1 Τῌ ΚΔ´ ΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τῆς εὑρέσεως τῆς
Download
Report
Transcript 1 Τῌ ΚΔ´ ΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τῆς εὑρέσεως τῆς
Τῌ ΚΔ´ ΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τῆς εὑρέσεως τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. * * * * * ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Μετὰ τὸν Προοιμιακόν, Συναπτὴ μεγάλη ὑπὸ τοῦ Διακόνου· ΤΑ ΕΙΡΗΝΙΚΑ Ὁ διάκονος· Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν κτλ. Οἱ δὲ χοροὶ εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέη‐
σον μέχρι καὶ τῆς Ἀντιλαβοῦ, σῶσον... Ὁ διάκονος· Τῆς Παναγίας, ἀχράντου... Ὁ χορός· Σοί, Κύριε. Ὁ ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα... Ὁ χορός· Ἀμήν. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κε‐
φαλήν μου. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κρι‐
ταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορ‐
πίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοί μου· ἐ‐
πὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρ‐
τωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω. Ψαλμὸς ρμα´ (141). * * * Η ΣΤΙΧΟΛΟΓΙΑ ΤΟΥ ΨΑΛΤΗΡΙΟΥ Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὴν α´ στάσιν. Εἶτα· Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. ΟΙ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ψαλμὸς ρμ´ (140). Ἦχος πλ. α´. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰ‐
σάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δε‐
ήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰ‐
σάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύ‐
ραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πο‐
νηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁ‐
μαρτίαις, Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐ‐
τῶν. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγί‐
δα μοι. Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκ‐
ζητῶν τὴν ψυχήν μου. Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώ‐
θην σφόδρα. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκρα‐
ταιώθησαν ὑπὲρ ἐμέ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξο‐
μολογήσασθαι τῷ ὀνόματί σου. 1
Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσά‐
κουσον τῆς φωνῆς μου. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Προδρόμου γ´ δευτε‐
ροῦντες αὐτά. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύρι‐
ε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐ‐
στιν. Χαίροις ἡ ἱερὰ Κεφαλή, καὶ φωτοφόρος καὶ Ἀγγέλοις αἰδέσιμος, ἡ ξίφει τμηθεῖσα πάλαι, καὶ τμητικοῖς ἐλεγμοῖς, ἀσελγείας αἶσχος δι‐
ακόψασα· πηγὴ ἡ τοῖς θαύμασι, τοὺς πιστοὺς καταρδεύουσα· ἡ τοῦ Σωτῆρος, τὴν σωτήριον ἔλευσιν, καταγγείλασα· καὶ τὴν πτῆσιν τοῦ Πνεύματος, πάλαι κατανοήσασα, πρὸς τοῦ‐
τον σκηνώσασαν· τῆς Παλαιᾶς τε καὶ Νέας, ἡ μεσιτεύσασα χάριτος. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Χαίροις ἡ ἱερὰ Κεφαλή, ... Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Στάμνῳ ἐγκεκρυμμένῃ ποτέ, ἡ τοῦ Προδρό‐
μου Κεφαλὴ πεφανέρωται, λαγόνων ἀναδο‐
θεῖσα, ἐκ τῶν τῆς γῆς ἐμφανῶς, καὶ θαυμά‐
των ῥεῖθρα ἀναβλύζουσα· καὶ γὰρ ἐν τοῖς ὕ‐
δασι, κεφαλὴν ἐναπέλουσε, τοῦ ὑπερῷα, νῦν στεγάζοντος ὕδασι, καὶ ὀμβρίζοντος, τοῖς βροτοῖς θείαν ἄφεσιν. Ταύτην οὖν μακαρίσω‐
μεν, τὴν ὄντως ἀοίδιμον, καὶ ἐν τῇ ταύτης εὑ‐
ρέσει, περιχαρῶς ἑορτάσωμεν, Χριστὸν δυσω‐
πούσης, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα ἔλεος. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ‐
παινέσατε αὐτόν, πάντες οἱ λαοί. Στάμνῳ ἐγκεκρυμμένῃ ποτέ, ... Κάρα ἡ τὸν Ἀμνὸν τοῦ Θεοῦ, ἀνακηρύξασα σαρκὶ φανερούμενον, καὶ πᾶσι τῆς μετανοί‐
ας, τὰς σωτηρίους ὁδούς, θείαις ὑποθήκαις βεβαιώσασα· ἡ πρὶν τοῦ Ἠρώδου, παρανομί‐
αν ἐλέγξασα, καὶ διὰ τοῦτο, ἐκτμηθεῖσα τοῦ σώματος, καὶ τὴν χρόνιον, ὑποστᾶσα κατά‐
κρυψιν· ὥσπερ φωτοφανὴς ἡμῖν, ἀνέτειλεν ἥ‐
λιος, Μετανοεῖτε βοῶσα, καὶ τῷ Κυρίῳ προ‐
στίθεσθε, ψυχῆς κατανύξει, τῷ παρέχοντι τῷ κόσμῳ, τὸ μέγα ἔλεος. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡ‐
μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Κάρα ἡ τὸν Ἀμνὸν τοῦ Θεοῦ, ... Δόξα. Ἦχος πλ. β´. Ἀνατολίου. Θησαυρὸς ἐνθέων δωρεῶν, ἡ θεοφρούρητος Κάρα σου Πρόδρομε, ἐκ τῶν τῆς γῆς λαγόνων ἀνέτειλεν· ἣν ἡμεῖς πιστῶς ἀρυσάμενοι, καὶ προσκυνοῦντες ἔνδοξε, πλουτοῦμεν διὰ σοῦ Χριστοῦ Βαπτιστά, θαυμάτων τὰ παράδοξα, καὶ τῶν πταισμάτων τὴν συγχώρησιν. Καὶ νῦν. Θεοτοκίον. Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μο‐
νογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυ‐
άδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐ‐
τὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. * * * 2
ΕΙΣΟΔΟΣ ‐ ΕΠΙΛΥΧΝΙΟΣ ΕΥΧΑΡΙΣΤΙΑ Ψαλλομένου τοῦ Καὶ νῦν γίνεται ἡ εἴσοδος ὑ‐
πὸ τοῦ ἱερέως καὶ τοῦ διακόνου. Ὁ διάκονος· Σοφία· ὀρθοί. Ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα· Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ‐
γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι και‐
ροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει. Ἐὰν δὲ εἰσοδεύουν δύο ἢ περισσότεροι ἱερεῖς, ψάλλουν αὐτοὶ τὴν ἐπιλύχνιον εὐχαριστίαν. ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ Ὁ διάκονος· Ἑσπέρας προκείμενον. Τῇ Πέμπτῃ ἑσπέρας. Ἦχος πλ. β´. Ψαλμὸς ρκ´. Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. (ρκ´ 2) Στίχ. α´. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄ‐
ρη, ὅθεν ἥξει ἡ βοήθειά μου. (ρκ´ 1) Στίχ. β´. Μὴ δῴῃς εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε. Ἰδοὺ οὐ νυ‐
στάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσρα‐
