμα τῆς χάριτος, τὸ σεπτὸν τοῦ Πνεύματος δοχεῖον, τὸν στῦλον, τῆς Ἐκκλη‐
σίας τὸν ἀκράδαντον, τὸ μέγα, τῆς Οἰκουμέ‐
νης ἀγαλλίαμα, τὸν ποταμὸν τῆς σοφίας, τοῦ φωτὸς τὸν λύχνον, τὸν ἀστέρα τὸν φαεινόν, τὸν τὴν Κτίσιν καταλαμπρύνοντα. Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώ‐
σεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐ‐
τοῦ. Ποίοις εὐφημιῶν ᾄσμασιν, ... Στίχ. θ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. Ποίοις ὑμνῳδιῶν ἄνθεσιν, στεφανώσωμεν τὸν Ἱεράρχην; τὸν τῆς εὐσεβείας ὑπέρμαχον, καὶ τῆς ἀσεβείας ἀντίπαλον, τὸν θερμὸν τῆς Πίστεως προστάτην, τὸν μέγαν, καθηγεμόνα καὶ διδάσκαλον, τὴν λύραν, τὴν παναρμόνιον τοῦ Πνεύματος, τὴν χρυσαυγίζουσαν γλῶσ‐
σαν, τὴν πηγὴν τὴν βρύουσαν, ἰαμάτων νά‐
ματα πιστοῖς, τὸν μέγαν καὶ ἀξιάγαστον Γρη‐
γόριον. Στίχ. ι´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Ποίοις οἱ γηγενεῖς χείλεσιν, εὐφημήσωμεν τὸν Ἱεράρχην; τὸν τῆς Ἐκκλησίας διδάσκα‐
λον, τοῦ φωτὸς τοῦ θείου τὸν κήρυκα, τὸν οὐ‐
ρανομύστην τῆς Τριάδος, τὸ μέγα, τῶν μονα‐
ζόντων ἐγκαλλώπισμα, τὸν πράξει, καὶ θεω‐
ρίᾳ διαλάμποντα, Θεσσαλονίκης τὸ κλέος, συμπολίτην ἔχοντα, μυροβλύτην ἐν Οὐρα‐
νοῖς, τὸν θεῖον καὶ ὑπερθαύμαστον Δημήτρι‐
ον. Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. α´. Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέ‐
της τοῦ θαύματος· τότε τὸν βυθὸν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννη‐
σεν ἀσπόρως ἡ Παρθένος· ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος· ἡ Ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὢν καὶ προών, καὶ φα‐
νεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς. * * * Εἴσοδος καὶ ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα· Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ‐
γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι και‐
ροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει. Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας. Τῷ Σαββάτῳ ἑσπέρας. Ἦχος πλ. β´. Ψαλμὸς Ϟβ´ (92). Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσα‐
το. (Ϟβ´ 1) Στίχ. α´. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περι‐
εζώσατο. (Ϟβ´ 1) Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ´ 1) * * * Εἶτα ἡ συνήθης Ἐκτενής, τό, Καταξίωσον, τὰ Πληρωτικά, ἡ κεφαλοκλισία κ.λπ. * * * Δόξα. Ἦχος πλ. β´. Εἰς τὸν Στίχον. Ἀπόστιχα Στιχηρά. Ὅσιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ Μαθη‐
τής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· αὐτὸς καὶ νῦν Πατὴρ ἡμῶν, Θεοφόρε Γρηγό‐
ριε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος. Τὸ Ἀναστάσιμον. Ἦχος πλ. α´. Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμά‐
των μεγαλύνομεν, ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρω‐
2
πος Κύριος· σκυλεύσας ᾅδου πύλας, τριήμε‐
ρος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν. Τὰ κατ᾿ Ἀλφάβητον. Ἰωάννου τοῦ Δαμασκηνοῦ. Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνε‐
δύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιε‐
ζώσατο. (Ψαλμ. Ϟβ´ 1). Νυγείσης σου τῆς πλευρᾶς Ζωοδότα, κρου‐
νοὺς ἀφέσεως πᾶσιν ἐξέβλυσας ζωῆς καὶ σω‐
τηρίας· σαρκὶ δὲ θάνατον κατεδέξω, ἀθανα‐
σίαν ἡμῖν δωρούμενος· οἰκήσας τάφῳ δέ, ἡ‐
μᾶς ἠλευθέρωσας, συναναστήσας ἑαυτῷ ἐν‐
δόξως ὡς Θεός· διὰ τοῦτο βοῶμεν· Φιλάνθρω‐
πε Κύριε δόξα σοι. Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ψαλμ. Ϟβ´ 1) Ξένη σου ἡ σταύρωσις, καὶ ἡ ἐν ᾅδου κάθο‐
δος, Φιλάνθρωπε ὑπάρχει· σκυλεύσας γὰρ αὐτόν, καὶ τοὺς πάλαι δεσμίους συναναστή‐
σας ἑαυτῷ, ἐνδόξως ὡς Θεός, τὸν Παράδει‐
σον ἀνοίξας, ἀπολαβεῖν τούτου ἠξίωσας· διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι τὴν σὴν τριήμερον ἔ‐
γερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, Παρα‐
δείσου οἰκήτορας καταξιῶν, ὡς μόνος εὔ‐
σπλαγχνος. Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (Ψαλμ. Ϟβ´ 5). Ὁ δι᾿ ἡμᾶς σαρκὶ πάθος δεξάμενος, καὶ τριή‐
μερος ἐκ νεκρῶν ἀναστάς, τῆς σαρκὸς ἡμῶν τὰ πάθη θεράπευσον, καὶ ἀνάστησον ἐκ πταισμάτων χαλεπῶν, Φιλάνθρωπε, καὶ σῶ‐
σον ἡμᾶς. Δόξα. Ἦχος πλ. δ´. Ἡ γρήγορος γλῶσσά σου πρὸς διδασκαλίαν, ἐν τοῖς ὠσὶ τῶν καρδιῶν ἐνηχοῦσα, τὰς τῶν ῥᾳθύμων ψυχὰς διανίστησι, καὶ θεοφθόγγοις λόγοις σου, κλῖμαξ εὑρίσκεται, τοὺς ἐκ γῆς πρὸς Θεὸν ἀναφέρουσα· διὸ Γρηγόριε, Θεττα‐
λίας τὸ θαῦμα, μὴ παύσῃ πρεσβεύων Χριστῷ, φωτισθῆναι τῷ θείῳ φωτὶ τοὺς τιμῶντάς σε. Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός. Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψί‐
στου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανά‐
μωμε· ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδε‐
χομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς. * * * Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὰ Ἀπολυτίκια. Ἀπολυτίκιον Ἀναστάσιμον. Ἧχος πλ. α´. Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡ‐
μῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσω‐
μεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐ‐
τοῦ. Δόξα. Τοῦ Ἱεράρχου. Ἦχος πλ. δ´. Ὀρθοδοξίας ὁ φωστήρ, Ἐκκλησίας τὸ στήριγ‐
μα καὶ διδάσκαλε, τῶν μοναστῶν ἡ καλλονή, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος, Γρηγόριε θαυματουργέ, Θεσσαλονίκης τὸ καύχημα, κήρυξ τῆς χάριτος, ἱκέτευε διὰ παν‐
τός, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός. Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύ‐
ρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνα‐
τον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνω‐
σμένον. Καὶ Ἀπόλυσις. * * * * * 3
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα... ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνω‐
σμένον. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... Ἦχος πλ. α´. * * * Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἀναστάσιμον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἀπολυτίκιον Ἀναστάσιμον. Ἧχος πλ. α´. Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡ‐
μῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσω‐
μεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐ‐
τοῦ. Δόξα. Τοῦ Ἱεράρχου. Ἦχος πλ. δ´. Ὀρθοδοξίας ὁ φωστήρ, Ἐκκλησίας τὸ στήριγ‐
μα καὶ διδάσκαλε, τῶν μοναστῶν ἡ καλλονή, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος, Γρηγόριε θαυματουργέ, Θεσσαλονίκης τὸ καύχημα, κήρυξ τῆς χάριτος, ἱκέτευε διὰ παν‐
τός, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός. Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύ‐
ρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνα‐
τον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν· ὅτι συνή‐
γειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβό‐
λου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε. Δόξα. Κύριε νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον· ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα· ἄνω στρατιῶται τὸν τάφον ἐφύ‐
λαττον, κάτω τοὺς ἀπ᾿ αἰῶνος νεκροὺς ἐξα‐
νέστησας. Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι. Καὶ νῦν. Θεοτοκίον. Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύ‐
ουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α´. Κύριε, μετὰ τὴν τριήμερόν σου ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέ‐
τρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα· Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνη‐
σάμην σε· ἆρα καλέσεις με τοῦ λοιποῦ μαθη‐
τήν; ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ με‐
τανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με. Δόξα. Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνο‐
μοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν 4
σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον· ταφὴν δὲ κατε‐
δέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος· ἔδραμον γυναῖκες ἰδεῖν σε, καὶ ἀ‐
πήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν· Ὑπερυ‐
ψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλο‐
γημένε Κύριε δόξα σοι. Καὶ νῦν. Θεοτοκίον. Ἀπειρόγαμε νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαροποιήσασα, ἀνυμνοῦμεν οἱ πι‐
στοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡ‐
μᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς· καὶ νῦν δυσώπει ἀ‐
παύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆ‐
ναι ἡμᾶς. * * * ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ [Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια] Ἦχος πλ. α´. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶ‐
τερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐
λευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐
θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σω‐
τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐
σιν δὲ * ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐
γέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κρά‐
ζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐
νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐
ὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´) Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα... * * * ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος πλ. α´. Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος. Οἱ Ἀναβαθμοί. Ἦχος πλ. α´. Ἀντίφωνον Α´. Ἐν τῷ θλίβεσθαί με δαυϊτικῶς, ᾄδω σοι Σω‐
τήρ μου· Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας. Τοῖς ἐρημικοῖς, ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρω‐
τι πτερουμένοις. Δόξα. Καὶ νῦν. 5
Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρα‐
τά τε, σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὄν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως. Ἀντίφωνον Β´. Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν· δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει. Δεξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιω‐
ρίας πάσης περιφυλαξάτω. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. Ἀντίφωνον Γ´. Ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶ‐
μεν Κυρίου· χαρᾶς πολλῆς πλησθείς, εὐχὰς ἀναπέμπω. Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ. Προκείμενον. Ψαλμὸς θ´ (9). Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύ‐
εις εἰς τοὺς αἰῶνας. (δίς) Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Ἀνάστηθι Κύριε ὁ Θεός μου... * * * ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ‐
μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ´) Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁ‐
γίου Εὐαγγελίου. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγε‐
λίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος· Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν Ε´ Ἐκ τοῦ κατὰ Λουκᾶν (κδ´ 12‐35). Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀ‐
θόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώ‐
μην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱε‐
ρουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. Καὶ αὐτοὶ ὡμί‐
λουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμ‐
βεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμι‐
λεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καί ἐστε σκυθρωποί; Ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄ‐
νομα Κλεόπας, εἶπε πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; Καὶ εἶπεν αὐτοῖς· Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντί‐
ον τοῦ Θεοῦ, καὶ παντὸς τοῦ λαοῦ, ὅπως τε 6
παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχον‐
τες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν· ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σή‐
μερον, ἀφ᾿ οὗ ταῦτα ἐγένετο. Ἀλλὰ καὶ γυ‐
ναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενό‐
μεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον, καὶ μὴ εὑροῦ‐