ήλ. (ρκ´ 34) * * * ΑΙ ΔΕΗΣΕΙΣ Ὁ διάκονος τὴν ἐκτενῆ δέησιν· Εἴπωμεν πάν‐
τες ἐξ ὅλης τῆς ψυχῆς κτλ. Ὁ χορὸς εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέη‐
σον τρίς, εἰς δὲ τὴν τελευταίαν ἅπαξ. Ὁ ἱερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος... Ὁ χορός· Ἀμήν. Ὁ προεστώς ἢ ὁ ἀναγνώστης· Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀνα‐
μαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνε‐
τὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλο‐
γητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ πα‐
ρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγί‐
ῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ χορός· Ἀμήν. Ὁ διάκονος· Πληρώσωμεν τὴν ἑσπερινὴν δέη‐
σιν... Ὁ χορός· Κύριε, ἐλέησον. Ὁ διάκονος· Ἀντιλαβοῦ, σῶσον... Ὁ χορός· Κύριε, ἐλέησον. Ὁ διάκονος· Τὴν ἑσπέραν πᾶσαν... Ὁ χορὸς εἰς ἑκάστην δέησιν· Παράσχου, Κύρι‐
ε. Ὁ διάκονος· Τῆς Παναγίας, ἀχράντου... Ὁ χορός· Σοί, Κύριε. Ὁ ἱερεύς· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ὁ χορός· Ἀμήν. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Ὁ χορός· Καὶ τῷ πνεύματί σου. Ὁ διάκονος· Τὰς κεφαλὰς ἡμῶν... Ὁ χορός· Σοί, Κύριε. Ὁ ἱερεὺς τὴν εὐχὴν τῆς κεφαλοκλισίας καὶ τὴν ἐκφώνησιν· Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ὁ χορός· Ἀμήν. * * * Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου. Δεῦτε τὴν τιμίαν Κεφαλήν, τὴν ἀποτμηθεῖ‐
σαν τῷ ξίφει, τοῦ Βαπτιστοῦ οἱ Πιστοί, σήμε‐
ρον τιμήσωμεν ἐν τῇ εὑρέσει αὐτῆς, ὑπαν‐
3
τῶντες ἐν ᾄσμασι, τιμῶντες ἐκ πόθου, χάρι‐
τας προχέουσαν τῶν ἰαμάτων ἡμῖν· ἥν περ ὁ ληρώδης Ἡρώδης, πάλαι προαπέτεμεν οἴ‐
στρῳ, τῇ Ἡρωδιάδι συμπλεκόμενος. Στίχ. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοί‐
μασα λύχνον τῷ Χριστῷ μου. (ρλα´ 17) Ὥσπερ ἐκ μετάλλων ὁ χρυσός, οὕτως ἐκ τῆς γῆς τοῦ Προδρόμου, ἡ Κεφαλὴ δᾳδουχεῖ, στά‐
μνῳ διαλάμπουσα καὶ φθεγγομένη τρανῶς, τοῦ Ἡρώδου ἐλέγχουσα, μοιχείαν καὶ φόνον, αἴγλῃ τε φωτίζουσα τὰς διανοίας ἡμῶν· ἥν περ ἀσπαζόμενοι πίστει, σήμερον τιμήσωμεν ὕμνοις, ὡς ὑπὲρ ἡμῶν Θεῷ πρεσβεύουσαν. Στίχ. Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾿ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. (ξγ´ 11) Πάλαι ὥσπερ θεῖος θησαυρός, στάμνῳ κε‐
κρυμμένη ἡ Κάρα, τοῦ Βαπτιστοῦ ἐν τῇ γῇ, σήμερον τοῖς πέρασιν ἀποκαλύπτεται, ὥσπερ πλοῦτος προχέουσα, πηγὰς ἰαμάτων, νόσους θεραπεύουσα ψυχὰς φωτίζουσα· ὅθεν θυμη‐
δίας ἁπάσης, χάριν ἀπολαύοντες ὕμνοις, ταύτην εὐλαβῶς ἐγκωμιάσωμεν. Δόξα. Ἦχος β´. Ἀνατολίου. Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀῤῥήτου οὐσίας, τρανῶς ἡ προβλέψα‐
σα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν ταμείων τῆς γῆς, σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε, καὶ εὐωδί‐
ασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέου‐
σα μύρον, καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν, καὶ τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Χαῖρε ἡ ἐλπὶς ἡμῶν, Θεοτόκε ἄχραντε· χαῖρε, ἡ δι᾿ Ἀγγέλου δεξαμένη τὸ χαῖρε· χαῖρε ἡ τε‐
κοῦσα Πατρὸς τὸ ἀπαύγασμα· εὐλογημένη χαῖρε σεμνή, Παναγία Παρθένε μόνη πανύ‐
μνητε· σὲ δοξάζει πᾶσα κτίσις τὴν Μητέρα τοῦ φωτός. * * * Τό, Νῦν ἀπολύεις... τὸ Τρισάγιον· καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ἐκ γῆς ἀνατείλασα, ἡ τοῦ Προδρόμου Κεφα‐
λή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοῖς τῶν ἰάσεων· ἄνωθεν συναθροίζει, τὴν πλη‐
θὺν τῶν Ἀγγέλων· κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος, ὁμόφωνον ἀναπέμ‐
ψαι, δόξαν Χριστῷ τῷ Θεῷ. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄ‐
γνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐ‐
πὶ γῆς πεφανέρωται· Θεός, ἐν ἀσυγχύτῳ ἑνώ‐
σει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι᾿ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυ‐
χὰς ἡμῶν. Η ΑΠΟΛΥΣΙΣ Ὁ ἱερεύς· Δόξα σοι, Χριστὲ ὁ Θεός... Ὁ ἀναγνώστης· Δόξα, καὶ νῦν. Κύριε, ἐλέη‐
σον γ´. Πάτερ ἅγιε, εὐλόγησον. Ὁ ἱερεύς· Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν... Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν... Ὁ χορός· Ἀμήν. * * * * * ΜΕΣΟΝΥΚΤΙΚΟΝ Μετὰ τὸν ν´ ψαλμόν, (ψάλλε εἰ βούλει, Δόξα τὸ εἰς τὸν στίχον τῶν Αἴνων ἰδιόμελον καὶ νῦν Θεοτοκίον ὁμόηχον)· Δόξα. Ἦχος πλ. β´. Ἡ πρώην ἐπὶ πίνακι, τὸ τοῦ Ἡρώδου ἄθεσμον μύσος ἐλέγξασα, τὴν δὲ μετάνοιαν πᾶσι κη‐
ρύξασα Πιστοῖς, τιμία Κεφαλὴ τοῦ Βαπτιστοῦ σου Κύριε, ἐκ τῶν ταμείων τῆς γῆς ἀναφανεῖ‐
σα, πρόκειται τοῖς πιστῶς προσιοῦσιν αὐτῇ, καὶ ἁπτομένοις ἐν φόβῳ, καὶ προσκυνοῦσι πόθῳ ψυχῆς, βραβευομένη λύσιν πταισμά‐
των, καὶ αἰτημάτων παρέχει τὰ σωτήρια, καὶ μέγα ἔλεος. 4
Καὶ νῦν. Θεοτοκίον. Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλα‐
στήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύο‐
μεν· Πρέσβευε Δέσποινα, μετὰ τοῦ Προδρό‐
μου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον τοῦ Ἁγίου. Καὶ Ἀπόλυσις. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... * * * ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον τῆς ἡμέρας καὶ ὁ πολυέλεος τοῦ Προδρόμου] * * * * * Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Ἦχος δ´. Ταχὺ προκατάλαβε. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα... Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῇ, Χριστὸς ἀπεκάλυψε, τὴν Κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε. Πάντες οὖν συνελ‐
θόντες, ἐν τῇ ταύτης εὑρέσει, ᾄσμασι θεηγό‐
ροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σώζοντα ἡ‐
μᾶς ἐκ φθορᾶς, ταῖς ἱκεσίαις σου. Ἦχος δ´. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τοῦ Ἁγίου. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ἐκ γῆς ἀνατείλασα, ἡ τοῦ Προδρόμου Κεφα‐
λή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοῖς τῶν ἰάσεων· ἄνωθεν συναθροίζει, τὴν πλη‐
θὺν τῶν Ἀγγέλων· κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος, ὁμόφωνον ἀναπέμ‐
ψαι, δόξαν Χριστῷ τῷ Θεῷ. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄ‐
γνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐ‐
πὶ γῆς πεφανέρωται· Θεός, ἐν ἀσυγχύτῳ ἑνώ‐
σει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι᾿ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυ‐
χὰς ἡμῶν. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡ‐
μῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας· γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε. Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ἀναδοθεῖσα ὡς χρυσὸς ἐκ μετάλλων, ἡ ἱερά σου Κεφαλὴ παραδόξως, ἐκ τῶν ἀδύτων γῆς ἐπλούτισε Χριστοῦ Βαπτιστά, πάντας τοὺς προστρέχοντας, ἐν τῇ ταύτης εὑρέσει, ὕμνοις μεγαλύνοντας τὸν Σωτῆρα καὶ Κτίστην, τού‐
τοις διδόντα μάκαρ διὰ σοῦ, λύσιν πταισμά‐
των καὶ πλούσιον ἔλεος. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τοῦ εὐχαρί‐
στως ἀνυμνεῖν ἐκ καρδίας, τὰ σὰ ἐλέη Δέ‐
σποινα οἱ δοῦλοί σου, κράζοντες καὶ λέγον‐
τες· Παναγία Παρθένε, πρόφθασον καὶ λύ‐
τρωσαι ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς· σὺ γὰρ ὑπάρχεις ἡμῶν ἡ ἀν‐
τίληψις. 5
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ἐπεφάνης σήμερον. Ὁ Ἡρώδης Πρόδρομε παρανομήσας, τὴν τιμί‐
αν Κάραν σου ξίφει ἀπέτεμε δεινῶς, ὡς ἔκ‐
φρων οἴστρῳ ὁ δείλαιος· ἥνπερ ἐκ πόθου Πι‐
στοὶ ἀσπαζόμεθα. Δόξα. Καὶ νῦν. Θεοτοκίον. ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΟΡΘΡΟΥ Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Μωϋσῆς ἑώρακε πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθεῖσαν Πανάμωμε, δρόσου δὲ μᾶλ‐
λον πλησθεῖσαν τῆς χάριτος. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. * * * Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ‐
μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου. Ἀντίφωνον Α´. Ἐκ νεότητός μου * πολλὰ πολεμεῖ με πάθη· * ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, * καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, * αἰσχύνθητε ἀπὸ τοῦ Κυ‐
ρίου· * ὡς χόρτος γάρ, πυρὶ * ἔσεσθε ἀπεξηρα‐
μένοι. (δίς) Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. Κύριε, ἐλέησον. (γ´) Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁ‐
γίου Εὐαγγελίου. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγ‐
γελίου τὸ ἀνάγνωσμα. (ιδ´ 1‐13). Δόξα. Ὁ διάκονος· Πρόσχωμεν. Ἁγίῳ Πνεύματι * πᾶσα ψυχὴ ζωοῦται, * καὶ καθάρσει ὑψοῦται, * λαμπρύνεται, * τῇ τρια‐
δικῇ μονάδι * ἱεροκρυφίως. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, * ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, * ἀρδεύοντα, * ἅπασαν τὴν κτίσιν * πρὸς ζωογονίαν. Προκείμενον. Ἦχος δ´. Ψαλμὸς ρλα´ (131). Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. (ρλα´ 17) Στίχ. α´. Μνήσθητι, Κύριε, τοῦ Δαβὶδ καὶ πά‐
σης τῆς πραότητος αὐτοῦ. (ρλα´ 1) Στίχ. β´. Ἕνεκεν Δαβὶδ τοῦ δούλου σου μὴ ἀ‐
ποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. (ρλα´ 10) * * * Ὁ ἱερεὺς ἀπὸ τῶν βημοθύρων ἀναγινώσκει τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου. Τῷ καιρῷ ἐκείνῳ, ἤκουσεν Ἡρῴδης ὁ τετράρ‐
χης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ· Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐ‐
τὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἔθε‐
το ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φι‐
λίππου τοῦ ἀδελφοῦ αὐτοῦ· ἔλεγεν γὰρ αὐτῷ ὁ Ἰωάννης· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. Καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. Γενεσίων δὲ ἀ‐
γομένων τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσε τῷ Ἡ‐
ρῴδῃ, ὅθεν μεθ᾿ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησίν, ὧδε ἐ‐
6
πὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτι‐
στοῦ. Καὶ ἐλυπήθη ὁ βασιλεὺς, διὰ δὲ τοὺς ὅρ‐
κους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δο‐
θῆναι, καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ· καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐ‐
πὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν αὐτό, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔ‐
ρημον τόπον κατ᾿ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄ‐
χλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλε‐
ων. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν ν´ ψαλμόν, χύμα. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐
δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. Δόξα. Ἦχος β´. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ταῖς τοῦ σοῦ Προδρόμου, πρεσβείαις, Ἐλεῆ‐
μον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημά‐
των. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Καὶ νῦν. Θεοτοκίον. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐ‐
ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Καὶ τὸ Ἰδιόμελον. Ἦχος β´. Ἀνατολίου. (Ἐκ τῶν Ἀποστίχων τοῦ Ἑσπερινοῦ). Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀῤῥήτου οὐσίας, τρανῶς ἡ προβλέψα‐
σα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν ἐκ τῶν ταμείων τῆς γῆς, σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε, καὶ εὐωδί‐
7
ασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέου‐
σα μύρον, καὶ νοητῶς κηρύττουσα, μετανοίας ὁδόν, καὶ τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ὁ Κανὼν τοῦ Προδρόμου. ᾨδὴ α´. Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ πεζεύσας. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέη‐
σον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ Δεῦτε εὐφήμῳ τῇ γλώττῃ καὶ πανσθενεῖ, κρο‐