σαι τὸ σῶμα αὐτοῦ ἦλθον, λέγουσαι καὶ ὀ‐
πτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐ‐
τὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω, καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐ‐
τὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλη‐
σαν οἱ προφῆται! Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάν‐
των τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγ‐
γισαν εἰς τὴν κώμην, οὗ ἐπορεύοντο, καὶ αὐ‐
τὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλι‐
κεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐ‐
τοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν, λαβὼν τὸν ἄρτον, εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθη‐
σαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομέ‐
νη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; Καὶ ἀναστάν‐
τες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας· Ὅτι ἠγέρθη ὁ Κύ‐
ριος ὄντως καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξη‐
γοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης· Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνή‐
σωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ‐
ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προ‐
σκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡ‐
μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνο‐
μά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ‐
νάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλο‐
γοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστα‐
σιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον. Ἦχος πλ. δ´. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. 7
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. τῆς κρίσεως· * ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, * ὡς ὁ Δαυῒδ βοῶ σοι· * Ἐ‐
λέησόν με, ὁ Θεός, * κατὰ τὸ μέγα σου ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέη‐
σον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. * * * ΟΙ ΚΑΝΟΝΕΣ Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὁ ἀναστάσιμος καὶ ὁ τοῦ Τριῳδίου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. Ἦχος πλ. α´. Ὁ εἱρμός. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐
δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυ‐
θράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βρα‐
χίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τροπάρια. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ἦχος πλ. δ´. Τῆς μετανοίας ἄνοιξόν μοι πύλας, ζωοδότα· * ὀρθρίζει γὰρ τὸ πνεῦμά μου * πρὸς ναὸν ἅγι‐
όν σου, * ναὸν φέρον τοῦ σώματος * ὅλον ἐ‐
σπιλωμένον· * ἀλλ᾿ ὡς οἰκτίρμων κάθαρον * εὐσπλάγχνῳ σου ἐλέει. Καὶ νῦν. Θεοτοκίον ὅμοιον. Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε· * αἰσχραῖς γὰρ κατερρύπωσα * τὴν ψυχὴν ἁ‐
μαρτίαις, * ὡς ῥαθύμως τὸν βίον μου * ὅλον ἐκδαπανήσας· * ταῖς σαῖς πρεσβείαις ῥῦσαί με * πάσης ἀκαθαρσίας. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος πλ. β´. Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν * ἐν‐
νοῶν ὁ τάλας, * τρέμω τὴν φοβερὰν ἡμέραν ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν Εὐεργέτα, πρὸς σὲ φυλάξασα μητρι‐
κήν, Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύον‐
τα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικλυσθείς, Ζωοδότα ἀπτώτως· καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ Κεχαριτωμένη πιστοῖς, χα‐
ρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν, ἀνθηφο‐
ροῦσα Χριστὸν τοῖς πέρασι. Ὁ τοῦ Τριῳδίου, ἤτοι τοῦ Ἱεράρχου. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ῥητόρων οἱ ἔνθεοι, καὶ θεολόγων οἱ πρόκρι‐
τοι, καὶ γλῶσσαι θεόφθογγοι, δεῦτε συνέλθε‐
τε, εἰς ἑνότητα, ὑμνῆσαι κατ᾿ ἀξίαν, τὸν πνευματοῤῥήτορα θεῖον Γρηγόριον. 8
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὁ στῦλος τῆς Πίστεως, τῆς Ἐκκλησίας ὁ πρό‐
μαχος, ὁ μέγας Γρηγόριος, ἀνευφημείσθω μοι, ὁ πανάριστος, ποιμὴν Θεσσαλονίκης, ὁ κόσμος τοῦ τάγματος, Ἱεραρχῶν ἀληθῶς. Δόξα. Ἐκ βρέφους ἐπόθησας, κρείττονα βίον καὶ τέ‐
λειον, Πάτερ ἐκ νεότητος, ἔστερξας φρόνημα, καὶ ὁμότροπος, καὶ σύμφρων ἀνεδείχθης, τοῦ συνωνυμοῦντός σοι, θεῖε Γρηγόριε. Καὶ νῦν. Θεοτοκίον. Γενοῦ μοι Πανάμωμε, ζωῆς ὁδὸς ὁδηγοῦσά με, πρὸς θεῖα σκηνώματα· ἀπεπλανήθην γάρ, καὶ πρὸς βάραθρα, κακίας ὀλισθαίνω, ἐξ ὧν με ἀνάγαγε, τῇ μεσιτείᾳ σου. ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος. Ἦχος πλ. α´. Ὁ εἱρμός. Ὁ πήξας ἐπ᾿ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀ‐
γαθὲ καὶ φιλάνθρωπε. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσε‐
νηνόχασι Χριστέ, ὄξος δ᾿ ἀντὶ τοῦ μάννα, εὐ‐
εργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀ‐
γνώμονες. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὸν κατέθεντο· ἀλλ᾿ αὐτε‐
ξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχε, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύ‐
ματος ἔλλαμψιν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον, σεσαρ‐
κωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κη‐
ρύττομεν. Καὶ τοῦ Ἱεράρχου. Ἦχος δ´. Τοὺς σοὺς ὑμνολόγους. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὰ ῥεῖθρα τῶν θείων διδαχῶν σου, φυλάττον‐
τες πᾶσαν μηχανήν, τῶν κακοδόξων φεύγο‐
μεν, καὶ πάσας ἐκκρουόμεθα, σοῖς ἱεροῖς συγ‐
γράμμασι, φάλαγγας τούτων Γρηγόριε. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Σοφίας μωρὰς τῶν κακοδόξων, διέλυσας Μά‐
καρ τοῦ Θεοῦ, σοφίαν ἐνυπόστατον, ἔχων ἐν τῇ καρδίᾳ σου, δι᾿ ἧς μετ᾿ ἤχου ἔθραυσας, τὰ σαθρὰ τούτων φρυάγματα. Δόξα. Νεκρώσας σαρκὸς τῆς φθειρομένης, πᾶσαν ἡδυπάθειαν σοφέ, ἀσκητικῶς ἐζώωσας, ψυ‐
χῆς σου τὰ κινήματα, καὶ ταύτην θεῖον ὄργα‐
νον, θεολογίας ἀνέδειξας. Καὶ νῦν. Θεοτοκίον. Ἐν γνώσει φρενῶν καὶ προαιρέσει, αἰσχράν τε καὶ ἄσωτον ζωήν, ἐπιμελῶς ἠγάπησα· ἀλ‐
λὰ στοργῇ τῇ θείᾳ με, Παρθένε Θεονύμφευ‐