τουμένῃ Πνεύματι, ἐκ χειλέων ῥυπαρῶν, τὴν τοῦ Λόγου Πρόδρομον φωνήν, ἐν ᾠδαῖς πνευ‐
ματικαῖς πιστοὶ δοξάσωμεν. Τῆς Θεοτόκου μετὰ τῶν εἱρμῶν αὐτοῦ καὶ τοῦ Προδρόμου ἄνευ τῶν εἱρμῶν. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὁ Κανὼν τῆς Θεοτόκου. Εἰρηνικῇ καταστάσει γαληνιᾷ, καὶ ἀπείροις πλήθεσιν, Ἐκκλησία τοῦ Χριστοῦ, δωρεὰς πα‐
ρέχεται τῶν σοί, τὴν ἐτήσιον ᾠδὴν βοώντων Πρόδρομε. * * * (ἐὰν ψαλῇ εἰς στ´, τότε ὁ εἱρμὸς δευτεροῦται). ᾨδὴ α´. Ὁ εἱρμός. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυ‐
πτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀ‐
νεβόα· Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀ‐
θυμίας ἐμπιπλῶσαί μου τὴν ψυχήν· εἰρήνευ‐
σον Κόρη τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου Πανάμωμε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σωτῆρα τεκοῦσά σε καὶ Θεόν, δυσωπῶ Παρ‐
θένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύ‐
τρια. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Δόξα. Τὴν πρὸς Θεοῦ δεδομένην ὡς θησαυρόν, ἡμῖν ἀναφαίρετον, θεοφόρον κορυφήν, τοῦ Προ‐
δρόμου ἅπαντες ᾠδαῖς, ἐπαξίως πανδημεὶ πι‐
στοὶ τιμήσωμεν. Καὶ νῦν. Θεοτοκίον. Τὸν σεαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀ‐
ληθῶς ἐδείχθης Δέσποινα. Καταβασία. Ἀνοίξω τὸ στόμα μου. Τῆς Θεοτόκου. ᾨδὴ γ´. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πι‐
στῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε. Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, σὲ Θεογεννῆτορ Παρθένε· σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη Πανύμνητε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἱκετεύω Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ 8
γὰρ Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη Πανάχραντε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυ‐
σον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύ‐
ϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυ‐
ρὸν Πανάμωμε, τὸν ἀδαπάνητον. Τοῦ Προδρόμου. ᾨδὴ γ´. Ἦχος πλ. β´. Οὐκ ἔστιν ἅγιος. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Γαστὴρ στειρεύουσα βλαστὸν σὲ προήνεγκε θεῖον, τῆς ἐθνῶν Ἐκκλησίας, εὐκλεῆ Νυμφα‐
γωγόν, Χριστῷ τῷ ὄντως Θεῷ, καὶ Νυμφίῳ ταύτην μνηστευόμενον. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὴν σὴν θεόφθογγον φωνὴν Πρόδρομε Ἰωάν‐
νη, οὐδὲ ξίφει ἐπέσχεν, ἡ ἀθλία μοιχαλίς· τὴν θείαν γάρ σου ἡμῖν, ἐμφανίζεις Κάραν τὴν ὑ‐
πόγαιον. ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κάθισμα. Ἦχος πλ. δ´. Τὸ προσταχθὲν μυστικῶς. Ὡς ἐν ταμείῳ θησαυρὸς ἐναπόθετος, ἡ τοῦ Προδρόμου Κεφαλὴ ἐφυλάττετο, ἐν ὑδρίᾳ κρυβεῖσα ἡ φωνὴ τοῦ Λόγου· ὡς σῖτος κατα‐
χωσθεῖσα εἰς βάθος γῆς, ἀνῆκε καρποφοροῦ‐
σα θείαν ζωήν. Ταύτης πάντες τιμήσωμεν, τὴν εὕρεσιν τὸν Χριστόν, δοξάζοντες τὸν δόν‐
τα αὐτῇ, χάριν βρύειν ἰάματα. Δόξα. Ὅμοιον. Τοῦ Βαπτιστοῦ ἡ Κεφαλὴ κατεκρύπτετο, ὡς μαργαρίτης ὑπὸ γῆν ἐν τῇ ὑδρίᾳ· καὶ ὡς λύ‐
χνος θεόφωτος ἀγλαϊζομένη, ἐκλάμπει θαυ‐
ματουργοῦσα κόσμῳ παντί, ὡς ὄρθρος ἐξα‐
νατέλλων πανευπρεπής, τοῦ Ἡλίου ὁ Πρό‐
δρομος, καὶ ἀνεσπέρῳ φωτί, μηνύων πάλαι ἡ‐
μῖν, Ἴδε κράζει ὁ Ἀμνὸς τοῦ Θεοῦ. Καὶ νῦν. Θεοτοκίον. Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη, ὁ Ἀ‐
σώματος λέγων τῇ ἀπειρογάμῳ· Ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοι‐
ώτως ὅλως ἐν σοί· ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι· Χαῖρε Νύμφη ἀνύμφευτε. * * * Δόξα. Εἶτα αἱ δ´, ε´ καὶ Ϛ´ ᾠδαὶ τῶν κανόνων. Πανηγυρίζουσα φαιδρῶς ἡ ποθοῦσά σε πό‐
λις, εὐωχεῖται ὡς ὄλβον, εὑραμένη μυστικόν, καὶ κρήνην ἀνελλιπῆ, ἰαμάτων Πρόδρομε τὴν Κάραν σου. Τῆς Θεοτόκου. ᾨδὴ δ´. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Καὶ νῦν. Θεοτοκίον. Τοῦ θείου τόκου σου Ἁγνὴ πᾶσαν φύσεως τά‐
ξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυ‐
ῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα μένεις ἀειπάρθενος. Καταβασία. Τοὺς σοὺς ὑμνολόγους. Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυ‐
στήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξα‐
σά σου τὴν θεότητα. Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνή‐
την τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύ‐
νασον, τῶν ἐμῶν πταισμάτων Θεονύμφευτε. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. * * * Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν Εὔσπλαγχνον 9
κυήσασα, καὶ Σωτῆρα πάντων τῶν ὑμνούν‐
των σε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀπολαύοντες Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γι‐
νώσκοντές σε Θεομήτορα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Οἱ ἐλπίδα καὶ στήριγμα καὶ τῆς σωτηρίας τεῖ‐
χος ἀκράδαντον, κεκτημένοι σε Πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα. Τοῦ Προδρόμου. ᾨδὴ δ´. Ἦχος πλ. β´. Χριστός μου δύναμις. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῆς πάλαι γέγονας σφραγὶς πανόλβιε, ἐμφα‐
νῶς Διαθήκης καὶ Προφητῶν, πέρας ἐχρημά‐
τισας καὶ νυμφοστόλος δὲ σεπτός, τῆς καινῆς ἐδείχθης Πρόδρομε. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τριχίνοις ῥάκεσι συνήθως Πρόδρομε, τὴν τι‐
μίαν ἠνέσχου καὶ εὐκλεῆ, Κάραν σου καλύ‐
πτεσθαι βασιλικῆς ἁλουργίδος, ὡς ἐσθῆτι ἀ‐
γαλλόμενος. Δόξα. Τῇ αἴγλῃ Πρόδρομε τοῦ θείου Πνεύματος, τὴν τιμῶσάν σε πόλιν διηνεκῶς, πρέσβευε φαιδρύνεσθαι καὶ ἐν τῇ σῇ σοφὲ μνήμῃ, σὺν Ἀγγέλοις ἐπαγάλλεσθαι. Καὶ νῦν. Θεοτοκίον. Νεκρόν με ἔδειξε φυτοῦ ἀπόγευσις· τῆς ζωῆς δὲ τὸ ξύλον ἐκ σοῦ φανέν, Πάναγνε ἀνέστη‐
σε καὶ Παραδείσου τῆς τρυφῆς, κληρονόμον με κατέστησε. Καταβασία. Ὁ καθήμενος ἐν δόξῃ. Τῆς Θεοτόκου. ᾨδὴ ε´. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρή‐
νην, παράσχου ἡμῖν Φιλάνθρωπε. Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἔμπλησον ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων Θεοτόκε ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην τὴν πάντα νοῦν ὑπερέχουσαν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου Θεό‐
νυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι. Τοῦ Προδρόμου. ᾨδὴ ε´. Ἦχος πλ. β´. Τῷ θείῳ φέγγει σου ἀγαθέ. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Οὐκ ἔφυς κάλαμος Βαπτιστά, ταῖς πειραστι‐
καῖς τοῦ δυσμενοῦς, αὔραις ἀεὶ ῥιπιζόμενος, πύργος δὲ τοῦ θείου λαοῦ ἀκράδαντος· δυνά‐
μει Ἠλιοὺ γάρ, ὤφθης καὶ πνεύματι. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὁ τὴν Θεότητα ἀθετῶν, καὶ κατασμικρύνων τὴν δόξαν, τοῦ ὑπὸ σοῦ βαπτισθέντος Χρι‐
στοῦ, τήν τε θείαν χάριν σοῦ νοσφιζόμενος, ἐνδίκως περιβόλων, θείων ἀπείργεται. Δόξα. Ἀφθόνου ἤνοιξας σὺ πηγῆς, πύλην τοῖς ὑ‐
μνοῦσί σε ἡμῖν, πόθῳ ἀοίδιμε Πρόδρομε, χά‐
ριτος τῆς θείας βλυζούσης νάματα, καὶ ῥεῖ‐
θρα ἰαμάτων, πάντας εὐφραίνοντα. Καὶ νῦν. Θεοτοκίον. Φοροῦσα κάλλος τὸ νοητόν, τῆς ὡραιοτάτης σου ψυχῆς, νύμφη Θεοῦ ἐχρημάτισας, κατε‐
10
σφραγισμένη τῇ παρθενίᾳ σεμνή, καὶ φέγγει τῆς ἁγνείας, κόσμον φαιδρύνουσα. δρομε τῆς ζωῆς· αὐτὸν γὰρ ἑώρακας, ὃν Προ‐
φῆται καὶ νόμος προκατήγγειλαν. Καταβασία. Ἐξέστη τὰ σύμπαντα. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῆς Θεοτόκου. ᾨδὴ Ϛ´. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀ‐
παγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγ‐
γισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θα‐
νάτῳ μου φύσιν, κατασχεθεῖσαν Παρθένε δυ‐
σώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐ‐
χθρῶν κακουργίας με ῥύσασθαι. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρου‐
ρὰν ἀσφαλεστάτην Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐ‐
λαύνουσαν· καὶ δέομαι διαπαντός· Ἐκ φθο‐
ρᾶς τῶν παθῶν μου ῥυσθῆναί με. Οὐκ ἔφερε κρύπτεσθαι, τῶν θαυμάτων ἡ πη‐
γή, ὁ θησαυρὸς τῆς χάριτος, ἡ ἀοίδιμος Κάρα σου Βαπτιστά, Προφῆτα καὶ Πρόδρομε, ἀλλ᾿ ὀφθεῖσα προχέει ἰαμάτων πηγάς. Δόξα. Πανόλβιον καύχημα, καὶ ἀγλάϊσμα φαιδρόν, καὶ θυρεὸν σωτήριον, ἡ φιλόχριστος αὕτη καὶ εὐκλεής, προβάλλεται πόλις σου, τὴν σεπτήν σου καὶ θείαν Κάραν Πρόδρομε. Καὶ νῦν. Θεοτοκίον. Ὁ μέγας προέγραψεν, ἐν Προφήταις Μωϋ‐
σῆς, σὲ κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν καὶ στάμνον συμβολικῶς, σημαίνων τὴν σάρ‐
κωσιν, τὴν ἐκ σοῦ τοῦ Ὑψίστου Μητροπάρθε‐
νε. Καταβασία. Τὴν θείαν ταύτην. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... * * * Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμε‐
θα· Ὦ Δέσποινα καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον. Κοντάκιον. Ἦχος β´. Τὰ ἄνω ζητῶν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔ‐
στιν ἴασις τῇ σαρκί μου· ἀλλ᾿ ἡ Θεὸν καὶ Σω‐
τῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς· Ἐκ φθορᾶς νοσημάτων ἀνάστησον. Τοῦ Προδρόμου. ᾨδὴ Ϛ´. Ἦχος πλ. β´. Τοῦ βίου τὴν θάλασσαν. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Προφήτην σε ἔφησεν, ἡ ἀλήθεια Χριστός, καὶ Προφητῶν ὑπέρτερον, Βαπτιστά τε καὶ Πρό‐
Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμ‐
βάνομεν· καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κό‐
σμῳ κηρύττεις τὴν μετάνοιαν. Ὁ Οἶκος. Τράνωσόν μου τὴν γλῶτταν. Ἐκ τοῦ Κυρίου τὴν μαρτυρίαν εἰληφὼς Ἰωάν‐
νη, ὑπὲρ πάντας βροτοὺς ὑπέρτερος ἐχρημά‐
τισας· ὅθεν ἐπαίνους τῶν ἐγκωμίων προσε‐
νέγκαι σοι δέδοικα· ἀλλὰ πόθῳ ἐκβιασθείς, τῇ ᾠδῇ ἐγχειρῆσαι τετόλμηκα· διὸ μὴ ἀπαξι‐
ώσῃς συνεργός μοι γενέσθαι πανεύφημε, ἵνα ἰσχύσω στεφανῶσαί σου κορυφὴν τὴν ἁγίαν τρισόλβιε· καὶ γὰρ σὺ ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν. 11
Συναξάριον. Τῇ ΚΔ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς εὑρέσεως τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Στίχ. Ἐκ γῆς προφαίνει Πρόδρομος σεπτὴν Κάραν, Καρποὺς παραινῶν ἀξίους ποιεῖν πάλιν. Ὁ Βαπτίσας πρὶν ὑδάτων πηγαῖς ὄχλους, Γῆθεν φανεὶς βάπτιζε πηγαῖς θαυμάτων. Εἰκοστὴν Προδρόμοιο φάνη Κάρη ἀμφὶ τετάρτην. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μοντανοῦ, Λουκίου, Ἰουλιανοῦ, Βικτωρικίου καὶ Φλαβιανοῦ καὶ τῶν σὺν αὐτοῖς, ἐν Καρ‐
θαγένῃ τῆς Ἀφρικῆς ἀθλησάντων. Στίχ. Ὤ! συνασπισμὸς Μαρτύρων Καρθαγένης, Τοῦ πληρώσαντος μονὰς τοῦ Παραδείσου! Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐
μῶν Ἰωάννου Θεριστοῦ, τοῦ ἐν Καλαβρίᾳ ἀ‐
σκήσαντος. Στίχ. Θερίζων πάντων ἀπορουμένων τὰς ἀρούρας ψυχὰς συνάγει εἰς ἅλωνα τῆς μετανοίας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐθελμπέρ‐
του, πρώτου χριστιανοῦ βασιλέως τοῦ Κὲντ ἐν Ἀγγλίᾳ. Στίχ. Πρῶτος βασιλεὺς χριστώνυμος Ἀγγλίας, Ἔθελμπερτ ἰσότιμος τῷ Κωνσταντίνῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐
μῶν Ἐράσμου τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου. Στίχ. Ἴδωμεν καρποὺς δεινῆς φιλαργυρίας, Καὶ μετανοίας ἐν τῷ βίῳ Ἐράσμου. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ εὕρεσις τῶν λειψάνων τοῦ Ἁγίου Ῥωμανοῦ, πρίγκιπος τοῦ Οὔγκλιτς. Στίχ. Γῆθεν τὰ ὀστᾶ τοῦ Ῥωμανοῦ εὑρόντες, Δοξολογοῦμεν τὸν δόντα αὐτῷ δόξαν. Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν. * * * Εἶτα αἱ ζ´ καὶ η´ ᾠδαὶ τῶν κανόνων. Τῆς Θεοτόκου. ᾨδὴ ζ´. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες παῖδες, ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλον‐
τες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰ‐
κονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κα‐
τῴκησας, τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας. Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας Μῆτερ, ἁ‐
γνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυ‐
γάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλο‐