τε, δέσμευσον θείᾳ πρεσβείᾳ σου. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... * * * ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον καὶ Οἶκος τοῦ Ἱεράρχου. Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ. Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον, θεο‐
λογίας τὴν λαμπρὰν συμφώνως σάλπιγγα, ἀνυμνοῦμέν σε Γρηγόριε Θεοῤῥῆμον. Ἀλλ᾿ ὡς νοῦς νοῒ τῷ πρώτῳ παριστάμενος, πρὸς αὐτὸν τὸν νοῦν ἡμῶν Πάτερ ὁδήγησον, ἵνα κράζωμεν· Χαῖρε Κήρυξ τῆς χάριτος. Ὁ Οἶκος. Πρὸς τό· «Ἄγγελος πρωτοστάτης». Ἄγγελος ἀνεφάνης, ἐπὶ γῆς τῶν ἀῤῥήτων, τὰ θεῖα τοῖς βροτοῖς ἐξαγγέλλων· ταῖς γὰρ τῶν Ἀσωμάτων φωναῖς, ἀνθρωπίνῳ νοΐ τε καὶ 9
σαρκὶ χρώμενος, ἐξέστησας ἡμᾶς, καὶ βοᾶν σοι Θεοῤῥῆμον, ἔπεισας ταῦτα· καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε. Χαῖρε, δι᾿ οὗ τὸ σκότος ἠλάθη· χαῖρε, δι᾿ οὗ τὸ φῶς ἀντεισῆλθε. Ὁ Οἶκος. Χαῖρε, τῆς ἀκτίστου Θεότητος Ἄγγελε· χαῖρε, τῆς κτιστῆς καὶ μωρᾶς ὄντως ἔλεγχε. Χαῖρε, ὕψος ἀνεπίβατον, τὴν Θεοῦ φύσιν εἰ‐
πών· χαῖρε, βάθος δυσθεώρητον, τὴν ἐνέργει‐
αν εἰπών. Χαῖρε, ὅτι τὴν δόξαν τοῦ Θεοῦ καλῶς εἶπας· χαῖρε, ὅτι τὰς δόξας τῶν κακούργων ἐξεῖπας. Χαῖρε, φωστὴρ ὁ δείξας τὸν Ἥλιον· χαῖρε, κρατήρ, τοῦ νέκταρος πάροχε. Χαῖρε, δι᾿ οὗ ἡ ἀλήθεια λάμπει· χαῖρε, δι᾿ οὗ ἐσκοτίσθη τὸ ψεῦδος. Χαῖρε Κήρυξ τῆς χάριτος. Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ἀκούσασαι αἱ γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥή‐
ματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν ἀνάστασιν ἔ‐
βλεπον· καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐ‐
ταῖς, λέγων τό, Χαίρετε· θαρσεῖτε, ἐγὼ τὸν κό‐
σμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσά‐
μην· σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀ‐
παγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ χώρᾳ Γαλιλαίᾳ τοῦ κηρῦξαι· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε. Συναξάριον. Τῇ ΙΒ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πα‐
τρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοφάνους τῆς Σιγριανῆς, τοῦ ἐν τῷ μεγάλῳ ἀγρῷ κειμένου. Στίχ. Θεόφανες φάνηθι πιστοῖς προστάτης, Τιμῶσι πιστῶς σὸν μετ᾿ εἰρήνης τέλος. Τὴν πλάνην κατέφλεξας, τῶν κακοδόξων Σο‐
φέ, τὴν πίστιν ἐτράνωσας, τῶν ὀρθοδόξων καλῶς, καὶ κόσμον ἐφώτισας· ὅθεν τροπαιο‐
φόρος, νικητὴς ἀνεδείχθης, στῦλος τῆς Ἐκ‐
κλησίας, ἀληθὴς Ἱεράρχης· πρεσβεύων μὴ ἐλ‐
λίπῃς Χριστῷ, σωθῆναι πάντας ἡμᾶς. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐
μῶν Γρηγορίου Πάπα Ῥώμης τοῦ Διαλόγου. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ δίκαιος Φινεὲς ἐν εἰρήνῃ τε‐
λειοῦται. Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρί‐
α Πανάμωμε· σβέσον τὰς περιστάσεις, τῶν δυσφήμων γλωσσάλγων, πράϋνον μηχανίας, καὶ κατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέ‐
ων, Ἄχραντε, κατὰ τῶν δούλων σου. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... * * * ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος πλ. α´. Μιμητὴς ὑπάρχων. Πρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, Δωδεκάτῃ φθινύθοντος ἀπῆρε βίου Θεοφάνης. Στίχ. Ὁ Γρηγόριος ἐκ μέσου μὲν τοῦ βίου, Ἐν τῷ μέσῳ δὲ τοῦ χοροῦ τῶν Ἀγγέλων. Στίχ. Ἔστη Φινεές, ἀλλὰ τοῦ Θεοῦ πέλας, Ἡμῖν ἱλασμῷ ψυχικὴν θραῦσιν λύων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος καὶ Θεοφόρος Πατὴρ ἡμῶν Συμεών, ὁ Νέος Θεολόγος, ἐν εἰρήνῃ τελειοῦται, οὗ ἡ μνήμη διὰ τὸ τῆς νηστείας αἰδέσιμον μετετέθη κατὰ τὴν δωδεκάτην Ὀκτωβρίου. Στίχ. Πρῴην μὲν εἶχες γλῶτταν ἀντὶ τῆς βίβλου, Γλώττης δὲ ἀντὶ σὴν ἔχεις ἤδη βίβλον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Συμεὼν τοῦ εὐλαβοῦς, πνευματικοῦ πατρὸς τοῦ ὁσίου Συ‐
μεὼν τοῦ Νέου Θεολόγου. Στίχ. Συμεὼν ἐπώνυμος τῆς εὐλαβείας, Καρπὸν καλὸν ἤνεγκε Θεολογίας. 10
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Παύλου, Ἐπισκόπου Λεόν, ἐν Βρεττάνῃ τῆς Γαλλίας, κοιμηθέντος ἐν ἔτει φοβ´ (572). Στίχ. Παῦλος ἐξεῤῥίζωσε πλάνην εἰδώλων, Ἐν Λεὸν ἀλήθειαν Χριστοῦ φυτεύσας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐
μῶν Νικοδήμου τοῦ Μαμμολᾶ, τοῦ ἐν Καλα‐
βρίᾳ. Στίχ. Στίφη δαιμόνων Νικόδημος νικήσας, Νικητικὰ εἴληφε βραβεῖα νίκης. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ εὐσεβεστάτου βα‐
σιλέως τῆς Γεωργίας Δημητρίου τοῦ ἀνδρεί‐
ου. Στίχ. Αἰσθητοὺς ἐχθροὺς καὶ νοητοὺς δαμάσας, Ἀνδρεῖος Δημήτριος νῦν βασιλεύει. Καὶ τοῦ Τριῳδίου. Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ δευτέρᾳ τῶν Νηστει‐
ῶν, μνήμην ἐπιτελοῦμεν τοῦ ἐν Ἁγίοις Πα‐
τρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Θεσσα‐
λονίκης τοῦ Παλαμᾶ. Στίχ. Φωτὸς λαμπρὸν κήρυκα νῦν ὄντως μέγαν, Πηγὴ φάους ἄδυτον ἄγει πρὸς φέγγος. Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. * * * ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Θεοτόκου. Ψάλλονται ἀπὸ τῆς 22ας Σεπτεμβρίου μέχρι τῆς 7ης Νοεμ‐
βρίου, ἀπὸ τῆς 10ης Φεβρουαρίου μέχρι τῆς ἐνάρξεως τοῦ Τριῳδίου, τῇ Β´, Δ´ καὶ Ε´ Κυριακῇ τῶν νηστειῶν καὶ ἀπὸ τῆς Κυριακῆς τῶν ἁγίων Πάντων μέχρι τῆς 26ης Ἰουλίου. ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος * καὶ λόγον ἐρεύξομαι * τῇ βασι‐
λίδι Μητρί· * καὶ ὀφθήσομαι * φαιδρῶς πανη‐
γυρίζων * καὶ ᾄσω γηθόμενος * ταύτης τὰ θαύματα. ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος πηγή, * θίασον συγκροτήσαντας * πνευματικόν, στερέωσον· * καὶ ἐν τῇ θείᾳ δό‐
ξῃ σου * στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ´. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου σαρκώσεως * σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε· * Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου· * σὺ γάρ, ἀπειρόγαμε Παρθένε, * ἔσχες ἐν μή‐
τρᾳ * τὸν ἐπὶ πάντων Θεὸν * καὶ τέτοκας ἄ‐
χρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρί‐
αν βραβεύοντα. ᾨδὴ Ϛ´. Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦ‐
τε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τε‐