γητὸς εἶ. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀῤῥωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστὸν ἡμῖν ἀποτεκοῦσα. Τοῦ Προδρόμου. ᾨδὴ ζ´. Ἦχος πλ. β´. Δροσοβόλον μὲν τὴν κάμινον. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῆς Παρθένου ὁ βλαστός σε ὑπὲρ ἅπαντας, ἔ‐
φη ἐν γεννητοῖς γυναικῶν· ὡς γὰρ ἄσαρκος καὶ ἰσάγγελος ἐπὶ τῆς γῆς, αὐτῷ πεπολίτευ‐
σαι βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέ‐
ρων ἡμῶν. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἐν νηδύϊ τῆς Παρθένου τὸν σκηνώσαντα, ἔ‐
γνως στειρωτικῆς ἐκ γαστρός, καὶ χρησάμε‐
νος τῇ μητρῴᾳ, Πρόδρομε φωνῇ, σκιρτῶν ἀ‐
νεκραύγαζες αὐτῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. 12
Δόξα. Μεμακάρισται τῳόντι ἐν ταῖς πόλεσιν, αὕτη νῦν παναοίδιμε, κτησαμένη σε πολιοῦχον, Πρόδρομε Χριστοῦ· διὸ ἑορτάζουσα βοᾷ· Εὐ‐
λογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Διὰ σοῦ Μῆτερ Παρθένε φῶς ἀνέτειλε, πάσῃ τῇ οἰκουμένῃ φαιδρόν· τὸν γὰρ Κτίστην σὺ τῶν ἁπάντων, τέτοκας Θεόν· ὃν αἴτησαι Πά‐
ναγνε ἡμῖν, καταπεμφθῆναι τοῖς Πιστοῖς τὸ μέγα ἔλεος. Καταβασία. Οὐκ ἐλάτρευσαν. Τῆς Θεοτόκου. ᾨδὴ η´. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Τὸν Βασιλέα τῶν οὐρανῶν ὃν ὑμνοῦσι, στρα‐
τιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε ὑμνοῦντας, καὶ ὑπερυψοῦν‐
τάς σε, Κόρη, εἰς αἰῶνας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τῶν ἰαμάτων τὸ δαψιλὲς ἐπιχέεις, τοῖς πι‐
στῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑ‐
μνοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Τοῦ Προδρόμου. ᾨδὴ η´. Ἦχος πλ. β´. Ἐκ φλογὸς τοῖς Ὁσίοις. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἀπεστάλη βοῶντος φωνὴ ὁ Πρόδρομος, ταῖς ἐρήμοις καρδίαις τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ, πί‐
στιν εὐσεβῆ, ἐγκεντρίζων τοῦ ὄντως Θεοῦ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἑτοιμάσατε φάσκει καὶ νῦν ὁ Πρόδρομος, τοῦ Κυρίου τὴν τρίβον δι᾿ ἁγιότητος· οὗτος γὰρ ἐλθών, σὺν Πατρὶ καὶ τῷ Πνεύματι, ταῖς ἡ‐
μῶν καρδίαις, οἰκήσει εἰς αἰῶνας. Στίχ. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Τῇ φωνῇ ἀκοὴν μὲν τῇ τοῦ Γεννήτορος, ὀ‐
φθαλμοὺς δὲ τῇ θέᾳ τοῦ θείου Πνεύματος, ὅ‐
λος δὲ ἁφῇ, Ἰωάννης ὁ Πρόδρομος, σὲ χειρο‐
θετήσας, Χριστὲ θεοφορεῖται. Καὶ νῦν. Θεοτοκίον. Χρυσαυγής σε λυχνία προδιετύπωσε, δεξαμέ‐
νην ἀφράστως φῶς τὸ ἀπρόσιτον, γνώσει τῇ αὐτοῦ, καταυγάζον τὰ σύμπαντα· ὅθεν σε ὑ‐
μνοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας. Καταβασία. Αἰνοῦμεν. Παῖδας εὐαγεῖς. * * * ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Θεοτόκου. Ψάλλονται ἀπὸ τῆς 22ας Σεπτεμβρίου μέχρι τῆς 7ης Νοεμ‐
βρίου, ἀπὸ τῆς 10ης Φεβρουαρίου μέχρι τῆς ἐνάρξεως τοῦ Τριῳδίου, τῇ Β´, Δ´ καὶ Ε´ Κυριακῇ τῶν νηστειῶν καὶ ἀπὸ τῆς Κυριακῆς τῶν ἁγίων Πάντων μέχρι τῆς 26ης Ἰουλίου. ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος * καὶ λόγον ἐρεύξομαι * τῇ βασι‐
λίδι Μητρί· * καὶ ὀφθήσομαι * φαιδρῶς πανη‐
γυρίζων * καὶ ᾄσω γηθόμενος * ταύτης τὰ θαύματα. ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος πηγή, * θίασον συγκροτήσαντας * πνευματικόν, στερέωσον· * καὶ ἐν τῇ θείᾳ δό‐
ξῃ σου * στεφάνων δόξης ἀξίωσον. 13
ᾨδὴ δ´. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου σαρκώσεως * σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε· * Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε´. φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐
καριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου· * σὺ γάρ, ἀπειρόγαμε Παρθένε, * ἔσχες ἐν μή‐
τρᾳ * τὸν ἐπὶ πάντων Θεὸν * καὶ τέτοκας ἄ‐
χρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρί‐
αν βραβεύοντα. Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐
τόν. ᾨδὴ ς´. Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦ‐
τε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τε‐
χθέντα * Θεὸν δοξάζοντες. ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτίσαντα· * ἀλλὰ πυρὸς ἀπειλὴν * ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον· * Ὑπερύμνητε, * ὁ τῶν πατέρων Κύριος * καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η´. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος· * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπα‐
σαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον ὑμνεῖ‐
τε τὰ ἔργα * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. * * * Ὁ διάκονος· Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύ‐
νομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐
ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐
θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... * * * Τῆς Θεοτόκου. ᾨδὴ θ´. Ἦχος πλ. δ´. Ὁ εἱρμός. Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμά‐
των χορείαις, σὲ μεγαλύνοντες. Τροπάρια. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃ‐
ρηκότα Παρθένε, Χριστὸν κυήσασα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁ‐
μαρτίας τὴν λύπην ἐξαφανίσασα. 14
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Καταβασία. ᾨδὴ θ´. Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόν‐
των, γενοῦ Παρθένε καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα. Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμ‐
παδουχούμενος· * πανηγυριζέτω δὲ * ἀΰλων νόων * φύσις, γεραίρουσα * τὴν ἱερὰν πανή‐
γυριν * τῆς Θεομήτορος, * καὶ βοάτω· * Χαί‐
ροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρ‐
θενε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσε‐
βῶς Θεοτόκον, σὲ καταγγέλλοντας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας ταπει‐