χθέντα * Θεὸν δοξάζοντες. ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτίσαντα· * ἀλλὰ πυρὸς ἀπειλὴν * ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον· * Ὑπερύμνητε, * ὁ τῶν πατέρων Κύριος * καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η´. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος· * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπα‐
σαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον ὑμνεῖ‐
τε τὰ ἔργα * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. * * * Ὁ διάκονος· Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύ‐
νομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος δ´. Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. 11
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐
ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐
φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν. Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐
καριοῦσί με πᾶσαι αἱ γενεαί. Ἡ ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῷ Κλεό‐
πᾳ καὶ τῷ Λουκᾷ συνώδευσεν, οἷς περ καὶ ἐ‐
πεγνώσθη, εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον· ὧν ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ, καὶ Γραφαῖς ἡρμή‐
νευεν, ἃ ὑπέστη· μεθ᾿ ὧν, Ἠγέρθη, κράξω‐
μεν, ὤφθη τε καὶ τῷ Πέτρῳ. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐
τόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐
θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ´. Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμ‐
παδουχούμενος· * πανηγυριζέτω δὲ * ἀΰλων νόων * φύσις, γεραίρουσα * τὴν ἱερὰν πανή‐
γυριν * τῆς Θεομήτορος, * καὶ βοάτω· * Χαί‐
ροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρ‐
θενε. Συναπτὴ μικρά, μεθ᾿ ἣν Ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... Εἶτα τὰ παρόντα τοῦ Τριῳδίου. Τοῦ Ἱεράρχου. Τοῖς Μαθηταῖς συνέλθωμεν. Χαῖρε Πατέρων καύχημα, Θεολόγων τὸ στό‐
μα, τῆς ἡσυχίας σκήνωμα, τῆς σοφίας ὁ οἶ‐
κος, τῶν Διδασκάλων ἀκρότης, πέλαγος τὸ τοῦ λόγου· πράξεως χαῖρε ὄργανον, θεωρίας ἀκρότης, θεραπευτά, καὶ τῶν νόσων τῶν ἀν‐
θρωπίνων· Πνεύματος χαῖρε τέμενος, καὶ θα‐
νὼν καὶ ζῶν Πάτερ. Θεοτοκίον. Ὅμοιον. Δέσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν ταῖς θλίψεσι, πάρε‐
σο ἐν ἀνάγκαις, τῆς τελευταίας ἡμέρας, μὴ Σατὰν ἡμᾶς λάβῃ, μὴ ᾍδης, μὴ ἀπώλεια· Βή‐
ματι τοῦ Υἱοῦ σου, τῷ φοβερῷ, ἀνευθύνους ἅ‐
παντας παραστῆναι, ὦ Θεομῆτορ Δέσποινα, ποίησον σαῖς πρεσβείαις. * * * ΑΙΝΟΙ Ἦχος πλ. α´. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. * * * Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐
νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Ἦχος β´. Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. α´. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἀναστάσιμον Ἐξαποστειλάριον Ε´. Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐
πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 12
Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, κα‐
θὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου· οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι· οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι· πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος. αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Τὴν μακαρίαν ἐν κόσμῳ ζωὴν διήνυσας, καὶ νῦν τῶν μακαρίων, συνευφραίνῃ τοῖς δήμοις, καὶ γῆν τὴν τῶν πρᾳέων, ὡς πρᾷος οἰκεῖς, Ἱε‐
ράρχα Γρηγόριε· χάριν θαυμάτων, πλουτεῖς δὲ παρὰ Θεοῦ, ἣν παρέχεις τοῖς τιμῶσί σε. Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐ‐
τοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμε‐
ως αὐτοῦ. Τὴν μακαρίαν ἐν κόσμῳ ζωὴν διήνυσας, … Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρί‐
ψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέ‐
στης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύ‐
ριον τῆς ἀληθοῦς, τριημέρου ταφῆς σου· καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρού‐
μενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σω‐
τήρ! Ἐλέησον ἡμᾶς. Ὀρθοδοξίας τὰ δόγματα κατεφύτευσας, κα‐
κοδοξίας Μάκαρ, ἐκτεμὼν τὰς ἀκάνθας· καὶ Πίστεως τὸν σπόρον, πληθύνας καλῶς, τῇ ἐ‐
πομβρίᾳ τῶν λόγων σου, ἑκατοστεύοντα στά‐
χυν ὡς πρακτικός, γεωργὸς Θεῷ προσήνεγ‐
κας. Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. Κύριε, αἱ γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι᾿ ἡμᾶς παθόντα· καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λί‐
θον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος· εἴπατε τοῖς Μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν. Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐
νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κε‐
κλεισμένων, πρὸς τοὺς Μαθητάς σου, δεικνύ‐
ων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατε‐
δέξω Σωτὴρ μακροθυμήσας. Ὡς ἐκ σπέρμα‐
τος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς. Στίχ. ζ´. Στόμα Δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στίχ. η´. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δι‐
καιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Τὴν τοῦ ἀμέμπτου σου βίου Μάκαρ λαμπρό‐
τητα, ἐθαύμασαν Ἀγγέλων, καὶ ἀνθρώπων οἱ δῆμοι· καὶ γὰρ τῇ προαιρέσει, στεῤῥὸς ἀθλη‐
τής, καὶ ἀσκητὴς ἀναδέδειξαι, καὶ Ἱεράρχης καὶ ἄξιος λειτουργός, τοῦ Θεοῦ καὶ φίλος γνήσιος. Δόξα. Τοῦ Τριῳδίου. Ἦχος πλ. β´. Τοῖς ἐν σκότει ἁμαρτημάτων πορευομένοις, φῶς ἀνέτειλας Χριστέ, τῷ καιρῷ τῆς ἐγκρα‐
τείας· καὶ τὴν εὔσημον ἡμέραν τοῦ Πάθους σου, δεῖξον ἡμῖν, ἵνα βοῶμέν σοι· Ἀνάστα ὁ Θεός, ἐλέησον ἡμᾶς. Καὶ νῦν. Θεοτοκίον. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων. Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρ‐
θένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐
ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐
τὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκή‐