νωθέντα Παρθένε θεράπευσον, ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν, μετασκευάζουσα. Τοῦ Προδρόμου. ᾨδὴ θ´. Ἦχος πλ. β´. Θεὸν ἀνθρώποις. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Σαφῶς τῆς πλήρους δεκάδος Πρόδρομε, τῶν ἐντολῶν σὺ φύλαξ ἐξ ἰσχύος γενόμενος, κα‐
ταλλήλως πρὸς Χριστοῦ τετίμησαι, χαρισμά‐
των δεκάδι· ὅθεν τοῦ Λόγου σε, μύστην τε καὶ φίλον ἐγνωκότες· σὲ μακαρίζομεν. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Χριστοῦ Προφήτης τε καὶ Ἀπόστολος, Ἄγγε‐
λός τε καὶ Πρόδρομος τῆς θείας σαρκώσεως, Βαπτιστὴς καὶ Ἱερεὺς καὶ Μάρτυς πιστός, κή‐
ρυξ τε τοῖς ἐν ᾍδου, σὺ ἐχρημάτισας, καὶ τοῖς παρθενεύουσι κανών, καὶ τῆς ἐρήμου βλα‐
στός. Δόξα. Ψυχῆς τὸ ἄπιστον δειγματίζεται, ἱερουργοῦ χειρὸς νενεκρωμένης τῷ θαύματι, βλαστησά‐
σης αὖθις διὰ τῆς πίστεως· σῆς γὰρ ἐκφανθεί‐
σης, Κάρας μακάριε, ἡ καταποθεῖσα παλάμη ἀνακαινίζεται. Καὶ νῦν. Θεοτοκίον. Παθῶν ἰάματα ἀρυσώμεθα, τῷ εὐκλεεῖ τεμέ‐
νει τοῦ Προδρόμου προστρέχοντες· ἐν αὐτῷ γὰρ πάρεισιν Ἀγγέλων χοροί, πνεύματά τε Δικαίων, πάντων ἡ Δέσποινα, σὺν τῷ Βαπτι‐
στῇ Ἰωάννῃ ἰάσεις νέμουσα. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... * * * ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἐξαποστειλάριον τοῦ Προδρόμου. Ἦχος β´. Τοῖς Μαθηταῖς συνέλθωμεν. Λαμπροφανὴς ἀνέτειλεν, ἡ τιμία σου Κάρα, ἐκ τῶν ἀδύτων κόλπων γῆς, Πρόδρομε Ἰωάν‐
νη, λύχνε φωτὸς τοῦ ἀΰλου· ἧς τὴν εὕρεσιν πόθῳ, τελοῦντες δυσωποῦμέν σε, τῶν δεινῶν εὑρεῖν λύσιν, καὶ τὸν καιρόν, εὐμαρῶς ἀνύσαι τῆς ἐγκρατείας, πρεσβείαις σου πανεύφημε, Βαπτιστὰ τοῦ Σωτῆρος. Θεοτοκίον. Ψυχαγωγεῖται Πάναγνε, τῶν Πιστῶν ἡ θεό‐
φρων, ὁμήγυρις λατρεύουσα, καὶ πιστῶς ἀνυ‐
μνοῦσα, σὲ Θεοτόκον κυρίως· ταῖς πρεσβείαις σου ὅθεν, τῶν νηστειῶν τὸν δίαυλον, δὸς ἡ‐
μῖν ἐκτελέσαι, θεοπρεπῶς, καὶ Σταυρὸν τὸν τίμιον προσκυνῆσαι, καὶ πάθη τὰ σωτήρια, τοῦ Υἱοῦ καὶ Θεοῦ σου. * * * ΑΙΝΟΙ Ἦχος δ´. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐
νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 15
Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Ἱστῶμεν Στίχους δ´, καὶ ψάλλομεν Στιχηρὰ προσόμοια γ´, δευτεροῦντες τὸ α´. Ἦχος δ´. Ἔδωκας σημείωσιν. Στίχ. α´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. Ἤνοιξε προπύλαια, τῆς ἐγκρατείας ἡ πάνσε‐
μνος, Κεφαλή σου πανεύφημε, καὶ τροφὴν προέθηκεν, ἡδυτάτην πᾶσι, θείων χαρισμά‐
των· ὧν περ μετέχοντες πιστῶς, τὸ τῆς νη‐
στείας τραχὺ γλυκαίνομεν, καὶ πίστει εὐφη‐
μοῦμέν σε, καὶ ἐκβοῶμεν Χριστῷ τῷ Θεῷ· Ἰη‐
σοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Στίχ. β´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐
νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἤνοιξε προπύλαια, ... Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Μύρα ὥσπερ νάματα, ἡ Κεφαλὴ ἀποστάζου‐
σα, τοῦ Προδρόμου ἀένναα, καὶ τραπέζῃ σή‐
μερον, ἀποτεθειμένη, μυστικῇ καὶ θείᾳ, εὐω‐
διάζει νοητῶς, καὶ ἀηδίαν ἐλαύνει θλίψεων, καὶ εὐφροσύνης ἅπαντας, πληροῖ τοὺς πόθῳ κραυγάζοντας· Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἔτεμεν ἡ Κάρα σου, καθάπερ ξίφος τομώτα‐
τον, κεφαλὰς ἀνομούντων ἐχθρῶν, καὶ ἴαμα ἔβλυσεν, εὐνομοῦσι πᾶσι, τῶν θείων χαρίτων· καὶ διὰ τοῦτό σε πιστῶς, ἀνευφημοῦμεν φί‐
λον καὶ Πρόδρομον, Ἰωάννη τοῦ Κτίσαντος, καὶ ἐκβοῶμεν αὐτῷ ἐκτενῶς· Ἰησοῦ παντοδύ‐
ναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Δόξα. Ἦχος πλ. β´. Τὴν πανσεβάσμιον Κάραν, τοῦ Βαπτιστοῦ σου Κύριε, φανερωθεῖσαν σήμερον ἐκ γῆς, μετὰ φωνῆς αἰνέσεως, ἀρυσάμενοι πιστῶς, εἰς πρεσβείαν φιλάνθρωπε, οἱ ἐπταικότες δοῦλοί σου, προσάγοντες αἰτούμεθα, δι᾿ αὐ‐
τῆς ἐπιτυχεῖν ἐν ἡμέρᾳ κρίσεως, παρὰ σοῦ τὸν ἱλασμὸν καὶ τὸ μέγα ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Τριήμερος ἀνέστης Χριστέ. Φιλάγαθε Θεὲ καὶ Σωτήρ, τοὺς δούλους σου περίσωζε, ἀπὸ πάσης περιστάσεως δεινῆς, πρεσβείαις τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, καὶ τῆς Μητρός σου ταῖς ἐντεύξεσιν. * * * Καὶ εὐθὺς ψάλλεται εἰς τὸν αὐτὸν ἦχον Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐
στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐
ποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. 16
Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐
ματά σου. (ἐκ γ´) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν. Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ· Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀπολυτίκιον τοῦ Προδρόμου. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ἐκ γῆς ἀνατείλασα, ἡ τοῦ Προδρόμου Κεφα‐
λή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοῖς τῶν ἰάσεων· ἄνωθεν συναθροίζει, τὴν πλη‐
θὺν τῶν Ἀγγέλων· κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος, ὁμόφωνον ἀναπέμ‐
ψαι, δόξαν Χριστῷ τῷ Θεῷ. Εἶτα ἡ Α´ Ὥρα καὶ Ἀπόλυσις. * * * * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ Κανό‐
νος τοῦ Προδρόμου ἡ γ´ καὶ ἡ στ´ ᾠδή. Εἰ δὲ μή, τὰ Ἀντίφωνα. Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ρβ´ (102). Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐
σον ἡμᾶς. Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ´. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔρ‐
γα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐ‐
τοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς ρμε´ (145). Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέ‐
σω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν ἁγίοις θαυμα‐
στός, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐
τοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις ... 17
Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις ... Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις ... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐
νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐
μᾶς. Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ´. Ἦχος δ´. Ψαλμὸς ξγ´ (63). Στίχ. α´. Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾿ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. (ξγ´ 11) Τὸ ἀπολυτίκιον τοῦ Ἁγίου. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ἐκ γῆς ἀνατείλασα, ἡ τοῦ Προδρόμου Κεφα‐
λή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοῖς τῶν ἰάσεων· ἄνωθεν συναθροίζει, τὴν πλη‐
θὺν τῶν Ἀγγέλων· κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος, ὁμόφωνον ἀναπέμ‐
ψαι, δόξαν Χριστῷ τῷ Θεῷ. Στίχ. β´. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου ἐν τῷ δέεσθαί με πρὸς σέ, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. (ξγ´ 2) Τὸ ἀπολυτίκιον τοῦ ἁγίου. Ἐκ γῆς ἀνατείλασα, ... Στίχ. γ´. Σκέπασόν με ἀπὸ συστροφῆς πονη‐
ρευομένων, ἀπὸ πλήθους ἐργαζομένων ἀδι‐
κίαν. (ξγ´ 3) Ἐκ γῆς ἀνατείλασα, ... * * * ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. * * * Τὸ ἀπολυτίκιον τοῦ Ἁγίου. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ἐκ γῆς ἀνατείλασα, ἡ τοῦ Προδρόμου Κεφα‐
λή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοῖς τῶν ἰάσεων· ἄνωθεν συναθροίζει, τὴν πλη‐
θὺν τῶν Ἀγγέλων· κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος, ὁμόφωνον ἀναπέμ‐
ψαι, δόξαν Χριστῷ τῷ Θεῷ. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Δόξα. Κοντάκιον τοῦ Ἁγίου. Ἦχος β´. Τὰ ἄνω ζητῶν. Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμ‐
βάνομεν· καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κό‐
σμῳ κηρύττεις τὴν μετάνοιαν. Καὶ νῦν. Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β´. Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, * μεσιτεία * πρὸς τὸν ποιητὴν ἀμετάθετε, * μὴ παρίδῃς * ἁμαρτωλῶν δεήσεων φωνάς, * ἀλ‐
λὰ πρόφθασον ὡς ἀγαθὴ * εἰς τὴν βοήθειαν ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι· * Τά‐
χυνον εἰς πρεσβείαν * καὶ σπεῦσον εἰς ἱκεσί‐
αν, * ἡ προστατεύουσα ἀεί, * Θεοτόκε, τῶν τι‐
μώντων σε. * * * ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ * * * Τὸ ἀπολυτίκιον τοῦ ἁγίου. 18
ΑΠΟΣΤΟΛΟΣ Ἀλληλούϊα. Ἦχος β´. Ψαλμὸς Ϟα´ (91). Ἀπόστολος καὶ Εὐαγγέλιον, τοῦ Προδρόμου. Στίχ. α´. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέ‐
δρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. (Ϟα´ 13) Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς ξγ´ (63). Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπι‐
εῖ ἐπ᾿ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. (ξγ´ 11) Στίχ. β´. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἑξανθήσουσιν. (Ϟα´ 14) Στίχ. α´. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου ἐν τῷ δέεσθαί με πρὸς σέ, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. (ξγ´ 2) ΕΥΑΓΓΕΛΙΟΝ Στίχ. β´. Σκέπασόν με ἀπὸ συστροφῆς πονη‐
ρευομένων, ἀπὸ πλήθους ἐργαζομένων ἀδι‐
κίαν. (ξγ´ 3) Πρὸς Κορινθίους Β´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (δ´ 6‐15) (Ζήτει τῇ Κυριακῇ ιε´ ἑβδομάδος ἐπιστολῶν) Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύε‐
σιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐ‐
ξαπορούμενοι, διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκατα‐
λειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολ‐
λύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰ‐
ησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερω‐
θῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον πα‐
ραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰη‐
σοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥ‐
στε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, «Ἐπίστευσα, διὸ ἐλάλησα», καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰ‐
ησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παρα‐
στήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐ‐
χαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θε‐
οῦ. Ἐκ τοῦ κατὰ Ματθαῖον (ια´ 2‐15). Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύ‐
ο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ ἐρ‐
χόμενος ἢ ἕτερον προσδοκῶμεν; καὶ ἀποκρι‐
θεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πορευθέντες ἀ‐
παγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσι, νε‐
κροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰη‐
σοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐ‐
ξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; ἰ‐
δοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; προφήτην; ναί λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. Οὗτος γὰρ ἐστι περὶ οὗ γέγραπται· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐ‐
γήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰω‐
άννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου ἐπρο‐
φήτευσαν· Καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐ‐
στιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. Ὁ ἔχων ὦτα ἀκουέτω. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. * * * 19
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. * * * Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας… Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐
μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐
μιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. * * * Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλλη‐
λούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… Ἦχος β´. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐
σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐
καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐
ληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) Ἀπόλυσις· Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ... Δι᾿ εὐχῶν... Ἀμήν. * * * * * 20