σας, δόξα σοι. Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· * * * Καὶ τοῦ Ἱεράρχου Προσόμοια γ´ εἰς δ´. 13
Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐
στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐
ποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐
ματά σου. (ἐκ γ´) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν. Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ· Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· * ᾄσω‐
μεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· * καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος. Εἰς τὴν Α´ Ὥραν. Ἑωθινὸν Ε´. Ἦχος πλ. α´. Ὢ τῶν σοφῶν σου κριμάτων Χριστέ! πῶς Πέ‐
τρῳ μὲν τοῖς ὀθονίοις μόνοις, ἔδωκας ἐννοῆ‐
σαί σου τὴν ἀνάστασιν; Λουκᾷ δὲ καὶ Κλεό‐
πᾳ, συμπορευόμενος ὡμίλεις, καὶ ὁμιλῶν, οὐκ εὐθέως σεαυτὸν φανεροῖς; Διὸ καὶ ὀνειδί‐
ζῃ, ὡς μόνος παροικῶν ἐν Ἱερουσαλήμ, καὶ μὴ μετέχων τῶν ἐν τέλει βουλευμάτων αὐ‐
τῆς. Ἀλλ᾿ ὁ πάντα πρὸς τὸ τοῦ πλάσματος συμφέρον οἰκονομῶν, καὶ τὰς περὶ σοῦ προ‐
φητείας ἀνέπτυξας, καὶ ἐν τῷ εὐλογεῖν τὸν ἄρτον, ἐγνώσθης αὐτοῖς· ὧν καὶ πρὸ τούτου αἱ καρδίαι, πρὸς γνῶσίν σου ἀνεφλέγοντο· οἳ καὶ τοῖς Μαθηταῖς συνηθροισμένοις, ἤδη τρα‐
νῶς ἐκήρυττόν σου τὴν ἀνάστασιν· δι᾿ ἧς ἐλέ‐
ησον ἡμᾶς. * * * * * Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. 14
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τῶν Κανόνων ἡ γ´ καὶ ἡ Ϛ´ ᾠδή. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Εἰ δὲ μή, τὰ Ἀντίφωνα. Δόξα. Καὶ νῦν. Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ρβ´ (102). Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐
νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐
μᾶς. Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐
σον ἡμᾶς. Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ´. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔρ‐
γα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐ‐
τοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς ρμε´ (145). Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέ‐
σω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νε‐
κρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐
τοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ´. Ἦχος πλ. α´. Ψαλμ. ριζ´ (117). Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου. Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡ‐
μῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσω‐
μεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐ‐
τοῦ. Στίχ. β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου. Τὸν συνάναρχον Λόγον ... Στίχ. γ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου. Τὸν συνάναρχον Λόγον ... * * * 15
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ ΑΠΟΣΤΟΛΟΣ Εἰσοδικόν. Ἦχος β´. Τοῦ Τριῳδίου (Κυριακῆς Β´ Νηστειῶν). (Ἑβρ. α´ 10‐14, β´ 1‐3). (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. * * * Τὸ ἀναστάσιμον ἀπολυτίκιον. Ἧχος πλ. α´. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡ‐
μῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσω‐
μεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐ‐
τοῦ. Εἶτα τοῦ Ἱεράρχου. Ἦχος πλ. δ´. Ὀρθοδοξίας ὁ φωστήρ, Ἐκκλησίας τὸ στήριγ‐
μα καὶ διδάσκαλε, τῶν μοναστῶν ἡ καλλονή, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος, Γρηγόριε θαυματουργέ, Θεσσαλονίκης τὸ καύχημα, κήρυξ τῆς χάριτος, ἱκέτευε διὰ παν‐
τός, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Εἶτα τὸ ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον. Ἦχος πλ. δ´. Αὐτόμελον. (Κατὰ τὰς Α´, Β´, Γ´, Δ´ Κυριακὰς τῆς Μεγάλης Τεσσαρακοστῆς καὶ τῷ Σαββάτῳ τοῦ Ἀκαθίστου). (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε, νύμφη ἀνύμφευτε. * * * ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ * * * Προκείμενον καὶ Ἀλληλούϊα τοῦ ἤχου τῆς Κυριακῆς. Προκείμενον. Ἦχος πλ. α´. (Ψαλμὸς ια´). Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡ‐
μᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα. Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνά‐
γνωσμα. Κατ᾿ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐ‐
τοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται· καὶ ὡσεὶ περιβό‐
λαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Πρὸς τίνα δὲ τῶν Ἀγγέλων εἴρηκέ ποτε· Κά‐
θου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀ‐
ποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονο‐
μεῖν σωτηρίαν; Διὰ τοῦτο δεῖ περισσοτέρως ἡ‐
μᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μήποτε πα‐
ραῤῥυῶμεν. Εἰ γὰρ ὁ δι᾿ Ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελή‐
σαντες σωτηρίας; ἥτις, ἀρχὴν λαβοῦσα λα‐
λεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη. Ἀλληλούϊα (γ´). Ἦχος πλ. α´. (Ψαλμὸς πη´). Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσο‐
μαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶν τὴν ἀ‐
λήθειάν σου ἐν τῷ στόματί μου. Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθή‐
σεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀ‐
λήθειά σου. 16
ΕΥΑΓΓΕΛΙΟΝ Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας… Κυριακῆς Β´ Νηστειῶν (Μαρκ. β´ 1‐12). Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, * πᾶσα ἡ κτί‐
σις, * ἀγγέλων τὸ σύστημα * καὶ ἀνθρώπων τὸ γένος, * ἡγιασμένε ναὲ * καὶ παράδεισε λο‐
γικέ, * παρθενικὸν καύχημα, * ἐξ ἧς Θεὸς ἐ‐
σαρκώθη * καὶ παιδίον γέγονεν * ὁ πρὸ αἰώ‐
νων ὑπάρχων Θεὸς ἡμῶν· * τὴν γὰρ σὴν μή‐
τραν * θρόνον ἐποίησε * καὶ τὴν σὴν γαστέρα * πλατυτέραν οὐρανῶν ἀπειργάσατο. * Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, * πᾶσα ἡ κτίσις· δό‐
ξα σοι. Ἐκ τοῦ κατὰ Μᾶρκον Ἁγίου Εὐαγγελίου τὸ Ἀ‐
νάγνωσμα. Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθε ὁ Ἰησοῦς εἰς Κα‐
περναοὺμ δι᾿ ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶ‐
κόν ἐστι. Καὶ εὐθέως συνήχθησαν πολλοὶ, ὥ‐
στε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. Καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, αἰρόμε‐
νον ὑπὸ τεσσάρων. Καὶ μὴ δυνάμενοι προ‐
σεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ἐφ᾿ ᾧ ὁ παραλυτικὸς κατέκει‐
το. Ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, ἀφέωνταί σοι αἱ ἁ‐
μαρτίαι σου. Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· Τί οὗτος οὕτως λαλεῖ βλα‐
σφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός; Καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζον‐
ται ἐν ἑαυτοῖς εἶπεν αὐτοῖς· Τί ταῦτα διαλογί‐
ζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Τί ἐστιν εὐκο‐
πώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; ἵνα δὲ εἰδῆτε ὅ‐
τι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας ‐ λέγει τῷ παραλυτικῷ· Σοὶ λέγω, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Καὶ ἠγέρθη εὐ‐
θέως, καὶ ἄρας τὸν κράβαττον ἐξῆλθεν ἐναν‐
τίον πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δο‐
ξάζειν τὸν Θεὸν λέγοντας ὅτι οὐδέποτε οὕ‐
τως εἴδομεν. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. * * * * * * Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλλη‐
λούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… Ἦχος β´. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐
σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐
καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐
ληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) Ἀπόλυσις· Ὁ ἀναστὰς ἐκ νεκρῶν... Δι᾿ εὐχῶν... Ἀμήν. * * * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου. * * * 17
ΣΥΜΠΛΗΡΩΜΑ ᾨδαὶ δ´‐θ´ τῶν κανόνων. ᾨδὴ δ´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. α´. Ὁ εἱρμός. Τὴν θείαν ἐννοήσας σου κένωσιν, ἐξεστηκὼς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τῆς Μεῤῥᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰ‐
κόνι προτυπῶν, τὸν ἄχραντόν σου Σταυρὸν Ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ μου προσίε‐
σαι· κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθό‐
ρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον παρθένος, Θεὸν σαρκὶ τεκοῦ‐
σα πεφύλαξαι. Καὶ τοῦ Ἱεράρχου. ᾨδὴ δ´. Ἦχος δ´. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἀνοίξας τὸ στόμα σου Πάτερ σοφέ, τοῦ Θεοῦ σοφίαν ἐκήρυξας, ἣν ἐμελέτας, ἐν καρδίᾳ σου ἀεί· καὶ Βαρλαὰμ τὸν μάταιον, ἄφρονα καὶ ἄ‐
νουν ἀπέδειξας. Ποιμένα ἀγαθόν, καὶ Θεολόγον δεύτερον, καὶ τῆς ποίμνης ἄγρυπνον φύλακα. Καὶ νῦν. Θεοτοκίον. Ὦτά μοι διάνοιξον τὰ τῆς ψυχῆς, Μῆτερ τοῦ Θεοῦ ἡ γεννήσασα, τὸν πρὶν τὰ ὦτα, διανοί‐
ξαντα κωφοῦ, καὶ θείους ἐνωτίζεσθαι λό‐
γους, καὶ πληροῦν καταξίωσον. ᾨδὴ ε´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. α´. Ὁ εἱρμός. Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω καὶ σοὶ κραυγάζω· Τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὁ τῆς δόξης Κύριος ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμε‐
νος. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σύ με μετημφίασας πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως, τῇ σαρκὶ γευ‐
σάμενος, καὶ ἐξανατείλας, τοῦ μνήματος τρι‐
ήμερος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὺ δικαιοσύνην τε καὶ ἀπολύτρωσιν, ἡμῖν τε‐
κοῦσα Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρα‐
σας, ἀρᾶς Θεοτόκε, τὴν φύσιν τοῦ προπάτο‐
ρος. Καὶ τοῦ Ἱεράρχου. ᾨδὴ ε´. Ἦχος δ´. Ἐξέστη τὰ σύμπαντα. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἔδυς ὁ γλυκύτατος ἐπὶ τὴν γῆν, Ἥλιος τῷ νόμῳ τῆς φύσεως· ἀνατελεῖς δέ, τῷ πρωῒ σὺν τῷ Χριστῷ, Ἥλιος ὁ ἀνέσπερος, πάντας ἐπο‐
πτεύων πρεσβείαις σου. Δρεπάνῃ τῶν λόγων σου, καὶ ἱεροῖς συγγράμ‐
μασιν, ἔτεμες αἱρέσεις ἀκανθώδεις, καὶ ζιζα‐
νίων νόθα βλαστήματα· τῆς Ὀρθοδοξίας δ᾿ εὐσεβῆ, κατεβάλου σπέρματα, Ἱεράρχα Γρη‐
γόριε. Δόξα. Ἔδειξεν ἡ χάρις σε Μάκαρ Θεοῦ, καύχημα καὶ στήριγμα μέγιστον, τῶν Ὀρθοδόξων, καὶ 18
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Οἱ λόγοι σου πάνσοφε, καὶ τὰ σεπτὰ συγ‐
γράμματα, δρόσος οὐρανία, μέλι πέτρας, ἄρ‐
τος Ἀγγέλων τοῖς ἐντυγχάνουσι, νέκταρ ἀμ‐
βροσία γλυκασμός, ἥδυσμα Γρηγόριε, καὶ πη‐
γὴ ζῶντος ὕδατος. Δόξα. Καὶ τοῦ Ἱεράρχου. ᾨδὴ Ϛ´. Ἦχος δ´. Τὴν θείαν ταύτην καὶ πάντιμον. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἐῤῥάγη μάταιον φρύαγμα καὶ γλῶσσα, Βαρ‐
λαὰμ τοῦ παράφρονος, λόγοις καί δόγμασι, καὶ διανοίας ὀξύτητι, τοῦ σοφοῦ Βασιλέως, καὶ σοῦ Γρηγόριε. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Κοινόν σε Διδάσκαλον, γνωρίζει γῆ καὶ θά‐
λασσα, στήλην ἱερὰν Ὀρθοδοξίας, καὶ ὁπλο‐
θήκην θείων δογμάτων σεπτήν, σοφὸν Θεο‐
λόγον ἱερόν, σύσκηνον συμμέτοχον, Ἀποστό‐
λων ὁμότροπον. Τὴν θείαν λύραν τοῦ Πνεύματος, τὴν σάλπιγ‐
γα τρανῶς τὴν κηρύξασαν, Θεοῦ μυστήρια, Θεσσαλονίκης τὸν Πρόεδρον, τὴν θεολόγον γλῶσσαν, ὕμνοις τιμήσωμεν. Καὶ νῦν. Θεοτοκίον. Δόξα. Ῥείθροις κατανύξεως, τοὺς ῥύπους τῆς καρδί‐
ας μου, ἄχραντε ἀπόπλυνον Παρθένε, καὶ μετανοίας τρόπους μοι δώρησαι, σαῖς πρὸς τὸν οἰκτίρμονα Θεόν, ἱεραῖς δεήσεσιν· ὃν ἀῤ‐
ῥήτως ἐγέννησας. Λαοῦ ποτὲ προηγούμενος, ὡς στῦλος τοῦ πυ‐
ρὸς τοὺς τῆς Πίστεως, ἐχθροὺς κατέφλεξας· τῶν δὲ πιστῶν τὰ συστήματα, ἐφώτισας θεό‐
φρον, Πάτερ Γρηγόριε. ᾨδὴ στ´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. α´. Ὁ εἱρμός. Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνα‐
σον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγ‐
χνος. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Εἰς φθορὰν κατώλισθεν, ὁ γενάρχης Δέσπο‐
τα Χριστέ, παρηκόου βρώσεως γευσάμενος, καὶ πρὸς ζωήν, ἀνῆκται διὰ τοῦ πάθους σου. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἡ ζωὴ κατήντησας, πρὸς τὸν ᾅδην Δέσποτα Χριστέ, καὶ φθορὰ τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς, ἐπήγασας τὴν ἀνάστασιν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἡ Παρθένος ἔτεκε, καὶ τεκοῦσα ἔμεινεν ἁ‐
γνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς, παρθένος Μήτηρ βαστάσασα. Καὶ νῦν. Θεοτοκίον. Γενοῦ μοι πάναγνε Δέσποινα, γαλήνη καὶ λι‐
μὴν παρακλήσεως, διαβιβάζουσα, πρὸς θεῖον ὅρμον ἀκύμαντον, τὴν ζάλην τῶν παθῶν μου, καταπραΰνουσα. ᾨδὴ ζ´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. α´. Ὁ εἱρμός. Ὁ ὑπερυψούμενος, τῶν πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σάρκα περιθέμενος, ὡς ἀγκίστρῳ δέλεαρ, τῇ θείᾳ δυνάμει σου, τὸν ὄφιν καθείλκυσας, ἀ‐
νάγων τοὺς βοῶντας· Ὁ Θεὸς εὐλογητὸς εἶ. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὁ τῆς γῆς τὴν ἄπλετον, οὐσιώσας σύστασιν, ἐν τάφῳ καλύπτεται, σαρκὶ ὁ Ἀχώρητος, ᾧ πάντες μελῳδοῦμεν· Ὁ Θεὸς εὐλογητὸς εἶ. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 19
Μίαν μὲν ὑπόστασιν, ἐν δυσὶ ταῖς φύσεσι, Πανάμωμε τέτοκας, Θεὸν σωματούμενον, ᾧ πάντες μελῳδοῦμεν· Ὁ Θεὸς εὐλογητὸς εἶ. Καὶ τοῦ Ἱεράρχου. ᾨδὴ ζ´. Ἦχος δ´. Οὐκ ἐλάτρευσαν τῇ κτίσει. Σοῦ τοῦ παντουργοῦ, τῇ καταβάσει ᾅδης, Χρι‐
στὲ καταγέλαστος, γεγονὼς ἤμεσε, πάντας τοὺς πάλαι τῇ πλάνῃ νεκρωθέντας, σὲ ὑπερυ‐
ψοῦντας εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Θεοτοκίον. Οἱ τοῖς λόγοις ὁμιλοῦντες καὶ συγγράμμασι, τοῖς σοῖς Γρηγόριε, γνῶσιν μυοῦνται Θεοῦ, καὶ ἔμπλεοι δείκνυνται, σοφίας πνευματικῆς, καὶ τὴν ἄκτιστον, χάριν καὶ τὴν ἐνέργειαν, τοῦ Θεοῦ θεολογοῦσι. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὴν ῥομφαίαν καὶ τὰ τόξα κακοδόξων τε, ὅ‐
λως συνέτριψας, καὶ τὴν ὀφρῦν Βαρλαάμ, καὶ πᾶσαν τὴν δύναμιν αἱρετικῶν ὡς ἱστόν, διε‐
σκόρπισας, οἷά περ λίθος μέγιστος, τῆς ἀρά‐
χνης Ἱεράρχα. Δόξα. Ἐσφραγίσθη σου τοῖς λόγοις καὶ τοῖς δόγμα‐
σι, καὶ τοῖς συγγράμμασιν, ἡ Πίστις τῶν εὐσε‐
βῶν, καὶ θράσος αἱρέσεως ἔστη Γρηγόριε, καὶ ἀναίρεσις, Ὀρθοδοξίας πέπαυται, καὶ ἰσχὺς τῶν κακοδόξων. Καὶ νῦν. Θεοτοκίον. Ἰαμάτων σε πηγὴν οἱ ξηραινόμενοι, παθῶν νοσήμασι, γινώσκοντες ἀληθῶς, ἀντλοῦμεν σωτήρια, καὶ θεία νάματα, καὶ κραυγάζομεν· Εὐλογημένος, Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας. ᾨδὴ η´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. α´. Ὁ εἱρμός. Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔψαλλον· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπε‐
ρυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σὺ τὸ θελητόν, τοῦ σωτηρίου πάθους, ἀπηύ‐
ξω ποτήριον, ὥσπερ ἀβούλητον· δύο θελήσεις δυσὶ γὰρ καταλλήλαις, φέρεις ταῖς οὐσίαις Χριστὲ εἰς τοὺς αἰῶνας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῶς τῷ λόγῳ, τε‐
κοῦσαν τὸν Κύριον, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα Παρθένε εὐλογοῦμεν, καὶ ὑ‐
περυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Καὶ τοῦ Ἱεράρχου. ᾨδὴ η´. Ἦχος δ´. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Παρίστασαι νῦν τοῖς Θεολόγοις, τῷ θρόνῳ τοῦ Πανοικτίρμονος, ὡς ὅμοιος, τούτοις καὶ ὁ‐
μότροπος, πάνσοφε Γρηγόριε, Θεσσαλονίκης πρόεδρε, Ἱεραρχῶν καλλονή, λαμπρῶς ἠγλα‐
ϊσμένος τῇ δόξῃ, τῆς Ἱεραρχίας, Θεῷ καὶ νῦν λατρεύων. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Εἰδώς σου τὸ καθαρὸν τῆς διανοίας, Θεὸς καὶ πρὸ τῆς γαστρὸς καὶ πρὸ συλλήψεως, τῷ πι‐
στῷ λελάληκε, θείῳ Βασιλεῖ τρανῶς, τῆς Ἐκ‐
κλησίας ἄμαχον, εἶναί σε πρόμαχον· διὸ κα‐
νονικῇ ἀσφαλείᾳ, μύρῳ ἐσφραγίσθης, τῆς Ἀρχιερωσύνης. Στίχ. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. Ἡττᾶται τρανῶς καὶ κινδυνεύει, τὸ ἄθροισμα τοῦ Πολυκινδύνου τῇ παλάμῃ σου, καὶ σο‐
φοῖς σου ῥήμασιν, ἔνδοξε Γρηγόριε, Θεσσα‐
λονίκης Πρόεδρε, καὶ ὡς ἐκλείπει καπνός, ἐ‐
ξέλιπε, σαθρὰ συμμορία, σοῦ τῇ βροντοφώ‐
νῳ, καὶ θεολόγῳ γλώσσῃ. Καὶ νῦν. Θεοτοκίον. Ὁ Λόγος Θεοῦ ἐν σοὶ Παρθένε, βροτῶν τὴν συγκεχωσμένην τοῖς παθήμασι, φύσιν ἀνε‐
μόρφωσεν, ἄκρᾳ ἀγαθότητι, καὶ ὅλην ἀνεκαί‐
20
νισε, καὶ καθηγίασε· διὸ οἱ διὰ σοῦ σεσωσμέ‐
νοι, σὲ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶ‐
νας. φρονος, καὶ μανικοῦ Βαρλαάμ, τοῦ λαλοῦν‐
τος, εἰς τὸ ὕψος ἄδικα, τοῦ Θεοῦ ὅν, ἐνδίκως ἐνίκησας. ᾨδὴ θ´. Ὁ ἀναστάσιμος. Ἦχος πλ. α´. Ὁ εἱρμός. Δόξα. Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον· Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύ‐
νοντες, τὴν Παρθένον μακαρίζομεν. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τὸν πεσόντα ἄνθρωπον, ἀνεδέξω Δέσποτα Χριστέ, ἐκ μήτρας παρθενικῆς ὅλος συνα‐
φθείς· μόνος ἁμαρτίας δέ, μὴ μετασχὼν ὅλον ἐκ φθορᾶς, σὺ ἠλευθέρωσας, τοῖς ἀχράντοις σου παθήμασι. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὅλος γεγονώς, σοφίας τῆς κρείττονος, ἔμ‐
πλεως ἔνδοξε, φῶς τῷ κόσμῳ ἔλαμψας, Ὀρ‐
θοδοξίας πηγάσας δόγματα· φιλίᾳ γὰρ ἀμεί‐
νονος, φιλοσοφίας σοφέ, θεῖον φόβον, ἐν γα‐
στρὶ συνέλαβες, καὶ τοῦ Πνεύματος λόγους γεγένηκας. Καὶ νῦν. Θεοτοκίον. Ὕμνον σοι πιστοί, συμφώνως προσφέρομεν, εὐχαριστίας· σὺ γὰρ, τὴν ἀρχαίαν ἔλυσας, ἡ‐
μῶν κατάραν, Θεογεννήτρια· καὶ εὐλογίαν ἅ‐
παντες, θείαν καρπούμεθα, σωτηρίαν, φωτι‐
σμὸν καὶ ἔλεος, διὰ σοῦ καὶ χαρὰν τὴν αἰώνι‐
ον. * * * * * Θεοῤῥύτῳ αἵματι, κενωθέντι Δέσποτα Χριστέ, ἐκ σῆς ἀχράντου πλευρᾶς καὶ ζωοποιοῦ, θυ‐
σία μὲν πέπαυται, εἰδωλικὴ πᾶσα δὲ ἡ γῆ, σοῦ τῆς αἰνέσεως, τὴν θυσίαν ἀναφέρομεν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Οὐ Θεὸν ἀσώματον, οὐδὲ πάλιν ἄνθρωπον ψιλόν, προήγαγεν ἡ ἁγνὴ Κόρη καὶ σεμνή, ἀλλ᾿ ἄνθρωπον τέλειον, καὶ ἀψευδῆ τέλειον Θεόν, ὃν μεγαλύνομεν, σὺν Πατρί τε καὶ τῷ Πνεύματι. Καὶ τοῦ Ἱεράρχου. ᾨδὴ θ´. Ἦχος δ´. Ἅπας γηγενής. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἔσοπτρον Θεοῦ, ἐγένου Γρηγόριε· τὸ κατ᾿ εἰ‐
κόνα γάρ, ἄσπιλον ἐτήρησας, νοῦν δ᾿ ἡγεμό‐
να, κατὰ παθῶν σαρκικῶν, ἀνδρικῶς ἐνστη‐
σάμενος, τὸ καθ᾿ ὁμοίωσιν, ἀνελάβου· ὅθεν οἶκος γέγονας, τῆς ἁγίας Τριάδος λαμπρότα‐
τος. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἄναξ εὐσεβής, ὑπόπτερον δείκνυσιν, ἀεροβά‐
την σε, τούτῳ συμμαχήσαντα, ὡς ὅλον ἔμ‐
πλεων, θείου Πνεύματος, κατὰ τοῦ ματαιό‐
21